Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Βίος τοῦ ἁγίου Λαζάρου

Γρηγόριος Βʹ Κύπριος

Εγκατάσταση στο όρος Γαλήσιο και άσκηση αρετών

Η εγκατάσταση του οσίου σε ερημικό σπήλαιο στο όρος Γαλήσιο, η προσπάθειά του για αφανή άσκηση, η πλουσιοπάροχη ελεημοσύνη του και η συρροή των πιστών για πνευματική ωφέλεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 5 από 8

Ὡς δὲ συχνότερον οἱ ἄνδρες τῷ μεγάλῳ παρέβαλον καὶ δι’ ὄχλου ἐγίνοντο, δῆμος ὄντες καὶ τὴν ἡσυχίαν ἐπιταράττοντες, οὗτος ὁ ἐκ παιδὸς ταύτης θερμότατος ἐραστὴς καθαρᾶς ἐπαπολαύειν αἱρούμενος, ἅτε ἡλικιῶτιν ταύτην ἔχων καὶ σύντροφον, καὶ διὰ ταῦτα μὴ φέρων τὸν χωρισμόν, σκέπτεται κἀκεῖθεν μὲν ἀναχωρεῖν, ἐπιδημεῖν δέ, ἔνθαπερ ἂν θορύβου καὶ ταραχῆς ἔσται οἱ ἀπηλλαγμένα τὰ τῆς βιοτῆς· καὶ δὴ κομιδῇ βραχείας ἐκεῖσε προσδιατρίψας ἡμέρας καὶ ταύτας ὅσον τὸν μητρικὸν ἀφοσιώσασθαι πόθον, ἐπειδήπερ τὴν μητέρα ἑώρα δυσφοροῦσαν τὰ μέγιστα καὶ ἀλύουσαν ἐπὶ τῷ χωρισμῷ, μετανάστης γίνεται τῶν ἐκεῖ· καὶ ὡς οὐκ εἶχεν ἐκ πρώτης χῶρον εὑρεῖν ἀσκήσει κατάλληλον, ἀλλ’ ἐπὶ πολὺ τῇδε κἀκεῖσε διετέλει πλαζόμενος, ὀψέ ποτε τὸ κατέναντι τοῦ ὄρους Γαλησίου ἀσκητήριον, ἐν ᾧ καὶ ναὸς Μαρίνης τῆς μάρτυρος μηνυθεὶς ἐπιτηδείως ἔχειν πρὸς τὸν ἐκείνου σκοπόν, ἀμελλητὶ γίνεται τοῖς ἐκεῖ.

Ἰδὼν δὲ τὸν τόπον δεινῶς ἡσύχιον καὶ τὰ πρὸς ἀρετὴν συμβαλέσθαι δυνάμενον, τοῖς ἐκεῖσε μοναχοῖς, δύο οὖσιν ἀδελφοῖς καὶ σώματα καὶ ψυχάς, τρίτον ἑαυτὸν ὁ μακάριος ἐγκαταλέγει. Τοῦτο τὸν πρόεδρον Ἐφεσίων λαθεῖν οὐκ εἶχεν, εἰς ἀκοὴν δὲ αὐτῷ παραχρῆμα γενόμενον ἔπεισέ τε τὴν ταχίστην ἐπὶ τὸ μνημεῖον γενέσθαι καὶ Λάζαρον τὸ φιλούμενον αὐτῷ ὄνομα ἐπιστηρίξαι τῷ τόπῳ· διενοεῖτο γὰρ καὶ λίαν συνετῶς ὡς, εἰ καὶ τοῦ πρώτου ἀπέτυχε, τοῦ παρ’ αὑτῷ δηλαδὴ ἔχειν τὸν ἄνδρα καὶ τῆς ἐξ ἐκείνου ὅσαι ὧραι ἀπόνασθαι ὠφελείας, ἀλλὰ τοῦ γε δευτέρου, τοῦ ἐκεῖνον δηλονότι πλουτεῖν ἀγχόθι κατασκηνοῦντα τῆς μητροπόλεως, ὡς ἂν ἔχοι τούτῳ συγγενέσθαι ὁπότε δεήσειε, πειρᾶσθαι ὡς ἐπίπαν μὴ διαμαρτεῖν. Οὕτως ἦν ὅλος τοῦ ἔρωτος ἁλοὺς τοῦ ἀνδρὸς καὶ πάντα δεύτερα τῆς ἐκείνου ἡγούμενος ἀπολαύσεως, ἐπειδήπερ κἀκ τοῦ τιμᾶν ἀρετὴν καὶ τοὺς ζῶντας κατ’ ἀρετὴν οὔμενουν ἐλάχιστον ᾔδει τὸν μισθὸν τοῖς οὕτως ἔχουσιν ἐπιγίνεσθαι.

