Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Περὶ αἰχμαλωσίας

Γρηγόριος Παλαμᾶς

Θεολογική αντιπαράθεση περί της θεότητας του Χριστού και του Μωάμεθ

Εκτενής συζήτηση με μουσουλμάνους λογίους σχετικά με την εσχατολογική κρίση, ανασκευή των αιτιάσεων περί παραποίησης των Ευαγγελίων και αντιπαραβολή του Ισλάμ με την ειρηνική εξάπλωση του Ευαγγελίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 6 από 9

Εἶτα τὸ μὲν κιβώτιον ἐκεῖνο λαμβάνουσιν ἐπὶ χεῖρας καὶ πορρωτέρω πέμπουσιν οἱ ταφῇ παραδώσοντες, τῶν δ’ ἄλλων ἕκαστος μετὰ τῶν τασιμανῶν ἐπιστρέφουσιν εἰς τὰ ἴδια. Τότε τοίνυν ἐπιστρέφομεν καὶ ἡμεῖς καὶ κατὰ πόδας τὴν αὐτὴν εἰσερχόμεθα. Τὸν δὲ τασιμάνην ἰδόντες μετὰ καί τινων ἄλλων ὑπὸ τὴν σκιὰν καθεσθέντα τῆς πύλης, ὡς καὶ τῆς εὐκρασίας ἀπολαῦσαι τοῦ ἀέρος κατὰ καιρόν—Ἰούλιος γὰρ ὁ μὴν ἦν—, ἀντικρὺ χριστιανῶν, ὡς ἦν εἰκάσαι, καθημένων, ἐκαθίσαμεν καὶ ἡμεῖς. Ἠρόμην οὖν ἐκεῖ καθεζόμενος εἴ τις εἴδησιν ἀμφοτέρων ἔχει τῶν διαλέκτων ὧν ἐδεόμην. Ἐπεὶ οὖν παρῆν, ἠξίωσα τοῦτον ὡς ἀπ’ ἐμοῦ τοῖς Τούρκοις εἰπεῖν «ὅτι μὲν καλὸν τὸ παρ’ ὑμῶν ἐκτὸς ἐκεῖ τελεσθὲν οἶδα· ὑπὲρ γὰρ τοῦ τεθνηκότος καὶ πρὸς τὸν Θεὸν ἡ παρ’ ὑμῶν γέγονε βοή—πρὸς τίνα γὰρ ἕτερον;

Ἀποδέχομαι δὲ μαθεῖν καὶ τὸ παρ’ ὑμῶν λαληθὲν πρὸς τὸν Θεὸν ἐκεῖ τί ποτ’ ἦν». Ὁ δὲ τασιμάνης ἔφη, ἑρμηνεῖ τῷ αὐτῷ χρησάμενος· «Συγγνώμην ᾐτησάμεθα τῷ προκειμένῳ παρὰ Θεοῦ τῶν κατὰ ψυχὴν οἰκείων σφαλμάτων».

Ὑπολαβών, «εὖγε» εἶπον ἐγώ· «ἀλλ’ ὁ κριτὴς ἔχει πάντως καὶ τὴν συγγνώμην παρέχειν· κριτὴς δὲ καὶ καθ’ ὑμᾶς παντὸς ἀνθρώπων γένους ὁ Χριστὸς ἥξει. Οὐκοῦν πρὸς ἐκεῖνον δεῖ τὰς εὐχὰς καὶ τὰς βοὰς ἀναπέμπειν. Ἆρ’ οὖν καὶ ὑμεῖς τοῦτον ὡς Θεὸν ἐπικαλεῖσθε, καθάπερ ἡμεῖς, εἰδότες ἀδιαίρετον ὄντα τοῦ Πατρὸς ὡς ἔμφυτον αὐτοῦ λόγον; Οὐ γὰρ ἦν ὅτε ἦν ὁ Θεὸς ἄλογος οὐδὲ τοῦ ἐμφύτου λόγου χωρίς».

Ὁ δὲ τασιμάνης, «δοῦλός ἐστι», φησί, «τοῦ Θεοῦ καὶ ὁ Χριστός». Ἐγὼ δὲ πρὸς αὐτὸν πάλιν· «Ἀλλὰ τοῦτο δεῖ σκοπεῖν, ὦ βέλτιστε, ὅτι κρινεῖ, καθάπερ καὶ ὑμεῖς φατε, ζῶντας καὶ νεκροὺς ἀναστάντας καὶ περιστάντας αὐτὸν ἐπὶ φρικτοῦ καὶ ἀδεκάστου βήματος προκαθήμενον ἐν τῇ μελλούσῃ παρουσίᾳ αὐτοῦ.

