Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Κατὰ Συνεσίου

Γρηγόριος Βʹ Κύπριος

Φιλοσοφική διάκριση σωματικού και ψυχικού κάλλους

Η προσοχή στρέφεται στη διάκριση μεταξύ εξωτερικών χαρακτηριστικών και ψυχικών αρετών. Το έργο ολοκληρώνεται με τον τελικό έπαινο της κόμης, τη συνολική απόρριψη των θέσεων του Συνεσίου και τη σύντομη κατακλείδα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 7 από 7

Εἰ δ’ ἴσως ἀνέχῃ κἀμέ, Συνέσιε, μικρὸν περὶ τούτου φιλοσοφήσοντα καὶ οὐκ ἀπαξιοῖς τὴν ἡμετέραν εἴτ’ ἐπιστήμην, χρὴ λέγειν, εἴτε παιδείαν εἴτε γνῶσιν ἐκ πολυπειρίας συνηγμένην, κἀκ τοῦ πολλῶν καὶ σοφῶν λόγων ἐπακροάσασθαι, καὶ οὐκ ἐκβάλλεις τοὺς ἐμοὺς λόγους τοῦ σοῦ τῆς φιλοσοφίας οἰκήματος, ὡς τούτων λίαν ὑπερφρονῶν μὴ κατὰ τὴν Συνεσίου σοφίαν ὄντων ἢ μεγαλόνοιαν, ἀλλὰ κἀνταῦθα φιλοσοφεῖς τὸ μετριοφρονεῖν, λέξαιμι καὶ αὐτὸς περὶ τούτων ἄμεινον, ἄμεινον δὲ οὐ τῆς σῆς ὑψηγορίας καὶ τοῦ θειοτέρου φρονήματος—μὴ οὕτως ἐγὼ μανείην, ὡς τοιαῦτα δοξάζειν περὶ ἐμοῦ—, ἀλλ’ ἄμεινον ὄντως τῶν προλελεγμένων ἡμῖν, ἐκ φιλοσοφίας δὲ κἀμοὶ τὰ τῶν λόγων ἠράνισται.

Ἄνθρωπος πᾶς σῶμα ἐστὶ καὶ ψυχὴ καὶ οὐδεὶς ἀντερεῖν ἔχει οὐδὲ τῶν τὸ αὐτόματον εἰσαγόντων καὶ ἀπρονόητον, ἀλλ’ οἱ πλείους σχεδὸν ἐν πολλοῖς ἄλλοις διηνεγμένοι, ἐν τουτῳῒ συνηνέχθησαν καὶ διπλοῦν τὸν ἄνθρωπον ἀπεφῄναντο ψυχῇ διαπεπλασμένον καὶ σώματι. Ἀλλ’ ἔστι μὲν ἄλλο κάλλος ψυχῆς καὶ ἄλλο σώματος, ὥσπερ αὖ τὸ ἀγαθὸν ὡς ἐνουσία μὲν καὶ ἀμφοῖν, ἀλλ’ ὅσον τὸ μὲν ἀσώματόν τε καὶ ἄϋλον, τὸ δὲ περὶ ὕλην ἐστὶ σωματικόν· κέκραται μὲν γὰρ ἅπαν σῶμα στοιχείοις, τὰ δὲ ἐξ ὕλης καὶ εἴδους τὴν ὕπαρξιν εἴληφε, βούλεται δὲ ἅπαν εἶναι καλόν.

Σκοπεῖ δὲ τοῦτο καὶ φύσις, εἰ δέ που τι καὶ ἡμάρτηται, οὐ παρὰ τὸν λόγον ἀλλὰ παρὰ τὴν κίνησιν καὶ τὴν ὕλην ἡμάρτηται. Κατὰ ταῦτα καὶ ψυχῇ κάλλος οἷον ἐμπέφυκε νοῦς, μᾶλλον δὲ εἶδος καὶ ἐντελέχεια, ἐν ᾧ δὴ καὶ σύνεσις τεθεώρηται, ἐπιστήμη γνωρίζεται καὶ πᾶς ὁ τῶν ἀρετῶν κατάλογος τὴν σύστασιν εὕρηκεν· ὃς δὴ καὶ κόσμος ἀληθινὸς τῇ ψυχῇ ἐξ ἀσκήσεώς τε καὶ εὐφυίας, εὐμαθείας τε καὶ πολυπειρίας ἐπιγινόμενος.