Ἐπιστὰς γοῦν ὅλος ἡδονῆς ὁ ἀρχιερεὺς ὅλος εὐφροσύνης—ἐν μοίρᾳ γὰρ ἀτεχνῶς πανηγύρεως τὸ πρᾶγμα ἐτίθετο—καὶ Λάζαρον χαρμοσύνῳ ψυχῇ ἀσπασάμενος, ἐπεὶ πρὸς ἐκείνου γνοίη τὸν τόπον κατασκηνοῦν, ἐγχειρίζει αὐτῷ σὺν ὅσῃ τῇ χαρμονῇ τό τε σεμνεῖον καὶ τοὺς αὐταδέλφους ἐκείνους, πολλὰ τούτους πρότερον νουθετήσας ὅσα καὶ παῖδας πατρὶ προσανέχειν Λαζάρῳ καὶ μηδ’ ὅλως μηδὲν φανῆναί ποτε ἀντίξουν τῇ ἐκείνου γνώμῃ φρονήσαντας. Ἀμέλει τοι καὶ ὁ ἀρχιερεὺς τοσαῦτα εἰπὼν καὶ δράσας τῶν ἐκεῖ ἀπηλλάττετο, τὸν δὲ εἶχε τοῦ λοιποῦ τὸ σεμνεῖον τῆς πρὸς Θεὸν ὁδοῦ φιλοπονώτερον ἐφαπτόμενον.

Πολλῶν μὲν γὰρ δήπουθεν καὶ ἄλλων ὄντων τῶν κατὰ ταύτην παραπεμπόντων αὐτόν, εὐχῆς καὶ ὕμνου τέλος μὴ δεχομένων, νηστείας τῆς καὶ ὑπὲρ ἣν οἶδεν ᾄττειν ἀνθρώπων ἰσχύς, πρᾳότητος τοῦ ἐπισήμου τῶν ἐκείνου καλῶν, καὶ τῶν ἄλλων ὁπόσα τοῦ σεμνοῦ καταλόγου τῶν ἀρετῶν, ἁπάντων δὲ μάλιστα τῆς φιλανθρωπίας· ἧς ὁπόσον μετῆν τῷ ἀνδρί, λόγος οὐδεὶς ἐξαρκέσει εἰπεῖν· πλὴν μικρὸν ὅσον ταύτης μνημονευτέον, ὡς ἂν ἔχοι τις ὥσπερ ἐκ τοῦ ἀναθυμιαζομένου καπνοῦ τὸ ὑποτυφόμενον πῦρ τεκμήρασθαι τὸ λεγόμενον ἢ καθάπερ ἐκ τῆς τῶν νεφῶν συνδρομῆς καὶ μανότητος τὴν ὅσον οὔπω ἐν γῇ ἐπομβρίαν. 21.