Ἀβραὰμ δέ, ὁ ὑμέτερος προπάτωρ, ὡς καὶ ὑμεῖς γεγραμμένον ἔχετε—τὰ γὰρ μωσαϊκὰ στέργειν ἰσχυρίζεσθε—καὶ παρ’ Ἑβραίοις ὁρᾶν ἔστι φυλαττόμενον, ὁ γοῦν Ἀβραὰμ πρὸς τὸν Θεόν φησιν· ‘Ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν;’.

Ὥστε ὁ μέλλων κρίνειν πᾶσαν τὴν γῆν ὁ Θεός ἐστιν αὐτός, ὁ καὶ κατὰ τὸν προφήτην Δανιὴλ βασιλεὺς τοῦ παντός τε καὶ διὰ παντός, οὐκ ἄλλος παρὰ τὸν Πατέρα κατὰ τὴν θεότητα ὑπάρχων, ὡς οὐδὲ τὸ ἡλιακὸν ἀπαύγασμα ἕτερον παρὰ τὸν ἥλιον κατὰ τὸ φῶς».

Ὁ δὲ τασιμάνης ἐδόκει δυσχεράνας καὶ σιγήσας μικρὸν ἤρξατο πλατύτερον λέγειν· συνήχθησαν γὰρ καὶ χριστιανοὶ καὶ Τοῦρκοι πλείους πρὸς τὴν ἀκρόασιν· ἤρξατο οὖν λέγειν ὅτι στέργουσιν αὐτοὶ τοὺς προφήτας πάντας καὶ τὸν Χριστὸν καὶ τὰ τέσσαρα βιβλία τὰ ἐκ τοῦ Θεοῦ καταβάντα, ὧν ἐστιν ἓν καὶ τὸ τοῦ Χριστοῦ εὐαγγέλιον. Καὶ τελευτῶν, ἐπιστρέψας πρὸς ἐμὲ τὸν λόγον, «ὑμεῖς δέ», φησί, «πῶς οὐ δέχεσθε τὸν ἡμέτερον προφήτην, οὐδὲ πιστεύετε τῷ τούτου βιβλίῳ, ἐξ οὐρανοῦ καὶ αὐτῷ καταβάντι;».

Πρὸς αὐτὸν δ’ ἐγὼ πάλιν· «Ἔθος ὑμῖν ἐστι καὶ ἡμῖν ἐκ παλαιοῦ καὶ χρόνου καὶ νόμου βεβαιωθέν, ἄνευ μαρτυριῶν μηδὲν παραδέχεσθαι καὶ στέργειν ὡς ἀληθές. Αἱ δὲ μαρτυρίαι διτταί· ἢ γὰρ ἀπὸ τῶν ἔργων καὶ τῶν πραγμάτων αὐτῶν ἢ παρὰ προσώπων ἀξιοπίστων. Μωϋσῆς μὲν οὖν Αἴγυπτον ἐπαίδευσε σημείοις καὶ τέρασι, θάλασσαν ἔσχισε ῥάβδῳ καὶ πάλιν ἥνωσεν, ἄρτον ὗσεν ἐξ οὐρανοῦ, καὶ τί δεῖ τἆλλα λέγειν, πιστοῦ καὶ παρ’ ὑμῖν ὄντος τοῦ Μωϋσέως; οὗτος γὰρ καὶ ὑπὸ Θεοῦ ὡς πιστὸς μεμαρτύρηται δοῦλος, ἀλλ’ οὐχ υἱὸς οὐδὲ λόγος· εἶτα κατὰ πρόσταγμα θεῖον εἰς ὄρος ἀνέβη καὶ ἐτελεύτησε, καὶ προσετέθη τοῖς πρὸ αὐτοῦ. Ὁ δὲ Χριστός, μετὰ τῶν ἐξαισίων ὧν εἰργάσατο πολλῶν καὶ μεγάλων, καὶ παρ’ αὐτοῦ Μωσέως καὶ τῶν ἄλλων προφητῶν μαρτυρεῖται· καὶ μόνος ἐξ αἰῶνος Λόγος εἶναι τοῦ Θεοῦ καὶ παρ’ ὑμῶν λέγεται, καὶ μόνος ἐξ αἰῶνος ἐκ παρθένου γεγέννηται, καὶ μόνος ἐξ αἰῶνος εἰς τὸν οὐρανὸν ἀναληφθεὶς ἀθάνατος ἐκεῖ διαμένει, καὶ μόνος ἐξ αἰῶνος ἐκεῖθεν πάλιν ἥξειν ἐλπίζεται κρῖναι ζῶντας καὶ νεκροὺς ἀναστάντας· λέγω γὰρ περὶ αὐτοῦ ὅσα καὶ παρ’ ὑμῶν ὁμολογεῖται τῶν Τούρκων. Διὰ ταῦτα τοίνυν ἡμεῖς πιστεύομεν τῷ Χριστῷ καὶ τῷ εὐαγγελίῳ αὐτοῦ. Τὸν δὲ Μεχούμετ οὔτε παρὰ τῶν προφητῶν εὑρίσκομεν μαρτυρούμενον οὔτε τι ξένον εἰργασμένον καὶ ἀξιόλογον πρὸς πίστιν ἐνάγον.

