Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Παροιμίαι

Γρηγόριος Βʹ Κύπριος

Παροιμίες: Στοιχεία Β και Δ

Καταγραφή και ερμηνεία παροιμιών που ξεκινούν από τα γράμματα Βήτα και Δέλτα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 2 από 6

Β. Βάσανος λίθος ἐπὶ τῶν ἐξεταζομένων ἐν λόγοις, παρόσον ἡ Λυδία λίθος τὸν χρυσὸν δοκιμάζει. Βασίλειος ὀφθαλμός τὸν ἐπί τινα ἀρχὴν πεμπόμενον οὕτως ἐκάλουν. Βάτραχος Σερίφιος ἐπὶ τῶν ἀφώνων. Βάλλ’ ἐς ὕδωρ ἀντὶ τοῦ καταπόντισον. ἐπὶ τῶν ὀλέθρου ἀξίων.

Βορβόρῳ ὕδωρ λαμπρὸν οὔποθ’ εὑρήσεις ἐπὶ τῶν τὰ κάλλιστα μιγνύντων τοῖς αἰσχίστοις. Βὴξ ἀντὶ πορδῆς ἐπὶ περδόντων καὶ προσποιουμένων βήχειν ἢ γελᾶν. ὃ ἐκλαμβάνεται ἐπὶ τῶν ἐν ἀπορίᾳ τι πράττειν προσποιουμένων.

Βοῦς ἐν πόλει ἐπὶ τῶν θαυμαζομένων. Λυσίας γὰρ ἐν ἀκροπόλει βοῦν ἔθηκεν. Βατράχῳ ὕδωρ· καί· Στέαρ γαλῇ ἐπὶ τῶν ταῦτα διδόντων, οἷς χαίρουσιν οἱ λαμβάνοντες. Βάλλεις μήλοις ἐπὶ τῶν τυχεῖν ὧν ἐρῶσι βουλομένων.

Βαλανεύς ἐπὶ τοῦ πολυπράγμονος. οὗτοι γὰρ σχολὴν ἄγοντες πολυπράγμονες εἰσίν. Γ. Γλυκὺς ἀπείρων πόλεμος ἐπὶ τῶν ὑπ’ ἀπειρίας ἑαυτοὺς καθιέντων εἰς κινδύνους. Γέλως Ἰωνικός ἐπὶ τῶν ἐκλελυμένων. εἰς τοῦτο γὰρ οἱ Ἴωνες διεβάλλοντο.

Γνῶθι σαυτόν ἐπὶ τῶν ὑπὲρ δύναμιν κομπαζόντων. Γυμνότερος λεβηρίδος λεβηρὶς τὸ δέρμα τοῦ ὄφεως ἢ τοῦ ἐμβρύου. Γυμνῷ φυλακὴν ἐπιτάττεις ἐπὶ τῶν μὴ δυναμένων τὰ προστεταγμένα πληροῦν. Γηράσκω ἀεὶ πολλὰ διδασκόμενος ἐπὶ τῶν διὰ γῆρας ἐμπειροτέρων.

Γηρᾷ βοῦς, τὰ δ’ ἔργα πολλὰ τῷ βοΐ. Γυμνῇ τῇ κεφαλῇ ἐπὶ τῶν ἀναισχύντως χωρούντων πρὸς πᾶν τὸ τυχόν. Γυμνὸς ὡς ἐκ μήτρας ἐπὶ τῶν ἀπόρων. Γυναικὸς φρένας ἐπὶ τῶν ἀνοήτων. Γλῶσσα ποῦ πορεύῃ πόλιν κατορθώσασα καὶ πάλιν καταστρέφουσα ἐπὶ τῶν διὰ λόγων ἢ βλαπτόντων ἢ ὠφελούντων.

Γλαῦξ ἵπταται ἡ πτῆσις τῆς γλαυκὸς νίκης σύμβολον τοῖς Ἀθηναίοις ἐνομίζετο. Γλυκὺς ἀγκών ἐπὶ τῶν κατειρωνευομένων. τόπος δέ ἐστιν ἐν τῇ Μεμφίδι Ἀγκὼν προσαγορευόμενος ὑπὸ τῶν πλεόντων κατὰ ἀντίφρασιν ἴσως, διὰ τὸ δυσχερές. ἔνιοι δὲ τάττουσιν αὐτὴν ἐπὶ τῶν εὐθυμούντων, παρόσον τὸν ἀγκῶνα οἱ εὐφραινόμενοι τιθέασιν.

Δ. Δίκη δίκην ἔτικτε καὶ βλάβη βλάβην ἐπὶ τῶν φιλοδίκων καὶ συνειρόντων δίκαις δίκας. καὶ ἐπὶ τῶν πυκναῖς προσπιπτόντων συμφοραῖς. Δεινοὶ πλέκειν μηχανὰς Αἰγύπτιοι. Δὶς παῖδες οἱ γέροντες ἐπὶ τῶν πρὸς τῷ γήρᾳ εὐηθεστέρων εἶναι δοκούντων.

Δαιδάλεια ποιήματα ἐπὶ θαυμασμοῦ. Δικαιότερος σταχάνης ἐπὶ τῶν τὰ δίκαια ἀγαπώντων. οἱ γὰρ Δωριεῖς σταχάνην τὴν τρυτάνην καλοῦσι διὰ τὴν στάσιν. Διωλύγιον κακόν ἐπὶ τῶν μέγα τι κακὸν ὑφισταμένων. Διὸς ψῆφος ἐπὶ τῶν ἱερῶν καὶ ἀθίκτων.

