Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Κατὰ Συνεσίου

Γρηγόριος Βʹ Κύπριος

Ανασκευή των επιχειρημάτων του Συνεσίου περί κόμης και φρονήσεως

Αντίκρουση των ισχυρισμών του Συνεσίου σχετικά με τη σύνδεση της απώλειας της κόμης με τη γνώση. Ελέγχονται τα παραδείγματα του Αχιλλέα και των προβάτων, καθώς και οι απόψεις περί της γυναικείας φύσεως και των Αμαζόνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 2 από 7

Ἀλλ’ αὐτὸς μὲν εὐθύς γε τοῦ λόγου ἀρχόμενος φαλακρὸς ὤν, περὶ τὸν ἀγῶνα τὸν κατὰ κόμης ἀνταποδύεσθαι βούλεται· οὐκ οἶδα νὴ Δία τὴν ἐμὴν πολλὴν τῆς κεφαλῆς τρίχωσιν τί ἔχων ἀποδυθῆναι, φαλακρὸς καθάπαξ τελῶν, εἰ μὴ τὸ παροιμιῶδες γυμνῇ περὶ τὴν μάχην χωρήσει τῇ κεφαλῇ· ἡμεῖς δὲ οἷς βαθεῖα κόμη, ἧς ἐσαεὶ καὶ ὀναίμεθα, ἡ κόρυθος δίκην πυκάζει τὴν κεφαλήν, προΐσχει δὲ καὶ τρίχας ἀντ’ ὀϊστῶν. Εἰσὶ γὰρ καὶ τρίχες ἀντὶ βελῶν ζῴων τισὶν ὡς ἐγνώκαμεν, πῶς οὐκ ἂν περὶ τὴν μάχην χωρήσαιμεν ἀδεέστερον ὡπλισμένοι ἀόπλοις ἐπιτιθέμενοι εἴτουν ἀληθινοὶ πιθανοῖς;

Ἴδωμεν οὖν ἀρχῆθεν τὴν ἀνθρώπου γένεσιν· γεννᾶται βρέφος καὶ ἐστὶ τὴν κεφαλὴν ὡς ψιλότατον, ἐπεὶ καὶ ἄμοιρον νοὸς καὶ φρονήσεως· πρόεισι χρόνῳ καὶ αὔξουσι τρίχες καὶ συναυξάνει καὶ νοῦς καὶ σύνεσις ἀναφύειν ἀπάρχεται. Τεκμήριον γοῦν ἐναργὲς τρίχες γνώσεως, οὐ μὴν ἀγνωσίας τε καὶ ἠλιθιότητος, ὥς φησιν ἐν λόγῳ Συνέσιος. Οὔκουν ποτὲ ἐν ἀκμῇ τῆς ἡλικίας ἐγένετο τινὶ μὴ κόμην αὐχεῖν, κἂν ὅτι Συνέσιος φιλονεικῇ τὸν Ἀχιλλέα ἔτι μειράκιον ὄντα συντετάχθαι τοῖς φαλακροῖς, ἰσχυρὸν οἷον ἐς ἀπόδειξιν φέρων· τὸ στῆ δ’ ὄπισθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα, ὡς ἂν μὴ εὐτυχοῦντα τρίχας τοῖς ἔμπροσθεν, οἵαν γοῦν ἔχει τὴν ἰσχὺν ὁ λόγος, αὐτόθεν δῆλον, οὐ γὰρ εἰ ὄπισθέν τις ἐπιληφθείη τινὶ διὰ τῶν τριχῶν, ἀμοιρεῖ τῶν περὶ τὰ ἔμπροσθεν, ὥσπερ οὐδὲ τοὐναντίον καθέστηκε· δι’ ἣν αἰτίαν ὄπισθεν ἐλάβετο ἡ Ἀθηνᾶ τοῦ Πηλείωνος.

