Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Κατὰ Συνεσίου

Γρηγόριος Βʹ Κύπριος

Ιστορικά παραδείγματα και αλληγορίες περί της φαλάκρας

Ανασκευή των επιχειρημάτων του Συνεσίου που βασίζονται στον Ηρόδοτο. Η φυσική ομορφιά επαινείται με αναφορές στον Πλάτωνα, ενώ ο Συνέσιος παρομοιάζεται με την κολοβή αλεπού του αισώπειου μύθου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 6 από 7

Πολλὰ μὲν οὖν οὗτος ὁ φαλακρὸς κατὰ κόμης Συνέσιος εἰρηκώς, ἐπεὶ μὴ ἀξιόπιστον ἑώρα ἑαυτὸν ἐν τῷ πράγματι, παράγει καὶ τὸν Ἁλικαρνασέα Ἡρόδοτον, τάχα τοῖς ὑπ’ αὐτοῦ λεγομένοις συνηγορήσοντα, ἄνδρα τὰ πλείω τῶν ἱστορουμένων οὐχ ὑγιῶς ἐξαγγέλλοντα. Αἰγυπτίους αὐτῷ καὶ Μήδους ἀνῃρημένους μάρτυρας παριστάμενος, καὶ φοβῆσαι βούλεται τοὺς κομήτας ὡς ἂν μὴ μάχοιντο φαλακροῖς στερροτέρας αὐχοῦσι τὰς κεφαλάς, ὡς εἰ κυρίττειν κατὰ τράγους αὐτοὺς ἔμελλον. Ἔφη γὰρ περὶ τῶν Μηδικῶν κεφαλῶν Ἡρόδοτος· ψηφίδι ἂν διατετραναίης Αἰγυπτίου δὲ κεφαλήν, οὐδὲ χερμάδι ἂν διαρρήξαις αὐτῆ, αἴτιον δὲ τὸ Αἰγυπτίους ξυρᾶσθαι παῖδας ὄντας καὶ εἱληθερεῖσθαι πρὸς ἥλιον, Μήδους δὲ καὶ Πέρσας κομᾶν, κἀντεῦθεν ἀμενηνὰ φέρειν κάρηνα.

Ἆρ’ οὖν τί συνίετε εἰ ὑπὲρ φαλάκρας ὁ λόγος ἢ κατὰ κόμης ἐξενήνεκται; Εἰ στερροτέρας ἔχοιεν Αἰγύπτιοι Μήδων καὶ Περσῶν κεφαλάς, οὓς εἰ μὲν φαλακροὺς εἰς τὴν μάχην ἅπαντας φέρει, οὐ δεῖ κορύθων καὶ οἷς ἂν τὰ βέλη τῆς κεφαλῆς ἀποκρούσαιεν, ἀρκεῖ γὰρ τούτοις τὸ φαλακρὸν ὡς καὶ φόβητρον παρέχειν τοῖς ἀνταγωνισταῖς ὥσπερ νηπίοις ὁρῶσι, καὶ οὕτω δὴ μᾶλλον νικήσαιεν φαλακροί· εἰ δὲ καὶ οὗτοι στερροτέραις χρῶνται καταίτυξιν, ἢ οἱ τὴν κόμην φυσικὸν αὐχοῦντες φύλαγμα κεφαλῆς, πῶς κρείττους τὰ ἐς μάχην τῶν κομητῶν φαλακροί;