Διὰ μέσου καὶ λιμὸς ἔῤῥει καὶ κάλλιστ’ ἀπόλλυται φθαρέντος γὰρ τοῦ λιμώττοντος καὶ ὁ λιμὸς ἀπόλλυται. Δίζεσθαι βιοτὴν, ἀρετὴν δ’ ὅταν ᾖ βίος. Δὶς καὶ τρὶς τὸ καλόν παροιμία, ὅτι χρὴ περὶ τῶν καλῶν πολλάκις λέγειν.

Ε. Ἐν ἅλῳ δρασκάζεις ἤγουν κρύπτῃ. ἐπὶ τῶν μὴ δυναμένων λαθεῖν. Εἴληφεν ἡ παγὶς τὸν μῦν ἐπὶ τῶν ἀξίως ἁλισκομένων. Ἕλκων ἐφ’ ἑαυτὸν ὥσπερ ὁ καικίας νέφος, Ἔπειτα πλουτῶν οὐκέθ’ ἥδεται φακῆ, πρὸ τοῦ δ’ ὑπὸ τῆς πενίας ἅπαντ’ ἐπήσθιεν.

Ἐν θέρει τὴν χλαῖναν κατατρίβεις ἐπὶ τῶν μὴ καθ’ ὥραν τοῖς ἀναγκαίοις χρωμένων. Εἰς θεοῦ ὦτα ἦλθεν ἐπὶ μεγάλων πραγμάτων. Εἷς ἀνὴρ, οὐδεὶς ἀνήρ. Ἐν νυκτὶ βουλήν ἐπειδὴ ἡ νὺξ παῤῥησίαν δίδωσι βουλεύεσθαι.

Εἰς πάγας ὁ λύκος ἐπὶ τῶν ἁρπαζόντων μὲν, κατασχεθέντων δέ. Εἰς μελίττας ἐκώμασας ἐπὶ τῶν κακουμένων ἀθρόως. Ἐν πέντε κριτῶν γούνασι τὸ γὰρ παλαιὸν πέντε κριταὶ ἔκρινον τοὺς κωμικούς· ἢ ὅτι ἐν γόνασιν εἶχον, ἃ νῦν εἰς γραμματεῖα ἐγγράφεται.

Ἐκ λύκου στόματος ἐπὶ τῶν ἀνελπίστως παρὰ τινῶν τι λαμβανόντων. Ἐλέφαντος οὐδὲν διαφέρει ἐπὶ τῶν ἀναισθήτων. Εἰς Τροιζῆνα βαδίζεις ἐπὶ τῶν ἐχόντων σπάνιν γενείων. Ἐλάφειος ἀνήρ ὁ δειλός. Εὐμεταβολώτερος κοθόρνου ὑποδήματος εἶδος ὁ κόθορνος, ἐφαρμόζων τοῖς δυσὶ ποσίν.

Ἔνθ’ οὔτε μίμνειν ἄνεμος οὔτε πλεῖν ἐᾷ ἐπὶ τῶν δυσχρήστοις παραπεσόντων. Ἐν γῇ πένεσθαι μᾶλλον ἢ πλουτοῦντα πλεῖν. Ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα ἐπὶ τῶν ἀλυσιτελῶν δώρων. Ἐν ἅλῳ δρασκάζεις ἤτοι ἐν ἅλῳ κρύπτῃ. ἐπὶ τῶν μὴ δυναμένων λαθεῖν.

Εἶμι γὰρ ἐπ’ αὐτὸν ἤδη τὸν κολοφῶνα τοῦ λόγου ἐπὶ μεγάλων καὶ ἀναντιῤῥήτων καὶ μεγάλην ἰσχὺν ἐχόντων. ἱστόρηται γὰρ, ὡς τῶν ἐν τῇ Ἀσίᾳ πόλεων ἐκκλησιαζουσῶν καὶ ψήφους καταβαλλομένων μηδὲν τέως ἰσχύειν αὐτὰς, εἰ μὴ καὶ ἡ τοῦ Κολοφῶνος καταβληθεῖσα τὸ κῦρος τοῖς ἐψηφισμένοις ἐδίδου.

Ἐγγύα, πάρα δ’ ἄτα ἐπὶ τῶν ῥᾳδίως ἐγγυωμένων καὶ κακῶς ἀπαλλαττομένων. λέγουσι δὲ αὐτὴν ἐν Δελφοῖς ἀναγεγράφθαι· οἱ δὲ εἶπον οὐχ οὕτως ἔχειν, ἀλλὰ μόνον ἐγγύη ἄτη· καὶ παρέχουσι μάρτυρα τούτου Κρατῖνον τὸν νεώτερον λέγοντα·

Εἰς ἐγγύας τρεῖς πεσὼν, ἀνῃρέθην. οὕτω ποτὲ ἐν Δελφοῖσιν ἦν τὰ γράμματα, τὴν ἐγγύην ἄτην. Ἀλλ’ ἐγὼ φιλέταιρον εἶχον ἔθος. ὅτι δέ ἐστιν ἡ ἐν Δελφοῖς ἐγγύα πάρα δ’ ἄτα δῆλον ποιεῖ Χαρμίδῃ ὁ Πλάτων, λέγων· ὃ δή μοι δοκοῦσι παθεῖν καὶ οἱ τὰ ὕστερα γράμματα ἀναθέντες, τό τε μηδὲν ἄγαν καὶ τὸ ἐγγύα, πάρα δ’ ἄτα.