Ἔργον
Γρηγόριος Βʹ Κύπριος – Παροιμίαι
Προοίμιο και Παροιμίες: Στοιχείο Α
Εισαγωγή στο έργο και συλλογή παροιμιωδών εκφράσεων που αρχίζουν από το γράμμα Άλφα, με τις αντίστοιχες ερμηνείες τους.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιο και Παροιμίες: Στοιχείο Α
Εισαγωγή στο έργο και συλλογή παροιμιωδών εκφράσεων που αρχίζουν από το γράμμα Άλφα, με τις αντίστοιχες ερμηνείες τους.
ΠΑΡΟΙΜΙΑΙ ΣΥΛΛΕΓΕΙΣΑΙ ΠΑΡΑ ΤΟΥ ἉΓΙΩΤΑΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΥΡΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΥΠΡΙΟΥ ΚΑΤΑ ΑΛΦΑΒΗΤΟΝ. Α. Ἀφροδίσιος ὅρκος οὐκ ἐμποίνιμος. ἐπὶ γὰρ τοῖς ἐρωτικοῖς ἐπιορκούμενοι οἱ θεοὶ οὐκ ὀργίζονται. Ἀετοῦ γῆρας, κορύδου νεότης παρόσον καὶ γηράσκων ἀετὸς κρείττων ᾖ νεάζοντος ὄρνιθος.
Ἀγροίκου μὴ καταφρόνει ῥήτορος ὅτι οὐδὲ τῶν εὐτελῶν χρὴ καταφρονεῖν. Ἄλλοτε δ’ ἀλλοῖον τελέθειν καὶ χώρᾳ ἕπεσθαι ὅτι προσήκει τινὰ ἐξομοιοῦν ἑαυτὸν τοῖς ἤθεσι τῶν πόλεων καὶ τόπων, ἐν οἷς ἂν γένοιτο· εἴρηται δὲ ἀπὸ τῶν πολυπόδων.
Ἄλλην δρῦν βαλάνιζε ἐπὶ τῶν ἀπαγορευόντων δώσειν ἔτι τὴν αἴτησιν εἰώθασι λαμβάνειν. Αἴρειν μασχάλην ἀντὶ τοῦ εὐωχεῖσθαι. εἴρηται ἀπὸ τῶν ἀγροίκως ὀρχουμένων. Ἀεὶ κολοιὸς πρὸς κολοιόν· καί· Ἀεὶ τὸν ὁμοῖον ἄγει θεὸς εἰς τὸν ὁμοῖον.
Ἀμαλθείας κέρας ὅτι τῇ τροφῷ αὐτοῦ Ἀμαλθείᾳ ὁ Ζεὺς ἐξ αἰγὸς τρεφούσης αὐτὸν παρέσχε κέρας, δι’ οὗ ἐπέβλυσεν αὐτῇ πᾶν ὃ ἂν ᾐτήσατο. Ἀετὸν ἵπτασθαι διδάσκεις ἐπὶ τῶν βουλομένων διδάσκειν τοὺς σοφωτέρους αὐτῶν.
Ἀγὼν πρόφασιν οὐκ ἐπιδέχεται οὐδὲ φιλία. Ἀγὼν πρόφασιν οὐκ ἀναμένει ἐπὶ τῶν φύσει ῥᾳθύμων καὶ ἀμελῶν, ἤτοι ἐπὶ τῶν μὴ προσιεμένων τοὺς λόγους τῶν προφασιζομένων. μέμνηται δὲ αὐτῆς Πλάτων· οὐ μέντοι μοι δοκεῖ προφάσεις ἀγὼν δέχεσθαι· καὶ ἐν Νόμων ἕκτῳ· ἀλλὰ γὰρ ἀγῶνα προφάσεις φασὶν οὐ πάνυ δέχεσθαι. Αἰσχύλος δέ φησι Γλαύκῳ Ποτνιεῖ· Ἀγὼν γὰρ ἄνδρας οὐ μένει λελειμμένους. καὶ Ἀριστοφάνης Θεσμοφοριαζούσαις β.
Ἄϊδος κυνῆ ἐπὶ τῶν ἐπικρυπτόντων ἑαυτοὺς διά τινων μηχανημάτων. τοιαῦτα γὰρ τὰ τοῦ Ἄϊδος. Ἄκρῳ ἅψασθαι δακτύλῳ ἐπὶ τῶν βλαβερῶν. Αἵμασι κλαίειν καθ’ ὑπερβολὴν ἐπὶ τῶν σφόδρα δακρυόντων. Ἄλλην μὲν ἐξηντλοῦμεν, ἡ δ’ ἐπεισρέει.
