Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Ἐπιστολὴ πρὸς τὸν σεβαστοκράτορα Θετταλίας Ἰωάννην

Γρηγόριος Βʹ Κύπριος

Πνευματικές παραινέσεις και πρότυπα ευσεβούς διακυβέρνησης

Προτροπές για μετάνοια και πνευματική εγρήγορση, αυστηρή κριτική της πλεονεξίας και της ιδιοποίησης εκκλησιαστικών κτημάτων, καθώς και προβολή ιστορικών προτύπων δικαίας εξουσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 3 από 4

μετανοίᾳ θερμῇ τὸν θεὸν ἐξιλεωσώμεθα, τῆς προσηκούσης θεραπείας ἀξιώσωμεν τοὺς σκανδαλισθέντας, τὰ διεστῶτα ἑνώσωμεν, τοὺς τρωθέντας οἱ τρώσαντες ἰασώμεθα, τῇ κεφαλῇ πάντων τὰ διασπώμενα συναφθῶμεν μέρη. καταλλαγῶμεν τῷ εἰρηνάρχῳ Χριστῷ ὡς ἂν τὴν τούτου ἐπισπασάμενοι εὔνοιαν καὶ εἰς τῷ πρόσω θαρρῶμεν θεῷ ἐξαρτῶμεν τὰ τῆς ἐλπίδος καὶ μὴ ῥιψοκινδύνως τὴν ἅλμην τοῦ βίου νηχώμεθα, ὅτ’ εὐροοῦμεν μνησθῶμεν ζάλης, καὶ μὴ ἑαυτοῖς πάντα καὶ τῇ ἡμετέρᾳ φρονήσει θαρρῶμεν, θεῷ ἐξαρτῶμεν τὰ τῆς ἐλπίδος, τῇ ἄννωθεν προμηθείᾳ τὰ καθ’ ἑαυτοὺς ἐπιτρέπωμεν. οὐδὲν ψυχῆς τιμιώτερον ὑπὲρ ἧς τὸ οἰκεῖον αἷμα Χριστὸς ἐξέχεεν, οὐδὲν ζωῆς μελλούσης κερδαλεώτερον. ταύτην παντοδαπῇ μεθόδῳ ἐμπορευώμεθα, ταύτην ὁπόση δύναμις κτήσασθαι ἐπειγώμεθα. βραχὺς ὁ βίος καὶ παριὼν ὡς καπνὸς καὶ δριμύσσων τὸ ἔνδοθεν ὀπτικὸν τοῖς μὴ νήφουσιν. ἡδὺς ὁ παρὼν καιρὸς τοῖς μὴ νήφουσιν εὐσυνειδήτως αὐτὸν παριοῦσι καὶ πρὸς τὰ ἐκεῖσε σκηνώματα τρέχουσιν. 10. οὐδὲν μεθ’ ἑαυτῶν εἰς τόνδε τὸν βίον ἠγάγομεν, γυμνοὶ προήχθημεν ἐκ γαστρός, γυμνοὶ τῷ τάφῳ παραδιδόμεθα, γυμνοὶ αὖθις καὶ τετραχηλισμένοι τῷ ἀπροσωπολήπτῳ παραστησόμεθα δικαστῇ. οὐδὲν ἡμῖν συντελέσει ὁ μαμωνᾶς, οὐδὲν ὀνήσει τῶν θησαυρῶν τὰ κειμήλια. χρεία μὲν γὰρ χρημάτων, οὐκ ἀδικημάτων, δασμοφορίας, ἀλλ’ οὐ πλεονεξίας, εὐθυδικίας, ἀλλ’ οὐ κακοπραγίας.

