Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Κατὰ Συνεσίου

Γρηγόριος Βʹ Κύπριος

Απόρριψη της ταύτισης της φαλάκρας με τη φιλοσοφία

Στηλίτευση της προσπάθειας του Συνεσίου να αναδείξει τη φαλάκρα ως φιλοσοφικό γνώρισμα. Ανασκευάζεται το ρητορικό του αίνιγμα και παρατίθενται ομηρικά πρότυπα, ερμηνεύοντας την απώλεια των τριχών ως φυσική αταξία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 4 από 7

Ἐροίμην οὖν σε πρὸς τοῦ λογίου, Συνέσιε, εἴ σοι ἡ φύσις περὶ τὴν ῥάχιν καὶ τὰ μετάφρενα τρίχας ἔφυσε, καὶ λάσια μὲν ἦν σοι πλευρά, ἀμφιλαφῆ δὲ τὰ περὶ γλουτούς· ἆρ’ οὐ τέρας ἐδόκεις καί σου πάντες ὡς ἀπὸ θηρός τινος ὑπεχώρουν ἢ φάσματός τινος ξένου, ὁποῖον τὸν Πᾶνα ἢ τὸν σάτυρον γράφουσιν; Ὃ γοῦν γυμνὸν γεγονὸς ὑπὸ φύσεως τοῦτο, εἰ ἐπυκνοῦτο τριχί, σὺν τῷ αἰσχρῷ καὶ ἀποτρόπαιον ἐλογίζετο, οὕτω δὴ καὶ τὸ τριχωθὲν ὑπὸ φύσεως, ὑπὸ νόσου ἢ τέχνης ἢ ἄλλης τινὸς δυστυχίας πως γυμνωθέν, ἀπευκταιότατόν τε καὶ δυσμορφότατον.

Ἄκουσον δὲ καὶ παρ’ Ὁμήρου, ὅπως περὶ φαλάκρας φρονεῖ, εἰδότος καὶ λόγους ἐγκωμίων καὶ ψόγους κατὰ καιρόν. Καὶ παρατρέχω αὐτοῦ τοὺς Εὐφόρβους καὶ τὰς καλὰς ἐκείνας ἐθείρας ἃς ὁ μέγιστος ἐγκωμιάζει τῶν ποιητῶν, καὶ τοὺς Ἀχιλλέας καὶ τοὺς ξανθοὺς Μενελάους· πολλῶν γὰρ οὗτος ἐγκωμίων ἀφορμὰς χαρισάμενος καὶ οἷς δεῖ χρᾶσθαι πρὸς λόγον εὐφημιῶν τοῖς μετ’ αὐτὸν φιλοτιμησάμενος, παρασχεῖν δὲ καὶ ψόγων λόγους βουληθεὶς καὶ οἷς εἰκὸς αἰσχρὸν λογίζεσθαι ἄνθρωπον, οἷον ἀρχέτυπόν τι τοῖς θέλουσι μιμεῖσθαι, παράγει πρὸς μέσον Θερσίτην τινά, καὶ ἐν αὐτῷ πάντα τίθησι τὰ αἰσχρά, τὸ φοξόν, τὸ φολκόν, τὸ κυρτὸν καὶ ἐπὶ τούτοις τὸ φαλακρόν, καὶ τοῦτο οὐκ ἀτεχνῶς ἀμιγές, ᾐδέσθη γὰρ τὸ πάντῃ αἴσχιστον διαγράψαι τὸν ἄνθρωπον. Ἀλλ’ ἔγγιστα τοῦτον τοῦ φαλακρώματος τίθησιν, εἰ μὴ παρέργως ἀναγινώσκεις ψεδνὴ δ’ ἐπενήνοθε λάχνη. Καὶ τοῦτον οὐκ ἀπεργάζεται φρόνιμον τὸ λεπτὸν τῆς τριχώσεως, ὅπερ ἔδει διὰ τὸ γνώρισμα, ἀλλὰ καὶ λίαν ἀνόητον, ἀμετροεπὴς γὰρ ὤν, δίκην κολοιῶν ἐκολῴα· ὃ τῆς ἐσχάτης ἀφροσύνης πέφυκεν ἴδιον. Τὸ μὴ φρονεῖν γὰρ καὶ σιγᾶν ἧττον ἐστὶ κακὸν ἢ τὸ οὑτωσὶ διακεῖσθαι καὶ ληρεῖν ἄμετρα.