Ἄλλως τε οὐδὲ τοῦτο ποιεῖ τὸ τοῦ κρανίου στερέμνιον, εἰ τὸ βρέγμα εἴη ψιλόν, ἀλλά τι ἕτερον σύμβαμα ὑπὸ θερμότητος γεγενημένον, ὃ καὶ φύσις καὶ τόπος καὶ τέχνη δίδωσι ξηροτέρου τοῦ ὀστοῦ καὶ διὰ τοῦτο γενομένου δυσπαθεστέρου τῇ ἀνιμήσει ἔξωθεν τῆς ὑγρότητος. Εἰ γὰρ ἁπλῶς γύμνωσις κεφαλῆς τὸ αἴτιον ἦν, καὶ αὐτὸς ἂν εἶπεν Ἡρόδοτος ὡς φαλάκρα αἴτιον τοῦ στερρὰς ἔχειν Αἰγυπτίους τὰς κεφαλάς, ὁ δὲ οὐ τοῦτο φησίν, ἀλλ’ ὅτι εἱληθεροῦνται ξυρόμενοι. Ἔστι δὲ οὐ ξύρησις ἡ φαλάκρωσις, ἀλλὰ φύσεως χαύνωσις μὴ δυναμένης στέγειν ἅπερ εἰς κόσμον παρήγαγεν, οὐ γὰρ ὁ φαλακρὸς ἀλλ’ ὁ κομήτης ξυρᾶται. Λέληθε γοῦν οὐ φαλακρούς, ἀλλὰ κομήτας εἰς μάχην φέρων στερρὰς ἐσχηκότας διὰ τέχνης τὰς κεφαλάς· καταλέλυνται γοῦν οἱ τοῦ Συνεσίου Μῆδοι καὶ Πέρσαι καὶ Αἰγύπτιοι καθ’ ἡμῶν ἀπαρακαλύπτως στρατεύσαντες.

Ὅπως δὲ οὐ παράγει τῷ λόγῳ καὶ ἔθνος ὁλόκληρον φαλακρὸν ἱστορούμενον, ὅπου καὶ αἱ πλείους φαλακροῦνται τῶν γυναικῶν; Ἀλλ’ οὗτοι καὶ Πυθαγορικοῖς νόμοις χρῶνται, οὐ γὰρ σιτοῦνται ἔμψυχον, μάλα τοι τοῦτο εἰς φιλοσοφίαν συμβάλλεται, οὐδὲ οἰκίας οἰκοῦσιν εἰ καὶ μὴ Πυθαγορικὸν τὸ δόγμα, Κυνικὸν δὲ ἄντικρυς. Οὗτος μὲν ὁ λόγος τριχὸς ἄξιος τρόπον ὃν ἡ παροιμία βεβούληται, σοὶ γοῦν εἰ παιδίον γεγένηται, ἐπηύξω μὴ κομῆσαι, Συνέσιε, ἀλλὰ καθάπαξ φαλακρὸν φαίνεσθαι· εἰ δὲ σὺ τοῦτο διὰ τὸν σόν γε βεβούλησαι, ἀλλ’ οὖν ἡ μήτηρ τι τῶν ἀπευκταίων ἡγήσατο, κἂν ἀνόμοιον τῷ πατρὶ φαίνοιτο, μήπως τοῖς ἐκ γειτόνων καὶ τοῖς ἐπιτηδείοις ὥς τι τῶν ἀποβλήτων τεθείη πρὸς ὄνειδος.

Πλάτων μὲν οὖν ὁ καλὸς τὴν σοφίαν, τὸ καλὸν ἐν πᾶσι τοῖς οὖσιν ἐνσπαρῆναι πρὸς τοῦ δημιουργήσαντος τέθεικε, τοῦ γὰρ καλοῦ τε καὶ ἀγαθοῦ, πάντα καλὰ καὶ ἀγαθά, τοῦ δὲ κακοῦ καὶ αἰσχροῦ οὐκ ἔστιν ἀρχή, ἀταξία δὲ ὕλης καὶ παρυπόστασις τὸ κακὸν εἰσῆξε καὶ τὸ αἰσχρόν, ἃ φεύγειν μὲν βούλεται σῶμα, πειρᾶται δὲ καὶ ψυχή· ἀλλ’ ὁ τρόπος τῆς μίξεως τὴν δυστυχίαν εἰσήνεγκε καὶ λειχῆνες μὲν καὶ δοθιῆνες, ἀλφοί τε καὶ φαλάκραι, καθάπερ κῆρες τοῖς σώμασιν εἰσεφθάρησαν, ἐν δὲ ψυχῇ κακίαι πολυειδεῖς ἀνεφάνησαν. Ὡς γοῦν ὁ ψυχῆς μετασχὼν οὐκ ἂν βούλοιτο κακὴν φέρειν αὐτὴν καὶ πλέω κηρῶν ἢ πᾶσα ἀνάγκη μισεῖσθαί τε καὶ κακίζεσθαι, οὕτω δὴ καὶ ὁ μετειληχὼς σώματος οὐκ ἂν θελήσῃ αἰσχρὸν ἐνδεδύσθαι τοῦτο καὶ πᾶσιν εἰς ὕβριν ἐγκείμενον.