Ἔχει μέν τινα θεωρίαν ὁ λόγος, τοῦ παρόντος δὲ ἀπᾴδει σκοποῦ, ἴσασι δὲ τοῦτο οἱ νοερώτεροι τοῖς Ὁμήρου ποιήμασιν ἐπιβάλλοντες· ἄλλως δὲ ὅπερ οὐκ ἐπί τινι τῶν αἰσχρῶν συμβέβηκε, καὶ οὓς ἡ κωμῳδία εἰς μέσον ἄγει, ἀλλ’ οὐδ’ ἐπ’ αὐτῷ τῷ Θερσίτῃ τὰ τῆς ποιήσεως οἶδε· ψεδνή, γάρ φησιν, ἐπενήνοθε λάχνη, καὶ οὐχὶ φαλάκρας ἀπεγυμνοῦτο τὸ αἴσχιστον· πῶς ἂν εἶχε χώραν ἐπὶ τῷ Ἀχιλλεῖ τῷ καλῷ, καὶ αὐτοῦ Νιρέως ὡραιοτέρῳ; Οὔμενουν ἀγνωσίας αἱ τρίχες σύμβολον, ἀλλὰ γνώσεως καὶ φρονήσεως ἀκμαζούσης ταύτης ἐν τῷ ἀκμαίῳ τῆς ἡλικίας, ὅτε καὶ τρίχες ἀκμάζουσιν· ἀπορρεουσῶν δὲ τῷ χρόνῳ τούτων, συναπορρέει καὶ νοῦς καί, τούτων ψιλὴν καταλιπουσῶν τὴν κεφαλήν, συμψιλοῦται καὶ ψυχὴ γνώσεως, ὥστε μὴ μάτην φέρεσθαι τὴν παροιμίαν τὴν δὶς παῖδας τοὺς γέροντας λέγουσαν, οὓς καὶ κρονολήρους καὶ κριομύξας καὶ βεκκεσελήνους καὶ πάντα τὰ τοιαῦτα καλεῖσθαι ἔθος ἐκράτησε.

Ταῦτα μὲν οὖν εἰς ἀνθρώπους εἰπεῖν ἔχομεν, Συνέσιος δὲ τῆς ἀνθρωπίνης οἷον ἐπὶ τούτου λαθόμενος φύσεως, καὶ πρόβατον εἰς μέσον ἄγει καὶ τὰς αὐτοῦ τρίχας τῆς εὐηθείας ποιεῖται τεκμήριον, οὐκ οἶδα τίσι λόγοις φυσικοῖς τὴν ἀνάγκην ταύτην παρεχομένοις· ἔγωγε δέ, ὥσπερ οὐ γύμνωσιν τριχῶν φρονήσεως ἐν ζῴοις ἔγνων αἰτίαν, οὕτως οὐδὲ ἀφροσύνης τὴν τρίχωσιν· οὐ μὴν ἀλλ’ οὐδὲ τὰ ἐν ζῴοις ἐν ἀνθρώποις δεῖ φέρειν, κἂν ὅτι μάλιστα πάντες οἱ φυσιογνωμονοῦντες διισχυρίσαιντο, ὥσπερ οὐδὲ τὰ ἀνθρώπων ταῖς ὑπὲρ ἄνω δυνάμεσιν ἀλλ’ ἐξ ἐκείνων ταῦτα καταιτιᾶσθαι εἰκός, ἐπεὶ λάθοιμεν ἂν ὡς αἴτια ταῦτα εἰσάγειν ἅπερ ἐναντία τοῖς ἀνθρωπίνοις οἰκονομήμασι.

Πρόβατον μὲν οὖν ἀληθῶς εὔηθες, οὔκουν ὅτι βρίθει μαλλοῖς, ἀλλ’ ὅτι οὕτως ᾠκονόμηται τῷ δημιουργῷ, καὶ βοηθεῖται μαλλοῖς, ἐπεὶ μὴ ταχὺ ἅλλεται μηδὲ φυσικῆ ζωπυρεῖται θερμότητι μηδὲ θηρᾶν ἔχει· βοσκηματῶδες δὲ ὂν καὶ ἀεὶ ἐν αἰθρίᾳ μέλλον διάγειν, εἰς ἄμυναν ψύχους περιβάλλει αὐτὰ τῶν τριχῶν τὸ πλῆθος ἡ φύσις καί, ὅτι γυμνοῦται τῶν ἄλλων φυσικῶν ἀγαθῶν, ἀντανισοῦται τῷ φιλοτιμήματι τῶν τριχῶν. Ἐγὼ δὲ οὐδὲ πρόβατον ὁρῶ κομᾶν ἐπὶ μόνης τῆς κεφαλῆς οὐδ’ ὅπου κόσμιος ἡ κόμη, ἀλλ’ ἐν τῷ λοιπῷ σώματι, ἔνθα μᾶλλον ψιλοῦται παρὰ τῆς φύσεως ἄνθρωπος· ὥστε τοῦτ’ ἂν ἔχοι τις ἐναργέστερον σύμβολον εἰπεῖν εὐηθείας προβατικῆς, ὡς ἔνθα γυμνοῦται τῷ ἀνθρώπῳ τὸ σῶμα, τῷ προβάτῳ τετρίχωται, ἔνθα δὲ τριχοῦται, γεγύμνωται. Ἀλλὰ παρέδραμεν, οἶμαι, τοῦτο Συνέσιον, καίτοι μὴ παραδραμεῖν δέον αὐτόν, οὑτωσί γε ὄντα ἐξεταστικὸν καὶ λεπτὸν ἐν ἐπιχειρήμασιν.