τὰς ἑαυτῶν ψυχὰς ἀγαπήσωμεν, μὴ μισήσωμεν. ὁ τὴν ἀδικίαν γάρ, φησίν, ἀγαπῶν μισεῖ τὴν ἑαυτὴν ψυχήν. φοβηθῶμεν τοὺς τῶν πτωχῶν καὶ πενήτων καθ’ ἡμῶν στεναγμούς. ἕνεκε γάρ, φησί, τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι λέγει κύριος. κρείσσων μικρὰ μερὶς μετὰ δικαιοσύνης ὑπὲρ πολυτελείας ἀδίκους. ἡ μὲν γὰρ παρὰ θεοῦ εὐλογεῖται καὶ αὔξει καὶ εἰς πλατυσμὸν ἐπιδίδωσιν, αἱ δὲ καταργοῦνται καὶ ἐκφυσσῶνται καὶ ὡς κονιορτὸς ἀφανίζονται. ποῦ τῶν πρὶν δυναστῶν τὰ ταμεῖα καὶ τοῦ χρυσοῦ τὰ βαλάντια; ποῦ νῦν ἡ ὑπεροψία καὶ ἡ ὀφρῦς καὶ τὸ σοβαρευόμενον ἦθος καὶ ἡ θηριώδης ὁρμή; ποῦ τούτων ἡ κατὰ τῶν πενήτων ἀπήνεια, οἱ σφοδροὶ διαπληκτισμοὶ καὶ ἀγανακτήσεις, αἱ τυπτήσεις, αἱ ὕβρεις, αἱ ἁρπαγαί, οἱ ἐκπιεσμοί; οὐχὶ πάντα τέφρα ὁρᾶται, οὐ κόνις βραχεία μικρᾶ̣ σορῷ περιγραφομένη; οὐχὶ τῆς αὐτῶν μοχθηρίας καταβοῶνται καὶ τὸ τῆς γεέννης ἀνάπτουσι πῦρ; καὶ ἄγαν ἀξίως ὅτι τῆς τοῦ θεοῦ δικαιοκρισίας τὸ πῦρ ἐξέκαυσαν. δίκαιος γὰρ κύριος καὶ δικαιοσύνας ἠγάπησε, καὶ εὐεργετεῖ μὲν τοὺς ᾧδε κολαζομένους, κολάζει δέ γε τοὺς κολαστάς. 11. τοσαύτη γάρ τινων ἡ ἀπληστία καὶ τὸ πτοῆσθαι περὶ τὰ χρήματα, ὅτι μὴ μόνον τοὺς ὁμογενεῖς ἀδικοῦσιν ἀνθρώπους, ἀλλ’ οὖν καὶ τὰ τοῦ θεοῦ ἱεροσυλοῦσι, καὶ ἁρπάζουσι μὲν τὰ χρήματα τῶν ἐκκλησιῶν, τῶν δὲ μοναστηρίων τὰ κτήματα.

καὶ αὐτοὶ μέν, εἴ τινα τῶν φορολογεῖν τεταγμένων σημειώσονταί πως τὰ ἑαυτῶν νοσφιζόμενον, δημεύσει, καθείρξει καὶ ἐσχάτῃ καὶ ἔσχατος κακώσει ποινηλατοῦσι. τὸν δὲ θεὸν ἐπ’ ἴσης τούτοις οὐκ οἴονται τῶν οἰκείων πραγμάτων ἀντέχεσθαι καὶ ἐνδίκως κολάζειν τοὺς ἅρπαγας; πόσης παραπληξίας; καὶ θέα μοι πᾶς ὁ τὰ τῷ θεῷ ἀνατιθέμενα σφετεριζόμενος τὸν Ἀνανίαν τε καὶ τὴν Σαπφείραν, πῶς οὗτοι τῶν τοῦ θεοῦ νοσφισάμενοι τοσαύτης ὀργῆς ἐπειράθησαν, καίτοι καὶ τῶν ἰδίων κεκλοφότες χρημάτων καὶ οὐκ ἐξ ὧν ἄλλοι θεῷ ἀφιέρωσαν. ὅσῳ γὰρ θεῷ εὐμενίζεται ὁ τὰ οἰκεῖα τούτῳ προσενεγκάμενος, τοσούτῳ θεοῦ ἀποβουκολεῖται ὁ τὰ ἐκείνου, φεῦ, ἰδιοποιούμενος. καὶ ὁ μὲν τὸ εἶναι ἡμῖν ἐχαρίσατο, τὸ πλουτεῖν τε καὶ δύνασθαι καὶ οὕτως ἔχειν περιφανείας, αὐτοὶ δὲ μὴ ἐναρκούμενοι τοῖς δοθεῖσι καὶ τὰ ἐκείνου προσαφαιρούμεθα. ἔνθεν τοι καὶ ἃ ἔχειν δοκοῦμεν, εἰ μὴ τὰ καθ’ ἑαυτοὺς διορθώσομεν, συλήσουσιν ἕτεροι. 12. ὅτι ἐπὶ πολὺ τὰ τοιαῦτα διαμένειν τοῖς κληρονόμοις φύσιν οὐκ ἔχουσι. καὶ μαρτυροῦσι τῷ λόγῳ τοῦ εὐσεβοῦς Ἰωάννου τοῦ πρὸ μικροῦ βεβασιλευκότος οἱ υἱωνοί, πῶς ἄδοξοι ἐξ ἐπιφανῶν καὶ ἐκ πλουτούντων ὤφθησαν πένητες, καίπερ τὰ πολλὰ δικαιοπραγοῦντος ἐκείνου καὶ εὐσεβῶς βιοτεύοντος. ἀλλ’ ἐπεὶ σεμνείων καὶ μητροπόλεων τοῖς ἐκ δικαίου συνῆπτεν ἀλλοτρίοις, ἅπαντα διηρπάγησαν.

