Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως λόγοι δύο

Γρηγόριος Παλαμᾶς

Η εκπόρευση ως υποστατικό ιδίωμα και η σχέση του Πνεύματος με τον Υιό

Ανάλυση της εκπορεύσεως ως αποκλειστικού υποστατικού ιδιώματος του Πατρός, της απουσίας του όρου «προβολεύς» για τον Υιό, και της διάκρισης μεταξύ φυσικής εκπορεύσεως και κατ' ευδοκίαν προόδου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 3 από 11

Ἀφεὶς δή σοι τοὺς ἄλλους συνείρειν ἐφεξῆς ὅτι πλείστους ὄντας καὶ σχεδὸν ὅσοι τῶν πατέρων οὐδὲν ἧττον ἢ ζῶντες ἐν τοῖς καθ’ ἑαυτοὺς συγγράμμασι λαλοῦσιν, ἐκ τῶν λόγων σου κρινῶ σε· πάντως δὲ καὶ ὁ θεός. Σοῦ γὰρ αὐτοῦ λέγοντος ἐκ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἐκπορεύεσθαι τὸ πνεῦμα καὶ τὸ «μόνων» οὐ προστιθεμένου, ἆρ’ οὐδ’ ἐκ τούτων μόνων τὸ πνεῦμα ἐννοεῖς, οὐδὲ συνυπακούεις τὸ μόνων, κἂν μὴ συνεκφωνῇς; Ἀλλὰ ζητήσομεν κατὰ τὴν σήν, ἵν’ οὕτως εἴπω, φιλοπολυεκπόρευτον διάνοιαν, καὶ ἐξ ἄλλου του ἐκπορεύεσθαι τὸ πνεῦμα διὰ τὴν σὴν περὶ τοῦ μόνου ἄγνοιαν.

Οὐ μήν, ἀλλ’ ἵνα πάλιν ἐκ τῶν αὐτῶν σοι συσκευάσω τῆς ὡς ἀληθῶς πληγῆς τὸ ἴαμα καὶ τῶν δυσσεβῶν ἐκσπάσω καὶ δογμάτων καὶ ῥημάτων, εἰπέ μοι, ὦ βέλτιστε, εἴ τις ἔροιτό σε περὶ τοῦ υἱοῦ, ὡς ἐπειδήπερ γέγραπται ὅτι, «εἴδομεν τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός», καὶ ὅτι «πιστεύω εἰς ἕνα υἱὸν τὸν ἐκ τοῦ πατρὸς πρὸ αἰώνων γεννηθέντα», καὶ τ’ ἄλλ’ ὅσα σοι ἀνωτέρω ἀπηρίθμηται, οἷς οὐ πρόσκειται τὸ «μόνου», ἐκ τοῦ πατρὸς καὶ ἐκ τοῦ ἁγίου πνεύματος προσθεὶς φαίης ἂν γεγεννῆσθαι τὸν υἱόν, τοῦτ’ αὐτὸ προφασιζόμενος ὅτι μὴ πρόσκειται τὸ «μόνου»; Ἄπαγε δήπου, φαίης ἄν. Καὶ αὐτῆς ἐκπέσοι τῆς ἄνωθεν ἀναγεννήσεως ὁ τοῦτο προστιθεὶς καὶ μὴ ἐκ μόνου δοξάζων γεγεννῆσθαι τοῦ πατρὸς τὸν λόγον· οὐδαμοῦ γὰρ γεννήτωρ εἴρηται τὸ πνεῦμα σὺν ἡμῖν καλῶς ἐρεῖς. Οὐδὲ κοινὸν ἔχει τι πατρί, ὃ μὴ ἔστι κοινὸν καὶ τῷ υἱῷ· οὐδ’ ἐκ τῆς δυάδος προάγεται τὸ ἕν, οὐδ’ εἰς τὴν δυάδα ἀναφέρεται· οὐδ’ ἡ μονὰς εἰς μονάδα κινηθεῖσα καὶ εἰς ἑτέραν αὖθις μονάδα ἡ δυάς, «ἀλλ’ ἡ μονὰς θεοπρεπῶς εἰς δυάδα κινηθεῖσα, μέχρι τριάδος ἔστη».

Καὶ «εἰς ἡμῖν θεός· οὐ μόνον ὅτι μία θεότης, ἀλλ’ ὅτι καὶ εἰς ἓν ἀμφότερα τὰ ἐξ αὐτοῦ τὴν ἀναφορὰν ἔχει. Καὶ μία πηγαία θεότης ὁ πατὴρ καὶ μόνος αἴτιος καὶ μόνος πηγὴ θεότητος». Οὐκοῦν καὶ ταῦτ’ ἐστὶν αὐτοῦ τὰ ἰδιάζοντα τῶν γνωρισμάτων· μόνος γάρ· οὐδεμίαν ἄρα τὴν κοινωνίαν ἕξει πρὸς ταῦτα τὸ πνεῦμα τὸ ἅγιον, ἐπεὶ καὶ «τὰ τῆς ὑπερουσίου θεογονίας οὐκ ἀντιστρέφει πρὸς ἄλληλα», Διονύσιος αὖθις ἂν εἶπεν ὁ οὐρανόφρων.

Ἀλλ’ εὖγέ σοι τῆς ἐν τούτοις πρός τε τοὺς θεοσόφους τῶν πατέρων καὶ ἡμᾶς τοὺς ἐξ ἐκείνων σοφισθέντας ἀπαραλλάκτου συμφωνίας. Ἑάλως δ’ ὅμως, τὸ τοῦ λόγου, τοῖς σαὐτοῦ πτεροῖς καὶ λυσιτελῶς ὄντως ἐπατάχθης τῷ τοῦ ὀρθοῦ προπολεμοῦντι λόγῳ· τὸ γὰρ εἰς αὐτὸν ἧκον, οὐ μόνον ἐπατάχθης, ἀλλὰ καὶ ἰάθης κατὰ τὸ εἰρημένον ὡς ὑπὸ θεοῦ, «πατάξω καὶ ἰάσομαι».

Ἃ γὰρ ἂν εἶπες μεθ’ ἡμῶν τε καὶ τῆς ἀληθείας πρὸς τοὺς ἐκ πατρός τε καὶ ἐκ τοῦ πνεύματος λέγοντας γεγεννῆσθαι τὸν υἱόν, ἄλλας τε προφάσεις προφασιζομένους ἐν ἁμαρτίαις, μᾶλλον δὲ δυσσεβείαις, καὶ ὅτι μὴ προστέθειται τῷ γεγεννῆσθαι ἐκ πατρὸς τὸ ‘μόνου’, ταῦτα καὶ αὐτὸς ἀρτίως ἀφ’ ἡμῶν τε καὶ τῆς ἀληθείας ἄκουε, ἐκ τοῦ πατρὸς καὶ ἐκ τοῦ υἱοῦ λέγων ἐκπορεύεσθαι τὸ πνεῦμα τὸ ἅγιον· ἑτέρωθέν τε τοῦτο πειρώμενος πιστοῦσθαι καὶ τοῦ μὴ προσκεῖσθαι τῷ ἐκ πατρὸς ἐκπορεύεσθαι τὸ ‘μόνου’· καὶ αὐτῆς γὰρ ἐκπεσεῖται τῆς διὰ τοῦ ἁγίου πνεύματος υἱοθεσίας ὁ καὶ ἐξ υἱοῦ τὸ πνεῦμα λέγων.

