Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Κατὰ Συνεσίου

Γρηγόριος Βʹ Κύπριος

Η φαλάκρα ως νόσος και η συμπαντική παρουσία της κόμης

Η φαλακρότητα περιγράφεται ως παθολογική ξηρότητα, πένθος και τιμωρία. Αντιπαραβάλλεται με την καθολική παρουσία της κόμης στο σύμπαν, από τη βλάστηση της γης έως τα ουράνια σώματα, τονίζοντας τη σημασία του φυσικού μέτρου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 5 από 7

Ἆρ’ οὐκ αἰδῇ, ὦ Συνέσιε, καὶ εἰ μὴ διὰ τὴν σὴν φαλάκραν, ἀλλ’ οὖν ὡς ἐγκωμιάζων ἔργον νόσου, καταλιπὼν τὸ εὖ ἔχον καὶ ὑγιῶς ὡς ἐπαινεῖν ἢ πένθους γνώρισμα ἢ ἁμαρτήματος τιμωρίαν; Ὡς γὰρ αὐτὸς ἀκούω τῶν ἰατρῶν, οὐδὲν ἄλλο ἐστὶ φαλάκρα ἢ νόσος δέρματος κεφαλῆς ἐπιταθέντος παρὰ τὸ δέον διὰ ξηρότητα. Τίς ἂν οὖν εὔξαιτο νοσῆσαι τοῦτο τὴν κεφαλὴν καὶ γενέσθαι φαλακράν, οὗ γὰρ τὴν θεραπείαν πολλῶν ἂν χρημάτων πρίαιτο τίς; πῶς ἀνάσχοιτο τῆς στερήσεως τὸ ἐγκώμιον;

Οἶδα δὲ καὶ ἐν πένθει κόμης τιλμόν, ὃς μὴ κατά τι γένοιτο τοῖς ἐμοὶ προσῳκειωμένοις ἢ ἐπιτηδείοις ποτέ, κἂν ὅτι τὸ πρῶτον τύχοι γενόμενον. Συνέσιος δὲ ἐγκωμιάζει γύμνωσιν κεφαλῆς, ᾗ καὶ μελανειμονία ἕπεται, ἀγνοεῖ δὲ οὗτος, ὡς ἔοικε, καὶ τοὺς ὑπὸ τῶν νόσων ἀγομένους εἰς τοὺς κουρέας κατὰ τῶν τῆς κεφαλῆς καὶ τοῦ πώγωνος, εἴ τί που φανεῖεν σφαλέντες τοῦ πρέποντος καὶ μὴ πράττοντες φωραθεῖεν τὰ ὑπὸ τῶν νόμων διαταττόμενα, οὓς καὶ κολάζειν μέν, οὐκ εὖ δὲ ποιεῖν οἱ δικάζοντες κάθηνται.

Εἰ μὴ ἰνδάλματα φιλοσόφων καὶ εἰκόνας τούτους ἐργάζεσθαι λέγεις, ἐν χρῷ τὴν κατὰ κεφαλῆς δεχομένους κουρείαν, καὶ τοῦτο δὴ τὸ μέγα χρῆμα καὶ ἀκριβὲς τῶν ζωγραφουμένων, ὥσπερ φάσκεις, τεκμήριον, φιλοσοφίας αὐτοῖς περιτιθέασι γνώρισμα, ὃ πᾶς ἀγαπήσει καὶ ζηλώσει ὡς ἂν ἀποξεσθείη πρὸς τοιοῦτον ὁμοίωμα.

Βαδίζει δὲ αὖθις μετὰ τῶν στοιχείων καὶ τῶν θεῶν, τοὺς ἀκειρεκόμας ὑπεριδὼν καὶ τὰς ἀμβροσίας καὶ κυανέας χαίτας τὰς τοῦ Διὸς καὶ πάντας, ὡς οἶμαι, ὁπλίζει καθ’ ἑαυτοῦ καὶ εὐθετίζει πτίλα δι’ ὧν καὶ βληθήσεται. Ἔγωγε δὲ οἶδα πάντα κομᾶν καὶ οὐκ ἔστιν ὃ μὴ κόμης ἐφίεται· εἰ δέ τι ἀποβάλλει κόμην, συναποβάλλει καὶ τὸ ὡραΐσμα· καὶ γὰρ οἷον τὸ εἶδος τούτου νενέκρωται, ὃ δὲ αὖθις ἂν ζῳογονηθείη, καὶ αὖθις κομᾷ, οὐ γὰρ ἀγαπᾷ κόμης ἄνευθεν ζῆν.

