Ἔργον
Γρηγόριος ὁ Σιναΐτης – Κεφάλαια περὶ τῶν τεσσάρων ἱεραρχιῶν
Η μοναχική ιεραρχία και οι συμβολισμοί του σχήματος
Η υπεροχή της εσωτερικής ιεραρχίας των αρετών και η θεολογική ερμηνεία του μοναχικού ενδύματος και των συμβόλων του.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η μοναχική ιεραρχία και οι συμβολισμοί του σχήματος
Η υπεροχή της εσωτερικής ιεραρχίας των αρετών και η θεολογική ερμηνεία του μοναχικού ενδύματος και των συμβόλων του.
Σχόλιον περὶ διαφορᾶς ἱεραρχικῆς καταστάσεως Ζητητέον πῶς προέκρινεν ὁ λόγος καὶ ὑψηλοτέραν ἀπέδειξε τῆς ἐκκλησιαστικῆς ἱεραρχίας τὴν κατ’ ἀρετὴν μοναδικὴν πολιτείαν· ὑπ’ ἐκείνην γὰρ αὕτη τελεῖται κατὰ τοὺς θείους θεσμοὺς καὶ μητέρα κέκτηται ὥσπερ κατὰ τὴν γέννησιν οὕτω καὶ τὴν τοῦ σχήματος καὶ τῆς χάριτος ἀναγέννησιν κἂν τῇ τάξει καὶ στάσει τὴν διαφορὰν ἔχει καὶ τὴν ἀνάβασιν. Καὶ φαμὲν ὅτι ὥσπερ ἡ ἐκκλησιαστικὴ ἱεραρχία ὁμοδύναμος οὖσα τῇ ἀγγελικῇ κατά τε τὴν θεοφόρον κατάστασιν καὶ οὐ κατὰ τὴν τῶν συμβόλων ἐπιφάνειαν, ἣν οἱ πολλοὶ χαίρουσιν ἑαυτοὺς φαινακίσαντες τῇ τῆς στολῆς εὐπρεπείᾳ μόνῃ· ὧν ἡ ἀποπλήρωσις δήλη ἔσται αὐτοῖς· αὐτοὶ γὰρ καθ’ ἑαυτοὺς οἴσονται τὴν ζημίαν ὅταν τὸ κάλυμμα τῶν ὀφθαλμῶν μετὰ θάνατον περιαιρεθήσεται καὶ ὄψονται ἑαυτοὺς κενοὺς τῆς θείας καὶ ἀνθρωπίνης δόξης καὶ τὴν συμφορὰν τὴν ἑαυτῶν ἀποκλαίοντες ὡς βιωτικοὶ καὶ οὐχ ἱεροὶ τοῖς ὀφθαλμοῖς τῶν ἁπάντων ἐκεῖ θεαθήσονται, οὕτως καὶ ἡ φιλόθεος κατ’ ἀρετὴν μοναδικὴ ἱεραρχία ὁμότιμος οὖσα τῇ νοερᾷ κατά τε τὴν ἀκτησίαν καὶ ἀζυγίαν καὶ ἐρωτικὴν πρὸς Θεὸν ἀγάπην ἀΰλως καὶ καθαρῶς πολιτευομένη· ἡμῶν γάρ φησι τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει.