Οὗτος τοιγαροῦν ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐπειδὴ κἀκεῖσε γενόμενος τῆς φίλης καὶ πάλιν ἀρετῆς προθυμότερον εἴχετο, προὔργου ἦν αὐτῷ πειρᾶσθαι λανθάνειν τοὺς πάντας ἁπαξαπλῶς, καὶ ὥσπερ φίλον ἡγεῖτο τήκειν τὴν σάρκα καὶ καθυποτάσσειν τῷ πνεύματι, οὕτω δῆτα καὶ ταῦτα πράττων λανθάνειν· ἐξ ἴσου γὰρ ἐτίθετο τόν τε μηδὲν ἀρετῆς μετερχόμενον καὶ τὸν μετερχόμενον μὲν οὐ μήν γε λανθανόντως καὶ Θεῷ μόνῳ γινωσκομένως ἀλλ’ ἐμφανείας χάριν καὶ ἐπιδείξεως· τοὺς μὲν γὰρ ἐπιδεικτικῶς ἀρεταίνοντας ἐρᾶν ἔφασκε τῆς παρὰ ἀνθρώπων δόξης καὶ ταύτην θηρεύειν ὁπόσῃ σπουδῇ, ὄνησιν δὲ παρὰ ταύτην εἶναι αὐτοῖς οὐδεμίαν, καθάπου καὶ τὰ ἱερά φησιν εὐαγγέλια ἀπέχειν ἤδη αὐτοὺς τὸν μισθόν, ὅτι πάντα πρὸς δόξαν τὴν παρὰ ἀνθρώπων εἰργάζοντο, ὥστ’ εἰ μηδένα τῶν πρακτέων εἶχον συνίστορα, μὴ ἂν σπουδάσαι αὐτοὺς ἐγχειρῆσαί τινι ποσῶς τῶν εἰς ἀρετήν, τοὺς δέ γε λανθανόντως τὰ τῆς ἀρετῆς μετιόντας Θεῷ τε μόνῳ γινώσκεσθαι καὶ παρὰ τοῦ γινώσκοντος πολλαπλάσιον ἀντιδοξάζεσθαι.

Ὅσῳ τοίνυν ἀμείνων ἡ παρὰ Θεοῦ δόξα τῆς παρὰ τῶν κάτω, ἡ μὲν γὰρ ἀκήρατός ἐστι καὶ αἰώνιος, ἡ δ’ ἐπίκηρος καὶ φθαρτὴ καὶ τοῖς πλείοσι μηδὲ μέχρι τελευτῆς παραμένουσα, ἐλεγχθέντος τοῦ πλάσματος καὶ πρὸ τῆς εἰς γῆν ἀποστροφῆς, παρὰ τοσοῦτον ἂν εἴη καὶ ὁ κρύφα κατὰ Θεὸν σπουδάζων βελτίων τοῦ δημοσίᾳ τὰ ἴσα δοκοῦντος, ἐργάζεσθαι· ἀλλ’ ὁ μὲν οὕτως εἶχε γνώμης πάντων ἔσχατον ἑαυτὸν καὶ λέγειν καὶ δεικνύειν, τῷ δὲ τοὐναντίον μᾶλλον ἢ γνώμης εἶχε προέβαινε· καὶ γὰρ ὃν τρόπον ὁ ἐπὶ πλήθουσαν ἀγορὰν ἐξ ἀπόπτου σαλπίζων τοῖς ἀγοραζομένοις ἅπασι καταφανὴς καὶ διάδηλος γίνεται, τὸν ὅμοιον δῆτα κἀκεῖνος τρόπον, ἔνθ’ ἄρα καὶ ἀπῄει, παραχρῆμα διάδηλος ἦν, καὶ ταῦτα μηδὲ σαλπίζων μηδ’ ἐξ ὑψηλοῦ διασημαίνων τὰ κατ’ αὐτόν, ἀλλ’ ἐν ἀφανείᾳ καὶ γῆς μυχοῖς, οἷάπερ οἱ τῶν μελιττῶν φιλεργοὶ τὸ μέλι τῆς ἀρετῆς ἐργαζόμενος. 22. Ἔνθεν τοι καὶ ἧν ὁρᾶν τοὺς ὡς ἐκεῖνον ὁσημέραι συρρέοντας καὶ ἀριθμὸν σχεδὸν ὑπερβαίνοντας.

