Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Βίος τοῦ ἁγίου Λαζάρου

Γρηγόριος Βʹ Κύπριος

Θαύματα και διορατικό χάρισμα του αγίου

Συλλογή θαυμαστών αφηγήσεων για την προστασία του αγίου από τα στοιχεία της φύσης, τη διάσωση πιστών από κινδύνους, τις ιάσεις, τον έλεγχο των παραπτωμάτων και τη λύση της ανομβρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 7 από 8

Τοιοῦτον τίς ποτε τῶν νῦν ἢ τῶν πώποτε ἐθεάσατο; τίς καὶ μέχρις ἀκοῆς αὐτῆς εἰσεδέξατο; ὡς ἐμοὶ δοκεῖν τῶν πάντων οὐδείς· εἰ γὰρ καί τινα τῶν ἁγίων διὰ τὴν πρὸς Θεὸν ἐγγύτητα φυλάττειν ἐλέγετο τὸν Χερουβίμ, ἑτέρου δὲ πάλιν ἄγγελον εἶναι τὸν φύλακα καὶ τὸν τῶν θηρίων δυνάστην λέοντα ἑτέρου διάκονον, ἀλλὰ τὸ περὶ τοῦτον τῶν ἄλλων ἁπάντων μακρῷ τῷ μέσῳ φρικωδέστερόν τε καὶ ἐνθεώτερον καὶ τοιοῦτον, οἷον ἐν οὐδενὶ οὐδαμῶς ὀφθῆναί τις διεμαρτύρατο· αὐτὴ καὶ γὰρ ἡ τῶν ἀγγέλων βασίλεια τὸν οἰκεῖον θεράποντα νεφέλης δίκην ἦν περισκέπουσα καὶ κρείττονα τῆς ὑετοῦ ἀπειλῆς ἀποφαίνουσα· καὶ τοῦτο μὲν δὴ τοιοῦτο καὶ ὑπὲρ πᾶσαν σχεδὸν θαύματος φύσιν ὤφθη περὶ τὸν ἅγιον. 32. Ἕτερον δὲ πάλιν οὔκουν τούτῳ ἀπᾷδον, τὰ μάλιστα δὲ καὶ συμβαλλόμενον τελεῖσθαι λέγεται περὶ αὐτόν· ὁποῖον δήποτε τοῦτο, ἤδη γνωρίσαι φοιτῶ.

φήμη τις τὸ τηνικαῦτα καιροῦ τὰ πέριξ τότε ἐλάμβανε τὸν τοῦ ἁγίου στύλον, ἀσκεπῆ ὡς ἐπίπαν ὄντα καὶ ὕπαιθρον, μηδὲν μήτ’ ὄμβρου μήτε χιόνος μήτε χαλάζης ἢ ἑτέρου τῶν ἐξ οὐρανοῦ κατιόντων εἰσέρχεσθαι, ἀλλὰ τἄνδον τούτου ὑπὸ τῶν ἁπάντων ἀθιγῆ διαμένειν καὶ ἀνενόχλητα· καὶ τοὺς μὲν ἄλλους ἀναμφιβόλως ἐπῄει δέχεσθαι τὰ λεγόμενα, τὸν δὲ ἄρχοντα τῆς περιχώρου οὐκ ἦν ἐκ τοῦ παραχρῆμα πιστεῦσαι, εἰ μὴ καὶ ὀφθαλμοὺς αὐτοὺς θεατὰς σχοίη τοῦ θαύματος· μενοῦν γε καὶ τὸ τῆς χειμερίας ὥρας ἐπιτηρήσας δριμύτατον, ὁπηνίκα ὑετοὶ μὲν κατίασι ποταμηδόν, νιφετοὶ δὲ γίνονται σωρηδὸν καὶ ἀνέμων βίαι λάβρον ἐπαιγίζουσι καὶ σφοδρόν, ταύτῃ γὰρ ἐδόκει ἐξακριβώσασθαι τὴν ἀλήθειαν, καὶ βιασάμενος ἑαυτὸν πρὸς τὴν ἄνοδον, οὐ γὰρ ἐδόκει ῥᾴδιον ἀνιέναι τῷ τότε, τοῦ ἀγρίου χειμῶνος ἀνέμῳ τε καὶ χειμῶνι κατὰ πρόσωπον ἀπαντῶντος καὶ μηδ’ ἐλευθερίως ἀναπνέειν ἐῶντος, ἄνεισι πρὸς ἐκεῖνον οὐκ ἀμογητὶ μὲν πλὴν ἄνεισι· κἀπειδὴ πρὸς τὴν μονὴν ἐγένετο καὶ τῷ στύλῳ προσήγγισεν, ὁρᾷ ὄψιν τῷ ὄντι καινὴν καὶ παρὰ τὴν ἀκολουθίαν τῆς φύσεως· τὴν γὰρ χιόνα ἐθεᾶτο μεθ’ ὁρμῆς μὲν ἄνωθεν κατευθὺ κατιέναι τοῦ στύλου, ἐγγὺς δὲ ἤδη γενομένην παρ’ ἑκάτερα μερίζεσθαι τούτου καὶ ταύτῃ προσσπείρεσθαι τῇ χθονί, μηδὲ ῥανίδος μιᾶς τὸ σύνολον ἐνσκηπτούσης τοῖς ἔνδον· ὅπερ ἐκεῖνος ἰδὼν καὶ σφόδρα θαυμάσας, συγγνώμην ἐπὶ τῇ ἀμφιδόξῳ ὑπολήψει, μετὰ δὲ καὶ εὐλογίαν ᾔτει τὸν ἅγιον καὶ τάχιστα παρ’ ἐκείνου ἀμφοτέρων ἐπιτυχὼν αὖθις ἤλαυνεν οἴκαδε πλατείᾳ τῇ γλώσσῃ καὶ γεγωνοτέρᾳ τῇ φωνῇ οἷάπερ ἑώρακε διηγούμενος καὶ μηδενὶ τοῦ λοιποῦ τῶν περὶ τοῦ ὁσίου λεγομένων διαπιστῶν.