Κατὰ δὲ τὰ σύμβολα τοῦ σχήματος ἀποδέει μικρόν· σχῆμα γὰρ οὐδέν ἐστι φησὶν ὁ θεῖος Ἐφραὶμ ἄνευ ἔργου, ὥσπερ καὶ ἔργον ἄνευ σχήματος οὐδὲν πρὸς τὴν τῶν μοναζόντων κατάστασιν, ἀλλ’ ἔργον ἐστὶ βιωτικὸν τὸ ἄνευ ὑποταγῆς γινόμενον· καὶ δῆλον ἐντεῦθεν ἀπὸ τῶν σημείων τοῦ σχήματος ὅτι κατὰ τοὺς ἀγγέλους ὁ μοναχὸς φέρει τὰ σύμβολα, καὶ τῷ ἐπουρανίῳ βασιλεῖ στρατεύεται ἐνδεδυμένος τὴν τοῦ Θεοῦ πανοπλίαν, καὶ πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ σκότους ἀεὶ παρατάσσεται· περιτίθεται γὰρ ἑαυτῷ τὸν θώρακα τῆς δικαιοσύνης, τὴν ἐναρμόνιον πρᾶξιν πάντων τῶν κατ’ αἴσθησιν ἀρετῶν, καὶ καθάπερ μία τῆς ἑτέρας ὡς τὰς σφενδόνας ἀλλήλων ἐχόμεναι, ἀναλαμβάνων δὲ τὸν θυρεὸν τῆς πίστεως τὴν ἐν πνεύματι κατὰ ψυχὴν φωτιστικὴν ἕξιν τῆς θεοειδοῦς καταστάσεως, τὴν σωφροσύνην λέγω καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου φορῶν, ἥτις ἐστὶν ἡ φαεινὴ καὶ καθαρὰ τοῦ Πνεύματος φρόνησις, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος ἀεὶ θήγων κατὰ τῶν ἐχθρῶν, ἥτις ἐστὶν ἡ ἀνδρία τοῦ θυμικοῦ· ἀεὶ γὰρ ὁ κατ’ ἀλήθειαν μοναχὸς κατὰ τὸ σχῆμα τῶν ὅπλων αὐτοῦ πολιτεύεται καὶ ὁπλίζεται ἵνα μὴ φανῇ ἀλλότριον σχῆμα φορῶν κατὰ τοὺς πατέρας· εἰ δὲ τὸ σχῆμα τίς τῆς μοναδικῆς πολιτείας καὶ τῆς συμβολικῆς ἱεραρχίας ἐξετάσει, εὑρήσει ἁρμόδια τῇ ἀληθείᾳ τὰ σύμβολα· καὶ τῆς κατὰ ψυχὴν ἐν πνεύματι καταστάσεως τύπον τὰ σχήματα τῶν ἀρετῶν ἔχοντες ὡς οἱ θεῖοι πατέρες ἐθέσπισαν ἵνα κατὰ τὸ σχῆμα καὶ τὸν βίον καὶ τὴν ἀλήθειαν ἔχωμεν ἢ ἔξωμεν τοῖς τρόποις ὁμότιμον.
Τί τὸ σχῆμα τῆς μοναδικῆς πολιτείας καὶ τί τῶν συμβόλων ἑκάστου ἡ ἀλήθεια; Ἡ μὲν κουρὰ τῶν τριχῶν δηλοῖ τὴν πασῶν τῶν ἐννοιῶν καὶ μεριμνῶν τοῦ βίου περιαίρεσιν ἵνα καθαρῷ νοῒ καὶ ἀκατακαλύπτῳ διανοίᾳ Θεῷ λατρεύῃ καὶ αὐτὸν ἐποπτεύῃ διηνεκῶς· ἡ δὲ ἀποταγὴ καὶ φυγὴ τοῦ κόσμου δηλοῖ τὴν ἀπὸ τοῦ βυθοῦ ἀνάνηξιν ἢ τὴν ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνάβασιν ὡς εἰς λιμένα τῆς σωτηρίας ἡμῶν ἢ οὐρανὸν ἄλλον ἐπίγειον δεύτερον, τὴν μονὴν εὑρών. Τὸ δὲ καμελαύχιον τρεῖς τρόπους ἐμφαίνει τὴν περικεφαλαίαν τοῦ σωτηρίου καὶ τὸ κάλυμμα τοῦ νοὸς καὶ τὸ κατὰ τὴν πνευματικὴν στρατιὰν κράνος.