Πάλιν οὖν ὁ Συνέσιος ἐπέρχεται μετ’ αἰνιγμάτων ἡμῖν, καί φησιν· οὐδεὶς κομήτης ὅστις οὐ ... καὶ τὸ ἑξῆς οὐ προστίθησιν, ἀλλ’ ὥσπερ ὑπὸ Πυθίας εἰρημένον φέρει τὸ λόγιον καὶ τὸ λεῖπον παρίησι. Βάλλει γοῦν ἡμιαμβείοις ἡμᾶς, ὡς ἡμιτόμοις τισὶν ὀϊστῶν· ἡμεῖς δὲ ἂν τὸ βέλος ἀναπληρώσαιμεν καὶ προσεπιβάλοιμεν καὶ τὸν σίδηρον δι’ οὗ τρωθήσεται κατακάρδια. Ὡς γοῦν αἱ τῆς Πυθίας ἱέρειαι, κατὰ κεφαλῆς οἷον χρησμὸν ἀναιρεῖ, ἔγωγε δὲ οὐκ ἂν ὀκνήσαιμι ἐμαυτὸν καθίσαι τῶν χρωμένων ἐξηγητήν, κἂν ἀμισθὶ περὶ τὸ ἔργον ὡρμήκαμεν· οὐδεὶς κομήτης, ὅστις οὐ ... καλὸς φύσει. Ὑπέρευγε τῆς σαφοῦς ταύτης καὶ ἀληθοῦς ἐξηγήσεως. Τίς γάρ ἐστιν ὅστις οὐ κόμην ἐπῄνεσε, κἂν μὴ τύχῃ αὕτη καλή; Ἀλλ’ οὖν γε ὡς κόμην ἁπλῶς, τίς διὰ κόμην ὑβρίσθη; τίς ὅτι τρίχας ἔσχε πολλὰς ἐν βίβλῳ τῶν ψεγομένων ἐγγέγραπται; τίς εἰς σκηνὴν παρήχθη διὰ κόμην πολλήν; Οὐδείς ἐστιν, οὐκ ἔστιν ὅστις μὴ ταύτην καὶ πεφίληκε καὶ εὐφήμησε καὶ μὴ τυχὼν αὐτῆς γενέσθαι βεβούληται. Ἐπεὶ γοῦν τὰ τοῦ χρησμοῦ ἐκείνῳ πρὸς τοὐναντίον ἐχώρησεν, ὥσπερ ἀμέλει καὶ Κροίσῳ τοῦ χρησμοῦ τὴν δύναμιν ἀγνοήσαντι· φέρε δὴ καὶ ἡμεῖς ὃν ἐκ Δήλου παρὰ τοῦ ἀκερσεκόμου νυνὶ παρειλήφαμεν λέξωμεν· οὐδεὶς φαλακρὸς ὅστις οὔ ... Ἀλλὰ βούλει, Συνέσιε, τὸ λεῖπον τοῦ τριμέτρου προσεπιθεῖναι αὐτός, ἢ δέδιας μὴ κατὰ τῆς σαυτοῦ κεφαλῆς φανείης ἐξηγητής;

Ἀλλ’ εἴπερ ἐθέλεις, αὐτὸς μὲν ἀτρέμας ἦσο καὶ ἄλλων μῦθον ἄκουε· ἤδη γάρ σοι ἐπῆλθεν ὁ σαφῶς ἑρμηνεύσων τὸ χρησμοδότημα· οὐδεὶς φαλακρός, ὅστις οὐκ ... αἰσχρὸς φύσει. Μῶν οὐ δοκεῖ σοι κάρτα σεσαφηνίσθαι καὶ ἀληθέστατον πάνυ τὸ λόγιον;

Ὅστις γὰρ φαλακρὸς ὤν, οὐκ ἐπαισχύνεται τὴν κεφαλὴν ἐπιδείκνυσθαι; Καὶ ναί, μὰ Δία γε, καὶ ἐπικρύπτει ταύτην καὶ λανθάνειν ἐθέλει πάντας καὶ εἰ φαλακρὸς ἀκούσει παρά του, τὴν ἐσχάτην ὕβριν τοῦτο λελόγισται. Τίς γὰρ φαλακρὸν οὐκ εἰς σκῶμμα τίθησι τῶν νηπίων, τῶν μειρακίων, τῶν ἀκμαζόντων, τῶν γερόντων αὐτῶν, εἰ μή τις φαλακρὸς εἴη κατὰ Συνέσιον; Ὃς καὶ κρύφα βάλλει καλάμῳ τὴν κόμην, ἐπεὶ μὴ ἰσχύει μάχεσθαι φανερῶς, πρὸς τοσοῦτον πλῆθος ἀνταποδυόμενος κομητῶν, ὀλίγους τινὰς καὶ εὐσυνόπτους καὶ ἀσθενεῖς συμμάχους ἐπιφερόμενος, ὥσπερ εἰ ἑξαδακτύλους ἢ τετραδακτύλους εἰς τὸ συναίρεσθαι ξυνεκάλεσε κατὰ πενταδακτύλων συστησάμενος πόλεμον· εἰ γὰρ οὗτοι κατὰ πενταδακτύλων ἐχώρησαν, οὐκ εἰς καλὸν ἂν αὐτοῖς, οἶμαι, τὰ τοῦ πράγματος ἐτελεύτησεν. Οὕτω δὴ τὰ τῇ φύσει σπάνια, καὶ ἃ πρὸς αἶσχος ταύτης καὶ ὕβριν ὡς ἀποτεύγματα ἐς τὸ μέσον ἄγει Συνέσιος.