Ποῦ γὰρ τῶν θεοπνεύστων λογίων προβολέα τὸν υἱὸν εὕροι τις ἂν ὠνομασμένον, καίτοι Γρηγορίῳ τῷ μεγάλῳ θεολόγῳ τῶν τοῦ υἱοῦ προσηγοριῶν πασῶν καὶ πολλάκις ἀπηριθμημένων, καὶ οὐκ ἀπηριθμημένων μόνον ἀλλὰ καὶ τεθεωρημένων; Ὃς καὶ τὸ ‘μονογενὴς’ ἐξηγούμενος, «οὐχ ὅτι, φησί, μόνος ἐκ μόνου καὶ μόνον, ἀλλὰ καὶ μονοτρόπως»· ὃ ἀλλαχοῦ μόνως εἶπε καὶ ἰδιοτρόπως, τοῦτ’ αὖθις ἐξηγούμενος. Τὸ δὲ ‘μόνος’ ὡς εἷς· τὸ δ’ ‘ἐκ μόνου’ ὡς ἐν παρθενίᾳ γεννήσαντος, ταὐτὸ δ’ εἰπεῖν ὡς οὐκ ἀπὸ συζυγίας. Τὸ δὲ ‘μόνον’ τί ἂν ἄλλο εἴη ἢ ὅτι μόνος υἱός, ἀλλ’ οὐχὶ καὶ πατὴρ οὐδὲ προβολεύς; Εἰ δὲ καὶ ὁ πατήρ, πατὴρ μόνον λέγεται, εἰκότως—καὶ γὰρ ἐκ πατρὸς τὸ πνεῦμα—καὶ πατρὸς λέγεται πνεῦμα καὶ ὁ πατὴρ καὶ τοῦ πνεύματος λέγοιτ’ ἂν ὡς αἴτιος· πατέρα γὰρ τῶν φώτων τοῦτον εἶπεν ὁ μέγας Ἰάκωβος ὁ ἀδελφόθεος, τουτέστιν υἱοῦ καὶ πνεύματος, ὡς καὶ Ἀθανάσιος ὁ μέγας ἐξηγούμενος λέγει. Εἰ δὲ τοῦθ’ οὕτως ἔχει, ὥσπερ οὖν ἔχει, λέγοιτ’ ἂν καὶ ὁ υἱὸς πατὴρ φωτός, τουτέστι τοῦ ἁγίου πνεύματος, εἰ καὶ ἐξ αὐτοῦ κατὰ σὲ τὸ πνεῦμα.

Εἰ γοῦν ταῦτ’ ἦν ὀνομάσαι, οἷον πατέρα φωτὸς ἢ προβολέα τοῦ ἁγίου πνεύματος, πῶς ἂν οὐχὶ τῶν ἄλλων αὐτοῦ σχεδὸν πάντων ὀνομάτων ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος προὔθηκε, καίτοι τὸ πρὸς τὸν πατέρα ὁμότιμον ἀγωνιζόμενος δεικνύναι; Διό φησιν· «εἰ μέγα τῷ πατρὶ τὸ μηδαμόθεν ὡρμῆσθαι, οὐκ ἔλαττον τῷ υἱῷ τὸ ἐκ τοιούτου πατρός. Καὶ πρόσεστι τῷ υἱῷ τὸ τῆς γεννήσεως πρᾶγμα τοσοῦτον». Εἰ γοῦν προσῆν τὸ προβολέα εἶναι, πῶς οὐκ ἂν εἶπε πρᾶγμα τοσοῦτον, δι’ ὃ καὶ μᾶλλον ἂν δεικνύειν ἔδοξεν ἴσον τῷ πατρί; Ἀλλ’ οὐκ εἶπεν· οὐκοῦν οὐδὲ πρόσεστιν.

Ὁ γὰρ μέγας οὗτος θεολόγος οὐδ’ ἁπλῶς οὕτω τὸ ἐκπορευόμενον ἴδιον τίθησι τοῦ πνεύματος, ἀλλὰ τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον προορῶν δήπου καὶ προανατρέπων σου τὴν δυσσεβῆ προσθήκην. Ἀνωτέρω γὰρ μικρὸν εἰπών, τὸν μὲν πατέρα γεννήτορα καὶ προβολέα, τὸν δὲ υἱὸν προβολέα μὲν οὔ, γέννημα δὲ μόνον, προϊών, ἡμεῖς δέ, φησίν, «ἐπὶ τῶν ἡμετέρων ὅρων ἱστάμενοι, τὸ ἀγέννητον εἰσάγομεν καὶ τὸ γεννητὸν καὶ τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον». Οὐκ εἶπε τὸ ἐκπορευόμενον ἁπλῶς ἴδιον τοῦ πνεύματος ὑπάρχειν, ἵνα μή τις ἐκ τοῦ υἱοῦ ἢ καὶ ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι νομίσῃ τὸ πνεῦμα τὸ ἅγιον· τὸ μὲν γὰρ γεννητὸν συνεισάγει τῇ διανοίᾳ τὸν πατέρα, τὸ δὲ ἐκπορευτὸν οὐχ οὕτω. Διὰ τοῦτο τὸ ἐκ πατρὸς ἐκπορευόμενον ἴδιον τέθηκε τοῦ πνεύματος· «τοῦτο γάρ, φησὶ καὶ Βασίλειος ὁ μέγας, γνωριστικὸν τῆς κατὰ τὴν ὑπόστασιν ἰδιότητος σημεῖον ἔχει τὸ πνεῦμα τὸ ἅγιον, τὸ μετὰ τὸν υἱὸν καὶ σὺν αὐτῷ γνωρίζεσθαι καὶ ἐκ τοῦ πατρὸς ὑφεστάναι». Ἀλλ’ ὁρᾷς, ὅπως παρ’ ἡμῶν δικαίως ἀπελήλασθε τῆς κοινωνίας, οὐκ ἐπὶ τῶν ἡμετέρων ὅρων καὶ τῆς εὐσεβείας ἱστάμενοι;

Ἢ γὰρ καὶ τὸν υἱὸν πατέρα προσερεῖς, ὡς καὶ ἀνωτέρω δέδεικται, ἵν’ ἐκπορευόμενον εἴη σοι καὶ ἐξ αὐτοῦ τὸ πνεῦμα, ἢ τὸ ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι οὐκ ἂν ἴδιον εἴη σοι τοῦ πνεύματος, οὐδὲ τὸ ἐκπορεύειν ἴδιον εἶναι νομίσεις τοῦ πατρὸς καὶ ἀπ’ ἐναντίας θεολογήσεις τοῦ τὸ θεολογεῖν ἐπωνυμίαν κτησαμένου καὶ πρὸς τὴν ἐναντίαν ὄντως μοῖραν στήσῃ καὶ παρ’ ἡμῶν ἐκκήρυκτος γενήσῃ· τὰς γὰρ αὐτοῦ φωνὰς ἐκφαντορίας οὔσας ἴσμεν τοῦ ἁγίου πνεύματος. Ἀλλὰ γάρ, ὥσπερ τῆς νοτίδος ἐξ ὑγρῶν σωμάτων ἐκπορευομένης καὶ τοῦτ’ ἴδιον ἐχούσης καὶ τῶν ὑγρῶν σωμάτων ἴδιόν ἐστι τὸ νοτίδα ἐκπορεύειν, τὸν αὐτὸν τρόπον καὶ τοῦ πνεύματος ἴδιον ἔχοντος τὸ ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι καὶ τοῦ πατρὸς ἐξ ἀνάγκης ἴδιόν ἐστι τὸ τὸ πνεῦμα ἐκπορεύειν.

Μόνου ἄρα τοῦ πατρὸς ἡ τοῦ πνεύματος ἐκπόρευσις· καὶ ἀεὶ ἐκ μόνου τοῦ πατρὸς ἐκπορεύεται τὸ πνεῦμα καθ’ ὑπαρκτικὴν ἀλλ’ οὐκ ἐκφαντικὴν προέλευσιν. Καὶ ἐν οἷς γὰρ τῷ ἐκπορευτῷ μὴ συνεκφωνεῖται τὸ ἐκ τοῦ πατρός, συνυπακουόμενόν ἐστιν ἀεὶ τοῖς συνετῶς ἀκούουσιν, ὥσπερ καὶ ἐπὶ τοῦ υἱοῦ τῷ γεννητῷ συνυπακούεται.

Γεννητὸς γὰρ καὶ ἡμῶν ἁπάντων ἕκαστος· γεννητὸς δὲ ἐκ τοῦ πατρός, ταὐτὸν δ’ εἰπεῖν ἐκ θεοῦ πατρός, μόνος ὁ υἱός, ὥστε τὸ συνημμένον, τοῦτ’ ἔστιν ἴδιον αὐτοῦ· καὶ ἀεὶ συννοεῖται, κἂν μὴ συνεκφωνῆται. Τὸν αὐτὸν οὖν τρόπον ἐκπορευτὸν ἂν εἴποις καὶ τὸ πνεῦμα τὸ ἡμέτερον. Οὐκοῦν οὐ τὸ ἁπλῶς ἐκπορευτὸν ἴδιον τοῦ ἁγίου πνεύματος, ἀλλὰ τὸ ἐκ τοῦ πατρὸς ἐκπορευτόν· ἐκεῖνος γὰρ ἀεὶ πατήρ. Τῶν ἀδυνάτων ἄρ’ ἐστὶν ἐκ τοῦ υἱοῦ ἐκπορευτὸν ὑπάρχειν, εἰ μὴ καὶ ὁ υἱὸς εἴη σοι πατήρ.