Καὶ γὰρ ὃς ἔφθη πρὸς τὸν ὅσιον ἐνδεδημηκώς, τῷ μήπω ἐπιστάντι ὁμοῦ τε ἐμήνυε κἀκεῖνόν τε παραυτίκα ἑώρα τὴν ὁμοίαν αὐτῷ πορείαν ἀνύοντα καὶ σὺν σπουδῇ πρὸς τὸν ὅσιον ἀποτρέχοντα· καὶ τούτων μὲν οὕτω πανσυδὶ ἐπιφοιτώντων, πρῶτον ἔργον ἐκείνῳ, λόγῳ σωτηρίῳ καὶ τροφῇ τῷ ὄντι διαφερούσῃ ἀνθρώπῳ τρέφειν αὐτῶν τὰς ψυχάς, μετὰ δὲ κἀκ τῶν ὧν ἐτύγχανεν ἔχων τράπεζαν παρατιθέναι σωματικήν· καὶ τοῦτο οὐ ποτὲ μὲν διετέλει ποιῶν ποτὲ δὲ οὐδαμῶς, ἀλλὰ καίπερ βραχέων πάνυ τῶν ἐδωδίμων ὄντων αὐτῷ καὶ μὴ ἐξαρκούντων εἰς εὐτελῆ τῶν ἐνασκουμένων σὺν ἐκείνῳ ἑστίασιν, τῆς φιλανθρώπου ταυτησὶν ἀποσχέσθαι οὐκ εἶχεν ἐργασίας, κἂν εἰ καὶ μέχρι καὶ μάζης μιᾶς περιειστήκει αὐτῷ τὰ ἐδώδιμα· ὅπερ εἰς ἔκπληξιν οὐ μικρὰν ἐμβάλλει τὸν ἀναλογιζόμενον καὶ τῷ τοῦ Ἠλιοῦ πείθει θαύματι παραβάλλειν, τῷ περὶ τὴν δράκα φημὶ τοῦ ἀλεύρου καὶ τὸν ἐλαίου καμψάκην τὸν μὴ ἐλαττούμενον· πλὴν ὅσον Ἠλίας μὲν χήραν μετὰ τῶν τέκνων μίαν διατρέφων ἐτέλει καὶ παρὰ τούτους οὐδένα, ὁ δὲ οὐδὲν ἢ πάνυ βραχέα ἔχων τῶν ἐδωδίμων τὸν ἀπείραντον ἐκεῖνον τῶν παραβαλλόντων ἐσμὸν ἑστιῶν ἦν, μὴ γογγυσμοῦ ῥῆμα προϊέμενος· τοσοῦτον γοῦν αὐτῷ τὸ τῆς εὐποιΐας χρῆμα, τοσοῦτον τὸ τῆς μεταδόσεως, ὥστ’ ἔμοιγε δύνασθαι εἰπεῖν πάντας τοὺς ἐπὶ τούτῳ διαβοηθέντας ὑπερακοντίσαι τὸν μέγαν καὶ φέρειν κατὰ πάντων τὰ νικητήρια, ἐπεί τοί γε οἱ μὲν ἐκείνων ἐκ τοῦ περιττεύοντος τὴν εὐποιΐαν ἐπεδείκνυντο, οἳ δ’ ἴσως καὶ ἐξ αὐτῶν τῶν ἀναγκαίων ἀποτεμνόμενοι μικρὰ καὶ τοσαῦθ’ ὅσον μὴ δεῖσθαι παρ’ ἑτέρων, μόνος δὲ τῶν ἁπάντων οὑτοσὶ ἐξ ὧν ἐνῆν ἐκνενευρισμένον τῇ νηστείᾳ τὸ ἴδιον ψυχαγωγῆσαι σκῆνος καὶ τῶν καμάτων μικρὸν ἀνακτήσασθαι, καθάπαξ τὴν κατ’ ἐκεῖνο παρορῶν ἐπιμέλειαν, λίαν μεγαλοψύχως ἔπραττε τὴν μετάδοσιν, μονονουχὶ τροφὴν ἕτερον οὐδὲν ἢ τὸ τοὺς ἠπορημένους τρέφειν ἡγούμενος, ὅπερ κυρίως εὐποιΐαν καὶ μετάδοσιν ἔγωγε τίθεμαι, οἶμαι δὲ καὶ τῶν τὰ δίκαια βουλομένων λέγειν ὁστισοῦν· οὐ γὰρ τὸ τὰ περιττὰ καὶ ἄλλως εἰκῇ κεκτημένα ἀποσκευάσασθαι τὸν φίλοικτον ἐνδείκνυσι τρόπον, ἀλλ’ ἥ γ’ ἐκ τῶν ἀναγκαίων ἀφιερουμένη τοῖς πένησιν εἰσφορὰ καὶ ἡ τῶν ὧν ἐνδεῶς ἔχει τις ἑκούσιος ἐκφορά.