Σφάλλει γὰρ καὶ φύσις ἐνίοτε, οὐ κατὰ τὸν οἰκεῖον τῆς δημιουργίας λόγον, ἀλλὰ κατὰ τὴν τῆς ὕλης ἄτακτον κίνησιν, καὶ τὸ ταύτης οἴκοθεν δύσμορφον, τὴν τραχύτητά τε καὶ τὸ ἀνώμαλον καὶ τὴν πρὸς τὸ χεῖρον ἀλλοίωσιν· ἅπαν μὲν γὰρ εἶδος ἕστηκε, μεταβάλλει δὲ τὸ δεκτικὸν ἐκείνου καὶ πρὸς φανέρωσιν ὑποκείμενον· ἃ γοῦν ἔδει σιγᾶν καὶ ἐν μυχοῖς κρύπτειν φρενῶν καὶ μὴ προβάλλειν κατὰ τῆς μητρὸς ἡμῶν φύσεως, αὕτη γὰρ ἡμᾶς δημιουργεῖ προσεχῶς γεννᾷ τε καὶ τιθηνεῖ καὶ αὔξει καὶ πατέρας παίδων ἐργάζεται· ταῦτα φανεροῦν οὐ κατοκνεῖ γε Συνέσιος, οὔτε τὴν φύσιν αἰδούμενος οὔτε ταύτης τὰ πλημμελήματα εὐλαβούμενος, ἀλλ’ ὥσπερ τοῖς αἰσχροῖς ἐγκαλλωπιζόμενος, ἐμπομπεύει τῷ κατὰ κόμης λόγῳ. Δέον οὖν τοὐναντίον ποιεῖν εἰ μὴ ἐβούλετο τέως σιγᾶν· οἷον δὲ καὶ τὸ ἰσχυρότατον αὐτῷ καὶ θαυμασιώτατον τοῦ γενναίου ἐπιχειρήματος ὑπὲρ οὗ αὐτός, ὡς οἶμαι, τὸν λόγον πεποίηκε καὶ δι’ ὃν ἔγωγε τὸν παρόντα δυσχεράνας ἐνεστησάμην· βούλεται γὰρ ὡς ἑπόμενόν τι τῇ φιλοσοφίᾳ τὸ φαλακρὸν ἀποδείξασθαι, κἀντεῦθεν καὶ αὐτὸν ἀναφανῆναι φιλόσοφον μὴ ἄμοιρον φαλάκρας γενόμενον.

Τί γοῦν πεπονθὼς τοὺς μὲν πολλοὺς καὶ καλοὺς λόγους ἀφῆκεν οὓς ἐκεῖνος ἐγέννησε, φυσικούς τε φημὶ καὶ τοὺς ὑπὲρ τούτους, ἔτι γε μὴν συλλογιστικὰς μεθόδους καὶ τὰς ἐκ μαθημάτων ἀναγκαστικὰς ἀποδείξεις;

Ἐπὶ τὸ τῆς φαλάκρας αὐτοῦ καταφεύγει τεκμήριον καί φησιν· Εἰ φιλόσοφος, καὶ φαλακρός· εἰ μὴ φαλακρός γε, οὐδὲ φιλόσοφος. Ὡς θαυμασία σοι αὕτη ἡ ἀντιστροφὴ καὶ πολλῶν γε ἦν ἂν ἀξία, εἰ καὶ τῆς ἀληθείας ἀκροθιγῶς εἴχετο· νῦν δὲ οὕτως ἡ φαλάκρα, φαλάκρα γε ἀναπέφανται. Εἰ γὰρ ἀληθὲς τοῦτο, τίνος χάριν τοὺς παῖδας ἐς διδασκάλων πέμπουσιν οἱ γονεῖς μὴ πρότερον φοιτήσαντες ἐς Ἀπόλλωνος μαθεῖν ὡς εἴτε τὸ θεσπέσιον χρῆμα, ἡ φαλάκρα, ἐπισυμβήσεται ὕστερόν ποτε τῷ παιδὶ εἴτε καὶ μή; Ὡς ἂν οὑτωσὶ μὲν ἐσεῖται ἀνάγκης οὔσης εἰς τὸ διδασκαλεῖον διατρίψαι τὸν μείρακα, ἐκεινωσὶ δὲ μὴ τηνάλλως καταναλῶσαι τοσοῦτον χρόνον ἐν τοῖς μαθήμασιν ὧν οὐδόλως μετάσχοιτο, ἐπεὶ μηδαμοῦ γε φαλακρωθήσεται.