Οὐ μόνον δὲ τὸ ἐκ τοῦ πατρὸς τῷ ἐκπορευτῷ συνυπακούεται, ἀλλὰ καὶ τὸ ἐκ μόνου τοῦ πατρός, καθάπερ καὶ τῷ γεννητῷ· ὡς γὰρ οἱ ἔνθεοι θεολόγοι διδάσκουσιν ἡμᾶς, ὃ καὶ ἀνωτέρω ἔφημεν, χωρὶς τοῦ γεννητῶς τε καὶ ἐκπορευτῶς, ὡς ὁ υἱὸς ἐκ τοῦ πατρός, οὕτω καὶ τὸ πνεῦμα· τοιγαροῦν παντάπασιν ἀδύνατον εἶναι καὶ ἐκ τοῦ υἱοῦ.

Πρὸς δέ, εἰ καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα καὶ δι’ αὐτοῦ τὴν ὕπαρξιν ἔχει κατὰ σέ, αὐτός ἐστιν ἕνωσις πατρὸς καὶ πνεύματος. Πῶς οὖν ὁ αὐτὸς μέγας ἐν θεολογίᾳ Γρηγόριός φησιν, «ἄναρχον καὶ ἀρχὴ καὶ τὸ μετὰ τῆς ἀρχῆς εἷς θεός», «φύσις δὲ τοῖς τρισὶ μία· ἕνωσις δὲ ὁ πατήρ, ἐξ οὗ καὶ πρὸς ὃν ἀνάγεται τὰ ἑξῆς, οὐχ ὡς συναλείφεσθαι, ἀλλ’ ὡς ἔχεσθαι»;

Ἀκούων γάρ τις διὰ τοῦ υἱοῦ τὸ πνεῦμα τῷ πατρὶ συναπτόμενον, νοεῖν ἂν ἔχοι τοῦτο λεγόμενον, διὰ τὴν κατὰ τὴν ὁμολογίαν ἐκφώνησιν, μέσου κειμένου τοῦ υἱοῦ. Καὶ ὅτι πατρὸς πνεῦμα οὐκ ἂν ἄλλως λέγοιτο, εἰ μὴ διὰ τὸν υἱόν. Ἕνωσις δὲ ὁ πατὴρ πῶς ἂν εἴη, εἰ μὴ προσεχῶς ἔχει πρὸς ἑκάτερον ἀμέσως προβαλλόμενος ἑκάτερον; Ἀλλὰ καὶ τὸ οὐχ ὡς συναλείφεσθαι δέ, ἀλλ’ ὡς ἔχεσθαι, τὴν προσεχῆ καὶ ἄμεσον ἑκατέρου σχέσιν πρὸς αὐτὸν δηλοῖ.

Τί δέ, ὅτι «τὸ ἄναρχον καὶ ἡ ἀρχὴ καὶ τὸ μετὰ τῆς ἀρχῆς εἷς θεός»; Εἰ γὰρ ἐξ υἱοῦ τὸ πνεῦμα ᾔδει, τὸ ἐκ τῆς ἀρχῆς ἂν εἶπεν, οὐ τὸ μετὰ τῆς ἀρχῆς. Οὐκοῦν ὅταν ἀκούσῃς διὰ τοῦ υἱοῦ τὸ πνεῦμα ἐκπορεύεσθαι, ὡς συμπαρομαρτοῦν τῷ λόγῳ νόησον. Οὕτω γὰρ καὶ τὴν ‘διὰ’ οὐκ εἰς τὴν ‘ἐκ’ κακῶς, ἀλλ’ εἰς τὴν ‘μετά’, τῷ τῆς θεολογίας ἐπωνύμῳ συνᾴδων μεταλήψῃ. «Πνεῦμα γάρ, φησί, μεμαθήκαμεν, Δαμασκηνὸς ὁ θεῖος, τὸ συμπαρομαρτοῦν τῷ λόγῳ καὶ φανεροῦν αὐτοῦ τὴν ἐνέργειαν». Συμπαρομαρτεῖν δέ ἐστι τὸ συνακολουθεῖν, ὡς ὁ αὐτὸς ἐκεῖ φησιν· ὥστε οὐχὶ καὶ ἐκ τοῦ υἱοῦ, ἀλλὰ σὺν τῷ υἱῷ τὸ πνεῦμα ἐκ πατρός, συνακολουθούσης ἀδιαστάτως τε καὶ ἀχρόνως τῇ γεννήσει τῆς ἐκπορεύσεως. Μεμαθήκαμεν δὲ εἶπεν, ὡς τῶν πρὸ αὐτοῦ θεοφόρων οὕτω διδασκόντων, παρ’ ὧν μυηθεὶς οὕτω νοεῖν τὸ πνεῦμα δι’ υἱοῦ, τὸ ἐκ τοῦ υἱοῦ τοῦτο λέγειν παντάπασιν ἀπηγόρευσεν.

Εἰ δ’ ὁ μέγας Βασίλειος οὐδὲν εἶναί φησιν ἀπᾷδον εἰς τὴν ‘ἐκ’ τὴν ‘διὰ’ μεταλαμβάνειν, ἀλλ’ ἐπὶ τῶν κτισμάτων, διὸ καὶ τὸν ἀπόστολον προήγαγεν εἰπόντα, «ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα», παρ’ αὐτοῦ γὰρ δεδημιούργηνται καὶ δι’ αὐτοῦ συνέχονται καὶ πρὸς αὐτὸν ἐπιστρέφονται τὰ ὄντα πάντα, ὁ δὲ ἱερὸς Δαμασκηνὸς κἀν τῷ ἑβδόμῳ τῶν Θεολογικῶν αὐτοῦ κεφαλαίων προθεὶς πάλιν ὃ καὶ ἀνωτέρω ἔφημεν, μετά τινα συνᾴδων τῷ Κατηχητικῷ λόγῳ τοῦ Νύσσης ἐνθέου Γρηγορίου, «τὸ ἅγιον πνεῦμα δύναμιν εἶναί φησιν οὐσιώδη, αὐτὴν ἐφ’ ἑαυτῆς ἐν ἰδιαζούσῃ ὑποστάσει θεωρουμένην καὶ αὐτοῦ, δηλονότι τοῦ λόγου, οὖσαν ἐκφαντικήν, οὐ χωρισθῆναι τοῦ θεοῦ ἐν ᾧ ἐστι καὶ τοῦ λόγου ᾧ συμπαρομαρτεῖ δυναμένην», ἆρ’ οὐ σαφὲς κἀντεῦθεν, ὡς οὐχὶ καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον;

Οὐ μήν, ἀλλ’ ἐπεὶ παρὰ τῶν θεολόγων ποτὲ μὲν ὁ πατὴρ μέσος εἶναι λέγεται υἱοῦ καὶ πνεύματος, ποτὲ δὲ ὁ υἱὸς μέσος τοῦ πατρός τε καὶ τοῦ πνεύματος, ποτὲ δὲ τὸ πνεῦμα μέσον πατρός τε καὶ υἱοῦ, οὐκ ἂν εἴη τὸ πνεῦμα τρίτον ἀπὸ τοῦ πατρός, οὐδ’ ἂν ἐκ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ τὸ εἶναι ἔχοι. Τοῖς γὰρ ἐφεξῆς τρισὶ σημείοις οὐκ ἂν εἴη ποτέ τι τῶν ἑκατέρωθεν κειμένων ἄκρων μέσον· ἀλλ’ ἔοικεν ἡ ἐπὶ τῆς θεολογίας μεσότης νοουμένη τοῖς ἐπὶ τῶν γωνιῶν τοῦ ἰσοπλεύρου τριγώνου σημείοις ἄκροις· ἐκεῖ γὰρ ἕκαστον μέσον ἑκατέρων εὑρίσκεται. Ἂν δὲ καὶ τὸν μεσότητα πρῶτον ἔχοντα ἐν ἀριθμοῖς ἐπισωρεύσας ὡς ἐπιπέδῳ θῇς, οὕτω τόν τε πρῶτον ἐνεργείᾳ τρίγωνον ἀποτελέσεις ἀριθμόν, καὶ ἣν ἂν λάβῃς τῶν ἐν αὐτῷ μονάδων μέση δυοῖν ὑπολοίποιν ἔσται. Εἴ τις οὖν ἀρχὴν καὶ αἴτιον τῶν δύο κέντρων ὑποθοῖτο τὸ ἕν, προσεχῶς καὶ ἀμέσως ἐξ ἀνάγκης ἐκεῖνο πρὸς ἑκάτερον ἔχει, κἀν ταῖς μονάσι δήπου τὸν αὐτὸν τρόπον.

