Ἔργον
Γρηγόριος Βʹ Κύπριος – Παροιμίαι
Παροιμίες: Στοιχεία Τ έως Ω
Ερμηνεία και καταγραφή των τελευταίων παροιμιών της συλλογής, που εκτείνονται από το γράμμα Ταυ έως το Ωμέγα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Παροιμίες: Στοιχεία Τ έως Ω
Ερμηνεία και καταγραφή των τελευταίων παροιμιών της συλλογής, που εκτείνονται από το γράμμα Ταυ έως το Ωμέγα.
Τροχὸς τὰ ἀνθρώπινα ἤτοι εὐμετάβολα. Τυφλὸς τά τ’ ὦτα τόν τε νοῦν τά τ’ ὄμματ’ εἶ. Τὴν ἑαυτοῦ σκιὰν δέδοικεν, ἐπὶ τῶν σφόδρα δειλοτάτων. Υ. Ὑπέρου περιστροφή ἐπὶ τῶν τὰ αὐτὰ ποιούντων πολλάκις καὶ μηδὲν ἀνυόντων· ἢ ἐπὶ τῶν ταχέως τι πραττόντων.
Ὑπέρου γυμνότερος. Ὑπὲρ τὸν κατάλογον ἐπὶ τῶν γεγηρακότων. Ὑπόχαλκον τὸ χρυσίον ἐπὶ τῶν κεκιβδηλευμένων. Ὑπὲρ ὄνου σκιᾶς ἐπὶ τῶν μηδενὸς ἀξίων. Φ. Φρὺξ ἀνὴρ πληγεὶς ἀμείνων καὶ διακονέστερος νωθροὶ γὰρ δοκοῦσιν οἱ Φρύγες οἰκέται.
Φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος. Φρουρᾶς ᾄδων ἐπὶ τῶν ἀγρυπνούντων. Φρουρεῖν ἢ πλουτεῖν ἐπὶ τῶν κερδαίνειν ἐφιεμένων. Φρουρήσεις ἐν Ναυπάκτῳ ὅτι ὀλίγος μισθὸς ἐδίδοτο τοῖς Ναύπακτον φρουροῦσι, τῶν ἐπιτηδείων πολλοῦ πιπρασκομένων. Ἔνιοι δὲ, ὅτι Φίλιππος ἑλὼν Ναύπακτον Ἀχαιῶν γνώμῃ τοὺς φρουροὺς αὐτῆς ἀπέκτεινε.
Φιλέψιος ὅδε ἐπὶ τῶν φιλοπαιγμόνων. οὗτος γὰρ μεταξὺ τῶν δημηγοριῶν μύθους ἔλεγε. κεκωμῴδηται δὲ εἰς πανουργίαν. Χ. Χαλεπὰ τὰ καλά Πιττακὸν ἀποτιθέμενον τὴν ἀρχὴν πρὸς τοὺς θαυμάζοντας εἰπεῖν φασί, χαλεπὸν ἐσθλὸν ἔμμεναι. Σόλωνα δὲ μαλακίαν αὐτοῦ καταγνόντα φάναι· χαλεπὰ τὰ καλά. Φασὶ δὲ Περίανδρον τὸν Κορίνθιον κατ’ ἀρχὰς μὲν εἶναι δημοτικὸν, ὕστερον δὲ τὴν προαίρεσιν μεταβαλόντα τυραννικὸν γενέσθαι· ὅθεν ἡ παροιμία.
Οἱ δὲ τὰ χαλεπὰ ἀντὶ τοῦ ἀδυνάτου τιθέασι, ὡς μηδὲ ἐκείνου δυνηθέντος τηρῆσαι τὴν ἑαυτοῦ γνώμην. Χαλάσω τὴν ἱερὰν ἄγκυραν ἐπὶ τῶν ἐν κινδύνοις φευγόντων εἴς τινα δυνατόν. Χαμαιλέοντος εὐμεταβολώτερος χαμαιλέων ζῷόν ἐστιν εἰς ἅπαντα τὴν χρόαν μετατρέπων.