Ἀλλὰ τοῦτο μὲν γὰρ οὕτω θεοφιλῶς τῷ ἁγίῳ τελούμενον οὐκ εἶχεν ἡ ξυνωρὶς ἐκείνη τῶν αὐταδέλφων ὅπως μὴ βαρέως ἐνέγκῃ καὶ τὰ ἔσχατα ὀδυνηθῇ τὰς ψυχάς, τὰ μεγάλα δὲ μᾶλλον ἐδυσφόρει, ἔστενεν ἀπὸ ψυχῆς, ἐγόγγυζεν ὅσαι ὧραι, τὰ σπλάγχνα ὑπὸ τῆς ἀνίας διεπρίετο καὶ τὰ παρὰ τοῦ πατρὸς εἰς βρῶσιν τοῖς ξένοις παρατιθέμενα τῶν οἰκείων μελῶν ἀφαίρεσιν ἐλογίζετο· ὅθεν καὶ ἐπεὶ μεταπεῖσαι τοῦ τρόπου πεῖραν ἐκείνῳ προσήνεγκαν, οὐχ οἷοί τε δὲ ὑπῆρξαν, καθάπαξ ἀποκρουσθέντες αὐτῷ, μετανάσται γίνονται τῶν ἐκεῖ, τὸν μέγαν ἀφέντες μετά τινων αὐτοῦ μαθητῶν τῶν φίλων εὐποιϊῶν καὶ πάλιν ἐχόμενον· καὶ γὰρ ὥσπερ οὐκ ἔνι τῷ πυρὶ τὴν τοῦ καίειν ἀποβαλέσθαι δύναμιν ἢ χιόνι τὴν τοῦ ψύχειν, οὕτως οὐδὲ Λαζάρῳ ποτὲ δυνατὸν ἦν ἀποβαλέσθαι τὸν τρόπον τῆς μεταδόσεως. 23. Ἀλλ’ ὅ γε λόγος ἐνταῦθα γενόμενος βούλεται καί τινος ἐπιμνησθῆναι, ὅπερ κατ’ ἐκεῖνο καιροῦ τῷ μεγάλῳ τούτῳ ἐτελέσθη πατρί.

