Ἰωάννου δὲ τοῦ προδρόμου καὶ βαπτιστοῦ λέγοντος ἀκηκοὼς περὶ Χριστοῦ, ὡς οὐκ ἐκ μέτρου παρὰ τοῦ πατρὸς ἔλαβε τὸ πνεῦμα, «οὐ γὰρ ἐκ μέτρου, φησί, δίδωσι τὸ πνεῦμα ὁ πατήρ», ἀλλὰ «πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ», ἐξηγούμενος αὐτός φησι· «πνεῦμα ἐνταῦθα τὴν ἐνέργειαν λέγει· αὕτη γάρ ἐστιν ἡ μεριζομένη. Πάντες γὰρ ἡμεῖς μέτρῳ τὴν ἐνέργειαν τοῦ πνεύματος ἐλάβομεν, ἐκεῖνος δὲ ὁλόκληρον ἔλαβε πᾶσαν τὴν ἐνέργειαν· εἰ δὲ ἡ ἐνέργεια αὐτοῦ ἀμέτρητος, πολλῷ μᾶλλον ἡ οὐσία». Καὶ ἀλλαχοῦ πάλιν ἐκεῖνο τὸ ψαλμικὸν εἰς ἐξήγησιν προθείς, «ἐξεχύθη χάρις ἐν χείλεσί σου», «ὁρᾷς, φησίν, ὅτι περὶ τῆς οἰκονομίας ὁ λόγος»; Καὶ μετ’ ὀλίγα· «τὴν χάριν γάρ, φησίν, ἐνταῦθα τὴν ἐλθοῦσαν ἐπὶ τὴν σάρκα· πᾶσα γὰρ ἡ χάρις ἐξεχύθη εἰς τὸν ναὸν ἐκεῖνον· ‘οὐ γὰρ ἐκ μέτρου δίδωσιν ἐκείνῳ τὸ πνεῦμα ὁ πατήρ’. Ἡμεῖς δέ, μικρόν τι καὶ ῥανίδα ἀπὸ τῆς χάριτος ἐκείνης ἔχομεν· ‘ἐκ τοῦ πληρώματος γάρ, φησίν, αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν’, ὡς ἂν εἴποι τις, ἐκ τοῦ ὑπερβλύζοντος, ἐκ τοῦ περιττεύοντος. Καὶ πάλιν, οὐκ εἶπε ‘δίδωμι τὸ πνεῦμα’, ἀλλ’ ‘ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα’. Καὶ ἡ ἐν τοσούτοις τοῦ κόσμου κλίμασι διδομένη χάρις μέρος τι τῆς δωρεᾶς ἐστι καὶ ἀρραβών· ‘δοὺς γάρ, φησί, τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν’.