Ἀλλ’ ἐμοῦ, ὦ φιλοσοφώτατε—καὶ διὰ τοῦτο, ὡς ἔφησθα, φαλακρός—, ὁ τῶν τῆς φιλοσοφίας ὀργίων προεστηκὼς κομήτης ἦν καὶ πάνυ κομήτης καὶ καλὸς τὴν κόμην, εἰ καὶ ἄλλως οὐ διὰ φιλοσοφίαν ἑτέραν ταύτην ἀπέβαλε· ὥστε καὶ ὑπὲρ διδασκάλου μοι τὰ τῶν λόγων ἁμηγέπη τετέλεσται, ᾧ χάριν οἶδα πολλήν· καὶ ἔδει μὴ παριδεῖν τὸ μέγα χρῆμα καὶ αὐτοῦ ἰδιαίτατον, τὴν φιλοσοφίαν, τῇ ἀνάγκῃ τῆς σῆς γενναίας ἀντιστροφῆς ἀφαιρούμενον. Τί γοῦν, ἐπεὶ κομᾷ, οὐ φιλόσοφος; καὶ πῶς ἂν εἴη εὔλογον, ἐπειδή γε ὄντως φιλόσοφος; Ἐγὼ γοῦν τὸ τῆς φιλοσοφίας εὐλαβούμενος ὄνομα, οὐκ ἂν εἴποιμι οὕτως οὐδ’ ἐπισυνάψαιμι τῇ κόμῃ, ὡς αὐτὸς σὺ τῷ φαλακρώματι τὸ φιλόσοφον· εἶδον γὰρ εἶδον αὐτὸς φαλακροτάτους ἄνδρας, ὡς καὶ θέναρος αὐτοῦ γυμνοτέραν ἔχειν τὴν κεφαλὴν καὶ βοσκημάτων οὐδὲν διαφέροντας, ἐς μόνον δὲ γέλωτα καὶ ἀστεϊσμὸν τῶν ὁρώντων τυγχάνοντας.

Τὸ δὲ ἐμὸν ἐν τῷ λόγῳ τοιόνδε· ἔστι τὸ νήπιον τὸ κρανίον ψιλόν, ἀλλὰ δὴ καὶ μῶρον· ἔστιν ὁ ἀκμάζων κομῶν, ἀλλὰ δὴ καὶ φρονῶν· ἔστι γηραιὸς φαλακρός, ἀλλὰ δὴ καὶ ληρῶν. Ἐπὶ πᾶσι γὰρ τῶν πραγμάτων ἀρχὴν οἶδεν ἡ κίνησις καὶ ἀνάβασιν, καὶ τὴν ἐπὶ τῇ ἀκμῇ στάσιν, κἀκεῖθεν εἰς παρακμὴν ὥρμησε καὶ τελείως τὴν παῦλαν ἐφεύρηκεν. Ἔστι γοῦν ἐκ τῶν εἰρημένων ἡμῖν, οὑτωσί γε προτείνασιν, οὑτωσί γε καὶ ἀντιστρέψασθαι· Εἰ νοήμων τις, καὶ κομήτης· εἰ μὴ κομήτης, οὐδὲ νοήμων. Καί ἐστιν ἐπιεικῶς ἀληθέστερον τουτοῒ ἤπερ τὸ ὑπὸ τοῦ Συνεσίου λεχθέν. Ἅπας γὰρ ἀνήρ, εἰ μήπου τις διαμάρτοι φύσεως, γέγονεν ἐν ἀκμῇ τῆς αὐτοῦ ἡλικίας καὶ τὸ ἀκμαῖον ἔχει τῆς γνώσεως· ἐν μάχῃ ὁ ὁπλιζόμενος, ἐν φιλοσοφίᾳ τε ὁ φιλοσοφῶν καὶ ἐν πάσῃ τέχνῃ σύμπας τεχνίτης· ταῦτα μὲν δὴ καὶ αὐτοὶ ὡς πρὸς τὰ τοῦ φιλοσόφου ἀντεστρέψαμεν. Νῦν δ’ ἕτερον τρόπον περὶ τὸν λόγον τρεψώμεθα.