Ἀλλὰ πάντα μὲν λέγειν τὰ τῷ Θεῷ περὶ τὸν πατέρα ἢ τὰ τοῦ πατρὸς τελεσθέντα παράδοξα ἴσον ἐστὶ καὶ κυάθῳ πειρᾶσθαι τὸ θαλάττιον ἀναμετρεῖν ἢ τὰ τῶν δένδρων πέτηλα ἀριθμῷ περικλείειν, ὃ δῆτα καὶ πᾶσαν ὑπερπέπαικεν ἄνοιαν· τὸ δέ γε πάνθ’ ἁπλῶς παρεᾶσαι ἀγνωμονούντων ἄντικρυς καὶ νωθρείας πεπληρωμένων ἀνδρῶν· οὐκοῦν ἵνα μὴ ὡς τοῖς ἀνεφίκτοις ἐπιχειροῦντες ἄνοιαν ἐγκληθῶμεν μήτε μὴν πάλιν ἀγνωμοσύνην καὶ ἀμέλειαν περὶ τὰ κάλλιστα ὡς σιγῇ τὰ μὴ σιγῆς παρατρέχοντες ἄξια, βραχέων τινῶν ἐπιμνησθέντες πέρας οὕτω τοῖς διηγήμασι θήσομεν. 33.

Λέγεταί ποτε τὸν τοῦ μεγάλου μαθητὴν ἀναγκαιοτέρας τινὸς ἀπαιτούσης χρείας ἐπὶ μίαν τῶν παρὰ τοὺς πρόποδας τοῦ ὄρους φοιτῆσαι κωμῶν· καὶ τὸν μὲν ἐκεῖσε προσβαλεῖν, γύναιον δέ τι τῶν ἑταιρικῶν καὶ ἀσέμνων ὑπὸ τοῦ Σατὰν τοῦ κακοῦ τῶν τοιούτων δραματουργοῦ ἀναβακχευόμενον καὶ ταῖς ἐκπυρώσεσι τῆς σαρκὸς οἷον οἰστρηλατούμενον καὶ δονούμενον κατ’ ἰδίαν ὡς ἐκεῖνον μολῆσαι, οὐκ ἐρύθημά τι τῆς ὄψεως προβαλλόμενον, οὐκ αἰδῶ τινα πρέπουσαν γυναιξὶν ἐνδεικνύμενον, οὐχὶ μετρίως γοῦν πρὸς τὴν ὕβριν ὑποστελλόμενον, οὐκ ἄλλο τι τῶν σεμνοτέρων καὶ κοσμίων ἢ λέγον ἢ μετερχόμενον, ἀλλ’ ὁμόσε πρὸς πᾶσαν ὕβριν χωροῦν καὶ λόγοις μὲν αἱμυλίοις ἢ οἰκειότερον εἰπεῖν ὀλεθρίοις—ἰὸς γὰρ ὄφεως ὑπὸ τὰ χείλη αὐτῆς τὸ ψαλτῳδούμενον—σχήμασι δὲ καὶ λιγύσμασι πορνικοῖς, βαβαί σου τῆς κακουργίας, ὦ πονηρέ, πειρώμενον πρὸς τὴν ἀπόπτυστον πρᾶξιν ἐκεῖνον ἑλκύσαι καὶ κρημνίσαι μὲν ἀπὸ τοῦ ὕψους τῆς τε παρθενίας καὶ τῆς σωφροσύνης καὶ τῶν συστοίχων ταύταις καλῶν, παρασῦραι δὲ πρὸς βάραθρον καὶ ἀπωλείας βυθὸν καὶ ταῖς μύλαις αὐταῖς παραδοῦναι τοῦ Σατανᾶ· καὶ τόν, ὢ τοῦ εὐολίσθου τῆς κοινῆς ἡμῶν φύσεως, ἁλῶναί τε αὐτίκα τῶν πορνικῶν καὶ λόγων καὶ τρόπων τῆς ἀκολάστου καὶ δῆλον εἶναι πρὸς αὐτὸ τὸ πέρας τῶν ἀθεμίτων χωρεῖν.

Τότε δὴ τότε πρὸς τοσοῦτο κινδύνου χωροῦντος ἤδη τοῦ μοναχοῦ καὶ πτῶμα μέλλοντος πεσεῖσθαι θρήνων ἐπάξιον, ἀκουσθῆναι λέγεται τὴν τοῦ μεγάλου φωνὴν σφοδρότατα ἐπαπειλοῦσαν τῷ μαθητῇ καὶ τὴν ἐκ Θεοῦ ἐπανατεινομένην φοβερὰν καὶ ἄφυκτον μάστιγα· ἐφ’ ᾗπερ δέους καὶ φρίκης πλησθέντα περιδεᾶ τε καὶ περίτρομον γεγονότα ἀποστῆναι μὲν ᾗ δυνάμεως εἶχε τοῦ μυσαροῦ καὶ παμβεβήλου γυναίου, διαδρᾶσαι δὲ καὶ προμηθείᾳ Θεοῦ τὸν ψυχικὸν ἐκεῖνον καὶ πάνδεινον ὄλισθον. Καὶ Λάζαρος μέν, οὗ δηλαδὴ ἡ τῆς φωνῆς εἰκασία τὸν μύστην ἑαυτοῦ τοῦ ψυχικοῦ ναυαγίου ἐξέσωσεν, οὐδὲν πρὸς ταῦτα ᾔδει ὅτι μὴ πρότερον πρὸς τοῦ παραμικρὸν ὠλισθηκότος ἀναδιδαχθείς, Θεὸς δὲ ὁ τοὺς αὐτὸν ἠγαπηκότας περικυδρῶν ταῦθ’ ὡς δι’ ἐκείνου ἐτέλει, θαυμαστῶσαι κἀν τούτοις θέλων τὸν οἰκεῖον θεράποντα. 34. Ὁ λόγος δὲ βούλεται καὶ τὸ κατὰ τὸν φιλιππικὸν θαῦμα ἐκθεῖναι, μέγιστόν τε ὂν καὶ τῆς ἐνεργούσης ἐν τῷ μεγάλῳ χάριτος οὐκ ἐλάχιστον γνώρισμα.