Ἦ γὰρ οὐχὶ γῆς μὲν κόμη φυτά, καὶ ὁ τῶν βοτανῶν ποικίλος ὡραϊσμός, φυτῶν δὲ τὰ φύλλα καὶ οἱ καρποί, ἃ χειμῶνος ὥρᾳ φθίνει, συννεκρωθέντα οἷον τῇ τούτων μητρὶ γῇ; Φαλακροῦται γοῦν αὕτη τῷ τότε καὶ δυσειδὴς ὁρᾶται τῆς κόμης χωρὶς καὶ δυσέντευκτος, οὐκ ὄψεσι παρέχουσα ἡδονὴν οὐδὲ γεῦσιν καταγλυκαίνουσα· ἐπὰν δὲ τὴν ζῳογόνον προσλάβῃ δύναμιν, εὐθὺς κομᾷ τοῖς φυτοῖς, φυτὰ δὲ τοῖς φύλλοις καὶ τοῖς καρποῖς, ἃ τῇ μητρὶ συναποπνέοντα γῇ, ὡς κόμην οἷον ἀπέρριψεν.

Οὐρανὸς δὲ οὐ τοῖς ἄστρασιν αὐχεῖ τὸ κομᾶν, κἂν ὅτι φαλακρὸν βεβούληται εἶναι Συνέσιος; Καὶ ἔγωγε ἂν φαλακρὸν κατωνόμασα, εἰ μὴ τοῖς ἄστρασιν ἑώρων κομῶντα· οὐ μὴν ἀλλὰ καὶ περὶ ὅλον κύκλον αὐτοῦ βαθεῖαν οἶδα τὴν κόμην. Οἶσθα τὸν γαλαξίαν, Συνέσιε, οὐδέν τι ἄλλο ὄντα καὶ ὀνομαζόμενον ἢ περὶ σφαίρας κύκλωμα, κόμην.

Ἥλιον δὲ καὶ αὐτοῦ τὰς ἀκτῖνας εἰ κόμην κατονομάσαιμι, οὐ πάνυ δόξω σοι τολμηρός, ὦ πολλὰ τοιαῦτα διὰ φαλάκραν τολμῶν. Ἡ σελήνη δὲ καὶ κομῆτις καὶ φαλακρά· φαλακρὰ μὲν ἡνίκα ἀποβάλοι τὸ φῶς, οἷον κόμην ἐκτίλασα, ὅτε μὴ ὁρῴη τὸν νυμφίον αὐτῆς ἥλιον· διὰ ταῦτα καὶ σκοτεινή τε καὶ σκυθρωπή, καὶ ταῖς ὄψεσιν ἀηδής· κομῆτις δ’ ἡνίκα λάβῃ τὸ φῶς, —τὴν ξανθὴν αὐτῆς κόμην, εἶπεν ἄν τις ποιητής—, ὥστε σεληναίᾳ τὴν φαλάκραν σου παραλληλίσας, Συνέσιε, λέληθας κομῆτιν σελήνην ἀντὶ φαλακρᾶς ἐπαινῶν, καὶ ἣν ἂν κομήτης ἀνὴρ εἰς οἰκεῖον ἐγκώμιον προὔθηκεν.

Ἐπεὶ γοῦν αἱ εἰκόνες σοι διεφθάρησαν, αὐτός σοι θείην ἑτέραν καὶ ἀληθεστέραν εἰκόνα· Ἑώρακάς ποτε ἐν κήπῳ κολοκύντην στρογγύλην τε καὶ ξηράν, καὶ εἰσάγαν συμπεπιλημένην ἔχουσαν τὴν δοράν; Ἄντικρυς ταύτῃ τὴν σεβασμίαν σοι φαλάκραν ἀφομοιῶ καὶ σύ γε αὐτὸς ὡς ἐν κατόπτρῳ ταύτῃ θεάσῃ σου τὸ φαλάκρωμα, εἰ μὴ κατὰ τὸν εἰπόντα κολοκύνταις λημᾷς, ὃς καί, ὡς οἶμαι, οὕτω μοι ἔχειν πεφώρασαι, εἰ περιβάλλεις τοσούτων ἐγκωμίων φαλάκραν ἔνδυμα, κόμην δὲ τῶν εἰκότων λόγων οὐκ ἀξιοῖς. Πῶς δέ σε παρέδραμε καὶ τὸ τῆς παροιμίας ὕπερον, ᾧ τὰ λίαν ἀπεικάζει γυμνούμενα, ὡς τούτῳ ἂν καὶ φαλάκρα λίαν ἔσχε τὸ ἐμφερές; Γυμνὰ γὰρ καὶ ἄμφω καὶ πρὸς λόγους παροιμιακοὺς ἐπιτήδεια.