Τούτων ἡ μίξις μὲν θαυμασία, θαυμασιωτέρα δὲ ἡ διάλυσις, ἀλλ’ οὔτε ἐν τῇ μίξει χρεία κάλλους ἐκ σώματος τῇ ψυχῇ, οὔτε μὴν ἐκ ταύτης αὐτῷ τὸ ἀνάπαλιν, εἰ μὴ ἄρα κατὰ συμβεβηκὸς φαίη ἂν ἀνὴρ διαλεκτικὸς ὡς ὡραῖον σῶμα τὸ ὑπ’ ἀρετῶν καλλυνόμενον καὶ τοὐναντίον καὶ ἔμπαλιν, ἀλλ’ οὔτε ἐν τῇ διαλύσει προσεπισύρεταί τι τῶν τοῦ σώματος ἢ αἴσχους εἴτε κάλλους ψυχή, ἀλλ’ αὐτὴ καθ’ ἑαυτὴν καὶ ὑφέστηκε καὶ γνωρίζεται ὑπὸ τῶν οἰκείων χαρακτηριζομένη διανοημάτων καὶ πράξεων· σῶμα δὲ πρὸς τῷ μηδέν τι τῆς ψυχῆς συνεφέλκεσθαι, καὶ τοῦ οἰκείου πάντως ἐστέρηται.

Τί γοῦν συνῆξέ μοι τὰ λεγόμενα; Ὡς ἄρα τὸ τῆς φαλάκρας οὐδέν τι τῇ ψυχῇ συμβάλλεται κατὰ νοῦν, πλάσις γὰρ ἑτέρα καὶ κρυφία διαρτία τὸ πρὸς νόησιν ἕτοιμον ἢ καὶ δυσκίνητον ἐκληρώσατο. Οὔκουν κατά τι εἰ μὴ καὶ ψυχῆς ἄγνοιαν φαίης ἂν κόσμον σώματος, ἔστι γὰρ τὸ ἀνάλογον· ὃ γὰρ κεφαλῇ φαλάκρα, τοῦτο ψυχῇ λήθη καὶ ἄγνοια, αἴσχη δὲ ἄμφω ἐν οἷς τυγχάνειν συμβέβηκεν. Οὐ μὴν ὅπου φαλάκρα καὶ ἄγνοια, ὥσπερ οὐδ’ ὅπου κόμη καὶ γνῶσις, ἀναιροῦμεν γὰρ ἤδη καὶ ἡμᾶς αὐτοὺς τοῖς λόγοις τούτοις, ὡς σέ. Παρρησιασαμένου γὰρ τἀληθοῦς, τὸ πιθανὸν ἅπαν ἀπορραπίζεταί τε καὶ ἀποπέμπεται· εἰ γοῦν οὐκέτι κοσμήσει κόμη ψυχήν, οὐδὲ ταύτῃ χαρακτηρίσει τὸ ἀγαθόν, σχολῇ γε ἂν ἡ φαλάκρα εἰκονιεῖ τε καὶ ὡραΐσειεν. Ἀλλὰ κεφαλῆς μὲν ἡ κόμη καλλώπισμα ἢ φυσικόν τι προφύλαγμα, φαλάκρα δὲ ταύτης δυσείδεια ἢ νοσήματος γνώρισμα, ψυχῆς δ’ ὡραιότης, γνῶσις καὶ σύνεσις καὶ ἡ ἐξεργασία τῶν ἀρετῶν.

