Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Παροιμίαι

Γρηγόριος Βʹ Κύπριος

Παροιμίες: Στοιχεία Π έως Τ

Συλλογή παροιμιών και γνωμικών φράσεων που αντιστοιχούν στα γράμματα Πι, Ρο, Σίγμα και Ταυ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 5 από 6

Ὀστράκου περιστροφή ἐπὶ τῶν διὰ τάχους εἰς φυγὴν ὁρμώντων, ἢ ἐπὶ τῶν εὐμεταβόλων. Οὐ πόλεμον ἀγγέλλεις ἐπὶ τῶν ἀγαθὰ ἀγγελλόντων. Π. Πολλὰ μεταξὺ κύλικος καὶ χείλεος ἐπὶ τῶν εἰς χρόνον μακρὸν γενήσεσθαι μελλόντων.

Πολλοί σε μισήσουσιν, ἂν σαυτὸν φιλῇς τοῦτό φασι Νύμφας πρὸς Νάρκισσον εἰπεῖν, ἀποβλέποντα εἰς πηγὴν καὶ τὴν οἰκείαν ποθοῦντα μορφήν. Πρὸ τῆς νίκης ἐγκώμιον ᾄδεις ἐπὶ τῶν προλαμβανόντων τὰ πράγματα. Παθὼν δέ τε νήπιος ἔγνω.

Πολλῶν ἐγὼ θηρίων ἀκήκοα ψόφους. Πενίη σοφίην ἔλαχεν ἐπειδὴ οἱ πένητες πολλὰς τέχνας ἐπιτηδεύουσι. Πάνθ’ ὑπὸ μίας Μύκονος ἐπὶ τῶν μίᾳ δίκῃ καταδικασθέντων. Πονηρὰ κατὰ τρυγόνα ψάλλεις ἐπὶ τῶν ἐπιπόνως ζώντων.

Πολύποδος ὁμοιότης πρὸς τοὺς ἐξομοιοῦντας ἑαυτούς. Πάντα κάλων ἐφέντες· ἢ σείσαντες ἐπὶ τῶν πάσῃ προθυμίᾳ χρωμένων. παρῆκται δὲ ἀπὸ τῶν τὰ σχοινία ἢ τὰ ἄρμενα χαλώντων ναυτῶν. Ρ. Ῥαδαμάνθυος κρίσις ἡ δικαιοτάτη.

Ῥόδον παρελθὼν μηκέτι ζήτει πάλιν ἐπὶ τῶν κυδαινόντων τινάς. Ῥόδον ἀνεμώνῃ συγκρίνεις ἐπὶ τῶν τὰ ἀνόμοια συμβαλλόντων. Ῥόδα μ’ εἴρηκας ἀντὶ τοῦ· ἐμοὶ τὰ παρά σου εἰρημένα ῥόδα ἐστίν. Σ. Σήπινον γερόντιον ἐπὶ τῶν ἀσθενῶν.

Σὺν τῷ θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται ἀντὶ τοῦ· θεοῦ βουλομένου καὶ τὰ κακὰ μεθίσταται εἰς τέρψιν. Τ. Τυφλότερος ἀσπάλακος ἐπὶ τῶν παντελῶς πεπηρωμένων. Τρυγόνος λαλίστερος ἐπειδὴ αἱ τρυγόνες οὐ μόνον τῷ στόματι, ἀλλὰ καὶ τοῖς ὀπισθίοις μέρεσιν ἠχοῦσι.

Τιθωνοῦ γῆρας ἐπὶ τῶν πολυχρονίων. Τὰς ἐν ᾅδου τριακάδας τιμᾶται δὲ ἡ τριακὰς ἐν ᾅδου διὰ τὴν Ἑκάτην. καὶ γὰρ Ἀθηνᾶ καὶ Ἄρτεμις καὶ Ἑκάτη ἓν εἶναι δοκοῦσι. Τὸν Μίδου πλοῦτον καὶ Κροίσου ἐπὶ τῶν ὑπερβολικῶς πλουτούντων.