καὶ ὁ μὲν ἄρτι τὰς τούτων εὐθύνας εἰσπράττεται, τοῖς δὲ οἱ ἐπίβουλοι τούτου ἐνευπαθοῦσι καὶ οἱ ἐξ αὐτοῦ φύντες δυστυχῶς τούτων στέρονται. τοῦτο καὶ ἡμᾶς δεδοικέναι προσήκει, τοῦτο σωφρονίζειν δέον ἡμᾶς καὶ διανιστᾶν πρὸς τὴν τοῦ θεοῦ ἐξιλέωσιν. φοβερὸν γὰρ τὸ εἰς χεῖρας θεοῦ ἐμπεσεῖν καὶ ἐγκαλεῖσθαι τοσαύτην ἀγνωμοσύνην. καίτοι τῶν βασιλέων οἱ πλείους, μᾶλλον δὲ ἅπαντες μικροῦ δεῖν, οὐ τῶν θείων ἐφείσαντο μόνον, ἀλλὰ καὶ ἰδιωτικῆς αἰσχροκερδίας ἀπέσχοντο. 13. μυριοφόρον ποτὲ γοῦν ὁλκάδα τῇ Κωνσταντίνου πόλει ἐλλιμενίσασαν ὁ βασιλεὺς ἀθρήσας Θεόφιλος ἤρετο τίνος αὕτη καὶ τῆς δεσποίνης εἶναι μαθών, πυρὸς εἰργάσατο παρανάλωμα τῇ γαμετῇ ὀργίλως προσονειδίζων ὄτι ναύκληρον τοῦτον ἀντὶ βασιλέως εἰργάσατο, καὶ εἰ ἡμεῖς, φάσκων, τὰς κοινὰς μετερχόμεθα ἐμπορίας τοῖς δημοσίοις μὴ ἀρκούμενοι τέλεσιν, πῶς ἂν οἱ χειρωνάκται καὶ ὑποτελεῖς ζήσωσι; ταῦτα Θεόφιλος ὁ αἱρετικός. τί οὖν οἱ ὀρθοδοξοῦντες ἡμεῖς; κατόπιν τούτου ἀπολειφθῶμεν καὶ οὐ μάλιστα ἐπειχθῶμεν πρὸς τὰ τῶν εὐσεβῶν βασιλέων ἀναδραμεῖν δικαιώματά τε καὶ κατορθώματα, ἃ τούτους μὲν μακαριστοὺς μὲν κἀνταῦθα καὶ ἀξιοζηλώτους ἀπέδειξεν, ἐκεῖσε δὲ βασιλείας κληρονόμους ἀφθάρτους καὶ υἱοὺς θέσει θεοῦ; τίνας;

