Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Κατὰ Συνεσίου

Γρηγόριος Βʹ Κύπριος

Η κόμη ως φυσικό κάλλος και η θεία οικονομία

Ανάλυση της φυσικής κατανομής των τριχών μεταξύ των φύλων. Η κόμη αναδεικνύεται ως κοινό αγλάισμα, το γένειον ως αποκλειστικό γνώρισμα των ανδρών, ενώ η φαλάκρα χαρακτηρίζεται ως φυσική δυσμορφία που συχνά αποκρύπτεται.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 3 από 7

Ὅπως δὲ καὶ τὴν τοῦ πώγωνος ταύτης παρεῖδες ψίλωσιν; Τοῦτο γὰρ ἐν οὐδεμίᾳ εὑρήσεις εἰ καὶ τὸ τῆς φαλάκρας φαίνεται σπάνιον. Ἆρά σοι καὶ τοῦτο σύμβολον φρονήσεως ἢ ἀφροσύνης πεφώραται; Ἀλλὰ τοῦτο εὖ εἰδὼς παρεῖδες ὡς ἀντίξουν τοῖς λεγομένοις σοι· ἅπαξ γὰρ εἰς ψόγον τριχῶν ἐμπεσών, ὡς μηδέποτε τούτων τυχών, οὐδέν τι χρηστὸν περὶ αὐτῶν ἐννοεῖς· ἐπεὶ καλὸς μὲν πώγων κατάκομος ταῖς θριξί, γενειήτης δὲ ἀνὴρ τοῦ μαδηγενείου προτέτακται, καί ἐστιν ἐπιεικῶς πώγωνος τρίχωσις ἀνδρὸς ἐγκώμιον, ὥσπερ τούτου ψόγος ἡ ψίλωσις. Πῶς γοῦν οὐχὶ καὶ τὸν πώγωνα εἰς μέσον φέρεις; ὡς μετὰ πλείονος συμμαχίας ἀμυνῇ τὴν κόμην; Καὶ τοῦτον ἢ ψέγεις, εἰ πολὺς καθεῖται, ὥστε σοι διὰ πάντων ἐπαινετὴν τυγχάνειν τὴν γύμνωσιν ἢ ἐπαινεῖς ὡς ἀντικαθισταμένην ταῖς γυναιξί, μὴ τρίχας φυούσαις περὶ τὸν πώγωνα· καὶ τρόπον τινὰ κατὰ μὲν κόμης εἰσάγεις πώγωνα, κατὰ δὲ πώγωνος κόμην.

Ἀνάγκη γὰρ δυοῖν θάτερον εἶναι, ἢ κόμην ἢ πώγωνα, ἐν μὲν ἀνδράσι τὸ δεύτερον, τὸ πρῶτον δὲ ἐν ταῖς γυναιξίν, ἢ τὴν φύσιν διαφθείρεσθαι εἴπου καὶ ἐναλλάτοιντο· ἔσται γὰρ οὕτως πώγων τετριχωμένος καὶ φαλακρὰ κεφαλή, ἀνδρὸς ἐναργέστατον γνώρισμα, εἰπεῖν δὲ καὶ φρονήσεως χαρακτηρισμός· καὶ τὸ ἀντίστροφον κατὰ διαλεκτικήν τινα μέθοδον, ᾗ πολλάκις αὐτὸς χρήσω τοῖς λεγομένοις, κόμη βαθεῖα τῆς κεφαλῆς καὶ πώγωνος ψίλωσις γυναικὸς ἴδιον, ταὐτὸν δὲ φάναι μωρίας καὶ ἀφροσύνης τεκμήριον.

Τοῦτο μὲν ὅπως ἔχοι καὶ εἰς οἷον ἄτοπον τὰ τοῦ λόγου προῆλθεν, αὐτόθεν δῆλον καὶ τοῖς μικρὸν ἐπαΐουσι· νυνὶ δὲ τοῦτο προληπτέον τῶν λεγομένων, ὡς εἴπερ πᾶς ἀνὴρ φαλακρός τε καὶ πωγωνίας καθέστηκεν, εἶχεν ἂν καὶ τὰ ἀντικείμενα περὶ τὰς γυναῖκας χώραν, εἰ δι’ αὐτῶν διεστέλλοντο· νῦν δὲ ὥσπερ οὐ πᾶς πωγωνίας, ἀλλ’ ἔστιν οὗ καὶ σπανίζεται, καὶ αἶσχος τοῦτο τῇ φύσει γνωρίζεται, οὕτω δὴ καὶ οὐ πᾶς κομήτης ἀλλὰ καὶ φαλακροῦται ἀνὴρ καὶ καλύπτει καλύπτραις συχναῖς ὡς ἂν μὴ τοῖς πολλοῖς φανείη καὶ προσαφθείη μῶμος αὐτῷ καὶ σκῶμμα καὶ ὄνειδος, ἃ καὶ εἰς παίδων ὕβρεις διαβαίνει τοῖς φιλοσκώμμοσι, κρύπτεται δὲ τοῦτο μετὰ τῶν λοιπῶν οἷς αἰσχύνεσθαι πεφύκασιν ἄνθρωποι, εἴθ’ ὑπὸ φύσεως εἴτε μὴν ὑπό τινος δυστυχίας γεγενημένων. Ἐπεί γε, εἰ καλὸν ἦν, τίς χρεία τοσαύτης καλύπτρας τῇ κεφαλῇ; Οὐ γὰρ ψῦχος ἢ καύσων καταδυναστεύσειε φαλακρώματος, ὡς ἔφη Συνέσιος. Ἔοικε γοῦν ὡς αἰδεῖται ὁ φαλακρὸς γυμνὴν ἐπιδεικνύειν τὴν κεφαλὴν καὶ τοῦτο μὲν πάλιν ἔχει μαδηγενείου ὁ φαλακρός, ἐκεῖνος μὲν γὰρ οὐκ ἂν λάθοι οὐδ’ ἂν δυνηθείη ἐπιτεχνάσασθαι τῷ ἐλλείματι, φαλακρὸς δὲ καὶ σισόην ἐντίθησι καὶ ἀπατᾷ τῇ κομμώσει μέχρις ἂν θάνατος ἀπελέγξειε τὴν φαλάκραν ὥσπερ ἄλλο τι τῶν ἀπηγορευμένων καὶ μὴ εἰς προὖπτον εἰωθότων ἐνάγεσθαι.

