Ἔργον
Γρηγόριος Βʹ Κύπριος – Παροιμίαι
Παροιμίες: Στοιχεία Ζ έως Ι
Παροιμιώδεις εκφράσεις και γνωμικά που εντάσσονται στα γράμματα Ζήτα, Ήτα, Θήτα και Γιώτα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Παροιμίες: Στοιχεία Ζ έως Ι
Παροιμιώδεις εκφράσεις και γνωμικά που εντάσσονται στα γράμματα Ζήτα, Ήτα, Θήτα και Γιώτα.
Ζ. Ζεὺς κατεῖδε χρόνιος εἰς τὰς διφθέρας ὅτι οὐκ ἀπρονόητος. τὸν γὰρ Δία φασὶν εἰς διφθέρας γράφειν τὰ πραττόμενα τοῖς ἀνθρώποις. Ζωὴ πίθου ἐπὶ τῶν μετρίως ζώντων. ἀπὸ Διογένους τοῦ φιλοσόφου, ᾧ πίθος ἡδίστη διατριβὴ ἐγένετο.
Ζῇ χύτρα, ζῇ φιλία. Η. Ἡ κύων ἐν τῇ φάτνῃ πρὸς τοὺς μήτε ἑαυτοῖς χρωμένους μήτε ἄλλους ἐῶντας. παρόσον ἡ κύων κριθὴν οὐ φάγει μένουσα ἐν φάτνῃ καὶ τὸν ἵππον οὐκ ἐᾷ. Θ. Θυμὸς ἔσχατον γηράσκει λέγεται διὰ τοὺς πρεσβυτέρους. ὅσον γὰρ γηράσκουσι, τὸν θυμὸν ἐῤῥωμενέστερον ἔχουσι.
Θαλάττῃ ἐκ χαράδρας ὕδωρ ἐπὶ τῶν τοῖς μεγάλοις τὰ μικρὰ προσφιλοτιμουμένων. Θάσος ἀγαθῶν ἐπὶ τῶν εὐδαίμονα καὶ λαμπρὸν ἀποδεῖξαί τινα ἐπαγγελλομένων. Θυμόσοφος ἐπὶ τῶν ὀξυμαθῶν καὶ εὐφυῶν. Θάμυρις μαίνεται ἐπὶ τῶν συνετῶς μὲν βιούντων, δοκούντων δέ τισι μαίνεσθαι. Θάμυρις γάρ τις ἰδὼν μαστιγούμενον οἰκέτην παρὰ τοῦ δεσπότου αὐτοῦ ἐν τῷ ἱερῷ καὶ μὴ τοῦ ἱεροῦ φροντίζοντος, τὴν οὐσίαν αὐτοῦ δοὺς ἀπεδήμησεν. ὃν οἱ ὁρῶντες ἔλεγον· Μαίνεται Θάμυρις.
Θεὸς ἡ Ἀναίδεια ἐπὶ τῶν ἀναισχυντίᾳ ὠφρυωμένων. Ι. Ἰλιὰς κακῶν ἐπῄει ἐπὶ ταῖς μεγίσταις συμφοραῖς. Ἴσως Ἐριννύς ἐστιν ἐκ τραγῳδίας τὰ γὰρ ἀποτρόπαια τῶν φαντασμάτων τραγῳδοῖς μᾶλλον ἁρμόττει. Ἰχθὺν νήχεσθαι διδάσκεις ἐπὶ διδασκόντων, ἃ ἐπίστανται.
Ἰαλέμου ψυχρότερος Ἰάλεμον τὸν θρῆνον φασί· λέγουσι δὲ αὐτὸν υἱὸν Καλλιόπης γενέσθαι κακοδαίμονα καὶ ὑστερούμενον καὶ ὀρφανόν. Ἱππεῖς προκαλεῖσθαι εἰς πεδίον ἐπὶ τῶν τοὺς ἔν τισι βελτίους καὶ ἐπιστημονεστέρους αὑτῶν εἰς ἔριν προκαλουμένων.