Τί δέ, οἱ λέγοντες ὡς ἓν ἕκαστον αὐτῶν ἔχει πρὸς τὸ ἕτερον οὐχ ἧττον ἢ πρὸς ἑαυτό, ἆρ’ οὐκ ἀριδήλως ἀμέσως ἔχειν παριστῶσι πρὸς ἄλληλα; Τί δ’ ὁ ἐμμέτροις Ἔπεσι θεολογικῶς τε ἅμα καὶ πατρικῶς ἐγκελευόμενος, ὡς εἴπερ ἀκούσαις περὶ υἱοῦ καὶ πνεύματος, «ὥς ῥα θεοῖο τὰ δεύτερα πατρὸς ἔχουσιν, οὕτω νοεῖν κέλομαί σε λόγους σοφίης βαθυκόλπου»· ὡς εἰς ῥίζαν ἄναρχον ἀνέρχεται, οὐ θεότητα τέμνει. Εἰ γὰρ μὴ ἀμέσως ἦν ἐκ τοῦ πατρὸς τὸ πνεῦμα, οὐκ ἂν δεύτερον καὶ τοῦτ’ ἀπὸ τοῦ πατρὸς ἐτίθει, καθὰ καὶ τὸν υἱόν.

Καὶ μὴν ἡ ἐκπόρευσις, ἐφ’ οὗπερ ἂν λέγοιτο, πρόοδός τις καὶ κίνησίς ἐστι, κατάλληλος τῷ τε ἐκπορεύοντι καὶ τῷ ἐκπορευομένῳ. Ἡ δὲ τοῦ πνεύματος πρόοδος διττὴ διὰ τῆς θεοπνεύστου κηρύττεται γραφῆς· προχεῖται γὰρ ἐκ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ, εἰ δὲ βούλει καὶ ἐκ τοῦ υἱοῦ, ἐπὶ πάντας τοὺς ἀξίους, οἷς καὶ ἐπαναπαύεται καὶ ἐνοικεῖ. Αὕτη οὖν ἡ κίνησίς τε καὶ πρόοδος, εἰ δὲ βούλει καὶ ἐκπόρευσις—οὐδὲ γὰρ περὶ τῶν ὀνομάτων ζυγομαχοῦντες ἀσχημονήσομεν, ἐπεὶ καὶ ὁ Δαβὶδ λέγει, «ὁ θεὸς ἐν τῷ ἐκπορεύεσθαί σε ἐν μέσῳ τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ ἐσείσθη», ἐκπόρευσιν ἐνταῦθα λέγων τὴν τοῦ πνεύματος ἔκχυσιν ἐπὶ πᾶσαν σάρκα τὴν εἰς Χριστὸν πιστεύσασαν, ἥτις ἔρημος ἦν πρότερον τῆς χάριτος, ὥσπερ καὶ σεισμὸν τῆς γῆς τὴν ἐξ εἰδωλολατρίας πρὸς θεὸν μετάθεσιν— αὕτη οὖν ἡ ἐκ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ πρόοδος τοῦ πνεύματος οὐκ ἂν εἴη πάντως καὶ διὰ τῶν ἀξίων· καὶ ταῦτα πρὸς τοὺς αὐτοὺς πάλιν, ἐν οἷς οἰκεῖ τε καὶ ἀναπαύεται χάριτι τὸ πνεῦμα τὸ ἅγιον. Ἀνάπαυσις γάρ ἐστιν ἐν τούτοις, ἀλλ’ οὐκ ἐξ αὐτῶν κίνησις τοῦ πνεύματος, ἀλλὰ μᾶλλον τῆς ἐπ’ αὐτοὺς κινήσεως παῦλα· κἄν τινες μεταδιδόναι δύναμιν ἐκτήσαντο, ἀλλ’ ἑτέρῳ πάντως τρόπῳ.

Ἡ μέντοι ἐκ πατρὸς δι’ υἱοῦ, ἣν ἔφημεν, πρόοδος τοῦ πνεύματος καλεῖται καὶ εὐδοκία πατρός τε καὶ υἱοῦ, ὡς διὰ φιλανθρωπίαν πάντως τελεσθεῖσα, καὶ ἀποστολὴ καὶ δόσις καὶ συγκατάβασις καὶ χρονικῶς ἀεὶ προάγεται καὶ πρός τινας καὶ δι’ αἰτίας, ἵνα ἁγιάσῃ καὶ διδάξῃ καὶ ὑπομνήσῃ καὶ τοὺς ἀπειθεῖς ἐλέγξῃ· μία μὲν οὖν αὕτη κίνησις καὶ πρόοδος τοῦ πνεύματος.

Ἔστι δὲ καὶ ἡ ἀναιτίως τε καὶ ἀπολελυμένως πάντῃ καὶ ὑπὲρ εὐδοκίαν καὶ φιλανθρωπίαν, ὡς μὴ κατὰ θέλησιν ἀλλὰ κατὰ φύσιν μόνην ἐκ τοῦ πατρὸς οὖσα προαιώνιος καὶ ὑπερφυεστάτη τοῦ πνεύματος ἐκπόρευσις καὶ κίνησις καὶ πρόοδος.

Ζητῆσαι δὴ χρεὼν ἡμᾶς καὶ κατὰ ταύτην τὴν ἄφραστόν τε καὶ ἀπερινόητον κίνησιν τὸ πνεῦμα προερχόμενον ἐκ τοῦ πατρός, ἆρ’ ἔχει κατὰ τὰς γραφὰς καὶ «ἐν ᾧ ἀναπαύεται» θεοπρεπῶς; Ζητοῦντες οὖν εὑρίσκομεν εὐδοκήσαντα τὸν πατέρα τοῦ μονογενοῦς θεοῦ διδάξαι καὶ ἀποκαλύψαι τοῦτο πρῶτον Ἰωάννῃ τῷ τοῦ κυρίου προδρόμῳ τε καὶ βαπτιστῇ, ὅς φησι· «κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· ἐφ’ ὃν ἂν ἴδοις τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ». Διὸ «καὶ ἐμαρτύρησεν ὁ Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ καὶ ἔμεινεν ἐπ’ αὐτόν».

Ἀλλ’ ἵνα μή τις, νομίσας διὰ τὴν ἐνανθρώπησιν τοῦ κυρίου ταῦτα λεχθῆναί τε καὶ τελεσθῆναι παρὰ τοῦ πατρός, οὐχ ἱκανὸν εἶναι δεῖγμα τοῦτ’ εἴπῃ πρὸς εὕρεσιν τοῦ ζητουμένου, ἀκουέτω Δαμασκηνοῦ τοῦ θείου γράφοντος ἐν ὀγδόῳ τῶν Δογματικῶν· «πιστεύομεν καὶ εἰς ἓν πνεῦμα ἅγιον, τὸ ἐκ πατρὸς ἐκπορευόμενον καὶ ἐν υἱῷ ἀναπαυόμενον»· καὶ ἐν τῷ περὶ θείου τόπου· «θεὸς τὸ πνεῦμα τὸ ἅγιόν ἐστι, δύναμις ἁγιαστικὴ ἐνυπόστατος ἐκ τοῦ πατρὸς ἀδιαστάτως ἐκπορευομένη καὶ ἐν υἱῷ ἀναπαυομένη». Διὸ καὶ ταμίας τοῦ θείου πνεύματος ὁ Χριστὸς ὡς θεοῦ γνήσιος υἱός ἐστί τε καὶ λέγεται. Ὃ καὶ ὁ θεῖος Κύριλλος ἐν Θησαυροῖς δεικνύς, «ἀνάγκη πᾶσα, φησί, τῆς θείας φύσεως εἶναι λέγειν τὸ πνεῦμα τὸ ἅγιον, ἧς καὶ ἔστιν ἀπαρχὴ κατὰ τὸν ἀπόστολον· εἰ δὲ τοῦτο, οὐκ ἔστι κτίσμα, θεὸς δὲ μᾶλλον ὡς ἐκ θεοῦ καὶ ἐν θεῷ». Καὶ πάλιν, «θεὸς ἄρα τὸ πνεῦμά ἐστι τὸ ἐν υἱῷ παρὰ πατρὸς φυσικῶς ὑπάρχον καὶ ὅλην αὐτοῦ τὴν ἐνέργειαν ἔχον». Ἀλλὰ καὶ ὁ τοῦ Διαλόγου θεῖος Γρηγόριος ἐν τῷ τελευταίῳ αὐτοῦ λόγῳ φησίν, ὅτι «τὸ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ πατρὸς ἐκπορεύεται καὶ ἐν τῷ υἱῷ μένει». «Οὕτω γὰρ ἂν θεώμενοι σεφθείημεν πηγὴν ζωῆς εἰς ἑαυτὴν χεομένην καὶ ἐφ’ ἑαυτῆς ἑστῶσαν ὁρῶντες», κατὰ τὸν μέγαν ἐν θεοφάντορσι Διονύσιον.

