Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Σιναΐτης – Εἰς τὴν Μεταμόρφωσιν

Γρηγόριος ὁ Σιναΐτης

Η παρουσία των προφητών και των αποστόλων και ο θεολογικός τους συμβολισμός

Η εμφάνιση του Μωυσή και του Ηλία, η επιλογή των μαθητών, η ερμηνεία των εκφαντορικών συμβόλων και η εσχατολογική προοπτική της θεοπτίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Σιναΐτης

—

Κεφάλαιο 2 από 5

Κἀκεῖ Μωϋσῆς καὶ Ἠλίας ἄνωθεν πρὸς τὸ Χωρὴβ προκριθέντες, ἀμφότεροι ἀνιέναι προτρέπονται καιροῖς ἰδίοις· ὁ μέν, πρότερον τοῦ γνόφου καὶ τῆς νεφέλης εἴσω χωρεῖν καὶ νόμον ἐν πλαξὶ δέξασθαι καὶ νομοθετῆσαι καὶ ἱερουργὸς πρὸ πάντων εἶναι καὶ θεατὴς τῶν συμβόλων ἐκφαντορικῶς μυστικώτατος· ὁ δέ, χρηματισθεὶς θᾶττον πρὸς αὐτὸ ἐπιστέλλεται ἀνελθεῖν τὸ Χωρὴβ καὶ ἐξιέναι τοῦ Μαγὰρ ἐπιτρέπεται καὶ τὴν μηλωτὴν εἰλιγῆναι προστάσσεται, καὶ πνεῦμα μέγα κραταιὸν ὁρᾷ τῆς συντριβῆς τῶν περὶ ἡσυχίας εἰσαγομένων καὶ συσσεισμὸν καρδίας καὶ πῦρ καθαρτικὸν τῆς δυνάμεως καὶ αὔραν τὸ τελευταῖον λεπτὴν φωτὸς θεώμενος, ἔνθα Θεὸς ὑπερουσίως ἐν μετουσίαις ἡμῖν καθίσταται γνώριμος, διὰ τῶν προειρημένων καὶ τελουμένων ἀκολούθως ὁ Θεὸς ἡμᾶς πόρρωθεν πρὸς θεογνωσίαν μυστικῶς ὁδηγῶν καὶ γυμνάζων. Ἐνταῦθα δὲ οἱ αὐτοὶ καὶ θεωροῦντες ἦσαν καὶ μαρτυροῦντες τῆς θεότητος τὴν λαμπρότητα, μάρτυρες καὶ τῆς πρώτης καὶ τῆς δευτέρας θεοφανείας ἀριδήλως καὶ προκριθέντες τῶν ἅλλων ἐννόμως, καὶ παρεστῶτες παρῆσαν ὑπερφυῶς καὶ ἀθρόως· τὸν μὲν γὰρ ἐκ νεκάδων, τὸν δὲ ὡς ἐξ οὐρανοῦ ἐν ἀτόμῳ παραδόξως εὐθὺς ὁ Χριστὸς αὐτοὺς αὐτῷ παρεστήσατο. Καὶ θαῦμα, διαλυθέντα τὸν νομοθέτην πῶς αὖθις ἀνέστησεν.

Οἶμαι δέ, ὡς καὶ τοῖς ἄλλοις δοκεῖ, συμβολικὸν εἶχε τὸ εἶδος ἐν χάριτι ὁ πραότατος Μωϋσῆς, ὅπερ ὤφθη, καὶ οὐκ οὐσιῶδες· ἦν τὸ σῶμα κατὰ τὴν ἐπιφάνειαν.