τούτους· τὸν ἐν βασιλεῦσιν ἀπόστολον δηλαδὴ Κωνσταντῖνον καὶ τὸν ἐν ἁγίοις μέγιστον Θεοδόσιον, τοὺς αὐτοῦ ἀπογόνους καί, ἵνα μὴ καθ’ ἕκαστον λέγω, πάντας ἁπλῶς, οἳ τὴν ἐπίκηρον βασιλεῖαν ὡς φίλον θεῷ κυβερνήσαντες τῷ ἐν οὐρανοῖς βασιλεῖ συμβασιλεύειν ἀφθάρτως κατηξιώθησαν καὶ ὡς οἰκονόμοι καλοὶ τῶν ἐμπιστευθέντων αὐτοῖς μακαρισθέντες παρὰ θεοῦ εἰς τὴν χαρὰν τοῦ κυρίου αὐτῶν μετὰ πλείστης τῆς δόξης εἰσεληλύθασι. 14. τούτους ζηλοῦν σύμπαντα μὲν βασιλέα χρεών, ὡς ἐπὶ πολὺ δὲ τοὺς μείζονος ἐκ θεοῦ ἀντιλήψεως τετευχότας. ἀπαιτηθήσεται γὰρ ἕκαστος κατὰ τὸ ἴδιον τάγμα τῆς πίστεως τοὺς καρποὺς καὶ ᾧ πολὺ παρένθετο πολὺ καὶ εἰσπράξονται. τούτων τὸν ἔνθεον πόθον, τὴν ὑπὲρ τοῦ καλοῦ σπουδήν, τῶν ὁμοεθνῶν τὴν κηδεμονίαν καὶ οἱονεὶ πατρικὴν στοργὴν καὶ ἡ βασιλεία σου μιμεῖσθαι ὀφείλει, εἰ καί τις ἕτερος, ἐπειδὴ πολλὴν καὶ ὑπὲρ τοὺς ἄλλους ὁρᾷς περὶ σὲ τοῦ θεοῦ τὴν ἐπισκοπήν. καίτοι σὺ μὲν εἰς ἐλάττω ἀρχὴν ἐκληρώθης καὶ εὐμαρῆ πρὸς κυβέρνησιν, οὗτοι δὲ μείζω πολλῷ καὶ δυσχερεστέραν, κἀκείνοις μὲν ὀλίγα τὰ πρὸς τὸ ἀρχηγετεῖν εὐσεβῶς ὑποδείγματα, τῇ δὲ σῇ βασιλείᾳ τοσοῦτον νέφος πρόκειται βασιλέων ὀμβροβλυτοῦν τῶν κρειττόνων τὴν ὑποτύπωσιν.

καὶ σὺ μὲν ἐν εἰρήνης καιρῷ τὸ σκάφος τέταξαι τῆς ἀρχῆς πηδαλιουχεῖν, εἰ καὶ μικρὰ παρενοχλεῖ καταιγὶς καὶ ἄρτι, οὗτοι δὲ ἐν ἐμβολαῖς σφοδραῖς καὶ ἀντεμβολαῖς τῶν τῆς πονηρίας πνευμάτων ταύτην ἰθύνειν ἐτάχθησαν. ἀθεΐας γὰρ τυφωνικὸν τηνικαῦτα πνεῦμα καὶ εἰδωλολατρίας εὐροκλύδων ἀνήπτετο, καὶ ἔνθεν μὲν τρικυμία αἱρέσεων ἐπεκύμαινεν, ἐκεῖθεν δὲ διαφόρων στάσεων ζάλη προσέπιπτεν. εἰ τοίνυν οὗτοι τὰ ἐναντιούμενα σχόντες τοσαῦτα εἰς λιμένα σωστικὸν τὴν βασιλείαν προσώρμισαν ὡσπερεὶ ἐξ οὐρίας πλέοντες καὶ ἀρετῆς ἁπάσης ἐναπελείφθησαν στῆλαι, τί ἐροῦμεν ἡμεῖς μὴ κατ’ ἴχνια βαίνοντες τούτων οἱ μηδὲν τὸ κωλῦον πρὸς τὰ καλὰ ἐπαγόμενοι; 15. ἀλλὰ σμικρόν μοι, φῆς, τὸ ἐπιβάλλον μέρος τῆς ἐξουσίας καὶ χρεία πολλοῦ, ὅπως ἂν εἰς προκοπὴν ἐπιδῶ. καὶ τί ὠφελήσει, εἰπέ μοι, ἄνθρωπος ἐὰν τὸν αὐτὸν ὅλον κόσμον κερδήσῃ καὶ ζημιωθῇ τὴν ἰδίαν ψυχήν; ἢ βουλόμεθα καὶ αὐτοὶ ἀκοῦσαι· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ. ἅδε ἡτοίμασας τινί ἔσται; λαβῶμεν κατὰ νοῦν τοιγαροῦν τοῦ θανάτου τὸ ἄωρον καὶ ἑαυτοὺς ἐπιγνῶμεν ὅτι τρεπτοί, ὅτι εὐμάραντοι, ὅτι ὡς ἄνθος ἀγροῦ ἐξανθοῦντες μικρᾷ νόσῳ τηκόμεθα καὶ τῇ γῇ ὡς ἐκ γῆς ὄντες χωννύμεθα. ἑτοιμάζωμεν τὰ ἔργα ἡμῶν εἰς τὴν ἔξοδον. ὅσον γὰρ ὅσον ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ, καὶ μακάριος ὁ δοῦλος ὃν ὁ κύριος αὐτοῦ ἐλθὼν εὑρήσει γρηγοροῦντα.