Καὶ τοίνυν τὸ πνεῦμα τὸ ἅγιον κατὰ τὴν προαιώνιον ἐκείνην καὶ ἀπερινόητον ἐκπόρευσίν τε καὶ πρόοδον ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ ἐν υἱῷ ἀναπαυόμενον, πῶς ἂν διὰ τοῦ υἱοῦ ἐν ᾧ ἀναπαύεται ταύτην ἔχει τὴν πρόοδον; Οὐκοῦν εἰ καὶ ἐκ τοῦ υἱοῦ πάλιν προέρχεσθαι θεολογεῖται, οὐ κατ’ ἐκείνην πάντως, ἀλλὰ καθ’ ἑτέραν πρόοδον, ἥτις ἐστὶν ἡ πρὸς ἡμᾶς φανέρωσις καὶ πρὸς τοὺς ἀξίους μετάδοσις. Ὁ γὰρ Χριστός ἐστι κατὰ τὸν θεολόγον Γρηγόριον ὁ τοῦ πνεύματος ταμίας, ὡς θεός τε καὶ θεοῦ υἱός. Ὁ δὲ ταμίας οὐκ ἐξ ἑαυτοῦ πάντως τὰ διδόμενα προβάλλεται, καίτοι φυσικῶς ἔχει ἐν αὐτῷ τὸ πνεῦμα τὸ ἅγιον ὁ ἐκ θεοῦ θεὸς καὶ φυσικῶς ἐξ αὐτοῦ προϊὸν εἰς τοὺς ἀξίους, ἀλλ’ οὐχὶ τὴν ὕπαρξιν ἔχον ἐξ αὐτοῦ. Ταῦτ’ ἄρα καὶ αὐτὸς ὁ κύριος, «ὅταν ἔλθῃ, φησίν, ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός», ὡς παρὰ τοῦ πατρὸς ἐκπορευόμενον καὶ ἐν αὐτῷ ἀναπαυόμενον καὶ οὕτω πεμπόμενον πρὸς τοὺς οἰκείους.

Εἰ δ’ ὡς τὴν ὕπαρξιν ἔχον ἐκ τοῦ υἱοῦ, ὡς δι’ υἱοῦ παρ’ αὐτοῦ τὸ πνεῦμα πέμπεται, ἀρχὴν οὐκοῦν ἔχει καὶ τοῦτο τὸν υἱὸν καὶ τῶν γεγονότων ἐστὶν ἕν. Καὶ μαρτυρείτω πάλιν ἡ θεολόγος φωνή· «τηροῖτο γάρ, φησίν, ὡς ὁ ἐμὸς λόγος, εἷς μὲν θεός, εἰς ἓν αἴτιον καὶ υἱοῦ καὶ πνεύματος ἀναφερομένων, καὶ κατὰ τὸ ἓν καὶ ταὐτὸν τῆς θεότητος, ἵν’ οὕτως εἴπω, κίνημά τε καὶ βούλημα καὶ τὴν τῆς οὐσίας ταυτότητα. Αἱ δὲ τρεῖς ὑποστάσεις μηδεμιᾶς ἐπινοουμένης συναλοιφῆς ἢ ἀναλύσεως ἢ συγχύσεως, πατρὸς μὲν ὡς ἀνάρχου καὶ ἀρχῆς ἐπινοουμένου καὶ λεγομένου, ἀρχῆς δὲ ὡς αἰτίου καὶ ὡς πηγῆς καὶ ὡς ἀϊδίου φωτός, υἱοῦ δὲ ἀνάρχου μὲν οὐδαμῶς, ἀρχῆς δὲ τῶν ὅλων». Εἰ οὖν καὶ τοῦ πνεύματος εἴη ἀρχὴ ὁ υἱός, ἓν τῶν ὅλων ἔσται κατὰ σὲ τὸ πνεῦμα· τούτων γὰρ ἀρχὴ καὶ ὁ υἱός.

Ἵν’ οὖν αὖθις εἴπω τὸ τοῦ θεολόγου, «δεῖξον ὅτι γέγονε τὸ πνεῦμα καὶ τότε τῷ υἱῷ δός», ὥστε δι’ αὐτοῦ ἢ καὶ ἐξ αὐτοῦ τὴν ὕπαρξιν κεκτῆσθαι, —ἐπεὶ καὶ ὁ θεῖος Κύριλλος πρὸς τοὺς λέγοντας ὡς, εἰ καὶ ἐκ τοῦ θεοῦ τὸ πνεῦμα, ἀλλ’ οὐ κυρίως οὐδ’ ἐξῃρημένως, ἵν’ ἐντεῦθεν ὁμοούσιον νοῆται τὸ ἐξ οὗ, γέγραπται γὰρ ὅτι καὶ τὰ πάντα ἐκ τοῦ θεοῦ, «μένει, φησί, τῷ ἁγίῳ πνεύματι κυρίως τὸ ἐξ οὗ, διὰ τὸ ἐκ θεοῦ πατρὸς πρὸς τὸ εἶναι τὰ οὐκ ὄντα δραμεῖν, δι’ υἱοῦ δέ»—δεῖξον οὖν, ἵνα πάλιν εἴπω, τὸ θεῖον πνεῦμα ἐκ μὴ ὄντων, καὶ τότε καὶ ἐκ τοῦ υἱοῦ τὴν ὑπόστασιν αὐτῷ παράσχου, ταὐτὸ δ’ εἰπεῖν παρ’ ἀμφοτέρων· ἐξ ἀμφοτέρων οὖν ὑπάρχον τὸ πνεῦμα οὐκ ἔστι μὴ ἓν τῶν πάντων εἶναι· ἢ τὸ τάχα μετριώτερον δοκοῦν, μὴ καὶ ἀμφοτέρους τὸ ἓν αἰτίους ἔχειν καὶ ἀρχὴν ἑκάτερον. Ὡς γὰρ ἐξ ἀμφοτέρων τῆς κτίσεως ἁπάσης προηγμένης ἑκάτερός ἐστιν ἀρχὴ τῶν ὅλων, οὕτως ἐξ ἀμφοτέρων τοῦ πνεύματος ἐκπορευομένου, κατὰ τοὺς λατινικῶς φρονοῦντας, ἑκάτερος ἔσται τοῦ πνεύματος ἀρχή, καὶ δύο κἀντεῦθεν ἔσονται ἀρχαὶ τῆς μιᾶς θεότητος. Εἰ γὰρ συντελεῖ τι κἀνταῦθα, ὥσπερ κἀκεῖ δήπου συνδημιουργεῖ, αἴτιος ὁμολογουμένως καὶ αὐτὸς τοῦ πνεύματος· εἰ δὲ μὴ συντελεῖ τι, μάτην εἴληπται καὶ ὡς ἐκ γεωμετρικοῦ πορίσματος μάταιοι ὄντως ἀνεφάνησαν οἱ λατῖνοι θεολόγοι· οὐ γὰρ ταῦτ’ ἔχουσι λέγειν.