Εἰ πάντες οὖν πρὸς τῆς σῆς φαλάκρας, Συνέσιε, —παίζομεν γὰρ καὶ ἡμεῖς εἰς φαλάκραν, ὡς σύ γε εἰς τὴν κόμην ποτέ—, κομῆται γεγένηνται, τίς ἂν φαλακρὸς φανῆναι ὅλως ἠθέλησεν ἢ ἐπηύξατο, κἂν ἐν ἀκαρεῖ φιλοσοφῆσαι ἄριστα ἔμελλεν; Οὔμενουν εἰ μὴ ἀπόπληκτος ἐγεγόνει καὶ ἀπεφαλακρώθη φρονήσεως, εἰ δὲ φαλακροὶ πάντες, τοῦτ’ ἂν ἦν δαιμονία μῆνις περὶ ἀνθρώπους ἢ ἀρχὴ βροτείας φθορᾶς. Τίς οὖν οὐκ ἂν ἐδυσχέρανε περὶ τὸ πρᾶγμα; Πάντες, οἶμαι, κοινὴν ἂν συνεστήσαντο θρηνῳδίαν, καὶ ὡσπερεὶ τῶν σφετέρων πόλεων κατασεισθείσας ὠδύραντο τὰς ἐπάλξεις, εἰσι γὰρ ὡς ἀληθῶς τῆς μεγάλης ἀκροπόλεως ἐπάλξεις αἱ τρίχες τῆς κεφαλῆς, καὶ τοῦ θείου σηκοῦ οἷον προτεμενίσματα καὶ τοῦ ἱεροῦ χώρου περιρραντήρια.

Ἀλλ’ Αἰσώπειός μοι ὄντως ἀλώπηξ ἀνεφάνη Συνέσιος, μόγις γὰρ συνῆκα τοῦ σκευωρήματος. Καὶ γὰρ ἐκείνη ἁλοῦσα καὶ τὴν κέρκον ἀποκοπεῖσα, καὶ ἀγορὰν ἤθροισε καὶ ψήφισμα ἔγραψεν ὡς μὴ φέρειν οὐρὰς τὰς ἀλώπεκας βάρος ἄλλως ἐτώσιον, πολλῶν θ’ ἑτέρων χάριν καὶ τοῦ λανθάνειν τοὺς θηρευτάς. Κἂν ἐξέπραξε τοῦτο καὶ εἰς τέλος τὰ τῆς δυσβουλίας ἐξήνεγκεν, εἰ μή τις τῶν ἀπολελαυκυιῶν χρόνου τὴν σκῆψιν νενόηκε καὶ ἀληθῶς εἴρηκεν ὡς πάντες τε καὶ πᾶσαι ἑαυτοῖς καὶ μόνοις εἶναι βούλονται τὰ καλά.

Τάχα οὖν καὶ ἡμεῖς ἀλώπεκες ἐκ τῶν λόγων νῦν πεφωράμεθα· Συνέσιος μὲν ἡ τὴν οὐρὰν ταῖς πάγαις ἐκτετμημένη, ἐχέτω γὰρ ἄρτι φαλάκρα λόγον οὐρᾶς· ἔγωγε δὲ ἡ τὴν σκευωρίαν ἐφερμηνεύσασα, ἡ γὰρ παροιμία μοι συμβεβούλευκεν ἀντιξύειν τὸν ξύοντα. Ἀλλ’ οὗτοι μὲν παιζόντων μᾶλλον ἢ σπουδαζόντων οἱ λόγοι καὶ παιζόντων εἰς φαλάκραν, ὡς ἔθος μειρακυλλίοις ταῖς παιδιαῖς.