Ἄμμες ποτ’ ἦμεν. Ἀεὶ τὰ πέρυσι βελτίω. Ἀνὴρ ὁ φεύγων οὐ μένει κτύπον λύρας ἐπὶ τῶν ταχέως καὶ ὀξέως ὀφειλόντων ἕκαστα πράττειν. Ἄπληστος πίθος ἐπὶ τῶν γαστριμάργων. Ἁλιεὺς πληγεὶς νοῦν οἴσει ἁλιέα φασί ποτε τοὺς ἁλισκομένους ἰχθύας χειρὶ λαβόντα, ὑπ’ αὐτῶν πληγέντα τοῦτο τὸ παροιμιῶδες εἰπεῖν.
Ἀλώπηξ τὸν βοῦν ἐλαύνει ἐπὶ τῶν δολερῶν καὶ μικρῶν, ὅμως δὲ μεγάλους καταγωνιζομένων ἄφρονας. Ἅπας ἐχῖνος τραχύς ἐπὶ τῶν δυσκόλων καὶ δυστρόπων. ἐξαιρέτως χρειῶδες ἐπὶ τῶν κακωτικῶν ἢ εὐνούχων. Ἁλῶν μέδιμνον ἀποφαγών ἐπὶ τῶν ἀχαρίστων. ἥδε ἡ παροιμία τῶν ἠθικῶν.
Ἀνεῳγμέναι Μουσῶν θύραι ἐπὶ τῶν ἐξ ἑτοίμου τὰ τῶν τεχνῶν κάλλιστα ἀποδιδόντων γνώμῃ. Ἀρχαϊκὰ φρονεῖς ἤτοι εὐήθη. Ἀβυδηνὸν ἐπιφόρημα τὸ ἀηδές, διὰ τὸ τοὺς Ἀβυδηνοὺς μετὰ δεῖπνον προσάγειν τοὺς ἑαυτῶν παῖδας τοῖς εὐωχουμένοις κεκραγότας καὶ θορυβοῦντας καὶ ἀηδίαν ἐμποιοῦντας τοῖς δαιτυμόσι.
Ἄβρωνος βίος ὁ πολυτελής. Ἄβρων γάρ τις ἐγένετο πλούσιος· ὅθεν καὶ ἁβροδίαιτος. Ἀεὶ γεωμόρος εἰς νέωτα πλούσιος. Ἀδεὲς δέος ἐπὶ τῶν μάτην δεδοικότων. Ἀγαμεμνόνεια φρέατα Ἀγαμέμνων γὰρ παρὰ τὴν Αὐλίδα καὶ τὴν ὅλην Ἑλλάδα φρέατα ὤρυξεν.
Ἀγαμέμνονος θυσία ἐπὶ τῶν δυσπειθῶν καὶ σκληρῶν. θύοντος γὰρ Ἀγαμέμνονος ὁ βοῦς φυγὼν μόλις ἐλήφθη. Ἀγαθὴ καὶ μᾶζα μετ’ ἄρτον ἐπὶ τῶν τὰ δεύτερα τισὶ διδόντων. Ἀγαθώνειος αὔλησις ἡ ἡδίστη καὶ εὐφραντή.
Ἀνδριὰς σφυρήλατος ἐπὶ τῶν ἀναισθήτων. Ἀγέλαστος πέτρα ἐπὶ τῶν λύπης προξένων. ἐφ’ ᾗ ἡ Δημήτηρ, ὅτε τὴν κόρην ἐζήτει, ἐκάθισεν. Ἀγαθῶν θάλασσα· καί· Ἀγαθῶν θησαυρός· καί· Ἀγαθῶν ἀγαθίδες· καί· Ἀγαθῶν μυρμηκιά ἐπὶ πλήθους ἀγαθῶν λέγεται.
Ἁγνότερος πηδαλίου παρόσον ἐν θαλάττῃ τὸ πηδάλιον ἄττον, καθαρὸν ἐστίν. Ἄλλος οὗτος Ἡρακλῆς ἐπὶ τῶν ἰσχυρῶν. Ἅλις δρυός ἐπὶ τῶν εἴς τινα δίαιταν βελτίονα μεταβαλλομένων. παυσάμενοι γὰρ τῶν βαλάνων οἱ παλαιοὶ μετεῖχον σίτου καὶ οἴνου.
Ἄκαιρος εὔνοι’ οὐδὲν ἔχθρας διαφέρει ταύτην Ἱππόλυτος πρὸς Φαίδραν εἶπε, φάσκουσαν φιλεῖν αὐτὸν σφόδρα. Αὐτοὶ χελώνας ἐσθίετε, εἴπερ εἴχετε ἁλιεῖς ἡλίευσαν μεγάλην χελώνην καὶ ἀνασπάσαντες αὐτὴν, ἐμέριζον τὴν παροῦσαν. τὸν δὲ Ἑρμῆν παριόντα ἐπὶ τὴν ἑστίασιν ἐκάλουν· ὁ δὲ τὸ προκείμενον εἶπε.