Εἰ δὲ καὶ μετὰ σώματος ἦν, πάντα Θεῷ δυνατά, τῷ καὶ Ἠλίαν μετὰ σώματος ὑπὲρ ἄνθρωπον αἰθεροβατεῖν ἀξιώσαντι. Κἀκεῖ μὲν Ἀαρὼν καὶ Ὣρ καὶ Ἰησοῦς σὺν τοῖς λοιποῖς κάτωθεν ἑστάναι προτρέπονται, ὡς τοῦ πυρὸς καὶ γνόφου τὸ ἄστεκτον ἔτι μὴ φέροντες· ἐνταῦθα δὲ διὰ τῶν μαθητῶν ἐδήλου τὴν ἐν τοιούτοις ἀτέλειαν καὶ τὸ μὴ δεῖν ἀτελῆ ἔτι ὄντα τινὰ θείας ἰδεῖν δυνηθῆναι λαμπρότητος μετουσίαν, πρὶν καθαρθῇ καὶ ἀκοὴν καὶ διάνοιαν καὶ σάρκα λεπτύνῃ καὶ ἀφθαρτίσῃ τῷ καθαρτικῷ πυρὶ τῷ τοῦ Πνεύματος. Θέα δέ· ὁ μὲν γνόφος ἐκεῖσε τοῦ φωτός, ἡ δὲ νεφέλη τῆς ἐνταῦθα νεφέλης τοῦ Πνεύματος σύμβολον, τὸ πῦρ τῆς καθάρσεως, ἡ δὲ σάλπιγξ τοῦ θείου Λόγου τὸ μεγαλόφωνον, αἱ δὲ βρονταὶ τοῦ κηρύγματος· ἐκεῖ μὲν ἀστραπαί, ἐνταῦθα δὲ ἔλλαμψις θεία ὑπὲρ τὸν ἥλιον· ὁ νόμος τοῦ εὐαγγελικοῦ νόμου καὶ τὸ ὄρος τύπος τοῦ ὄρους τὸ δυσθεώρητον, ἡ φρυκτωρία δὲ τῆς κατ’ ἄμφω θεοφανείας διάδηλος.

Καὶ ὅσα ἐκφαντορικὰ συμβόλαια τῷ νομοθέτῃ κατὰ τὸ ὄρος τοῦ γνόφου, τῆς ἑαυτοῦ μεταμορφώσεως ὁ δεσπότης παρέδειξε καὶ οἷον εἰπεῖν προχαράγματα καὶ τύπον παιδαγωγίας τὰ ἐκεῖσε τελούμενα προθεσπίσας· αὐτὸς γὰρ καὶ νόμου δοτὴρ καὶ λαλῶν ἐν νόμῳ καὶ συμβολικῶς ὁρώμενος καὶ ἀληθείᾳ ὀπτανόμενος καὶ φύσει ἀόρατος καὶ ἐν φωτὶ καθορώμενος καὶ οὐσιωδῶς διὰ φιλανθρωπίαν μετεχόμενος καὶ χωρούμενος διὰ καθαρότητος, πηγὴ ἀγαθότητος καὶ φωτὸς ἄβυσσος καὶ φῶς καὶ αἰτία φωτός, τὸ μὲν δι’ ἀγαθότητα, τὸ δὲ διὰ τὴν λαμπρότητα, φῶς ὢν καὶ καλούμενος ὑπὲρ αἰτίαν καὶ λόγον.

Ἐπειδὴ γὰρ ὑπεμίμνησκε τοὺς ἑαυτοῦ μαθητάς, πυνθανόμενος «τίνα με οἱ ἄνθρωποι λέγουσιν εἶναι;» ἀποκριθέντων αὐτῶν «οἱ μὲν Ἠλίαν, οἱ δὲ Μωϋσῆν, ἄλλοι δὲ ἕνα τῶν προφητῶν», ὅτου χάριν τὴν φωτοφάνειαν αὐτὴν ἐν τῷ ὄρει παρέδειξε καὶ ἀμυδρὰν ἀκτῖνα θεότητος παραγυμνῶν αὐτοῖς ἐπιφαίνεται, ὅσην ἠδύναντο φέρειν, ἵνα καὶ τῆς μελλούσης δόξης δείξῃ τὴν λαμπρότητα καὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ τὴν εἰλικρινῆ ὡραιότητα, ἀληθῶς ἄνθρωπος γεγονὼς ὁ Θεὸς ὑπὲρ ἄνθρωπον, καὶ ὡς μὲν Θεὸς ἀπαστράψας φωτοχυσίαις ἐμφαίνεται, ὡς δὲ ἄνθρωπος μετὰ τῶν προφητῶν διὰ σαρκὸς εἷς γνωρίζεται θεωρούμενος, καὶ ὡς οὐκ ἄνθρωπος μόνον ὁ θεάνθρωπος Λόγος ἐστίν, ἀλλὰ καὶ Θεὸς καὶ ἅνθρωπος ὁ αὐτός, φωτὶ νικῶντι τὴν αἴσθησιν τῶν ἐγκρίτων ἀκραιφνεστάτῳ καὶ ἀστραπῇ φαιδρύνων τὸν νοῦν αὐτῶν θεότητος, νεφέλῃ δὲ τοῦ Πνεύματος ἐπισκιάζων αὐτοὺς καὶ φωνῇ πατρικῇ δίκην βροντῆς βεβαιῶν αὐτοῖς διεμαρτύρατο· καὶ προφητῶν δὲ τοὺς προκρίτους καὶ μεγίστους αἴφνης παρίστησι μάρτυρας, δεικνύων καὶ ἐν τούτῳ ὅτι οὐκ ἔστιν, ἐξ ὧν αὐτοὶ ὑπελάμβανον, ἀλλ’ αὐτός ἐστι νόμου καὶ προφητῶν Θεός, δι’ ἀγαθότητα ἡμῖν ἐπιφανεὶς παραδόξως, σῶσαι βουλόμενος τὸ ἀνθρώπινον.