Διὰ τοῦτο οὐ πιστεύομεν αὐτῷ οὐδὲ τῷ παρ’ αὐτοῦ βιβλίῳ». Ὁ δὲ τασιμάνης δῆλος μὲν ἦν πρὸς ταῦτα δυσχεραίνων, ἀπελογεῖτο δὲ ὅμως λέγων· «Ἐν τῷ εὐαγγελίῳ γεγραμμένον ἦν περὶ τοῦ Μωάμεθ, καὶ ὑμεῖς ἐξεκόψατε τοῦτο. Ἀλλὰ καὶ ἐξ ἄκρας ἀνατολῆς ἐξελθὼν ἡλίου, μέχρι καὶ τῆς αὐτοῦ δύσεως, ὡς ὁρᾷς, νικῶν κατήντησεν».

Ἐγὼ δὲ πρὸς αὐτὸν ἔφην· «Τοῦ μὲν παρ’ ἡμῖν εὐαγγελίου οὐδὲν οὐδέποτε παρ’ οὐδενὸς ἐξεκόπη χριστιανῶν οὐδὲ μεταπεποίηται τὸ παράπαν. Ἀραὶ γὰρ ἐπὶ τούτῳ κεῖνται βαρεῖαι καὶ φρικωδέσταται, καὶ ὁ τολμῶν ἐκκόψαι ἢ μετασκευάσαι τι τοῦ Χριστοῦ μᾶλλον αὐτὸς ἐκκόπτεται. Πῶς οὖν χριστιανὸς ἄν τις τοῦτο πεποίηκε; Πῶς δ’ ἂν ἦν ἔτι χριστιανὸς αὐτὸς ἢ χριστιανοῖς ὅλως δεκτός, ἀποξέων τὰ θεοχάρακτα καὶ ἃ Χριστὸς αὐτὸς ἢ ἐνέγραψεν ἢ προείρηκεν; Ἀλλὰ καὶ πολλαὶ καὶ διάφοροι διάλεκτοι μάρτυρες, πρὸς ἃς ἐξ ἀρχῆς εὐθὺς μετελήφθη τὸ τοῦ Χριστοῦ εὐαγγέλιον, οὐδὲ κατὰ μίαν μόνην ἐξ ἀρχῆς γεγραμμένον.

Πῶς γὰρ ἂν διέλαθεν εἴ τι παραπεποίηται; Πῶς δ’ ἂν ἐν διαφόροις ἔθνεσι, καθάπερ μέχρι νῦν, τὸ συνῳδὸν ἐτηρεῖτο κατὰ διάνοιαν; Ἔστι δὲ καὶ παρὰ πολλοῖς ἑτερόφροσι τὸ τοῦ Χριστοῦ εὐαγγέλιον, οὓς ἡμεῖς καλοῦμεν αἱρετικούς, ὧν τινες ἔστιν· ἃ συμφωνοῦντες ὑμῖν, οὐδὲν ὅμως ἔχουσι τοιοῦτον δεικνύειν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. Καὶ παρ’ αὐτοῖς δὲ τοῖς ἀντειποῦσιν ἐξ ἀρχῆς, πολλοὶ δὲ καὶ οὗτοι, οὐδὲν δείκνυται τοιοῦτον. Ἔστι γε μὴν καὶ τὰ ἐναντία φανερῶς εὑρεῖν ἐν τῷ εὐαγγελίῳ· πῶς ἂν οὖν τοῖς ὑπεναντίοις ἐπεμαρτύρησε; πρὸς δὲ τούτοις ἔνεστιν οὐδὲν ἐν τῷ εὐαγγελίῳ, ὃ μὴ καὶ τοῖς θείοις προείρηται προφήταις· εἰ οὖν ἐν τούτῳ γεγραμμένον ἦν περὶ Μεχούμετ τι χρηστόν, καὶ ἐν τοῖς προφήταις γεγραμμένον ἂν ὑπῆρχεν. Εὕροις δ’ ἂν μᾶλλον γεγραμμένον καὶ μὴ ἀπαληλειμμένον, ὅτι ‘ἐλεύσονται πολλοὶ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ πολλοὺς πλανήσουσι’· διὸ καὶ παραγγέλλει λέγων· ‘Μὴ οὖν πλανηθῆτε ὀπίσω αὐτῶν’.