Ὁ φιλιππικὸς τοιγαροῦν οὗτος ἦν τῶν ἐκ μακροῦ συνήθων τῷ μάκαρι, ἐτέλει δὲ κἀν τοῖς στρατιωτικοῖς καταλόγοις συναριθμούμενος· ἀκηρύκτου δέ ποτε πολέμου Ῥωμαίοις πρὸς Πέρσας συστάντος καὶ Ῥωμαίων μὲν δι’ ὀλιγωρίαν τῶν σωτηρίων τοῦ δεσπότου ἐντολῶν ὑποκλιθέντων, εἶχον γὰρ τὴν τῶν οἰκείων πταισμάτων πληθὺν κατ’ ἐκείνων στρατευομένην καὶ τοῖς ἀντιπάλοις μεγάλην παρέχουσαν ὡς εἴρηται τὴν ῥοπήν, Περσῶν δ’ ἐπικρατεστέρων πλὴν οὐ ῥώμῃ χειρὸς ὡς εἴρηται γεγονότων, συλλαμβάνονται μὲν καὶ ἄλλων πλῆθος οὐκ ὀλίγον, συλλαμβάνεται δὲ καὶ οὗτος ὁ φιλιππικός· εἰς τὴν βάρβαρον δὲ ὁμοῦ τοῖς ἄλλοις δορύκτητος ἀπαχθεὶς καὶ εἱρκτῇ καὶ κλοιοῖς καὶ ἀφύκτοις δεσμοῖς ὁ τάλας παραδοθεὶς διετέλει μάλα τε οἰκτρῶς πιεζόμενος λιμῷ τε καὶ στενοχωρίᾳ καὶ τοῖς ἀκολούθοις κακοῖς ἐκτηκόμενος καὶ πάνθ’ ἁπλῶς πάσχων ὅσα τῶν ἀλγεινῶν, οἷα εἰκὸς τὸν βαρβάροις ὑπομένειν πολέμιον, ἐπὰν εἰς χεῖρας τὰς φονώσας ἐκείνων ἁλῷ. Ἔνθεν τοι καὶ ὑπὸ τῆς πυκνότητος τῶν ἀλγεινῶν τὸν θάνατον εὐκταῖον ἡγεῖτο καὶ τοῦτον ἐπεβοᾶτο ἱκέσθαι αὐτῷ τῆς δυστήνου βιοτῆς ὀξυτάτην ἀπαλλαγήν.

Ὡς δέ γε χρόνους ἐπὶ συχνοὺς δέσμιος ὢν τοῖς τηλικούτοις ἀνιαροῖς ὁ ἄνθρωπος κατετρύχετο, ἐπικουρία δὲ αὐτῷ ἐτύγχανεν οὐδαμόθεν—πόθεν γὰρ ἐν βαρβάροις τῷ Χριστοῦ προσκυνητῇ, εἰ μὴ παρὰ Χριστοῦ; —Λάζαρον ὀψέ ποτε τὸν μέγαν κατὰ νοῦν λαμβάνει καὶ τὰς ὅσας θεοσημείας ἀνὴρ ἐκεῖνος ἐτέλεσε καὶ τελεῖ καὶ ὅπως μὲν τοῖς ἐπικαλουμένοις ὀξέως ἐφίστατο, ὅπως δ’ ἐφιστάμενος τῶν περιστοιχιζόντων δεινῶν ἐξερύετο· ἀμέλει τοι καὶ πᾶσαν μὲν ἄλλην βοήθειαν χαίρειν ἐάσας, τῆς ἐξ ἐκείνου καὶ μόνης ἐξήρτητο, βύθιόν τι στενάζων, οἰκτρὸν ὀλολύζων, περιπαθὲς ἀνοιμώζων καὶ τὸν ἅγιον ἐπικαλούμενος ἵλεών τε ἐπ’ ἐκεῖνον ἰδεῖν οἰκτεῖραί τε τῶν δεσμῶν, οἰκτεῖραι τῶν συμφορῶν καὶ ταχὺν ὡς αὐτὸν ὡς κἀπὶ τοὺς ἄλλους ἱκέσθαι ἐπίκουρον. Καὶ ὁ μὲν ταῦτα. Τί δὲ Θεός;