Καὶ Μωϋσῆς ἐκεῖ μὲν Τὸν Ὄντα τριαδικὸν ἕνα Θεὸν ἐν γνόφῳ ἐθεάσατο πρότερον, τουτέστι τὸν Πατέρα δι’ Υἱοῦ ἐν Πνεύματι νομοθετοῦντα, εἰ καὶ τοῖς πολλοῖς ἀνοήτως δοκεῖ καὶ αὐτοῖς Ἰουδαίοις τὸν Πατέρα μόνον, ἐνταῦθα δέ, Τὸν Ὄντα καὶ τῆς Τριάδος ἕνα σεσαρκωμένον ἐν Θαβὼρ καὶ τῷ ἀπροσίτῳ φωτὶ μεμορφωμένον βλέπων καὶ τὴν δόξαν αὐτοῦ διαλάμψασαν, ηὐφραίνετο· πάντα τοῦ νόμου σύμβολα ὁρῶν ἐκβεβηκότα, ἠγαλλιᾶτο· καί τινα μυστικά τε μετ’ ἐκπλήξεως καὶ δέους τῷ Χριστῷ αὐτῷ διωμίλει, καὶ τὴν ἔξοδον αὐτοῦ, ἣν ἔμελλε πληροῦν διὰ πάθους ἐν Ἱερουσαλήμ, προλέγων, ἀφάτῳ κατάσχετος ἦν χαρᾷ, τὴν ἀλήθειαν αὐτὴν ὁρῶν ἐλθοῦσαν ἤδη καὶ διαλάμψασαν.

Ἠλίας δὲ ὁ πυρφόρος, τὸν ἐν πυρὶ καὶ αὔρᾳ Θεὸν ἐπιγνούς, ὃν πρότερον ἐθεάσατο, ὑπὲρ ἥλιον σήμερον ἐν Θαβὼρ ἐξαστράπτοντα κατιδὼν καὶ τῷ παραδόξῳ τῆς θέας καὶ ἀχρόνου συνελεύσεως ἐκπλαγείς, τὸν ζῆλον, ὡς εἰκὸς εἰπεῖν, κατὰ τῶν ἀπειθούντων θήγειν ἠβούλετο μέν, κατείχετο δὲ τῆς χαρᾶς τὸν θυμὸν ἐκνικώσης.

Ἐκφαντορικῷ δὲ εἴδει κατὰ πολύτροπον θεωρίαν, φάσκουσιν οἱ θεολόγοι, Μωϋσῆν καὶ Ἠλίαν ἀμφοτέρους ἅμα μετὰ Ἰησοῦ ὀφθέντας ἐν γνόφῳ πάλαι καὶ τῷ φωτὶ καὶ συμπαρισταμένους ᾠκονόμηται· τὴν γὰρ πρόνοιαν αὐτὴν καὶ τὴν κρίσιν ἢ καὶ τοὺς λόγους αὐτῶν διορίζονται ἢ τὴν μακροθυμίαν τῆς πραότητος καὶ τὸν ζῆλον ἢ τὰς δύο τοῦ Λόγου φύσεις ἐδήλουν οἱ προφῆται ἢ καὶ τὴν Τριάδα αὐτὴν ὑποστατικῶς σὺν τῷ Ἰησοῦ ὡς τριττὴν οὖσαν καὶ μίαν ὑπεμφαίνουσαν. Καὶ αὐτὸ δὲ τὸ σχῆμα τῆς ἑορτῆς τὸ αἰσθητόν, θέμις εἰπεῖν, ἐκδηλότερον τῆς διπλῆς τριάδος μυστήριον ἦν, τὴν ἑνιαίαν καὶ τριττὴν ὑπεμφαῖνον θεότητα ὡς ἄνω καὶ κάτω παροῦσαν ἤδη καὶ πανταχοῦ πιστευομένην εἶναι, τὴν ὑπεράπειρον τριαδικὴν θεαρχίαν.