Χελώνη μυιῶν ἐπὶ τῶν ἀφροντιστούντων τινός. τῷ δὲ Ἀγαμέμνονι τῆς Θερσίτου παῤῥησίας ἔλαττον ἔμελεν ἢ χελώνῃ μυιῶν. Χειρώνειον ἕλκος ἤτοι ἀνήκεστον. Χθόνια λουτρά τὰ τοῖς νεκροῖς ἐπιφερόμενα. ἐκόμιζον γὰρ εἰς τάφους λουτρά.
Χύτραν ποικίλλειν ἐπὶ τῶν ἀδυνάτων. Χυτρεοῦς θεός ὀστράκινος, εὐτελής. Χρυσὸς Κολοφώνιος οἱ Κολοφώνιοι τὸν κάλλιστον χρυσὸν εἰργάζοντο. καὶ γὰρ πολύ φασι παραλλάττειν τοῦ ἄλλου τὸν Κολοφώνιον χρυσόν.
Ἐγὼ δὲ ᾤμην χρυσοχοήσειν κέχρηται τῇ παροιμίᾳ Πλάτων· τί δὲ, ἦ δ’ ὃς ὁ Θρασύμαχος, χρυσοχοεῖ. ἔλαβεν ἀρχὴν ἐντεῦθεν. ἔπεσέ τις φήμη ποτὲ εἰς τὸ πλῆθος τῶν Ἀθηναίων, ὡς ἐν Ὑμηττῷ χρυσοῦ ψῆγμα πολὺ φανείη καὶ φυλάττοιτο ὑπὸ τῶν μαχίμων μυρμήκων. οἱ δὲ ἀναλαβόντες ὅπλα ἐξέθεον ἐπ’ αὐτούς· ἄπρακτοι δὲ ὑποστρέψαντες καὶ μάτην κακοπαθήσαντες ἔσκωπτον ἀλλήλους, λέγοντες σὺ δὲ ᾤου ψῆγμα πολὺ συλλέξας χρυσοχοήσειν καὶ πλουτήσειν. ἐχλευάζοντο δὲ ὑπὸ τῶν κωμικῶν·
Εὔβουλος γοῦν φησίν· ἡμεῖς ποτ’ ἄνδρας Κεκροπίδας ἐπείσαμεν, λαβόντας εἰς Ὑμηττὸν ἐξελθεῖν ὅπλα. Ψ. Ψύρα τὸν Διόνυσον τὰ Ψύρα εὐτελὴς νῆσός ἐστι καὶ μικρὰ, πλησίον Χίου, μὴ δυναμένη οἶνον ἐνεγκεῖν. λέγομεν οὖν τὴν παροιμίαν ἐπὶ τῶν ἐν συμποσίῳ ἀνακειμένων καὶ μὴ πινόντων. λέλεκται δὲ καὶ ἐπὶ τῶν εὐτέλειαν σημαινόντων.
Ψεκὰς ὁ δρόσος. οὕτως ἐκαλεῖτο Ἀντίμαχος, πτυελώδης ὤν. οὗτος δὲ μελῶν ἦν ποιητής. οὕτω δὲ ἐκαλεῖτο, διότι προσέῤῥαινε τοῖς ὁμιλοῦσι διαλεγόμενος. ἐδόκει δὲ ὁ Ἀντίμαχος ψήφισμα πεποιηκέναι, ὅτι τὸ ἱερὸν πῦρ οὐκ ἔξεστι φυσῆσαι. δεῖ κωμῳδεῖν ἐξ ὀνόματος, ὡς μὴ καθαρεύοντι.
Ω. Ὠσὶν ἑστῶσιν ἐπὶ τῶν πρὸς τὸ ἀκοῦσαι τὰ ὦτα εὐτρεπιζομένων. Ὤδινεν ὄρος, εἶτα μῦν ἀπέτεκεν ὅταν ἐλπίσας τὶς μεγάλα μικροῖς ἐντύχῃ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.