ὁ αἰτήματα πληρῶν τῶν ἐν ἀληθείᾳ ἐπικαλουμένων αὐτόν, ὁ λέγων· ἢ ἐπιλήσεται γυνὴ τὰ ἔκγονα αὐτῆς, εἰ ἐγώ σου ἐπιστρεφομένου πρός με καὶ δεομένου ἐπιλήσομαι, οὐ παρεῖδε τὰς οἰμωγὰς φιλιππικοῦ, οὐκ ἀπεστράφη τὰ δάκρυα, οὐκ ἀνένευσε πρὸς τοὺς στεναγμούς, ἀλλ’ ὥσπερ πάλαι ἐν τῷ Βαβυλωνίῳ λάκκῳ ἐκ τῆς Ἰούδα γῆς τῷ Δανιὴλ ἐπέστησε τὸν Ἀββακούμ, οὕτω καὶ νῦν εἰς τὸ μεσαίτατον τῆς Περσίδος τῷ Φιλιππικῷ ἐκ μέσου τῆς Ἀσίας τὸν θειότατον ἐν ἀκαρεὶ ἐφίστησι Λάζαρον καὶ τοῦτον ἐλευθεροῖ τῶν δεινῶν· ὁμοῦ τε γὰρ ὁ ἅγιος ἀπορρήτως ἐπέστη καὶ τῶν σιδηρείων ἥπτετο δεσμῶν, τὰ δ’ ἐλύοντό τε αὐτίκα— εἶπες ἂν ὥσπερ κηρὸν ὑπὸ μύδρου—καὶ τῶν ποδῶν ἐξέπιπτον τοῦ Φιλιππικοῦ, εἶτα κελευσθεὶς οὗτος ἕπεσθαι τῷ ἁγίῳ, οὕτω τε παραχρῆμα ἐποίει καὶ σὺν ἐκείνῳ εἴχετο τῆς ὁδοῦ· διὰ τοῦ λοιποῦ δὲ τῆς νυκτὸς βαδίσαντες—μέσαι γάρ που νύκτες ἦσαν, ὅτε τῇ εἱρκτῇ ἐπιδεδημήκει ὁ ἅγιος—ἐπιφωσκούσης ἄρτι τῆς ἕω εὑρίσκονται ἄμφω τὸ Γαλήσιον ὄρος ἀνερχόμενοι· καί γε τοῦτο συνιεὶς ὁ Φιλιππικὸς ηὐχαρίστει τε ὑπὲρ τῆς ἐλευθερίας τῷ Θεῷ καὶ δάκρυα ὑφ’ ἡδονῆς κατέρρει τῶν ὀφθαλμῶν.

Γενομένων γοῦν ἤδη ἐν τῇ μονῇ, οὐκέτι πρὸς τὰ ἴδια ὁ ἀνὴρ ἀπιέναι ᾑρεῖτο καὶ τοῖς οἰκείοις ὅλως εἰς ὄψιν ἐλθεῖν, ἀλλ’ ὥσπερ χάριτας ἀποτιννύων Θεῷ τῆς ἐλευθερίας πρὸ τῶν ποδῶν ἐκυλινδεῖτο τοῦ ὁσίου, ἀντιβολῶν καὶ μετὰ δακρύων δεόμενος ἀποκεῖραί τε τοῦτον καὶ κατέχειν παρ’ ἑαυτῷ. Ὁ δὲ μὴ νομίσας ὅσιον ἄνθρωπον ὑπὲρ σωτηρίας ψυχῆς πρεσβευόμενον παριδεῖν, ὅτι οὐδὲ τὸν ὑπὲρ σωματικῆς βοηθείας ταυτὶ πράττοντα βούλεται ἡμᾶς παραβλέπειν ὁ Κύριος, ἐναποκείρει τε αὐτίκα καὶ ὡς ἐνῆν μάλιστα τῇ τοῦ πνεύματος ἐπιστήμῃ ἐνάγει πρὸς ἀρετήν· καὶ τὸ μὲν δὴ περὶ τὸν Φιλιππικὸν γενόμενον θαῦμα ὧδέ πως εἶχε τῷ μάκαρι. 35. Τὸ δὲ περὶ τὸν τὴν οἰκονομίαν ἐγκεχειρισμένον τῆς μονῆς τίς οὕτως ἀπειροκάλως ἔχων, ὥστε ἡσυχῇ παρελθεῖν; Λεκτέον γοῦν καὶ τοῦτο, ὅτι καὶ λεγόμενον ὠφελείας οὐχ ἥκιστα ποιητικόν, παιδεῦον ὡς οἷόν τε τοὺς πολλοὺς τὸ παράπαν μὴ ἀντιφερίζειν τοῖς κρείττοσιν. Ὁ οἰκονόμος τοιγαροῦν οὗτος ἀντιπράττων ἦν τῷ ὁσίῳ, ἐκ τῶν ὠφελειῶν τῆς μονῆς ἑτέραν αὐτὸς ἀνεγείρων ἐν χωρίῳ, ἀφθόνως μὲν ἔχοντι πηγιμαίων ναμάτων, οὐχ ἥκιστα δὲ καλῶς καὶ χαρίτων καὶ κράσεως ὡρῶν, ὡς μήτε χειμῶνος τὸ ψύχος σφόδρα δοκεῖν λυπεῖν κατ’ αὐτὸ μήτε μὴν θέρους τὰς ἡλιακὰς φλογώσεις οἴεσθαι ἀνιᾶν, ἀλλ’ ἑκατέραν τῶν ὡρῶν κατὰ θατέραν ἠπίως ἐπικίρνασθαι τῇ λοιπῇ.

Καὶ ταῦτ’ ἔπραττεν ἐκεῖνος φιλονεικῶν τοὺς μονάζοντας τῷ τοῦ τόπου θέλξαι χαρίεντι καὶ πρὸς τἀκεῖσε μετασκευάσασθαι, δόξαν τινὰ ἑαυτῷ τὴν μεγίστην πραγματευόμενος, τὴν δέ γε παρὰ τοῦ ἁγίου ἀνεγηγερμένην μεγίστην μονήν, ἧς δήπουθεν καὶ πρὸ τῆς τῶν βάθρων καταβολῆς τὸ ἐξαίσιον τοῦ πυρίνου στύλου τεθέαται ὅραμα, ἔρημον καθάπαξ καταλιπεῖν ψυχαγωγίας ἢ ὁποιασοῦν χάριτος ἄλλης τοὺς ἐν ταύτῃ μηδὲ τῆς μικρᾶς.