Κατὰ γνώμην γοῦν ποτε τοῦ θαυμαστοῦ τουτουὶ κυάμους οἱ αὐτοῦ μαθηταὶ ἔσπειραν ἐχόμενά που λεωφόρου τινός, ἥτις πλατεῖα οὖσα καὶ βασιλικὴ πολλοὺς ἀεὶ ἐπλούτει τοὺς παροδεύοντας· κἀπειδὴ ἡ τοὺς κυάμους ὑποδεξαμένη γῆ ἀγαθὴ οὖσα τάχιστα τούτους ὑψηλοὺς ἀνῆκε καὶ μάλα βρίθοντας τῷ καρπῷ, οὐδεὶς τῶν παριόντων ἐτέλει, ὃς πρὸς τῷ φαγεῖν τῶν κυάμων μὴ καὶ μετ’ ἀδείας ἐπιφορτισθεὶς οἴκαδε ἀπεκόμιζεν· οἱ δέ, ὅπερ ἔδει παθεῖν, ἠνιῶντό τε σφοδρῶς ἐπὶ τούτῳ καὶ τὴν καρδίαν ἐβιβρώσκοντο μονονού· καὶ πῶς οὐκ ἔμελλον, τοὺς οἰκείους ὁρῶντες πόνους καθάπαξ βιβρωσκομένους ὑπὸ τῶν ὁδιτῶν. Ἀλλ’ οὐχ οὕτως κἀκεῖνος ὁ ἀληθὴς ἄνθρωπος τοῦ Θεοῦ· οὔτε γὰρ ἤλγει αὐτὸς καὶ τοὺς περὶ αὐτὸν οἰκτρῶς δυσφοροῦντας παρεμυθεῖτό τε καὶ ἀνελάμβανε, λόγοις παρακλήσεως τὸ πολὺ τῆς ἀνίας αὐτῶν ἀφαιρούμενος.

Ὡς δέ γε καὶ ὁ καιρὸς ἤδη παρῆν, καθ’ ὃν τὰ καταβληθέντα συγκομίζεσθαι δίκαιον ἦν, παρῄνει τοῖς μαθηταῖς συλλέξαντας καὶ αὐτοὺς τοὺς κυάμους κἀπὶ τούτοις ὅσα ἔθιμα τελέσαντας τῇ γεωργικῇ συγκομίζειν μετ’ εὐχαρίστου ψυχῆς, ὁπόσον ἄρα καὶ ἦν τὸ γεώργιον. Οἱ δὲ ἅτε ἀκριβῶς εἰδότες καὶ αὐταῖς ταῖς χερσὶ ψηλαφήσαντες μηδὲν ἐν ἐκείνοις ὅτι μὴ τὰ διάκενα ξύλα ἐναπολελεῖφθαι τῶν καλαμῶν, ἀπεδυσπέτουν τε πρὸς τὰ τοῦ ἁγίου καὶ σφοδρῶς ἀφηνίαζον, πεῖραν φάσκοντες.

ἐνεργεστέραν εἶναι πρὸς πίστιν λόγου παντὸς καὶ διὰ τοῦτο ἀρκεῖν αὐτοῖς πείρᾳ μεμαθηκόσι τὸν ἐπὶ τῇ καταβολῇ μόχθον γεγονότα εἰκαῖον καὶ μὴ δεῖν ἔτι ἐν κενοῖς ἐπ’ οὐδενὶ συνοίσοντι κοπιᾶν· τοῦ δὲ καὶ ἔτι προσκειμένου καὶ τὰ μὲν βιάζοντος τὰ δὲ καὶ παρακλητεύοντος καὶ ἀγαθὰς αὐτοῖς τὰς ἐλπίδας, εἰ μόνον τὴν πεποίθησιν ἐπὶ Κύριον ἔχοιεν, ὑποτείνοντος, μόλις μέντοι καὶ ἄκοντες, πείθονται δ’ οὖν· καὶ τὰ εἰκότα ἐπ’ ἐκείνοις τελέσαντες, ἐπὰν λικμῆσαι τούτους ἐγένετο, ὢ τῶν ὑπὲρ κατάληψιν σῶν τεραστίων, Χριστέ, ὁρῶσι μὲν κυάμων τὴν ἅλωνα ὑπερπλήθουσαν, ὡς εἰκάσαι καὶ τὴν ἀχυρώδη φύσιν τῶν καλαμῶν μεταβληθῆναι εἰς καρπόν, πληροῦνται δὲ καὶ αὐτοὶ εὐφροσύνης καὶ εἰς ἔννοιαν ἔρχονται τῶν ὅσα ὁ μέγας αὐτοῖς παρακλητεύων ὑπέσχετο· διὸ καὶ αὐτίκα δρομαῖοι ὡς ἐκεῖνον γενόμενοι ἤγγελλόν τε τὸ θαῦμα καὶ συγγνώμην ἐξῄτουν ἐφ’ οἷς τῇ προτεραίᾳ ὑπὲρ τοῦ μὴ συλλέγειν τοὺς κυάμους ἐνίσταντο· καὶ ταύτης δὴ θᾶττον ἤπερ ᾔτησαν παρ’ ἐκείνου ἐπιτυγχάνουσιν, εἰδότος τοὺς ἄνδρας ἀγνοίᾳ μᾶλλον τοῦ ἐκβησομένου ἢ κακοηθείᾳ γνώμης πεποιηκότας τὴν ἔνστασιν. 24.