Ὡς, καθάπερ ἐπὶ τῶν δημιουργημάτων ἑκατέρου ὑπάρχοντος ἀρχῆς, μία οὐδὲν ἧττόν ἐστιν ἀρχή, οὕτω δὴ κἀνταῦθα μία ἔσται, κἂν ἐξ ἀμφοτέρων λέγηται. Ἐκεῖ μὲν γάρ, καθάπερ ἔφημεν, φυσική ἐστιν, ἀλλ’ οὐχ ὑποστατική, διὰ τοῦτο ἡ δημιουργικὴ δύναμις μία καὶ ἀμφοῖν· ἐνταῦθα δὲ οὐχὶ τὸ γόνιμον ἀμφοῖν.

Ἠκούσαμεν γὰρ μικρὸν ἀνωτέρω τοῦ τῆς θεολογίας ἐπωνύμου, τὸν μὲν πατέρα πηγὴν καὶ ἀρχὴν εἰπόντος ἀϊδίου φωτός, τὸν δὲ υἱὸν ἄναρχον μὲν οὐδαμῶς ἀρχὴν δὲ τῶν ὅλων. Διὸ καὶ «μόνη πηγὴ τῆς ὑπερουσίου θεότητος ὁ πατήρ», ὁ μέγας εἶπε Διονύσιος ὁ Ἀρεοπαγίτης· καὶ αὖθις· «ἔστι πηγαία θεότης ὁ πατήρ, ὁ δὲ υἱὸς καὶ τὸ πνεῦμα τῆς θεογόνου θεότητος, εἰ οὕτω χρὴ φάναι, βλαστοὶ θεόφυτοι καὶ οἷον ἄνθη καὶ ὑπερούσια φῶτα»· καὶ πάλιν· «διακεκριμένα δέ ἐστι τὸ πατρὸς ὑπερούσιον ὄνομα καὶ χρῆμα καὶ υἱοῦ καὶ πνεύματος, οὐδεμιᾶς ἐν τούτοις ἀντιστροφῆς ἢ ὅλως κοινότητος ἐπεισαγομένης». Κἀν τῷ Περὶ μυστικῆς θεολογίας τρίτῳ, «ἐκ τοῦ ἀΰλου, φησί, καὶ ἀμεροῦς ἀγαθοῦ τὰ ἐγκάρδια τῆς ἀγαθότητος ἐξέφυ φῶτα· καὶ τῆς ἐν αὐτῷ καὶ ἐν ἑαυτοῖς καὶ ἐν ἀλλήλοις συναϊδίου τῇ ἀναβλαστήσει μονῆς ἀπομεμένηκεν ἀνεκφοίτητα»· καὶ αὖθις· «τὰ τῆς ὑπερουσίου θεογονίας οὐκ ἀντιστρέφει πρὸς ἄλληλα».

Εἰ τοίνυν εἴποις προβολέα τὸν υἱόν, ὁ πατὴρ οὐδέποτ’ ἂν εἴη προβολεύς· κοινωνήσει γὰρ κατὰ τὸ θεογόνον τῷ υἱῷ· ἀλλὰ τοῦτ’ ἀπείρηται. Εἰ δὲ τὸν πατέρα φαίης, ὥσπερ οὖν ἐστιν, ὁ υἱὸς οὐκ ἂν εἴη προβολεύς, οὐκ ἄρα ἐξ αὐτοῦ τὸ πνεῦμα· μόνος γὰρ θεότης θεογόνος ὁ μόνος γεννήτωρ καὶ προβολεύς· κατὰ ταῦτα γὰρ καὶ θεογόνος. Ταύτην δὴ τὴν κοινωνίαν καὶ ὁ μέγας Βασίλειος ἀπαγορεύων πρὸς τὸν ἑαυτοῦ γράφων ἀδελφόν, «τὸ πνεῦμα, φησί, τὸ ἅγιον τοῦ υἱοῦ μὲν ἤρτηται, ᾧ ἀδιαστάτως συγκαταλαμβάνεται· τῆς δὲ τοῦ πατρὸς αἰτίας ἐξημμένον ἔχει τὸ εἶναι, ὅθεν καὶ ἐκπορεύεται· τοῦτο γνωριστικὸν τῆς κατὰ τὴν ὑπόστασιν ἰδιότητος σημεῖον ἔχον, τὸ μετὰ τὸν υἱὸν καὶ σὺν αὐτῷ γνωρίζεσθαι καὶ ἐκ τοῦ πατρὸς ὑφεστάναι. Ὁ δὲ υἱὸς τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον πνεῦμα δι’ ἑαυτοῦ καὶ μεθ’ ἑαυτοῦ γνωρίζων, μόνος μονογενῶς ἐκ τοῦ ἀγεννήτου φωτὸς ἐκλάμψας, οὐδεμίαν κατὰ τὸ ἰδιάζον τῶν γνωρισμάτων τὴν κοινωνίαν ἔχει πρὸς τὸν πατέρα ἢ τὸ πνεῦμα τὸ ἅγιον».

Ὁρᾷς ὅπως ἔχει πρός τε τὸν πατέρα καὶ τὸν υἱὸν τὸ πνεῦμα τὸ ἅγιον καὶ τίνα υἱοῦ καὶ πνεύματος τὰ γνωρίσματα; Γνωρίζει τοίνυν ἡμῖν, φησί, καὶ φανεροῖ τὸ πνεῦμα τὸ ἅγιον, δι’ ἑαυτοῦ τε καὶ μεθ’ ἑαυτοῦ ὁ τοῦ θεοῦ μονογενὴς υἱός, ἀλλ’ οὐχὶ καὶ ἐκπορεύει, ἵνα μὴ κοινωνίαν ἔχῃ κατὰ τὸ ἰδιάζον τῷ πατρί.

Τῆς γὰρ τοῦ πατρός, φησίν, αἰτίας ἐξημμένον ἔχει τὸ εἶναι τὸ πνεῦμα τὸ ἅγιον, ἥτις ἰδιότης μόνου τοῦ πατρός ἐστι· «πάντα γάρ, φησὶν ὁ θεολόγος, ὅσα ἔχει ὁ πατήρ, τοῦ υἱοῦ ἐστιν, ἄνευ τῆς αἰτίας». Τίς οὖν ἐκ τοῦ παντὸς αἰῶνος τῶν ἐνθέων θεολόγων τὰ ἴδια ἑκάστου τῶν τριῶν τῆς μιᾶς θεότητος προσώπων τοῖς δυσὶν ἤκουσται προσνείμας, ἀλλὰ μὴ ἀσύγχυτα φυλάξας;

Ὅτι δὲ τοῦ πατρὸς ἴδιον τὸ ἐκπορεύειν δῆλον· τῆς γὰρ αὐτοῦ, φησίν, αἰτίας ἐξῆπται τὸ πνεῦμα, ὅθεν καὶ ἐκπορεύεται, παρ’ οὗ καὶ ὑφέστηκεν· εἰ καὶ μετὰ τὸν υἱὸν καὶ σὺν αὐτῷ γνωρίζεται. Ἐπεὶ δὲ τὰ κοινὰ ἐπὶ τῆς ἀνωτάτω καὶ προσκυνητῆς τριάδος ἐπίσης ἔνεστιν, οἷς ἐστι κοινά, τὸ δὲ ἐκ τοῦ πατρὸς εἶναι κατὰ τοὺς Λατίνους οὐκ ἐπίσης πρόσεστι τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, —ὁ μὲν γὰρ προσεχῶς καὶ ἀμέσως ἐξ αὐτοῦ γεγέννηται καὶ ἐκ μόνου τοῦ πατρός, τὸ δὲ ἐμμέσως καὶ οὐ προσεχῶς ἐκπορεύεται καὶ οὐκ ἐκ μόνου τοῦ πατρός, ὥς γε αὐτοὶ φρονοῦσιν—εἰ οὖν κατ’ αὐτοὺς οὐκ ἐπίσης πρόσεστιν, οὐδὲ κοινὸν υἱῷ καὶ πνεύματι τὸ εἶναι ἐκ πατρός· εἰ δὲ μὴ κοινὸν τοῦτ’ ἔστιν αὐτοῖς, οὐδ’ ἐκ τοῦ πατρὸς ὅλως οὐδέτερον αὐτῶν. Θάτερον γὰρ ὁποιονοῦν ἐκ τοῦ πατρὸς ὑπάρχον, θάτερον ἐκβάλλεται μὴ κοινωνοῦν, καὶ δι’ ἀλλήλων ἀμφότερα. Οὕτως οὐδὲν ἂν διαφύγοις τῶν ἀτόπων ὁ λατινικῶς φρονῶν, ὥσπερ οὐδ’ οἱ ἐκ τοῦ πνεύματος εἰπόντες τὸν υἱόν, ἀλλ’ οἷς ἂν ἐπιχειρήσῃς διαφεύγειν, τοῖς αὐτοῖς ἐπιχειρήμασι κἀκεῖνοι χρήσονται καί σοι δι’ ἑαυτῶν ἄφυκτον ἀποδείξουσι τὸν τῶν ἀτόπων ἑσμόν.