Τοῦτο τελέως ἄρα λαθεῖν οὐκ εἶχε τὸν ἅγιον, κἂν πάντα λανθάνειν ἐκεῖνος ἐσκέπτετο, εἰς ἀκοὰς δέ ποτε τὰς ἐκείνου γενόμενον ἔπεισεν ὡς αὐτὸν μετακαλέσασθαι τὸν ἄνδρα καὶ ἡμέρως ἐκείνῳ καὶ προσηνῶς εἰπεῖν ἀποστῆναι τοῦ ἀντιπράττειν αὐτῷ, ὅτι καὶ λυπεῖ μὲν αὐτὸν τοιαῦτα πράττων τὸν πνευματικὸν ἐκείνου πατέρα, λυπεῖ δὲ τῇ πρὸς ἐκεῖνον λύπῃ καὶ τὸ πνεῦμα τὸ ἅγιον· τὸν δὲ μὴ μόνον κατήκοον οὐκ ὀφθῆναι τῷ πατρί, ἀλλὰ καὶ λόγοις τραχυτέροις χρήσασθαι πρὸς αὐτὸν καὶ τοῦ ἔργου προθυμότερον ἢ οἰκειότερον εἰπεῖν παραβολώτερον ἅψασθαι· ὡς δέ γε καὶ αὖθις καὶ τρίτον ἐπετιμήθη τῷ πατρὶ καὶ ὁ αὐτὸς ὃς καὶ πρώην διέμεινεν, ἀκοῦσαι πρὸς ἐκείνου ἕτερον λέγεται οὐδὲν ὅτι μή· Θεῷ, τέκνον, μελήσει ἡ τῶν σῶν τρόπων διόρθωσις· ἀνθρώπῳ γὰρ ταπεινῷ ἀμήχανον ἂν εἴη τούτους πρὸς τὸ κρεῖττον διορθώσασθαι· καὶ τὸν ἅμα τῷ λόγῳ τοῦ ἁγίου θραυσθῆναι θεηλάτῳ πληγῇ καὶ πρὶν ἢ τοῦ τῆς ἰδίας ἐπιβῆναι κέλλης οὐδοῦ βιαιότατα ἐναπορρῆξαι τὴν ψυχὴν καὶ κακῆς ἀπειθείας κακίους δρέψασθαι τοὺς καρπούς. Οὕτω πάθος οὐδὲν παρακοῆς ἐξωλέστερον, ἐπειδήπερ ἀεὶ ἐφεπόμενον αὐχεῖ καὶ τὸν θάνατον· καὶ τούτου πίστις ἣν ἐνόσησαν οἱ γενάρχαι παρακοή, παρὰ πόδας αὐτίκα ἐπεισαγαγοῦσα καὶ τὴν φθοράν· ἣν δὴ καὶ τοὺς ἐξ ἐκείνων νοσήσαντας ἀνάγκη τῷ ἀκολούθῳ περιπίπτειν κακῷ καὶ ἀφαιρέσει ζωῆς τὰς ἐπὶ ταύτῃ τιμωρίας εἰσπράττεσθαι.

Καὶ τοῦτο μὲν οὕτως. 36. Ἄλλοτε δὲ τῶν ἡμερῶν τοὺς τὴν ἐπιμέλειαν ἐμπιστευθέντας τῶν ἡμιόνων οἴνου ποιουμένους μετακομιδὴν φθάσαι λέγεται ἐπὶ καταγωγίῳ τινὶ κἀκεῖ τε γενομένους τὰς μὲν ἡμιόνους ἀπολῦσαι τῆς ἀχθοφορίας, αὐτοὺς δὲ μνησθῆναι τροφῆς· ἐπεὶ δὲ καὶ πιεῖν ἐπέστη αὐτοῖς, τὸν ἕτερον τῇ δεξιᾷ τὸ σκευάριον πλῆρες τοῦ κεράσματος μετεωρίσαντα εἰπεῖν οὑτωσί πως κατ’ ἔθος τοῖς μοναχοῖς· Πάτερ, εὐλόγει μοι τὸ ποτόν, καὶ ἅμα τὴν τοῦ ἁγίου ἐνωτισθῆναι φωνήν, ὁ Θεός, λέγουσαν, εὐλογήσει τοῦτο, τέκνον ἐμόν.

Ταύτης οὐ μόνον τὸν τὴν εὐλογίαν ἐπικεκλημένον ἀλλὰ καὶ τὸν συμπαρόντα ἐν αἰσθήσει γενέσθαι καὶ καθαρῶς τοῖς ὠσὶ παραδέξασθαι· τῇ ὑστεραίᾳ δὲ ἀμφοῖν ἀπηντηκότων εἰς τὴν μονὴν καὶ καταθεμένων τὸν φόρτον, ἐπεὶ πρὸς τοῦ ἁγίου πιεῖν ἐκελεύσθησαν καὶ τοῦ τῆς ὁδοιπορίας ἑαυτοὺς ἀναλαβέσθαι καμάτου, τὸν ἕτερον καὶ πάλιν, ὃς κἀν τῇ προτεραίᾳ τὴν τοῦ πατρὸς εὐλογίαν πίνων ἐπεκαλεῖτο, πρῶτον καὶ αὖθις τὸ σκευάριον ἆραι ἀτενίσαι τε τῷ ἁγίῳ καὶ εὐλογίαν αὖθις ἐξαιτεῖν ἐπὶ τῷ κεράσματι· καὶ τὸν ἅγιον πόμα μέντοι, φάναι, τὸ σόν, ὦ παῖ, φημὶ δεδέχθαι τὴν εὐλογίαν ἤδη, οὐκέτι γε μὴν καὶ τοῦ συνωδευκότος σοι ἀδελφοῦ καὶ τοὺς συνιέναι παραχρῆμα διὰ τὴν ἀκουσθεῖσαν τῇ προτεραίᾳ φωνὴν ταυτὶ τῷ μεγάλῳ εἰρῆσθαι καὶ πᾶσι τοῖς ἐν τῇ μονῇ ἀναγγεῖλαι τὸ ξένον ἐκεῖνο καὶ παράδοξον τῆς ἀκούσεως· οὕτως ἄρα οὐδὲν ἀπόρρητον ἢ ἐπίκρυφον τῷ μεγάλῳ τούτῳ πατρί, ἀλλ’ ἁπαξαπλῶς τὰ πάντα τούτῳ ἐτέλει τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς γινωσκόμενα· ὧν καὶ ἡ λήμη καθάπαξ τοῦ τῆς ψυχῆς ὀπτικοῦ περιῄρηται, τούτοις καὶ τὸ βλέπειν τὰ ἀφανῆ καὶ τὸ γινώσκειν τὰ μὴ τοῖς πολλοῖς γινωσκόμενα, ἅτε πρὸς φῶς ἰθυτενῶς ἀντωποῦσιν ἡλίου τοῦ νοητοῦ, ὥσπερ τῶν ἀετιδῶν ὅσοι μὴ νόθοι πρὸς τὸν ὁρώμενον ἥλιον τουτονί, καὶ παρ’ ἐκείνου τῶν ἀφανῶν δεχομένοις τὴν ἔλλαμψιν. 37.

