Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Κατὰ Συνεσίου

Γρηγόριος Βʹ Κύπριος

Προοίμιο και αφορμή συγγραφής του έργου

Ο συγγραφέας εκθέτει τα ρητορικά του κίνητρα, περιγράφει την αρχική του επιρροή από τον λόγο του Συνεσίου και τη μετέπειτα αναγνώριση της πλάνης του, αντιπαραβάλλοντάς τον με τον έπαινο του Δίωνα του Χρυσοστόμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 1 από 7

<Κατὰ τοῦ Συνεσίου τοῦ ἐπισκόπου τῆς Πτολεμαΐδος κώμης ἐγκώμιον> <Κ>αὶ μὴν ὅπερ ἐπὶ τῷ τοῦ Δίωνος ἐπεπόνθει λόγῳ Συνέσιος, τοῦτ’ αὐτὸς ἐπὶ τῷ τοῦ Συνεσίου ἄντικρυς· καὶ οἷον οὗτος δυσχεραίνων ὅτι μὴ ἐκόμα, λόγον ἐξήνεγκε, τοιοῦτον δὴ καὶ αὐτὸς ὅτι μὴ γεγένημαι φαλακρός, ἐκ ταὐτοῦ πάθους εἰ καὶ ἐν ἐναντίοις συμβάμασι, κἀκ τῆς ἴσης δέ πως τῶν λόγων βουλήσεως εἰ καὶ μὴ ἐκ τῆς ὁμοίας τῶν λόγων ἕξεως.

Ἔγωγε γάρ, ὡς πρώτως ἐντετυχήκειν τοῦ Συνεσίου τῷ ὑπὲρ φαλάκρας λόγῳ, κἀκ τούτου δὴ κατηνάγκασμαι συνομολογεῖν μὴ ἄν ποτε φανῆναι ἄλλον φιλόσοφον εἰ μή γε τὸν φαλακρόν. Τί οὐκ ἂν κατηυξάμην τῆς ἐμῆς κεφαλῆς τοσαύτην τῇ φυσικῇ φιλοτιμίᾳ πεπλουτηκυίας τὴν τρίχωσιν, τοὐναντίον πράττων ἢ ποιοῦσι γυναῖκες; Ἐκείναις μὲν γὰρ ἐπιμέλεια πᾶσα καλάς τε ἔχειν τὰς τρίχας καὶ ὡς πολλάς, τινὰ μὲν οὐκ ἐπινοούσαις φαρμακείαν ἐπὶ τῷ πλήθει τε καὶ τῷ κάλλει, τινὰ δὲ τῶν κρειττόνων οὐκ ἐπικαλουμέναις πρὸς ἐπικουρίαν τοῦ πράγματος· ἐμοὶ δὲ ἐκ τοῦ ἐναντίου τὰ τῆς εὐχῆς ἐτελεῖτο, ἠγάπων γὰρ τῇ φιλοσοφίᾳ ὡς ἔνεστι προσβαλεῖν· τὸ δέ γε κατὰ κόμης τοῦ Συνεσίου βιβλίον προσίστατο καὶ οἷόν μοι πρόσκομμα κατεφαίνετο καὶ οὐκ ἀπεθάρρουν τῷ πράγματι, ἠναγκαζόμην γὰρ ὡς ἀληθεῖ τῷ φιλοσόφῳ προστίθεσθαι.

Κἀντεῦθεν, τί οὐκ ἐπενοούμην φαλακρὸν γεγενῆσθαί με ὥσπερ ἀληθῶς ἀκολουθοῦσαν τῇ φιλοσοφίᾳ τὴν φαλάκραν οἰόμενος; Καλά φησί γε Συνέσιος ὡς εἰ φιλόσοφός γε καὶ φαλακρός, εἰ μὴ φαλακρὸς δὲ οὐδὲ φιλόσοφος. Τί δέ, ἔφασκον, ὦ Θεέ, τὸ τοῖς ἄλλοις ποθούμενον οὐκ ἐν ἐκείνοις ἐγένετο, ἀλλ’ ἐν ἐμοὶ τῷ οὕτω περὶ τὰς τρίχας δυσχερῶς ἔχοντι; Ἐζήτουν γοῦν φαλάκραν παρὰ θεοῦ, ὥσπερ οἱ φαλάκραν δυστυχοῦντες καὶ διὰ τοῦτο δύσμορφοι τρίχωσιν, χειρότατα κατὰ γὰρ φαλάκραν ἐργάσασθαι, οὔ μοι συναίρειν νενόμισται, καὶ τὸ μὲν γὰρ αἶσχος ἔχειν ἐκρίνετο, τὸ δὲ κέρδος οὐκ ἐπεφαίνετο, ἐπεὶ τὰ φύσει τοιαῦτα λόγου ἔσχηκεν εἰς τεκμήρια, ὥσπερ λευκότης καὶ μελανία, καὶ γρυπότης καὶ σιμότης ῥινός, καὶ φυσικὸν ἐρύθημα καὶ ὠχρότης χρωτός, οὐ μὴν τὰ θέσει τε καὶ ἐπίκτητα. Ἔμοιγε οὖν τὰ τῆς εὐχῆς ὑπὲρ φαλάκρας καὶ κατὰ κόμης, ταὐτὸν δὲ εἰπεῖν καὶ κατὰ τῆς ἐμῆς κεφαλῆς, τοιαῦτά γε ἦν. Καί μοι προῄει τὸ πρᾶγμα μέχρι μακροῦ καὶ ἐμεμφόμην τῇ φιλοτιμίᾳ τῆς φύσεως καὶ ὅτι μοι καὶ πρώτως ἀνέφυσαν τρίχες ἐν δεινῷ ἐποιούμην· ὡς εἰδεχθείᾳ γοῦν τῷ κάλλει διὰ φιλοσοφίαν προσώχθιζον καὶ ἐθεοκλύτουν καὶ ἐποτνιώμην καὶ πάντα δὴ ἔπραττον, ἵνα μοι τὰς τρίχας ἀπορρυείσας θεασαίμην.