Εἰ μὲν γάρ, καθάπερ ὁ Μωϋσῆς καὶ οἱ ἀπ’ αἰῶνος πρὸ αὐτοῦ καὶ μετ’ αὐτὸν προφῆται διὰ θανάτου πρὸς γῆν ἐπέστρεψαν ἅπαντες καὶ κεῖνται τὸν ἐξ οὐρανοῦ κριτὴν ἀναμένοντες, οὕτω καὶ ὁ Χριστός, ἄλλος ἂν ἦλθε μετ’ αὐτὸν πάλιν, ὃς ἂν εἰς οὐρανὸν ἀνῆλθε καὶ τὸ τέλος ἐπέθηκε· πέρας γὰρ τῶν ἐνθάδε πάντων ὁ οὐρανός. Ἐπεὶ δέ, ὡς καὶ ὑμεῖς ὁμολογεῖτε, ὁ Χριστὸς εἰς τὸν οὐρανὸν ἀνῆλθεν, οὐδεὶς ἕτερος τοῖς εὖ φρονοῦσι προσδοκᾶται μετ’ αὐτόν. Οὐκ ἀνέβη δὲ μόνον εἰς τὸν οὐρανὸν ὁ Χριστός, ἀλλὰ καὶ προσδοκᾶται πάλιν αὐτὸς ἐλεύσεσθαι, ὡς ὑμεῖς καὶ τοῦτο συνομολογεῖτε· ὥστε αὐτός ἐστι καὶ ὁ ἐλθὼν καὶ ὁ ἐρχόμενος καὶ προσδοκώμενος πάλιν ἐλεύσεσθαι, καὶ καλῶς ἡμεῖς ἕτερον οὐδένα παρ’ ἐκεῖνον ἢ δεχόμεθα ἢ προσδοκῶμεν.

Προσδοκᾶται δὲ ἐκεῖνος πάλιν ἥξειν ἵνα κρίνῃ τοὺς ἀνθρώπους· διατί; ὅτι, καθάπερ αὐτὸς εἶπεν, ἦλθε καὶ ἐπεφάνη τὸ φῶς εἰς τὸν κόσμον, τουτέστιν αὐτὸς καὶ ἡ παρ’ αὐτοῦ διδασκαλία, ‘καὶ ἠγάπησαν οἱ ἄνθρωποι’, ἑτεροδιδασκαλοῦντες καὶ καθηδυπαθοῦντες, ‘μᾶλλον τὸ σκότος ἢ τὸ φῶς’. Ἵν’ οὖν μὴ τοῦτο πάθωμεν, ὁ μὲν κορυφαῖος τῶν Χριστοῦ μαθητῶν, ‘ἔσονται’, φησί, ‘ψευδοδιδάσκαλοι καὶ ψευδοπροφῆται, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας’ καὶ ‘ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται’· ‘πολλοὶ γὰρ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις’. Ἕτερος δὲ πάλιν φησὶν ὅτι· ‘κἂν ἄγγελος εὐαγγελίσηται ὑμῖν παρ’ ὃ ὑμῖν εὐηγγελισάμεθα, ἀνάθεμα ἔστω’.

Ὁ δὲ εὐαγγελιστής, ‘πᾶν’, φησί, ‘πνεῦμα ὃ μὴ ὁμολογῇ Κύριον Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ Θεοῦ οὐκ ἔστι’. Πῶς οὖν ὁ λέγων μὴ εἶναι ἐκ τοῦ Θεοῦ τὸν λέγοντα μὴ εἶναι κύριον τὸν διὰ σαρκὸς ἐπιφανέντα Ἰησοῦν βιβλίον ἂν παρέδωκε λέγον ἐκ Θεοῦ ἐλεύσεσθαι τὸν τοῦτο διαβεβαιούμενον; Οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν.