Ἐπιφέρει δ’ ἕτερον καθ’ ἡμῶν οὐλαμὸν καὶ ὁπλίζει κατὰ κόμης γυναῖκας καὶ ὡς ἀμαζόνας ἀποδύει ταύτας εἰς πόλεμον, ἵνα κἂν δι’ αὐτῶν κατὰ κόμης ἀναστήσειε τρόπαιον, ταὐτὸν δὲ εἰπεῖν κατὰ κεφαλῆς, εἴ γε οὐδὲν κεφαλὴ κόμης χωρὶς ἄλλο ἢ αἶσχος μόνον ἢ ὡς νεκροῦ κρανίον φαινόμενον, παρὰ τοσοῦτον ἐκείνου διαφέρον, παρ’ ὅσον κομήτης τοῦ φαλακροῦ· τὸ μὲν γὰρ ὑπερέχειν ποιεῖ δέρμα, τὸ δὲ σὺν τούτῳ καὶ τρίχες, κόσμος ζώντων καὶ σημεῖον βιώσεως, ὥσπερ αὖ ἐκεῖνο πρὸς φθορὰν ἀρχὴ καὶ ὁδὸς πρὸς ἀφάντωσιν.

Ἀλλ’ ὅπως ὁπλίζει γυναῖκας κατὰ κόμης Συνέσιος στρατηγῶν οὗτος, ῥητέον ἡμῖν· μεῖζον γὰρ δοκοῦσι πρὸς συμμαχίαν αὐτῷ συμβαλεῖν ἢ Ἀμαζόνες μαχομένῳ τῷ Πριάμῳ σφετέρας ἕνεκα πόλεως. Καίτοι φανοῦνται, οἶμαι, αὐτῷ αἱ γυναῖκες γυναῖκες, συκίνη ἐπικουρία παροιμιακὴ ἀτεχνῶς· οἷα γοῦν φησὶ περὶ τούτων, οὐκ ἔστι γυνὴ φαλακρὰ ἐπεὶ μηδὲ κατ’ ἄνδρα φρονεῖ, εἰ δὲ ἅπαξ γυνὴ πεφώραται φαλακρά, καὶ ἅπαξ ἐν φρονίμοις γυνή. Ὅρα μετὰ πόσης ἀνάγκης ὁ λόγος τῷ στρατηγοῦντι κατὰ κόμης ἐνήνεκται· οὐκ ἔστι γυνὴ φαλακρὰ διότι μηδὲ ἐν φρονήσει στερρά. Ἀλλ’ οὐδὲ ὁπλίζεται γυνή, μήποτε καὶ τοῦτο παρὰ κόμης ἐμπόδιον; Ἀμαζόνες δὲ πρῶται γυναῖκες ὁπλισθεῖσαι, οὐ τὰς κόμας ἔτιλλον, ἀλλὰ τὸν ἕνα τῶν μαζῶν ἔτεμον. Οἰκουρεῖ δὲ ἀεὶ γυνή, μὴ διὰ τὴν κόμην αὐτῇ τὰ τῆς οἰκουρίας προσγένοιτο; Οὐδὲ γεωργεῖ οὐδὲ διαβάλλει μακρὰ πελάγη κατ’ ἐμπορίαν, πάντων οὖν ἄρα τούτων ἐμποδὼν ἡ κόμη καθέστηκεν;