Ἐπεὶ δὲ Θεὸς μὲν ἐμοὶ οὐχ ὑπήκουεν, ἡ φύσις δὲ καὶ μᾶλλον ἐπεδίδου πρὸς τοῦτο, ἀκμαιότερα δὲ τὰ τῆς κόμης ἐφαίνετο —περιεργότερον δὲ καὶ αὐτὸς τὰς ὄψεις τῷ τοῦ Συνεσίου βιβλίῳ ἐπέβαλλον, ἀνεζωπυρεῖτο γάρ μοι τὰ τῆς γνώσεως ἤδη καὶ ἀνελάμβανον τοῦ προτέρου κρείττονα νοῦν—, μόγις ποτὲ τῆς τοῦ Συνεσίου ξυνίην ἐπιβουλῆς καὶ ὡς ξυνήγορος μᾶλλον τῆς ἀμορφίας αὐτοῦ τὸ ὑπὲρ φαλάκρας ἐγέγραπτο, καὶ οὐκ ἀληθείας ἐξαγγελία καὶ διασάφησις. Αἴφνης οὖν τῶν τοιούτων σκεμμάτων τραπόμενος, τῶν προτέρων εἰχόμην καὶ ἠγάπων μὲν τὴν ἐμαυτοῦ φύσιν, τοσοῦτόν μοι χαρισαμένην τὸ περὶ τὴν τρίχα καλόν, ἐν ᾧ πολλοὶ μὲν ἐσεμνύνθησαν καὶ ἐνηγλαΐσθησαν πλέον ἢ ἑτέρῳ κάλλει τῆς φύσεως· οὐκ ὀλίγοις δὲ μὴ λαχοῦσι παιδόθεν ἐπιτετήδευται τὸ ὡραΐσμα, μᾶλλον προκρίνουσι τὴν ἀπὸ τῆς προσθήκης ὕβριν ἢ τὴν ἀπὸ τῆς ἐλλείψεως τῆς κόμης φέρειν δυσείδειαν· προῄει δέ τισι καὶ μέχρις εὐχῆς τὰ τοῦ πράγματος οὐ γυναιξὶ μόνον οὐδὲ ἀνδράσιν ὅσοι πρὸς τὸ ἐξωτερικὸν τοῦ κάλλους ἀπονενεύκασιν—ὑπὲρ οὗ τὰ πρῶτα καὶ Συνέσιος ἐδυσχέραινεν, εἰ ἀηδὴς ταῖς οἰκείαις φαίνοιτο γυναιξίν—, ἀλλ’ ἤδη καὶ τῶν σεμνοτέρων πολλοῖς. Ἔστι γὰρ ὡς ἀληθῶς ἡ κόμη κόσμος τῆς κεφαλῆς—οἶμαι δ’ ὅτι κἀκ τούτου καὶ παρωνόμασται—καὶ γοῦν ἡ κεφαλὴ τὸ κρεῖττον μέρος τοῦ σώματος τῷ καθολικῷ, τοῦ κάλλους καταπυκάζεται.

Διὰ ταῦτα δὴ καὶ ἐθεοκλύτουν πολλάκις οὐκ ἐπὶ στερήσει τοῦ ἀγαθοῦ ὡς ἄν μοι προσγένοιτο, ἀλλ’ ἐν τῇ περιουσίᾳ τούτου ὡς ἄν μοι διαφυλάττοιτο. Ἠσπαζόμην οὖν μοι τὴν φύσιν ὡς εὐμενῆ καὶ ἐπιμελομένην τῆς κόμης ὡς δύναμις, πολλὰ χαίρειν εἰπὼν τοῖς κατὰ κόμης λόγοις Συνεσίου τοῦ φαλακροῦ· φαλακροὺς δὲ οὔτε ἐμὲ γενέσθαι πώποτε ἤθελον οὐδ’ ἐν τῷ βαθυτάτῳ γήρᾳ, ὅτε τὰ πλεῖστα διαρρέουσι τῶν καλῶν, οὔτε ἐμὸν παῖδα ἀλλ’ οὐδὲ φίλον οὐδέ τινα τῶν ἐπιτηδείων μετασχεῖν ἠβουλόμην τῆς ἀσχημοσύνης ταύτης ποτέ, οὔτ’ αἶσχος τοιοῦτο φέρειν πρὸς φύσεως, ὡς καὶ νηπίοις ἐκκεῖσθαι λόγον ἀθύρματος.

