Ἔργον
Γρηγόριος Βʹ Κύπριος – Παροιμίαι
Παροιμίες: Στοιχεία Λ έως Ο
Παράθεση και επεξήγηση παροιμιών που αρχίζουν από τα γράμματα Λάμδα, Μι, Νι και Όμικρον.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Παροιμίες: Στοιχεία Λ έως Ο
Παράθεση και επεξήγηση παροιμιών που αρχίζουν από τα γράμματα Λάμδα, Μι, Νι και Όμικρον.
Λευκῷ λίθῳ λευκὴ στάθμη ἐπὶ τῶν ἄδηλα ἀδήλοις σημειουμένων κἀν τούτῳ μηδὲν συνιέντων. ἡ γὰρ ἐν τοῖς λευκοῖς λίθοις στάθμη λευκὴ οὐ δύναται δεικνύναι διὰ τὸ μὴ παραλλάττειν, καθάπερ ἡ διὰ τῆς μίλτου γιγνομένη. ὡς Σοφοκλῆς Κηδαλίωνι· τοῖς μὲν λόγοις τοῖς σοῖσιν οὐ τεκμαίρομαι, οὐ μᾶλλον ἢ λευκῷ λίθῳ λευκὴ στάθμη· ἔστι δὲ στάθμη σπάρτος τεκτονική. κατ’ ἔλλειψιν δὲ εἴρηται ἡ παροιμία· διὸ καὶ ἀσαφὴς ἐγένετο· τὸ δὲ ὅλον ἐστὶ τοιοῦτον· ἐν λευκῷ λίθῳ λευκὴ στάθμη.
Μ. Μία λόχμη δύο ἐριθάκους οὐ τρέφει ἐπὶ τῶν ἐκ μικροῦ κερδαίνειν σπουδαζόντων. ἐρίθακος δέ ἐστιν ὄρνεον μονῆρες καὶ μονότροπον. Μέλιτος μυελός ἐπὶ τοῦ ἄγαν ἡδέος. Μὴ παιδὶ μάχαιραν μὴ τοῖς ἀπείροις ἐγχειρίζειν πράγματα, ἵνα μὴ καθ’ ἑαυτῶν χρήσωνται.
Μία χελιδὼν ἔαρ οὐ ποιεῖ, οὐδὲ μία μέλισσα μέλι. Μασχάλην αἴρειν ἐπὶ τῶν πολλάκις πινόντων. Μὴ μελαμπύγου τύχῃς μή τινος ἀνδρείου καὶ ἰσχυροῦ. Μὴ πῦρ ἐπὶ πῦρ. Μὴ κινεῖν κακὸν εὖ κείμενον. Μᾶλλον αὐτὸν λέληθεν ἢ οἱ τῆς θαλάσσης λεγόμενοι χόες ἐπὶ τοῦ πολυμαθοῦς καὶ ἐμπείρου.
Μυσῶν ἔσχατος ἐπὶ τῶν εὐτελεστάτων. Μὴ κινεῖν κακὸν εὖ κείμενον ἐπὶ τῶν ἑαυτοῖς ἐξ ἀγνοίας πράγματα ἐγειρόντων. ταύτης μέμνηται καὶ Ὑπερίδης ὁ ῥήτωρ ἐν τῷ πρὸς Ἀριστογείτονα· καὶ οὐδὲ ἐκ τῆς παροιμίας δύνασαι μανθάνειν τὸ μὴ κινεῖν κακὸν εὖ κείμενον. μετῆκται δὲ ἐκ τοῦ ἐν Ῥόδῳ κολοσσοῦ, ὃς πεσὼν πολλὰς οἰκίας κατέσεισε. βασιλέως δὲ βουλομένου αὐτὸν ἀναστῆσαι φοβούμενοι οἱ Ῥόδιοι μὴ πάλιν καταπέσῃ, τὸ προκείμενον ἐπεφθέγξαντο.
Μηδὲν ἄγαν ἑνὸς τῶν ἑπτὰ σοφῶν τὸ ἀπόφθεγμα, ὅμοιον τῷ· μηδὲν ὑπὲρ τὸ μέτρον. Ν. Νῷ πείθου ὁμοία τῇ· θεῷ ἕπου. Νέμεσις δέ γε παρὰ πόδας βαίνει παρόσον μέτεισι ταχέως ἡ δαίμων τοὺς ἡμαρτηκότας. Ο. Οἴκοι τὰ Μιλήσια· μὴ γὰρ ἐνθάδε ἐπὶ τῶν ὅπου μὴ προσήκει ἐπιδεικνυμένων τὰ ἀηδῆ ἐπιτηδεύματα καὶ διαβεβλημένα. Μιλήσιος γὰρ παρὰ Λακεδαιμονίοις δημηγορῶν καὶ τὴν οἴκοι τρυφὴν ἐπαινῶν ἤκουσε ταῦτα.
Οἶνος, ὦ παῖδες, ἀλήθεια. Οὔθ’ ὕεται οὔθ’ ἡλιοῦται ἐπὶ τῶν ἔξω πάσης φροντίδος ἑστώτων. Οὐκ ἐπαινεθείης οὐδὲ παρὰ δεῖπνα ἐπὶ τῶν μηδενὸς ἀξίων· εἰώθασι γὰρ ἐν τοῖς δείπνοις τὸν τελευτήσαντα ἐπαινεῖν, εἰ καὶ φαῦλος ἦν.
Οὐ μὴ χαμαὶ πέσῃ ἐπὶ τῶν διακενῆς οὐδὲν λεγόντων, ἀλλ’ ἐπιτυγχανόντων. ἥδε τοῦ Πλάτωνος. Ὁ κνὶψ ἐν χώρᾳ ἐπὶ τῶν ταχέως μεταπιπτόντων. κνὶψ γὰρ θηρίον ξυλοφάγον. Οἴκοι γενοίμην ἐπὶ τῶν ἐκφυγεῖν τὰ δεινὰ εὐχομένων.
Οὐδ’ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντός οἱ τῶν πλειόνων ἐπιθυμοῦντες καὶ ἃ ἔχουσιν ἀποβάλλουσι. Ὁ μῦθος ἀπώλετο ἐπὶ τῶν τὴν διήγησιν καὶ μὴ ἐπὶ πέρας ἀγόντων. Ὁ μῦθος ἀπώλετο τούτῳ τῷ λόγῳ χρῶνται οἱ λέγοντές τι πρὸς τοὺς μὴ προσέχοντας.
Ὁ τὸν ποταμὸν καθηγούμενος αὐτὸ δείξει ἐπὶ τῶν ἐκ τῆς πείρας γιγνωσκομένων. κατιόντων γάρ τινων εἰς ποταμὸν πρὸς τὸ διαπερᾶσαι, ἤρετό τις τὸν προηγούμενον, εἰ βάθος ἔχει τὸ ὕδωρ; ὁ δὲ ἔφη· αὐτὸ δείξει.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.