Μικρά μοι καὶ ἔτι τῶν θαυμάτων ἱστορητέον, εἶτα τῇ καταλύσει τούτων καὶ τὸν λόγον καταλυτέον. Οὐ γὰρ ἔτι μένειν ἔμπεδον οἷός τ’ εἰμί, ἰλίγγου καὶ ναυτίας μου τὴν διάνοιαν ἀναπλησθείς.

Πέπονθα καὶ γὰρ τοῦτο ὡς ἀληθῶς καὶ πῶς γὰρ οὐκ ἔμελλον, πρὸς ὅσον πέλαγος κατορθωμάτων ἐνατενίζων, τοῖς θαύμασιν οἱονεὶ κύμασιν ἐπιφρίσσον καὶ ἄλλο ἐπ’ ἄλλῳ τῶν παραδόξων ἔχον ἐπεγειρόμενον, ὧν καὶ τὸ ψιλῶς μόνον ἐπιμνησθῆναι φύσεως φιλοτιμία μεγίστη καὶ γνώσεως πλεονέκτημα· τοιγαροῦν προσβῶμεν ἐνίοις τισὶ τῶν ἑξῆς, οὐ μήν γε τοῖς πᾶσιν, ὡς ἂν ἀσφαλῶς τὸν προκείμενον τουτονὶ τοῦ λόγου πλοῦν διανύσωμεν. Φασί τινα τῶν ἀμφικτιόνων φιλούμενον ἐκ μακροῦ καὶ συνήθη τῷ ἁγίῳ τυγχάνοντα οἶνόν ποτε τῶν βελτιόνων ὡς αὐτὸν πεπομφέναι, πεπομφέναι δὲ τοῦτον ἐν ζυγάδι ἀμφιφορέων, ὑπηρέτῃ τῷ οἰκείῳ ἀργυρωνήτῳ χρησάμενον· τὸν δὲ δοῦλον ὄντα καὶ τὴν φύσιν καὶ τὴν προαίρεσιν κακουργῆσαί τε περὶ τὰ βασταζόμενα καὶ θάτερον μὲν κρύψαι παρὰ τῇ ὁδῷ, θάτερον δὲ ὡς τὸν ἅγιον ἀνασώσασθαι· τοῦτον δὲ τὴν τοῦ δούλου κακοήθειαν μὴ ἀγνοήσαντα—ἐγνώκει γὰρ ταύτην, οἷς καὶ τ’ ἄλλα τῶν ἀφανῶν ἐναργῶς καθεώρα—ἀτενίσαι τε πρὸς ἐκεῖνον καὶ εἰπεῖν ἄλλο μὲν οὐδαμῶς ἢ στέλλου, τέκνον, καὶ πάλιν ἣν ἐληλύθεις ὁδόν· πλὴν ὅπως μὴ τῷ ἀμφιφορεῖ γένῃ πλησίον, ὃν δήπουθεν ὡς ἡμᾶς ἀνιὼν ἐχόμενά που τῆς ὁδοῦ ἐναπέκρυψας.

Τὸν δὲ κεκαρωμένην ἤδη ταῖς ἐκ τῆς ῥοφήσεως τοῦ ἐναποκρυβέντος ἀκράτου ἐλπίσιν ἔχοντα τὴν διάνοιαν, λόγον μὲν μηδένα τῶν ἐκείνου λόγων ποιήσασθαι, δρομαῖον δὲ σὺν ὅσῃ τῇ περιχαρείᾳ ἐπιστῆναι τῷ τόπῳ καὶ τὸ σκεῦος ἐπωμισθῆναι πειρᾶσθαι· καὶ τούτου κινουμένου ὄφιν μέγιστόν τε καὶ φοβερώτατον ἔντοσθεν ἐκπηδῆσαι καὶ χαλεπῶς διώκειν τὸ δυστυχὲς ἐκεῖνο ἀνθρώπιον καὶ εἰ μὴ θᾶττον ὁ ἅγιος ἐπικληθεὶς τοῦ κινδύνου τὸν δύστηνον ἀπορρήτως ἐρρύσατο, ὁμοῦ τῇ ἐπικλήσει καὶ τῆς διώξεως ἐπισχεθέντος τοῦ ὄφεως, τάχιστ’ ἂν αἰσθέσθαι τὸν κακοδαίμονα θανασίμου ἐκ τοῦ ἀμφιφορέως τοῦ κρατῆρος ῥοφᾶν. 38. Ἀλλὰ ἤδη μοι ἐκθεῖναι ὁ λόγος αἱρεῖται καὶ ὅπως ὁ τῷ τηνικάδε τῇ γῇ ὀλέθριος ἐνσκήψας αὐχμὸς τῇ συνεχεῖ τουτουῒ πρὸς Θεὸν διελύετο προσευχῇ. Ἦν τῷ τότε μαστίζων τὴν γῆν ὁ Θεός, ἐμάστιζε δὲ ἀνομβρίᾳ· καὶ ποταμοὶ μὲν ἐπείχοντο τῆς ῥοῆς, ἐπείχοντο δὲ καὶ πηγαί, ἐξηραίνοντό τε φρέατα καὶ πᾶσα ὁπόση νοστίμων ὑδάτων νοτὶς τὴν γῆν κατελίμπανεν.