Ὃ Συνέσιος καὶ πάνυ γε συνιείς, τοὺς μὲν παῖδας ἀφῆκε παίζειν εἰς τὴν φαλάκραν αὐτοῦ, ἀνδράσι δὲ συνετοῖς τάχα βούλεται πειθὼ παρασχεῖν ὡς ἐν ἐγκωμίοις ἄγειν ἀντὶ κόμης τὸ φαλακρόν, εἰ καὶ ἐναντίως προέβη τούτῳ τὰ τοῦ βουλεύματος, οἷς γὰρ ὁρμᾷ πείθειν, μᾶλλον φωρᾶται μὴ τἀληθῆ λέγειν καὶ οἷς μὴ τἀληθῆ λέγειν ἁλίσκεται, τούτοις οὐκ ἀποφεύγει τῆς δυσμορφίας τὸν χλευασμόν. Ἐξῆν γάρ, εἴπερ ἦν ἀληθές, καὶ ἄνευ τῶν τούτων ἐπιχειρημάτων εὐφημεῖσθαι κεφαλῆς ψίλωσιν, κόμην δὲ κακολογεῖσθαι καὶ ἐφυβρίζεσθαι· ὁ δὲ ὅμοιόν τι τοῖς ῥήτορσι πέπονθεν, οἵ, ἐπειδὰν τοῦ ἀληθοῦς περὶ τὰς ἀποδείξεις ἀμοιροῖεν, ἔνθα καὶ ὑποσκάζειν ἐγνώκασι τὴν ἀλήθειαν, ἣ καὶ μακρῶν ἄνευ λόγων γνωρίζεται, οἳ καὶ εἰς τὸ πιθανὸν τῶν κατασκευῶν καταφεύγουσι, κἀκεῖσε μᾶλλον παρὰ τῶν ἐχεφρόνων θηρεύονται καὶ περιτρέπονται τὴν διάνοιαν.

Δίων μὲν οὖν ὁ χρυσοῦς τὴν γλῶτταν, ἁπλῶς οὕτως κόμης ἐξενηνόχει ἐγκώμιον—κάλλιστον λόγον ἐπὶ καλλίστῳ τῷ πράγματι—, ἀληθῶς ἐκφράζων τὸ ἀληθῶς ἐν οὐσιώσει τελοῦν, στερήσεως δὲ λόγον, ταὐτὸν δ’ εἰπεῖν φαλάκρας, οὐδ’ εἰς μνήμην ὅλως ἐλήλυθε. Τί γὰρ ἔδει παραβαλεῖν τῷ καλῷ τὸ αἰσχρὸν καὶ τῷ ἐν οὐσίᾳ ὄντι τὸ μὴ ὑπάρχον καὶ τῇ ἕξει τὴν στέρησιν; Ἐπεί γε τῶν ὁμοίων ἡ σύγκρισις. Συνέσιος δὲ κἀκ τοῦ λόγου ἀναγκασθεὶς συνιδεῖν ὡς ἐν οἷς πως ἀντίθεσις πέφυκεν, εἰ μὴ καὶ ἄμφω συνεπαινοῖντο μηδὲ τῶν αὐτῶν μετέχοιεν λόγων, ἀνάγκη θάτερον τοῖς ἐναντίοις ἐμπίπτειν καὶ εἰς ἀλλότριον φέρεσθαι, ὥσπερ, εἰ τὸ περιττὸν μόνον ἐγκωμιάζοιτο, ἀνάγκη δὴ πᾶσα τὸν τοῦ ψόγου λόγον λαμβάνειν τὸ ἄρτιον, ἤ, εἰ τὸ ὑγιεινὸν προσλαμβάνοιτο, τὸ νοσερὸν ἀποπέμπεσθαι· ταῦτα δὴ συνιδὼν καὶ καλῦψαι, οἷά τινι πίλῳ, καθ’ Ἡσίοδον, ἀσκητῷ, τὴν αἰσχύνην τῆς φαλάκρας αὐτοῦ βουληθείς, τῷ ὑπὲρ κόμης λόγῳ τοῦ Δίωνος καλῷ τε οὕτω καὶ ἀληθεστάτῳ ἀντίος βαρέως καὶ κακοσχόλως προεπιτίθεται καὶ ὑβρίζει κόμην, ὡς ἂν ἐπαινεθείη τὸ τῆς κεφαλῆς ἐκείνου φαλάκρωμα, καὶ ψέγει κάλλος κοινόν, ἵν’ ἐγκωμιασθείη τὸ ἰδίως ὑπάρχον αἰσχρόν, καὶ ἀτιμάζει φύσεως φιλοτίμημα, ἵνα τὸ τούτου καλυφθείη δυστύχημα.