Κ. Κακοῦ κόρακος κακὸν ᾠόν ὅτι ἄβρωτόν ἐστι αὐτὸ τὸ ζῷον, ἀλλὰ δὴ καὶ τὸ ᾠὸν αὐτοῦ. ἢ ἀπὸ Κόρακος ῥήτορος πρώτου διδάξαντος τὴν ῥητορικήν· τὸν γὰρ μαθητὴν αὐτοῦ μισθὸν ἀπαιτῶν, εἰς τὸ δικαστήριον, εἶπεν ὁ αὐτὸς μαθητὴς, ἴωμεν, καὶ εἰ μὲν νικήσειας, οὐ μεμάθηκα· εἰ δὲ ἡττηθήσῃ, οὐ λήψῃ μισθούς.
Καθώσπερ αἱ τίτθαι σιτίζεις κακῶς. Κύων ἐπιστρέψας ἐπὶ τὸν ἴδιον ἔμετον. Κἂν ἐπὶ νεκροῦ κερδαίνειν ἐπὶ τῶν κερδαινόντων ἐκ πενήτων καὶ τεθνεώτων. Κατὰ ῥοῦν φέρεται. Καρκίνος λαγωὸν αἱρεῖ ἐπὶ τῶν ἀδυνάτων.
Καρκίνος λαιμὸν αἱρεῖ ἐπὶ τῶν ἀδυνάτων. Κανθάρου μελάντερος καί· Κανθάρου σοφώτερος ἐπὶ τῶν πονηρῶν καὶ κακοήθων. Κακοὶ τῆς πονηρίας πίνουσι τὴν ὁμίχλην ἐπὶ τῶν κατ’ ἀξίαν τιμωρουμένων. Κακῶν πανήγυρις ἐπὶ πλήθους κακῶν.
Κηροῦ εὐπλαστότερος ἐπὶ τῶν ῥᾳδίως τι ποιούντων. Καδμεία νίκη ἡ ἐπὶ κακῷ νίκη· Ἐτεοκλῆς καὶ Πολυνείκης υἱοὶ Οἰδίποδος, τινὲς δὲ Κάδμου, οὗ τὴν βασιλείαν διεδέξαντο, συνέθεντο πρὸς ἀλλήλους, ἕνα καθ’ ἕνα χρόνον βασιλεύειν αὐτούς. βασιλεύσας δὲ ὁ Ἐτεοκλῆς οὐκ ἐβούλετο Πολυνείκην κατὰ τὸ δόξαν βασιλεῦσαι, καὶ τῷ πολέμῳ ἀλλήλους διεχειρίσαντο καὶ ἐπὶ κακῷ νενικήκασιν, ὅτι ὁ ἕτερος ἀνεῖλε τὸν ἕτερον.
Καθ’ ἑαυτοῦ Βελλεροφόντης ἐπὶ τῶν καθ’ ἑαυτῶν τι ποιούντων. Κερκωπίζειν ἀντὶ τοῦ δουλεύεσθαι καὶ ἀπατᾶν. μετενήνεκται δὲ ἀπὸ τῶν Κερκώπων. Κατὰ βοὸς εὔχου ἐπὶ τῶν μέγα βοώντων. Κωφότερος κίχλης παρόσον ἄφωνον τὸ ζῷον.
Κανθάρου σκιά ἐπὶ τῶν φοβουμένων, ἔνθα οὐ δεῖ. Κορυδέως εἰδεχθέστερος ἐπὶ δυσμορφίᾳ οὗτος διεβάλλετο. Κεκύλισται ὁ πίθος ἐπὶ τῶν κατὰ μίμησιν ἑτέρων τι μάτην ποιούντων. Κύρβεις ξύλα πινακοειδῆ, ἐν οἷς τοὺς νόμους ἔγραφον.