Σὺ μὲν οὖν οἷα φῂς μαντεύεσθαι ἥξειν σοι, κατὰ κόμης καὶ ὑπὲρ φαλάκρας τοῦ λόγου προαναβαλλομένου, ἐγὼ δὲ οὔ φημι μαντεύεσθαι, τοῦτο γὰρ ἀμφίβολον καὶ οὐκ ἀναγκαῖον νενόμισται εἰς τὴν τοῦ μέλλοντος πρόγνωσιν, ἀλλ’ ὅσα καὶ οἷα ἐπελθεῖν μοι νενόηκα καὶ ἤδη ἐπῆλθον κατὰ τῶν φαλακρῶν πλημμυρήσαντα. Εἰ δὲ κόμη γενομένη κατ’ οὐρανὸν οὐκ αἴσιον σῆμα οὐδὲ φιλούμενον μάντευμα, καὶ θρὶξ οὐκ ἐν οἰκείῳ τόπῳ ἐκφῦσα, κακόν, ὥσπερ σὺ ἔφησθα τὴν ἐν ὀφθαλμῷ ἢ καὶ ὤτων ἐντός· πᾶν γὰρ τὸ παρὰ φύσιν ἢ αἰσχρὸν ἢ ὀλέθριον, βούλεται γὰρ ἡ φύσις τὰ ἐνταῦθα ποιοῦσα, μὴ ἄνευ τε χρόνων ἐφαρμοττόντων καὶ τόπων προσηκόντων αὐτοῖς, καλὰ γίνεσθαι. Καλὸν γὰρ τὸ γένειον ἐν ἀνδρί, ἀλλ’ ἐπὰν τὸν μείρακα παραμείψειεν, εἰ δὲ γενειάσει νήπιον, τέρας, εἰ δὲ περὶ τὰς ῥίνας ἢ καὶ τὸ μέτωπον, δυσειδέστατόν τε ἅμα καὶ βδελυκτότατον.

Οὐδὲν οὖν ἐστὶ τῶν ὄντων ὃ μὴ κομᾷ καὶ αὐτὸς ὁ νοῦς τοῖς λόγοις κομᾷ, λόγοι γὰρ ἔξωθεν προφερόμενοι, κόμη οἷον νοός, ἐξ ὧν εἰ μὲν πολλοί τε καὶ καλοὶ ὡραΐζεται, εἰ δὲ μὴ τοιοῦτοι καὶ σπάνιοι τὸ δύσμορφον κατακρίνεται· τῴ τοι καὶ φαλακρὸς ὀνομασθείη νοῦς ὁ μὴ δυνάμενος ἐξαγγέλλειν τὸ νόημα, ὥσπερ ἀσθένειαν ἔχων τὸ ἀνεξαύδητον.

Ταῦτα μὲν δὴ πρὸς τοὺς ἐκείνου μάρτυρας εἴρηται, θαυμάζω δὲ τὸν Συνέσιον, ὅπως παρεῖδε καὶ τοῦτο τὸ νόημα, λίαν ὑπὲρ φαλάκρας ὄν, ὅτι οὐ δεήσει τοῖς βαλανείοις καθαρθῆναι τὸν φαλακρόν, οὐ μικρόν τι τοῖς περὶ φιλοσοφίαν συμβαλλόμενον, εἰ καὶ ἄλλως φθείρει καλὸν καὶ χρειῶδες ἔργον σοφοῦ. Ἀλλὰ τοῦτο μὲν ὅπως καὶ παρεσιωπήθη, οὐκ ἔγνων· τὸν δὲ τὰ κεράμια συντρίβοντα τῇ κεφαλῇ τῷ λόγῳ παρεισκυκλεῖ, ὡς μέγα τι ἐκ τούτου τοῖς φαλακροῖς χαριζόμενος, εἰ καὶ οὗτοι φανεῖεν κατὰ κεφαλῆς τὰς ἐκ τῶν κεράμων ὑδρίας συγκλῶντες· ὅτι δὲ ὕβρις καὶ χλεύη καὶ ὁ φαλακρὸς τὸ ἐπονείδιστον εἰς δυσμορφίαν, εἰς δὲ νόσον ὡς ἑπόμενόν τι ἔχων αἴσχιστον ὁμοῦ καὶ ἐπιβλαβές, ὡς τοῦ δήμου πεπείραμαι φάσκοντος, ἑκὼν παρατρέχει.