Σχόλιον Περικεφαλαία τοῦ σωτηρίου ἐστὶν ἡ ἐξ ὑπακοῆς τοῦ προεστῶτος θεία σκέπη καὶ ἡ τοῦ φωτὸς τῆς χάριτος ἐν τῷ νοῒ καλύπτρα. Κάλυμμα δὲ νοός ἐστι τὸ ἐκ τῶν παθῶν σκότος, οὗ τὸ καμελαύχιον σύμβολον κατὰ τὴν εἰδέαν μελάντερον ὄν. Κράνος δέ ἐστι τὸ τῆς στρατιωτικῆς μάχης σύμβολον, τὸ φυλακτικὸν τῆς κεφαλῆς ἀπὸ τῶν βελῶν. Μαφόριον δέ ἐστι τὸ παρ’ ἑνίοις μανδύον λεγόμενον, ἢ σινδὼν τῆς ταφῆς καὶ σημεῖον θανάτου, καθ’ ἕτερον δὲ τρόπον αἱ ἀγγελικαί εἰσι κατὰ μίμησιν πτέρυγες· τὸ δὲ παλλίον ἐστὶν ὁ θυρεὸς τῆς πίστεως· τὸ δὲ κουκούλιον τὸ σημεῖον τῆς ἀκακίας καὶ νηπιότητος, τὸ οὐ μόνον ἐν ἀρχαῖς νηπιάζειν ὡς ἤδη δεύτερον βάπτισμα λαμβάνειν, ἀλλὰ καὶ σπουδάσαι δι’ ἀρετῶν μωρὸν ἑαυτὸν γενέσθαι διὰ πολλῆς πρὸς Θεὸν ἐκστάσεως κατὰ τὸν θεῖον ἀπόστολον. Τὸ δὲ σχῆμα δηλοῖ τὸ διάδημα τὸ βασιλικὸν καὶ ἀγγελικὸν καὶ τὸ περιβαλλέσθαι τὴν δικαιοσύνην τοῦ φωτὸς καθάπερ διπλοΐδα. Ὁ λῶρος δὲ σημαίνει τὴν τῆς ἐπιθυμίας νεκρότητα διὰ τῆς σωφροσύνης γεγενημένην. Ὁ δὲ σταυρὸς τὴν ἐκ πάντων νέκρωσιν δηλοῖ καὶ τὴν ἀνενεργησίαν τῶν σαρκικῶν ὀρέξεων ἵνα νεκρὸς γένηται ἐκ πάντων καὶ προσηλωμένος τῇ τοῦ Θεοῦ ἀγάπῃ ὅπως κατὰ τὸν ἀπόστολον μετὰ παρρησίας λέγει· ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ.
Τίς ἡ κατὰ τὴν μοναδικὴν πολιτείαν ἱεραρχία· καὶ πῶς κατ’ ἀρετὴν ἐκτελεῖται Ἡ μὲν οὖν συμβολικὴ ἱεραρχία τὰ σύμβολα μόνα ἱεραρχοῦσα, πρὸς αὐτὰ μόνον ἀποσκοποῦσιν οἱ πλεῖστοι κἂν ἡ ἀλήθεια μυστικῶς ἀφ’ ἑαυτῆς ἐνεργεῖ διὰ τὴν εὐσέβειαν· ὀλίγοι γὰρ λίαν εἰσὶν ὅσοι τὴν ἀλήθειαν μετὰ τῶν συμβόλων ἱεραρχοῦντες καὶ κατὰ μίμησιν τὴν νοερᾶς ἱεραρχίας τὰ τοῦ φωτὸς ἀγαθὰ καὶ μετέχωσι καὶ μεταδίδωσιν. Ἡ δὲ τῆς κατ’ ἀρετὴν μοναδικῆς πολιτείας ἱεραρχία ἅπαξ τὰ σύμβολα μετασχοῦσα, πρὸς αὐτὰ καὶ τὴν τοῦ σχήματος ἀλήθειαν ἀεὶ εὐτρεπίζεται δέξασθαι παρὰ τῷ ποδηγῷ τῶν καλῶν ἐπιστάτῃ τὴν μετοχὴν τῆς ἀληθείας ἱεραρχικῶς μεταλαμβάνουσα· ὅπως δὲ ἡ ἱεραρχία τελεῖται ἡ κατ’ αὐτήν, Θεοῦ διδόντος ῥῆμα, ἐν ἄλλοις εἴπομεν.
Περὶ τοῦ πρώτου τῆς μορφῆς τοῦ μοναδικοῦ σχήματος Ἡ δὲ μελάντερος τῶν μοναχῶν ἀμφίασις πολύτροπον ἔχει τὴν συμβολικὴν θεωρίαν· δηλοῖ γὰρ καὶ θλίψεως σχῆμα καὶ μετανοίας καὶ εὐτελείας καὶ ταπεινώσεως, καὶ χηρευούσης ψυχῆς ἐκ Θεοῦ καὶ μελανὰ φορούσης σαρκὸς ὑπὲρ τῆς ὁμοζύγου ψυχῆς αὐτῆς ὡς θανούσης, καὶ παθῶν ἔνδυμα φερούσης ψυχῆς, καὶ βασιλικὸν ἄμφιον καὶ ἀρετῶν σύμβολον ὅλον τὸ σχῆμα τῶν μοναχῶν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.