Ἔκτοτε δὲ ὁ μέγας χρόνον οὐχὶ συχνὸν διαβιβάσας ἐν τῷ σεμνείῳ, ὡς οὐκ εἶχεν ὁρᾶν ἑαυτὸν πάνυ τοι ὠφελούμενον, τὰ πολλὰ δὲ ὑπὸ τῆς ὀχλοκοπίας τῶν ἀνθρώπων καὶ ζημιούμενον, ἀπάρας ἐκεῖθεν πρὸς τὸν ἀντικρὺ πρὸς τὸ Γαλήσιον ὄρος ἐνοικοῦντα θεῖον γέροντα, ὃν μέγα παρὰ πᾶσι τὸ περιὸν ἐκήρυττε τῆς ἀρετῆς, ὡς τάχιστα παραγίνεται· παρ’ οὗ δήπουθεν μηνυθεὶς κατὰ τὴν κορυφὴν τοῦ ὄρους σπήλαιον εἶναί τι πάνυ ἐπιτηδείως ἔχον εἰς ἄσκησιν· ὅπερ ἀληθῶς ἔχον οὕτως ὡς ἐκεῖνος ἠγόρευε· δεινὴ γὰρ ἐρημία τἀκεῖσε εἶχε διά τε τὸ τραχὺ τοῦ τόπου διά τε τὸ δυσπαράκλητον καὶ ἄλλως διὰ τὸ ὑπὸ δαιμόνων σινιᾶσθαι τοὺς ὅσοι τύχοιεν παραβάλλοντες· ἐν ᾧ δὴ καί τις πάλαι ποτὲ Παφνούτιος τοὔνομα καὶ μέγας τό γε εἰς ἀρετὴν ἧκον τοὺς ἀσκητικοὺς ἀγῶνας διήνυσε· τοῦτο καὶ αὐτὸς καταλαβεῖν ἔγνω καὶ τὸ λεῖπον διανύσαι τῆς βιοτῆς. Καὶ δὴ τῆς ἐπὶ τὸ σπήλαιον φερούσης ὡς ἥπτετο, τῶν δαιμόνων φωναῖς τισιν ἀσήμοις καὶ κλαγγαῖς ἀλλοκότοις χαλεπῶς τὰ τῇδε πάντα καταβομβούντων—ᾔσθοντο γὰρ ὡς οἶμαι, ὁποῖος αὐτοῖς ἥκει ὀλοθρευτὴς καὶ πολέμιος, καὶ διὰ τοῦτο ἴσως μορμολύττειν ἐπεχείρουν αὐτόν, — ἄτρεστος ὁ γεννάδας ἐν ἀτρέστῳ φρονήματι ψάλλων ἦν καὶ τῆς ἀνόδου θαρραλεώτερον ἐφαπτόμενος.