Εἰ γὰρ ὅτι μετὰ τὸν υἱὸν λέγεται τὸ πνεῦμα ὑπαριθμούμενον ἐρεῖς, ὅ σοι δοκεῖ τῶν ἐπιχειρημάτων ἀσφαλέστερον, ὡς δ’ ἔγωγ’ ἂν φαίην οὐχ ἧττον τῶν ἄλλων σφαλερόν, κἀκεῖνοί σοι τὸν υἱὸν δείξουσιν, ἔστιν οὗ λεγόμενον μετὰ τὸ πνεῦμα, προαριθμουμένου δηλαδὴ τοῦ ἁγίου πνεύματος. Ἀμφοτέροις δὲ ἡμεῖς μετὰ τῆς ἀληθείας ἀντεροῦμεν λέγοντες, οὐκ ἐν τῇ τάξει τῶν ὀνομάτων, ὧ οὗτοι, κεῖνται τὰ πράγματα.

Εἰ γὰρ τοῦτο, τί κωλύει κατὰ τὸν αὐτὸν λόγον τῆς συναριθμήσεώς τε καὶ προαριθμήσεως ἐπαλλαττομένης παρὰ τῇ θείᾳ γραφῇ, ποτὲ μὲν γεννᾶν τε καὶ προβάλλειν, ποτὲ δὲ τὰ αὐτὰ γεννᾶσθαί τε καὶ προβάλλεσθαι; Οὐδὲ γὰρ προκαταρκτικόν, οὐδὲ πρῶτον αἴτιον ἐπὶ τοῦ πνεύματος, ὡς ὑμεῖς τὸν πατέρα λέγομεν, δεύτερον δὲ τὸν υἱόν, εἰ καὶ διὰ τὸ δημιουργικὸν αἴτιον ταῦτα καλεῖται ὁ πατήρ. Κἀκεῖθεν οὕτω κεκλημένος, ἔσθ’ ὅτε παρὰ τῶν θεολόγων οὕτως ὀνομάζεται καὶ περὶ τῶν ἀκτίστων τὸν λόγον ποιουμένων, ὥσπερ καὶ πατὴρ διὰ τὸν υἱὸν καλεῖται. Ἀλλ’ ἔσθ’ ὅτε καὶ περὶ τῶν κάτω ποιούμενοι τοὺς λόγους, οὕτω τοῦτον ὀνομάζομεν· οὐδὲ γὰρ πρῶτον μὲν θεὸν τὸν πατέρα σέβομεν, δεύτερον δὲ τὸν υἱόν, τρίτον δὲ τὸ πνεῦμα τὸ ἅγιον, ἵν’ ἀεὶ τὸ δεύτερον μετὰ τὸ πρῶτον λέγωμεν καὶ μετ’ αὐτὸ τὸ τρίτον, ὑπὸ τάξιν ἐξ ἀνάγκης ἄγοντες τὰ ὑπεράνω τάξεως, ὥσπερ καὶ τῶν ἄλλων πάντων.

Ὁ γὰρ χρυσοῦς τὴν γλῶτταν Ἰωάννης ἐξηγούμενος τὸ παρὰ τοῦ Ἀβραὰμ πρὸς τὸν οἰκεῖον οἰκέτην εἰρημένον, «θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου», κατὰ τὴν ὁμιλίαν προϊών φησι· «κηρυττέσθω πνεῦμα ἅγιον· ὑψούσθω ὁ μονογενής· δοξαζέσθω ὁ πατήρ. Μηδεὶς ἀνατετράφθαι τὴν ἀξίαν νομιζέτω, εἰ πνεύματος πρῶτον μνημονεύομεν, εἶτα υἱοῦ, εἶτα πατρός· ἢ υἱοῦ πρῶτον, εἶτα πατρός. Οὐ γὰρ ἔχει τάξιν ὁ θεός, οὐχ ὡς ἄτακτος, ἀλλ’ ὡς ὑπὲρ τάξιν ὤν. Οὐδὲ γὰρ σχῆμα ἔχει ὁ θεός, οὐχ ὡς ἀσχήμων, ἀλλ’ ἀσχημάτιστος».

Ὑπὲρ τάξιν οὖν, ἀλλ’ οὐχ ὑπὸ τάξιν ὁ θεός. Εἰ δ’ ἔστι καὶ τάξις ἐπὶ τοῦ θεοῦ διὰ τὸ τρισυπόστατον τῆς θεότητος, ἀλλ’ οὐκ ἔστιν ἡμῖν ἐγνωσμένη διὰ τὸ ὑπὲρ πᾶν εἶδος τάξεως εἶναι. Τὴν μὲν γὰρ κατὰ τὴν ἐκφώνησιν τάξιν ἴσμεν, διδαχθέντες παρὰ τῆς θεοπνεύστου γραφῆς, παρ’ ἧς καὶ ἐπαλλαττομένην ταύτην εὐσεβῶς διδασκόμεθα. Τὴν δ’ ἐκ τῆς φυσικῆς ἀκολουθίας προσοῦσαν, καὶ μάλιστα τοῖς δυσὶ προσώποις, τῷ τε υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, οὐδαμῶς ἴσμεν. Διὸ Γρηγορίων ὁ θεολογικώτατος ἐν τῷ δευτέρῳ τῶν Εἰρηνικῶν φησιν, «οὕτω φρονοῦμεν καὶ οὕτως ἔχομεν, ὡς ὅπως μὲν ἔχει ταῦτα σχέσεώς τε καὶ τάξεως, αὐτῇ μόνῃ τῇ τριάδι συγχωρεῖν εἰδέναι καὶ οἷς ἂν ἡ τριὰς ἀποκαλύψῃ κεκαθαρμένοις, ἢ νῦν ἢ ὕστερον».

Ἀλλ’ ὁ μέγας, φασί, Βασίλειος, ὡς κεκαθαρμένος ἐξ ἀποκαλύψεως, τοῦτο μαθὼν εἶπεν ἐν τοῖς Κατ’ Εὐνομίου. Συγχωρεῖν δὲ καὶ Γρηγόριον τὸν θεολόγον εἰδέναι ταύτην, οἷς ἂν ἡ τριὰς ἀποκαλύψῃ κεκαθαρμένοις. Ἀλλ’ εἰ τοῦτο, πῶς τοῦ Εὐνομίου μαθεῖν εἰπόντος ἐκ τῶν ἁγίων τρίτον τῇ τάξει καὶ τῷ ἀξιώματι τὸ πνεῦμα τὸ ἅγιον, δυσχεράνας οὔμενουν ἠρέμα τούτῳ καὶ λίαν ἐπαχθῶς ἐνεγκὼν ὁ θεῖος Βασίλειος, «παρὰ τῶν ἁγίων, φησίν, εἶπε μεμαθηκέναι· τίνες δὲ οἱ ἅγιοι καὶ ἐν ποίοις αὐτῶν λόγοις τὴν διδασκαλίαν πεποίηνται εἰπεῖν οὐκ ἔχει»; Δῆλον ὡς οὐκ ὄντων τῶν εἰπόντων ἁγίων.