Ἐντεῦθεν καὶ ἦν ὁρᾶν μαρασμὸν μὲν φυτοῖς, φθίσιν δὲ καρποῖς, ὄλεθρον ζῴοις καὶ καθάπαξ πᾶσι τοῖς ἐν τῇ γῇ ἐσχάτην ἐρήμωσιν, τῇ δὲ μονῇ τοῦ πατρὸς τοσούτῳ πλέον, ὅσῳ καὶ τοῦ πάθους μᾶλλον αὐτὴν τῶν ἄλλων αἰσθάνεσθαι· εἰς γὰρ τὸ ἀκρότατον ἐνιδρυμένη τοῦ ὄρους οὔτε πηγιμαίου ὕδατος εὐμοιρεῖ καὶ τῷ τῆς ἀνομβρίας καιρῷ, ἔστι δ’ ὅτε καὶ τῷ τῆς ἐπομβρίας, σφόδρα τῷ τῆς ξηρασίας πάθει ἁλίσκεσθαι· καὶ οὕτω μὲν δὴ πληγῆς εἶχον πάντα τὰ καθ’ ἡμᾶς. Ὁ δὲ θειότατος ἐκεῖνος ἄνθρωπος τοῦ Θεοῦ ταῦτα ὁρῶν, τοῖς μὲν ὀφθαλμοῖς ἀπεναντίας διέκειτο τοῖς ἐν γῇ, διηνεκέσιν ἐγκείμενος τοῖς ὀδυρμοῖς καὶ δάκρυον τῶν ὀμμάτων κρουνίζων ἀένναον, καὶ δέ γε μὴν σπλάγχνα ἐπίσης καὶ αὐτὸς τοῖς ξηροτέροις τῶν χωρίων ὑπῆρχε καταφλεγόμενος καὶ τὴν κοινὴν συμφορὰν ἀπολοφυρόμενος· ἔνθεν τοι καὶ ὅλος ἦν δεόμενος τοῦ Θεοῦ, ἀντιβολῶν, παρακαλῶν, πρεσβευόμενος ἐλεῆσαι τὸ πλάσμα, οἰκτεῖραι τοὺς οἰκέτας, στῆσαι δεινῶς καταφερομένην τὴν μάστιγα, λῦσαι τὸν ἐγκείμενον αὐχμὸν τὸν ἄρδην τὰ πάντα νεκροῦντα, λῦσαι δὲ τὸν χαλκωθέντα οὐρανόν, δροσίσαι μικρὸν γοῦν τὴν γῆν, ἀπειρηκυῖαν ἤδη τῇ ἀνομβρίᾳ καὶ εἰς σποδιᾶς εἶδος τὸ καλὸν τοῦ χρώματος μεταμείψασαν.

Καὶ ὁ μὲν ἐν τούτοις ἦν. Τί δὲ Θεός; ὁ πάντα πρὸς τὸ συμφέρον οἰκονομῶν, ὁ μόνῳ βουλήματι πάντα μεταποιῶν καὶ ἐνάγων πρὸς ἑαυτὸν ὁτὲ μὲν δι’ εὐεργεσιῶν, ὅταν ἡμᾶς ἀξίους τῶν τοιούτων παράσχωμεν, ὁτὲ δὲ καὶ διὰ μαστίγων καὶ δι’ ἀπειλῶν, ὅταν οὐκ ἔνι ὅπως ἄλλως ἡμεῖς πρὸς ἐκεῖνον ἐπιστρεφώμεθα· τί πρὸς τὴν τηλικαύτην Λαζάρου δέησιν καὶ τοὺς στεναγμούς, οὔτε πάντῃ τοῦτον ἱκετεύοντα παριδεῖν ἠνέσχετο οὔτ’ αὖ πρὸς ὅλην τὴν ἱκεσίαν τούτου κατένευσεν. Ἡ μὲν γὰρ δέησις Λαζάρου κοινὴ ὑπὲρ πάντων εἰς οὐρανὸν ἀνεφέρετο, Θεὸς δὲ οὐ πᾶσι τῷ τότε, τάχα τῇ ἐπιμονῇ τῆς πληγῆς τοὺς ἁμαρτάνοντας εἰς μετάνοιαν ἐκκαλούμενος, τῇ μονῇ δὲ μόνῃ Λαζάρου τὸν ὑετὸν καταρραγῆναι ηὐδόκησε· καὶ ὁ τρόπος τοῦ ὑετοῦ ὡς θαυμάσιος. Ἄρτι καὶ γὰρ νυκτὸς οἰχομένης καὶ ἡλίου μικρὸν ὑπερπηδήσαντος τοῦ ὁρίζοντος κἀπὶ πᾶσαν, ὅσην ἐφορᾷ, γῆν τὰς τῶν ἀκτίνων βολὰς ἀκοντίσαντος, νεφέλη ποθὲν αἰφνίδιον συναθροισθεῖσα καὶ τὸν ὑπὲρ τὴν μονὴν περισχοῦσα ἀέρα εἰς ὑετὸν εὐθὺς ἐξερράγη· καὶ τὰ μὲν πέριξ πάντα τῇ ὁμοίᾳ τῆς ἀνομβρίας ἐκολάζοντο μάστιγι, οἱ δὲ τῷ τοῦ πατρὸς κοινοβίῳ μόνοι τοῦ ὕδατος παραπήλαυον, ὡσπερεὶ τοῦ ὑετοῦ ἐκεῖσε περιγραφέντος καὶ τὴν ἐκεῖθεν μὴ συγκεχωρημένου μετάβασιν, τοῖς ἐπιτάγμασι πάντως Θεοῦ καὶ τούτου δουλεύοντος.