Ἀλλὰ δὴ καὶ τῶν τριῶν μαθητῶν ὁ ἀριθμὸς καὶ τύπος τὴν Τριάδα αὐτὴν παροῦσαν ἤδη καὶ μαρτυρουμένην δι’ αὐτῶν ἐν κόσμῳ κηρύττειν ἐδήλου ἢ τὴν τῶν ἀρετῶν τριάδα—πίστεως φημί, ἐλπίδος καὶ ἀγάπης—ἢ καὶ τῶν τριῶν τῆς ψυχῆς δυνάμεων σύμβολον ἦσαν αὐτοί, ὡς καὶ τὸ γεγραμμένον ἐν νόμῳ κυρίως πληροῦσθαι τὸ φάσκον «ἐπὶ δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα». Ἔστη γὰρ ἀληθῶς ἐν συναγωγῇ αὐτῶν μέσον ὁ παντὸς λόγου καὶ ῥήματος δημιουργὸς Λόγος, καὶ τετέλεσται πᾶν ῥῆμα προφητικὸν καὶ νόμος ἐπὶ τῇ αὐτοῦ οἰκονομίᾳ καὶ παρουσίᾳ, καὶ πᾶσα γραφὴ καὶ λόγος περὶ αὐτοῦ πεπλήρωται καὶ εἰς αὐτὸν κατέληξε, τὸν τοῦ νόμου ποιητήν τε καὶ πληρωτήν, ὡς ἀρχὴ καὶ τέλος νόμου καὶ προφητῶν.

Διατί δὲ οὐ πάντας τοὺς μαθητὰς ἐν τῇ ἀρρήτῳ ἐκείνῃ θέᾳ τοῦ ὄρους ἀναλαμβάνει, ἀλλὰ τινάς; Ἐπειδὴ γὰρ καὶ ἐν ἐκείνοις ὑπῆρχε διαφορὰ κατά γε γνώμην καὶ πίστιν καὶ κόπον καὶ ἀγάπην, κἂν μία ἦν ἡ χάρις τοῦ Πνεύματος, διὰ τοῦτο καὶ διάφορα μετὰ Χριστὸν εἰληφότες τὰ χαρίσματα, κἂν ἓν εἶχον τὸ κήρυγμα. Τοὺς γὰρ ἐγκρίτους τῶν δώδεκα παραλαβὼν εἰς τὸ ὄρος ἀνέρχεται τὸ θαβώριον. Καὶ δὴ τὰ γενόμενα· ὡς ἑώρων αὐτόν, αἴφνης ὑπὲρ τὸν ἥλιον ἡ ὄψις αὐτοῦ διέλαμψε, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένοντο στίλβοντα λευκὰ ὡς τὸ φῶς, ἔκπληκτοι δὲ οὗτοι γενόμενοι τῷ νοῒ καὶ τῷ θείῳ φωτὶ κάτοχοι γεγονότες, εἰς γῆν ὁ μὲν ὑπτίως ὁ δὲ πρηνὴς ἐπὶ πρόσωπον πέπτωκεν, βαρυνθέντες τῇ πηγαίᾳ τοῦ φωτὸς αἴγλῃ, καὶ ὡσανεὶ περισχεθέντες ἀπεπάγησαν. Διαγρηγορήσας δὲ Πέτρος καὶ ἰδὼν τὴν δόξαν αὐτοῦ, τὸ φρικτὸν τῆς ἀδοκήτου θέας ἐξεπλάγη, καὶ πρὸς τὸν Ἰησοῦν ἐν ἐκπλήξει—βλέπων τοὺς δύο ἄνδρας, Μωϋσῆν καὶ Ἠλίαν, συμπαρισταμένους αὐτῷ—«ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι», εἶτα καὶ «σκηνάς» φησι «ποιήσωμεν τρεῖς καθ’ ἕκαστον», μὴ εἰδὼς ἀπὸ τῆς τοῦ νοὸς ἐκστάσεως καὶ μέθης τί λέγει.

Ὅταν γὰρ ὁ νοῦς ὑπὸ τοῦ ἀρρήτου ἐκείνου φωτὸς καταποθῇ καὶ ἔξω τῶν ὄντων γένηται, τὴν μὲν αἴσθησιν ἀφαιρεῖται τῶν σχέσεων, τὰς δὲ αἰσθήσεις αὐτὰς ἀμαυροῖ τῷ φωτὶ τῆς δυνάμεως· ἢ τὸ ἔμπαλιν, τὸν νοῦν μὲν τῶν αἰσθήσεων, τὰς αἰσθήσεις δὲ τῶν σχέσεων τῷ φωτὶ διαστέλλει καὶ κάτοχον ποιεῖ τῷ θείῳ ἔρωτι, ὅλην ὅσην ἔχει ὁ νοῦς πρὸς τὰ αἰσθητὰ διὰ τῶν αἰσθήσεων προσπάθειαν ἀπωθούμενος.