Εἶτα, ἐπειδήπερ ἐκεῖνος ἐκ τοῦ τρίτον εἶναι τῇ τάξει καὶ τῷ ἀξιώματι τὸ πνεῦμα τὸ ἅγιον τρίτον εἶναι καὶ τῇ φύσει συνήγαγε, καίτοι μηδὲ παρὰ τοῦτο συναγόμενον, ἐνδοὺς ὁ μέγας καὶ καθ’ ὑπόθεσιν παραδεξάμενος, «εἰ καὶ τρίτον εἶναι, φησί, τῇ τάξει καὶ τῷ ἀξιώματι τὸ πνεῦμα τὸ ἅγιον ὁ τῆς εὐσεβείας ἴσως παραδίδωσι λόγος, ἵνα καὶ ὅλως συγχωρήσωμεν, ἀλλ’ οὐκ ἀνάγκη παρὰ τοῦτο τρίτον εἶναι αὐτὸ καὶ τῇ φύσει». Ὡς οὖν καθ’ ὑπόθεσιν παραδεξάμενος, ἀλλ’ οὐ τοῦτο δογματίζων αὐτός, ἀμφισβητικῶς ἔχοντα τὸν λόγον προήγαγεν.

Ὃ δέ φησιν ἐν τῷ πρώτῳ τῶν Πρὸς τὸν αὐτὸν Εὐνόμιον, ὡς «ἔστι τάξεως εἶδος οὐ κατὰ τὴν ἡμετέραν θέσιν, ἀλλ’ ἐκ τῆς κατὰ φύσιν αὐτοῖς ἐνυπαρχούσης ἀκολουθίας», οὐ περὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ἀλλὰ περὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ποιούμενος τὴν διάλεξίν φησιν, ἐν οἷς ἐγνωσμένον τε καὶ ἀνωμολογημένον ἅπασιν αἰτιατὸν μὲν εἶναι τὸν υἱόν, τὸν δὲ πατέρα αἴτιον· καὶ τοῦ αἰτιατοῦ προεπινοούμενον ἐξ ἀνάγκης, εἰ καὶ μὴ κατὰ χρόνον, ὡς αὐτὸς ἐκεῖ φησι. Ταῦτ’ ἄρα καὶ χωρὶς ἐνδοιασμῶν τε καὶ ἀμφισβητήσεων, τὸν μὲν πατέρα προτετάχθαι τοῦ υἱοῦ φησι, τὸν δὲ υἱὸν δευτερεύειν τοῦ πατρός, γράφων· «ἡμεῖς δέ, κατὰ μὲν τὴν τῶν αἰτίων πρὸς τὰ ἐξ αὐτῶν σχέσιν, προτετάχθαι τοῦ υἱοῦ τὸν πατέρα φαμέν, κατὰ δὲ τὴν τῆς φύσεως διαφορὰν οὐκέτι, οὐδὲ κατὰ τὴν τοῦ χρόνου ὑπεροχήν». Ἐν δὲ τῷ τρίτῳ πάλιν, «τάξει μέν, φησί, δεύτερος τοῦ πατρός, ὅτι ἀπ’ ἐκείνου, καὶ ἀξιώματι, φύσει δὲ οὐκέτι δεύτερος».

Οὕτως οἶδεν ὁμολογουμένως ἐκ τοῦ πατρὸς εἶναι τὸν υἱόν, ἀλλ’ οὐχὶ καὶ τὸ πνεῦμα ἐξ υἱοῦ. Εἰ γὰρ τοῦτ’ ἐγίνωσκεν, οὐκ ἂν ὅλως ἠμφισβήτει, οὐδ’ ἂν ἀπηγόρευε τρίτον εἶναι τῇ τάξει ἀπὸ τοῦ πατρὸς τὸ πνεῦμα τὸ ἅγιον· ἀλλ’ οὐδὲ κατὰ τοῦ Εὐνομίου καὶ τοῦτ’ εἰπόντος λίαν ἐδυσχέραινε. Πρὸς δὲ τούτοις καὶ τὸ δευτερεύειν τοῦ υἱοῦ τὸ πνεῦμα σὺν ἀμφιβολίᾳ πολλῇ καὶ καθ’ ὑπόθεσιν, ἀλλ’ οὐχ ὡς αὐτὸς δοξάζων παραδεξάμενος, δείκνυται μηδ’ αὐτὸς εἰδέναι, ὅπως ἔχουσι πρὸς ἄλληλα ὁ υἱός τε καὶ τὸ πνεῦμα σχέσεώς τε καὶ τάξεως.

Ὅτι μὲν γὰρ ἅμα ἐξ ἀϊδίου ὁ υἱός τε καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐν ἀλλήλοις τε ὄντα καὶ ἀλλήλων ἐχόμενα καὶ δι’ ἀλλήλων ἀφύρτως τε καὶ ἀμιγῶς χωροῦντα, καὶ ὅτι τούτων ἕκαστον τάξεώς τε καὶ σχέσεως εἶδος, καὶ ὡς ὁ υἱός τε καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ πατρὸς ἅμα, εἰ καὶ οὐχ ὡσαύτως, καὶ ὅτι ὁμότιμα ἐξ ὁμοτίμου, καὶ ὅτι τὸ ἐκπορεύειν ἰδιότης ὂν τῆς πατρικῆς ὑποστάσεως οὐκ ἔστιν εἶναι τοῦ υἱοῦ, καὶ ὡς ὁ λέγων καὶ τὸν υἱὸν τὸ ἐκπορεύειν ἔχειν σύγχυσιν ποιεῖ τῶν θείων ὑποστάσεων, δυσσεβῶς ἀθετῶν τὴν ἀνωμολογημένην τάξιν ἐπὶ τοῦ θεοῦ—«δεῖ γάρ, φησὶ καὶ Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος, τὰς ἰδιότητας μένειν πατρὶ καὶ υἱῷ, ἵνα μὴ σύγχυσις ᾖ παρὰ θεότητι τῇ καὶ τὰ ἄλλα εἰς τάξιν ἀγούσῃ»—ταύτην μὲν οὖν τὴν ἀνωμολογημένην τάξιν ἐπὶ τοῦ θεοῦ καὶ ἡμεῖς ἴσμεν· τὴν δὲ δεύτερον μὲν ἐκ τοῦ υἱοῦ, τρίτον δὲ ἀπὸ πατρὸς τιθεῖσαν τὸ πνεῦμα τὸ ἅγιον οὔθ’ ἡμεῖς ἴσμεν οὔτε οἱ διδάσκαλοι καὶ προασπισταὶ τῆς ἐκκλησίας.

Λατῖνοι δέ, ὢ τῆς ἀνοίας ὁμοῦ καὶ ἀπονοίας, τὴν μὲν εὐσεβῆ καὶ ἀνωμολογημένην ἐκείνην ἐπὶ τοῦ θεοῦ τάξιν ἀθετοῦσιν, ἃ δὲ Βασίλειος ὁ μέγας καὶ Γρηγόριος ὁ θεολόγος ὑπὲρ τὴν οἰκείαν γνῶσιν ὁμολογοῦσιν εἶναι ὡς ἀπόρρητα ὄντα καὶ ὑπὲρ ἡμᾶς, αὐτοὶ καταλαβεῖν αὐχοῦσι καὶ περὶ τὴν ἄφραστόν τε καὶ ἀπερινόητον ἐκπόρευσιν τοῦ πνεύματος καινοφωνοῦσι, βλασφημοῦσι δὲ εἰπεῖν οἰκειότερον, ἔμμεσόν τε καὶ ἄμεσον αὐτὴν λέγοντες καὶ προσεχῆ καὶ πόρρω, δι’ ὧν κινδυνεύουσι καὶ εἰς κτίσμα κατασπᾶν τὸ πνεῦμα τὸ ἅγιον. Διὸ οὐκ ἀναγκαίως οὐδ’ ἀεὶ μετὰ τὸν υἱὸν παρὰ τῆς θεοπνεύστου τίθεται γραφῆς τὸ πνεῦμα τὸ ἅγιον.

Τοῦτο γὰρ Λατίνοις συμβαίνει, τοῖς ἐκ τῶν δύο, πρώτου αἰτίου καὶ δευτέρου, λέγουσι τὸ ἓν καὶ μὴ κατὰ πάντα στέργουσι τὴν θεόπνευστον γραφήν, ἀλλὰ κατ’ ἐξουσίαν ἅττα βούλονται προστιθεῖσί τε καὶ ἀφαιροῦσιν· ἡμῖν δὲ τοῖς ἐκ τοῦ ἑνὸς εὐσεβοφρόνως σέβουσι καὶ εἰς ἓν ἀναφέρουσι τὰ δύο, ἥκιστα.