Οὔτε γοῦν τῷ κομήτῃ τὸ τῆς κόμης ἐμποδὼν πρὸς παιδείαν καὶ ἀρετήν, οὔτε τὸ τῆς φαλάκρας εἰς τοῦτό τι συνηνέγκατο οὔτε μὴν ἐκεῖνο τινὶ συνεβάλετο, οὔτε τοῦτο πρὸς ἀντίξουν καθέστηκεν, ἀλλ’ ἑκάτερον κοσμεῖ τὸ σφέτερον ὑποκείμενον, καθὼς ἡ στέρησις ἀχρειοῖ· ὡς γὰρ ἐπιστήμη καὶ ἀρετὴ καθωραΐζει ψυχήν, οὕτως ἀμέλει καὶ ἡ ἀπουσία κατῄσχυνε. Μηκέτι γοῦν τὰ διεστῶτα μιγνύωμεν μὴ τοῖς ἀΰλοις τὰ ἐν ὕλῃ συμφύρωμεν, μὴ σωματικὰς ἕξεις ποιότησιν ἀσωμάτοις συγχέωμεν, ἀλλ’ ἕκαστον ἰδίοις κανόσιν ἐγκρίνωμεν, εἰ μικρόν τι μέλλει τῆς ἀληθείας ἡμῖν, καὶ ψυχὴν μὲν καλήν τε καὶ ἀγαθὴν ἐπαινέσωμεν, μὴ ὅτι τὴν τοῦ σώματος ἔχει κεφαλὴν φαλακράν, ἀλλ’ ὅτι ταῖς τῶν ἀρετῶν ἰδέαις κομᾷ καὶ παιδείᾳ πάσῃ πυκάζεται.

Μακαρίσωμεν δὲ καὶ κόμην ὡς ἀγλαΐσμα κεφαλῆς, ἔστι γὰρ ὡς ἀληθῶς, καὶ μᾶλλον εἰ τύχοι καλή, ὁποίαν ὁ ξανθὸς ηὔχει Μενέλαος, οἵαν ὁ τοῦ Πηλέως ἡλίκην Εὔφορβος ὁ καλός, ἣν χρυσῷ καὶ ἀργύρῳ διὰ τὸ κάλλος κατέδησεν Ὅμηρος. Εἰσὶ γὰρ αἱ τρίχες, ὡς ἔφημεν, κεφαλῆς φυτά, αἰσθήσεων ἄνθη, τέρψις ἔμψυχος, χάρις ἔμφυτος, κάλλος φαινόμενον καὶ τὰς ὄψεις εὐθὺς θηρώμενον, ἣν πάντες ἐπῄνεσαν, καὶ λογογράφοι καὶ ποιηταί, καὶ ὁ τούτων προϊστάμενος Ὅμηρος.

Φαλάκραν δὲ τίς ποιητῶν ἢ ῥητόρων μέχρι σου κοσμῆσαι λόγοις προείλετο, οἷσπερ οὐχ’ ὅλως ἂν ἐπεβάλου εἰ μὴ μετέσχες τοῦ πράγματος; Εἰ δὴ μετοχὴν εἴποι τις ἂν τὴν ἀπουσίαν καὶ στέρησιν, ᾧ καὶ τίς ἂν πιστεύσοι; ἢ τίνα ἂν θηράσαις λαβὼν πειθήνιον εἰ φαλακρὸς εἶ; Ὃς καὶ κομήτης ἦσθα, παίζειν ἔδοξας καὶ τἀναντία λέγειν βουλόμενος· οὐ γὰρ κυρτῷ τις πεισθείη ἂν αἱρουμένῳ εὐφημεῖν ῥάχεως λόρδωσιν. Ἔγωγε μὲν τὴν Συνεσίου φαλάκραν καὶ τιμῶ καὶ ἀσπάζομαι μᾶλλον ἢ ἑτέρων μὴ τοιούτων τὰς κόμας, καὶ εἴ τις ἄλλη τοιαύτη γέγονε ἐν φιλοσόφοις ἢ κοσμίοις ἀνδράσι καὶ ἡμῶν κρείττοσι, σύμβολον δὲ ταύτην μὴ εὑρίσκων κρείττονος ἕξεως, ἐρίῳ στέψας τῆς ἐμῆς ἀποβάλλομαι κεφαλῆς.

Καὶ γένοιτο μὲν ἐμοὶ καὶ παιδὶ ἐμῷ καὶ τοῖς ἄλλοις ἐπιτηδείοις μοι, Συνεσίου μὲν τὸ περὶ τὴν τῶν ὄντων γνῶσιν, εὐεπήβολον φρόνημα· φαλάκρα δὲ μηδαμῶς, ἀπευκταιοτάτην γὰρ ταύτην ἥγημαι, ἤπερ Ἡσίοδος τὸν κατὰ θάλατταν πλοῦν· ὅτου δὲ χάριν, εἴ πως μὴ αἰσχυνοίμεθα ὑπὸ παιδισκαρίων εἰς τὴν φαλάκραν παιζόμενοι ....

Τέλος ἀγαθόν.