Ὅρα δὲ τὸν θεῖον καὶ ἐν τούτοις σκοπόν, ὅπως καὶ αὐτὰ τὰ αἰσθητῶς ἐκεῖσε πεπραγμένα συμβολικὴν ἔχουσι θεωρίαν καὶ καταφατικὴν τῆς περὶ τὴν ἑορτὴν ὑποθέσεως, ἀλλὰ δὴ καὶ τῆς ἠθικῆς ἀλλοιώσεως μυστικῶς τὴν διαφορὰν ἡ θέσις αἰνίττεται.

Οἱ μὲν γὰρ τρεῖς σύμβολον τῆς Τριάδος ἦσαν καὶ τῆς ἀληθείας, ἧς παρέδειξε μάρτυρας, τῆς θεότητος, οἱ δὲ δύο τύπος τῆς οἰκονομίας τοῦ ἑνὸς καὶ διπλοῦ τὴν φύσιν Χριστοῦ· τριαδικῆς τε καὶ δυαδικῆς τῶν δύο τῆς πίστεως δογμάτων συμβολικῶς ἀμφοτέρους μάρτυρας παρεστήσατο, ὡς εἰς ἓν θαυμασίως συνάψας καὶ δείξας καὶ ποιήσας τὰ δόγματα, ἀμέλει καὶ κατὰ τὸ μέλλον ἓν εἶναι πρὸς τῆς Τριάδος αὐτῆς Χριστός, κἂν ἑτερότητι ὡς ἄνθρωπος διενήνοχε φύσεως, καὶ αὐτὸς Τριάδος καὶ ἡμῖν μεσίτης τὰ πάντα ἐν πᾶσι γενόμενος, ἡνίκα ὡς Θεὸς θεῶν μέσον ἵσταται καὶ ἀνακλινεῖ ἐν δόξῃ κατ’ ἀξίαν ἕκαστον καὶ παρελθὼν θεοπρεπῶς διακονεῖ τὰ χαρίσματα.

Καὶ τίς ἱκανὸς ἐξειπεῖν πάντα, ὅσα κρύφια μυστικῶς ἡ θεαρχικὴ φωτοφάνεια σύμβολα ἐκεῖσε παρέδειξε κατὰ ἀπόρρητον ἔκφανσιν καὶ γνῶσιν, ἔν τε τῷ γνόφῳ πάλαι καὶ τῷ φωτὶ τῆς μεταμορφώσεως ὕστερον; Οὐδὲ γὰρ τοῖς φιλοθεάμοσι καὶ φιλοκάλοις καιροῖς ἰδίοις ἐς ὕστερον τελείως ἐν νῷ διάδηλα τὰ σύμβολα τῆς ἀληθείας καὶ χαρακτῆρες ἐκείνων καὶ τύποι καὶ τὰ ἔσοπτρα τῶν ἀϊδίων καὶ τὰ μέρη τῶν ὁλικῶν καὶ διαιωνιζόντων ἐκ τούτων διὰ παντός· τὰ μὲν γὰρ καὶ γεγονότα παρῆλθον καὶ τῶν παρεληλυθότων εἰσί, τὰ δὲ καὶ ἐνεστῶτα καὶ μέλλοντα καὶ τῆς ποιᾶς ἐν ἑκάστῳ διαθέσεώς τε καὶ καταστάσεως ἀπεντεῦθεν πρὸ τῶν μελλόντων προοίμια.

Ὁ μὲν γὰρ γνόφος, ὡς εἴρηται, τύπος ἦν τῆς μεταμορφώσεως· ἃ καὶ παρῆλθον ἀμφότερα, ἡ δὲ μεταμόρφωσις τῆς ἐν ἑκάστῳ θεοφανείας ἀλήθεια, αὕτη δὲ πάλιν ἀρραβὼν τῆς ἐκεῖσε ἀϊδίου μακαριότητος καὶ τῆς ἀρρήτου φωτοχυσίας μέτοχος, ἡνίκα ἐν ἑνὶ φωτὶ καὶ δόξῃ μεταμορφωθῶμεν διαιωνίζοντες καὶ ἐν Σελμὼ πνεύματος τῆς ὑπὲρ νοῦν εἰρήνης φωτὶ χιονωθῶμεν ἄνωθεν κατὰ τὸ γεγραμμένον θεαρχικῷ καὶ φωτοχυσίαις περιχορεύωμεν μέλποντες. «Ἐφοβήθησαν δέ» φησιν ὁ εὐαγγελιστὴς «ἐν τῷ εἰσελθεῖν εἰς τὴν νεφέλην.