Ἂν οἶνον αἰτῇ, κονδύλους αὐτῷ δίδου ἐπὶ τῶν ἀγαθὰ μὲν αἰτούντων, δεινὰ δὲ λαμβανόντων. Αἱροῦντες ᾑρήμεθα ἐπὶ τῶν ἐλπισάντων νικᾶν τινάς, εἶθ’ ὑπ’ ἐκείνων ἁλόντων. Αἰάντειος γέλως ἐπὶ τῶν παραφρόνως γελώντων.
Ἀνίπτοις χερσίν ἐπὶ τῶν βεβήλοις χερσὶ τὰ ἱερὰ μεταχειριζομένων. Ἀκέφαλος μῦθος ἐπὶ τῶν ἀτελῆ λεγόντων. Ἄλλως ᾄδεις ἐπὶ τῶν μάτην πονούντων. Ἅμ’ ἔπος, ἅμ’ ἔργον ἐπὶ τῶν ὀξέως ἀνυομένων. Ἀντιπελαργεῖν ἀντιδιδόναι χάριτας. λέγεται τοὺς πελαργοὺς γεγηρακότας τοὺς γονεῖς τρέφειν.
Ἄνθρωπος ἀνθρώπου δαιμόνιον ἐπὶ τῶν ἀπροσδοκήτως σωζομένων. Ἄξιος τοῦ παντός ἐπὶ τῶν σφόδρα τιμίων. Αἰεὶ γέροντι νέαν ποτιβάλλειν κούρην ἐπὶ τῶν πρεσβυτέρων βουλομένων νέαις συνευνάζεσθαι. Ἄξιος εἶ τῆς ἐν Ἄργει ἀσπίδος ἐπὶ τῶν εὐγενῶν.
Ἀνέμου παιδίον ἐπὶ τῶν εὐμεταβόλων καὶ κούφων. Ἀνίπτοις ποσὶν ἀναβαίνειν ἐπὶ τὸ στέγος ἐπὶ τῶν ἀμαθῶς ἐπί τινα ἔργα ἐρχομένων. Ἀπὸ βαλβῖδος ἤτοι ἀπ’ ἀρχῆς δεῖ καλὸν εἶναι. Ἀντὶ κακῆς κυνὸς ὗν ἀπαιτεῖς ἐπὶ τῶν κακὰ ἀντὶ κακῶν ἐπιδιδόντων.
Ἀρχαιότερα τῆς διφθέρας λέγεις ἐπὶ τῶν μωρὰ διηγουμένων· ἡ γὰρ διφθέρα, ἐν ᾗ ὁ Ζεὺς ἐπεγράφετο τὰ γιγνόμενα, παμπάλαιος. Ἀφ’ ὑψηλοῦ μου καταγελᾷς ἐπὶ τῶν ἐξ ὕψους διαλεγομένων. ὡσανεὶ, πάνυ μου καταφρονεῖς.
Ἀργούντων χορός ἐπὶ τῶν κακὰ ποιούντων. Ἄνω κάτω πάντα ἐπὶ τῶν τὴν τάξιν μεταστρεφόντων. Μένανδρος Ἐγχειριδίῳ· καὶ ἐν Χήρᾳ· Τὸ λεγόμενον τοῦτ’ ἐστὶ νῦν, Τἄνω κάτω, φασί, τὰ κάτω δὲ ἄνω. Ἀκίνητα κινεῖν παροιμία καθ’ ὑπερβολήν, ὅτι μὴ δεῖ κινεῖν μηδὲ βωμοὺς ἢ τάφους ἢ ὅρους.
Ἀφ’ Ἑστίας ἄρχεσθαι ἐπὶ τῶν ἐν δυνάμει γενομένων καὶ πρώτους ἀδικούντων τοὺς οἰκείους, ἐπεὶ ἔθος ἦν τῇ Ἑστίᾳ πρώτῃ τῶν ἄλλων θεῶν θύειν. φέρεται δέ τις περὶ αὐτῆς μῦθος τοιοῦτος· μετὰ γὰρ τὸ καταλυθῆναι τὴν τῶν Τιτάνων ἀρχήν φασι τὸν Δία τὴν βασιλείαν διαδεξάμενον ἐπιτρέψαι τῇ Ἑστίᾳ λαβεῖν ὅτι ἂν βούλοιτο· τὴν δὲ τὴν παρθενίαν αἰτήσασθαι καὶ τὰς ἀπαρχὰς παρὰ τῶν ἀνθρώπων.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.