Ἐπεὶ δὲ οἱ ἐκεῖσε ἀποχρώντως ἔσχον τοῦ ὕδατος καὶ χρεία τῶν ὄμβρων ἦν οὐδεμία, πεπληρωμένων τῶν ἐκεῖσε δεξαμενῶν, τό τε νέφος διέσχεν εὐθέως ὅ τε ἀὴρ καθαρὸς ἑωρᾶτο καὶ εἰς ἄκραν αἰθρίαν αἱ τῶν ὄμβρων καταιγίδες ἀποκαθίσταντο. Τοῦ θαύματος δὲ θᾶττον ἀνὰ πᾶσαν τὴν περίοικον διαβάντος, οἱ κατ’ αὐτὴν ὡς ἐνῆν τάχιστα παριστάμενοι τῷ μεγάλῳ, ὄψις ἐλεεινὴ καὶ δάκρυα ἐπ’ αὐτὴν τῶν θεωμένων ἐξέλκουσα, ἐδέοντο τούτου καὶ μάλα περιπαθῶς οἰκτεῖραί τε αὐτοὺς εἰς ἔσχατον ἀφιγμένους τῶν συμφορῶν καὶ ὑπὲρ αὐτῶν ἐκτενέστερον τὴν ἱκετείαν ποιήσασθαι, ὡς ἂν γένοιτο καὶ αὐτοῖς μικρᾶς πρὸς Θεοῦ τῆς συμπαθείας ἐντεύξεσθαι· καὶ τούτων ταῖς οἰμωγαῖς ἐπικλασθέντα τὸν ἅγιον, οἶκτόν τε λαβεῖν τῆς σφῶν ἐλεεινότητος καὶ μᾶλλον ἢ πρότερον καὶ θερμοτέραν πρὸς Θεὸν τὴν ἱκεσίαν ποιήσασθαι· εἶτα καὶ τὸ πάθος λυθῆναι καὶ κόσμον τὸν ἴδιον τὴν γῆν αὖθις ἀπολαβεῖν. Οὐ μὴν ἀλλά γε καὶ ἐς ὑπερβολὴν ἄλλοτε τῆς ἄνωθεν ἐπομβρίας κατερχομένης καὶ τῶν ἐν γῇ οὐχ ἧττον κακῶς ἢ καὶ ὑπὸ τῆς ἐσχάτης ἀνομβρίας διακειμένων—ἑκατέρα γὰρ τῶν κακῶν, ὥσπερ ἔλλειψις, καὶ ὑπερβολή, ἐν μόνῃ δὲ τῇ μεσότητι τἀγαθόν—ἐπισχεῖν λέγεται διὰ προσευχῆς καὶ ταύτην τὸν ἅγιον καὶ τῇ γῇ παῦσαι τὴν ἀπειλήν. 39.

Καὶ τῆς μονῆς δέ ποτε ἐν ἄρτων σπάνει καθεστώσης, ὥστε μὴ πλείους τριῶν εὑρίσκεσθαι ἐν αὐτῇ καὶ τούτους τῶν εὐτελῶν, εὐλογῆσαι τούτους αὐτὸν εἰς τύπον τοῦ ἐξ οὐρανοῦ καταβάντος ἄρτου, τοῦ ἐμοῦ λέγω Θεοῦ καὶ ψυχὰς πεινώσας κορέσαντος, καὶ κορέσαι οὐ χιλιάδας ὅλας, ἀλλὰ δῆμον ὅλον μοναστῶν εἰς ἑπτακοσίους ἀριθμουμένων καὶ πρός· οὕτω πάντα ἦν δυνατὰ τῇ ἀκραιφνεῖ πίστει πρὸς Θεὸν τοῦ ἀνδρός, τῇ πάντοτε διὰ τῶν καταλλήλων ἔργων ἀναζωπυρουμένῃ· καὶ οὐδὲν ἦν ἀδύνατον οὐδὲ τῶν ὑπὲρ φύσιν. 40. Στοχάζεσθαί μοι, ὦ παρόντες, τῆς ὑμετέρας ἔπεισι γνώμης διψαλέως ἐχούσης καὶ τῆς τῶν λοιπῶν τοῦ μάκαρος τεραστίων ἀκούσεως· ἀλλ’ ἴστε ταῦτα μὲν τῷ ἀπείρῳ καὶ μόνῳ περιλαμβάνεσθαι, ὥστε καὶ τοῖς σφόδρα περὶ τὸ λέγειν δεινοῖς μένειν ὡς ἐπίπαν ἀδιεξίτητα, ἐν ἐμοὶ δὲ ἰσχύος μηδὲν ὑπολείπεσθαι· τῷτοι ὡς ἀντέχειν μὴ οἷος τελῶν, ἑνὸς ἔτι ἢ καὶ δυοῖν ἐπιμνησθείς, ἃ δὴ καὶ κράτιστα ἔμοιγε τῶν περὶ τὸν μέγαν τοῦ Θεοῦ δοκεῖν τεραστίων, ἐφεξῆς ἐπὶ τὴν μακαρίαν ἐκείνου τῶν τῇδε ἀποδημίαν τῷ λόγῳ πορεύσομαι· συγγνωμονοῦντες δὲ εἴητε ἡμῶν τῇ ἀσθενείᾳ, εἰδότες, ὡς οὐκ ὀλιγωρίᾳ ταυτὶ παρελίπομεν—μὴ γὰρ οὕτω ποτὲ ὀφθείημεν πόρρω τῆς τῶν καλῶν νύσσης θέοντες—ἀλλ’ ἀδυναμίᾳ νοὸς προσβῆναι τοῖς πᾶσι καὶ πάντ’ ἀνελλιπῶς διελθεῖν οὐχ οἷοί τε γεγόναμεν. Οὐκοῦν μνημονευτέον, ὧν δήπου καὶ ἄνωθεν μνημονεῦσαι ἐπηγγειλάμεθα.