Κοινὰ τὰ τῶν φίλων. Κατὰ ῥοῦν φέρεται ἐπὶ τῶν εὐπλοούντων. Κυνόσαργες ὁ τόπος, ἐν ᾧ οἱ νόθοι ἐξεκρίνοντο. κύων γάρ τις ἡρπακὼς κρέας, ἐκεῖ ἀπεκόμισεν· ὅθεν καὶ Κυνόσαργες. Καρπὸν, ὃν ἔσπειρας, θέριζε ἐπὶ τῶν τοιαῦτα πασχόντων, οἷα ἔδρασαν. παρῆκται δὲ ἀπὸ τοῦ στίχου·
Εἰ δὲ κακὰ σπείραις, κακά κεν ἀμήσαιο. καὶ πάλιν· Ὃς δὲ κακὰ σπείρει, θεριεῖ κακὰ κήδεα παισίν. Λ. Λύδιον ἅρμα ἐπὶ τῶν ἐριζόντων ἐν ἀγῶσι καὶ πολὺ ἀπολιμπανομένων. ὁ γὰρ Πέλοψ Λυδὸς ὢν ἐνίκησε τὸν Οἰνόμαον τῷ ἰδίῳ ἅρματι. καὶ ἔκτοτε ἡ παροιμία, παρὰ Λύδιον ἅρμα θέειν. ἡ παρὰ πρόθεσις σημαίνει καὶ τὴν πλησιότητα ὡς τό, ἕζετο, παρέζετο· καὶ τὴν πλείονα σχέσιν, ὡς τό, ὁρμῶ, παρορμῶ. σημαίνει καὶ τὴν ἐκτὸς σχέσιν, τὴν ἔξω τοῦ πρέποντος, ὡς τό, ἄνομος, παράνομος. ὡς τό· εἰ καὶ πεζοὶ ἦμεν πάρα Λύδιον ἅρμα θέοντες· ἀντὶ τοῦ· ἔξω καὶ μακρὰν τοῦ Λυδικοῦ ἅρματος τρέχοντες κατὰ σύγκρισιν· τάχιστα γὰρ τὰ Λύδια ἅρματα. τοιοῦτος δὲ ὁ μέγας Βασίλειος, ἅρμα Λύδιον.
Λεπτὴν πλέκει ἐπὶ τῶν πενιχρῶν. Λιβυκὸν θηρίον ἐπὶ τῶν πολυτρόπων, διὰ τὸ τὴν Λιβύην πολύθηρον εἶναι. Λυγκέως ὅμοιος ὁ ὀξυδερκής. Λήθαργος κύων ὁ προσσαίνων μὲν, δάκνων δὲ λάθρα. Λυδὸς ἐν μεσημβρίᾳ ἐπὶ τῶν ἀκολάστων, ὡς ταύταις ταῖς ὥραις ἀκολασταινόντων. οἱ γὰρ Λυδοὶ κωμῳδοῦνται ταῖς χερσὶν αὑτῶν πληροῦντες τὰ ἀφροδίσια. ἡ δὲ παροιμία αὕτη ὁμοία τῇ· Αἰπόλος ἐν καύματι, ἐπειδὴ ἐν ταῖς τοιαύταις ὥραις οἱ αἰπόλοι ἀκολασταίνουσι.
Λύκου πτερά ἐπὶ τῶν ἀδυνάτων. Λύχνον ἐν μεσημβρίᾳ ἅπτεις ἐπὶ τῶν ἐν καιρῷ ἀνεπιτηδείῳ τι ποιούντων. Λύκου ῥήματα ἐπὶ τοῦ καὶ λόγοις καὶ ἔργοις ἀδικοῦντος. ἰδὼν γὰρ λύκος ποιμένα προβάτεια ἐσθίοντα, εἶπεν· ἡλίκος ἂν ἤρθη θόρυβος, εἰ ἐγὼ ταῦτ’ ἐποίουν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.