Ἐξ ἀνατολῆς δὲ κινήσας ὁ Μωάμεθ μέχρι καὶ δύσεως ἡλίου διῆλθε νικῶν, ἀλλὰ πολέμῳ καὶ μαχαίρᾳ καὶ λεηλασίαις καὶ ἀνδραποδισμοῖς καὶ ἀνδροκτασίαις, ὧν οὐδὲν ἐκ Θεοῦ τοῦ ἀγαθοῦ προηγουμένως ἐστί, τοῦ ἐξ ἀρχῆς ἀνθρωποκτόνου δὲ μᾶλλον προηγούμενον θέλημα. Τί δέ, καὶ Ἀλέξανδρος οὐκ ἐκ δύσεως κινήσας τὴν ἀνατολὴν ὑπηγάγετο πᾶσαν; Ἀλλὰ καὶ ἄλλοι ἄλλοτε πολλάκις στρατευσάμενοι πολλοὶ τῆς οἰκουμένης ἐπεκράτησαν πάσης. Οὐδενὶ δὲ τούτων οὐδὲν γένος τὰς ἑαυτῶν ἐνεπίστευσαν ψυχάς, ὡς ὑμεῖς τῷ Μεχούμετ. Καίτοι οὗτος, ὁμοῦ τε βίαν ἐπάγων καὶ τὰ καθ’ ἡδονὴν προτεινόμενος, οὐδὲ μέρος ἓν ὅλον τῆς οἰκουμένης προσηταιρίσατο· ἡ δὲ τοῦ Χριστοῦ διδασκαλία, καίτοι τῶν τοῦ βίου σχεδὸν ἁπάντων ἡδέων ἀπάγουσα, πάντα τε περιέσχε τῆς οἰκουμένης τὰ πέρατα καὶ μεταξὺ τῶν αὐτῇ πολεμούντων κρατεῖ, μηδεμίαν αὕτη βίαν ἐπάγουσα, νικῶσα δὲ μᾶλλον τὴν ἀντεπαγομένην βίαν ἑκάστοτε, ὡς καὶ οὕτω ταύτην εἶναι τὴν νίκην τὴν τὸν κόσμον νικήσασαν».

Ἐν δὲ τούτοις πρὸς ὀργὴν ἤδη κινουμένους ἰδόντες τοὺς Τούρκους οἱ παρατυχόντες χριστιανοί, κατένευσάν μοι παρεῖναι τὸν λόγον. Ἐγὼ δὲ πρὸς ἱλαρότητα μεθέλκων, ὑπομειδιάσας πρὸς αὐτοὺς πάλιν ἔλεγον· «Εἴ γε κατὰ τοὺς λόγους συνεφωνοῦμεν ἑνὸς ἂν ἦμεν καὶ δόγματος». Ἀλλ’ ὁ νοῶν νοείτω τῶν εἰρημένων τὴν δύναμιν.

Εἷς δέ τις ἐκείνων εἶπεν ὡς· «ἔσται ποτὲ ὅτε συμφωνήσομεν ἀλλήλοις». Καὶ ἐγὼ συνεθέμην καὶ ἐπευξάμην τάχιον ἥκειν τὸν καιρὸν ἐκεῖνον. Ἀλλὰ τί τοῦτ’ ἔφην πρὸς τοὺς νῦν κατὰ δόξαν ἑτέρως ἢ τότε ζῶντας; Συνεθέμην γὰρ μνησθεὶς τῆς τοῦ ἀποστόλου φωνῆς, ὅτι ἐπὶ «τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ πατρός»· τοῦτο δ’ ἔσται πάντως ἐν τῇ δευτέρᾳ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Ἀλλ’ ἐν τούτοις διελύθη κατ’ ἐκείνην τὴν ἡμέραν ὁ σύλλογος. Τὰ δ’ ἐν ταῖς ἑξῆς γράφειν ὁ μὲν λογισμὸς ἐθέλει, ἡ δὲ χεὶρ οὐκ ἰσχύει. Καὶ ταῦτα δὲ δι’ ὑμᾶς ἔγραψα τοὺς ποθοῦντας· εἰδέναι γὰρ ποθοῦσι τὰ τοῦ πατρὸς οἱ παῖδες, καὶ μᾶλλον τῶν ἄλλων οἱ τῆς υἱοθεσίας τοῦ πνεύματος ἐπιγνώμονες.