Γυναικῶν δὲ πέρι τοσοῦτον εἰπεῖν ἔχομεν, ὡς ἡ φύσις διεῖλεν ἄρρεν καὶ θῆλυ, οὐ κατὰ τὸν οὐσιώδη λόγον, κοινὸς γὰρ ἀμφοῖν καὶ παντάπασιν ὅμοιος, ἀλλὰ κατά τινα συμβεβηκότα τῇ ὑλικῇ διαρτίᾳ· καὶ ἄρρεν μὲν ὥσπερ ἔδει δημιουργῷ καὶ θῆλυ ὡσαύτως καὶ τινὰ μὲν κόσμον κοινὸν ἐν τούτοις εἰσήνεγκε, τινὰ δὲ ἰδιωματικὸν ἑκάστῳ ἀπεχαρίσατο, οἷον κόμη μὲν κεφαλῆς, κοινὸν ἀγλάϊσμα καὶ καλλωπισμός· πώγων δὲ ἀνδρὸς μόνου, ψιλοῖ δὲ τὰς γένυς τῇ γυναικί.

Καὶ ὥσπερ τινὰς τῶν ἀρετῶν ἀνδρικὰς ἐγνώκαμεν, ἑτέρας δὲ πρεπούσας τοῖς θήλεσιν, ἄλλας δὲ ἐφαρμοττούσας καὶ ἀμφοῖν τοῖν γενοῖν, οὑτωσί πως καὶ ἐπὶ τοῦ ἐξωτερικοῦ κόσμου τοῦ σωματικοῦ ἐπιστάμεθα· τόλμα μὲν γὰρ καὶ τὸ εἰς μάχην ὀξύρροπον καὶ τὸ ἄγαν ἅλλεσθαι καὶ τὸ ταχέως δραμεῖν καὶ πάντα ἔργα χειρὸς ἰσχυρᾶς τῷ ἄρρενι προσήκει καὶ οὐ τῷ θήλει· σιγὴ δὲ μακρὰ καὶ αἰδὼς πολλὴ καὶ οἰκουρία καὶ ταλασία, εὐφυὲς ἔργον τῇ γυναικὶ προσκεκλήρωνται· σωφροσύνη δὲ καὶ δικαιοσύνη καὶ μάλιστα φρόνησις, ἐξίσου ἀμφοῖν, καὶ ἔοικε τοῦτο τὸ χρῆμα τῇ κόμῃ τῆς κεφαλῆς· ἐπεὶ καὶ φρόνησις ἐν ἐγκεφάλῳ εἶναι πεπίστευται, διὸ δὴ καὶ κατὰ λόγον οὕτως εἰπεῖν ἔχομεν ὡς ἡ φρόνησις περὶ τὰς ἄλλας ἀρετάς, οὕτως ἡ κόμη περὶ τὰ ἄλλα κάλλη τοῦ σώματος· καὶ εἴπερ ἐστέρηντο γυναῖκες φρονήσεως, οὐ τὰ μικρὰ ἂν ἐζημίωντο, οὕτω δὴ καὶ οἱ κόμης ἄνδρες μὴ εὐμοιρήσαντες, τὰ μέγιστ’ ἂν εἰς ἀκοσμίαν δεδυστυχήκασιν. Ἀλλὰ Θεὸς μὲν καλῶς ποιῶν, ψυχῆς καὶ ταύταις μετέδωκε, κἀντεῦθεν καὶ νοῦ καὶ φρονήσεως, φύσις δὲ ἑπομένη τῷ δημιουργῷ, ὡραΐζει θριξὶ καὶ τὴν ἀνδρὸς κεφαλήν, κάλλος κοινὸν ἐντιθεῖσα τοῖς σώμασιν καὶ οἷον διὰ τούτου συνδέουσα, πώγωνος δὲ τρίχας ἐναλλάττει κατά τινα λόγον οἰκεῖον καὶ κρύφιον.

Ἔδει γὰρ καὶ ἰδιωμάτων τινῶν τοῖν γενοῖν ἵνα μὴ πάνυ ταυτίζοιντο, ἐπεί γε οὐχ ὅτι συμβάλλεταί τι τῷ τοῦ ἄρρενος ἤθει ἢ τῷ τοῦ θήλεος, ἐκ τούτου γνώσεται πᾶς. Ἐν λέουσιν ἄλλως τὰ τοιαῦτα συμβέβηκε, καὶ ἄρρην μὲν λέων ψιλὸς τὸν πώγωνα, φύει δὲ τρίχας ἡ θήλεια.