Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Ἐπιτομὴ τῶν δώδεκα προφητῶν
Προφήτης Ιωνάς
Σύνοψη της προφητείας του Ιωνά και αναφορές στην καταγωγή, τον βίο, τα σημεία και την κοίμησή του.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προφήτης Ιωνάς
Σύνοψη της προφητείας του Ιωνά και αναφορές στην καταγωγή, τον βίο, τα σημεία και την κοίμησή του.
ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΠΡΟΦΗΤΟΥ ΙΩΝΑ. αʹ. Πρόσταγμα Θεοῦ πρὸς Ἰωνᾶν, καὶ φυγὴ τοῦ προφήτου, καὶ θαλάττιος χειμών, καὶ κλῆρος ἐξ οὗ φυγὰς ὁ προφήτης ἐλέγχεται. βʹ. Ὅπως Ἰωνᾶς ὁ προφήτης ὑπὸ κήτους καταποθείς, καὶ τρεῖς ἡμέρας καὶ νύκτας ἐν αὐτῷ διατελέσας ηὔξατο τῷ Θεῷ, καὶ οὕτως εἰς τὴν γῆν ὑπὸ κήτους ἐκβάλλεται.
γʹ. Πρόσταγμα κηρύγματος πρὸς τὸν Ἰωνᾶν δεύτερον· καὶ δρόμος εἰς Νινευῆ καὶ κήρυγμα· ᾧ πεισθέντες Νινευῖται εἰς μετάνοιαν ἦλθον, ἣν ὁ Θεὸς δυσωπηθείς, τὴν ἀπειλὴν κατέπαυσεν. δʹ. Ἔντευξις Ἰωνᾶ πρὸς τὸν Θεόν, καὶ τῆς πόλεως ἔξοδος, καὶ σκηνῆς κατασκευή, καὶ κολοκύνθης ἀνάδοσις καὶ φθορά· καὶ τοῦ Θεοῦ πρὸς τὸν προφήτην διάλεξις, ὅτι τῆς Νινευῆ οὐκ ἀλόγως ἐφείσατο.
Ἰωνᾶς ἑρμηνεύεται Ὑψίστου πονοῦντος, ἢ περιστερά. Ἰωνᾶς ἦν ἐκ γῆς Καριαθὲμ [Καριαθιαρείμ, ὥς τινές φασι,] πλησίον Ἀζώτου πόλεως Ἑλλήνων κατὰ θάλασσαν· καὶ ἐκβρασθεὶς ἐκ τοῦ κήτους, ἀπελθὼν εἰς Νινευῒ καὶ κηρύξας καὶ ἀνακάμψας οὐκ ἔμεινεν ἐν τῇ γῇ αὐτοῦ· ἀλλὰ παραλαβὼν τὴν μητέρα αὐτοῦ παρῴκησεν ἐν τῇ Ἀσσοὺρ χώρᾳ ἀλλοφύλων ἐθνῶν· ἔλεγε γάρ, ὅτι Οὕτως ἀφελῶ τὸ ὄνειδός μου, ὅτι ἐψευσάμην προφητεύσας κατὰ Νινευῒ τῆς μεγάλης πόλεως· ἦν τις Ἡλίας [πόλεώς μου τῆς μεγάλης· ἦν δὲ τότε Ἡλ.] ἐλέγχων τὸν Ἀχαάβ, καὶ καλέσας λιμὸν ἐπὶ τὴν γῆν, ἔφυγε· καὶ ἐλθὼν εἰς Σαραφθὰ ηὗρε [Σάρεφθα, εὗρε,] τὴν χήραν μετὰ τοῦ υἱοῦ αὐτῆς, καὶ ἔμεινε παρ’ αὐτοῖς· οὐδὲ γὰρ ἠδύνατο μένειν μετὰ τῶν ἀπεριτμήτων· καὶ εὐλόγησεν αὐτὴν διὰ τὴν ξενοδοχίαν, ἦν γὰρ προγινώσκων αὐτὴν ἐκ πρώτου.
Θανόντος δὲ τοῦ υἱοῦ αὐτῆς ἐν μέσῳ ἀπεριτμήτων, πάλιν ἤγειρεν ὁ Θεὸς διὰ τοῦ Ἡλία ἐκεῖ νεκρόν· ἠθέλησε γὰρ δεῖξαι αὐτῷ, ὅτι οὐ δύναταί τις ἀποδράσαι [διαδράναι] Θεόν. Καὶ ἀναστὰς Ἰωνᾶς μετὰ τὸν λιμόν, ἦλθεν εἰς τὴν Ἰουδαίαν· καὶ ἀπέθανεν ἡ μήτηρ αὐτοῦ κατὰ τὴν ὁδόν, καὶ ἔθαψαν αὐτήν, ἐχόμενα τῆς βαλάνου Δεββώρας· καὶ κατῴκησεν ἐν γῇ Σαραὴρ [Σαραάμ], ἀπέθανε δὲ ἐκεῖ, καὶ ἐτάφη ἐν σπηλαίῳ Κενέζ, κριτοῦ γενομένου ἐν ἡμέραις τῆς ἀναρχίας· καὶ ἔδωκε τέρας πολὺ ἐπὶ [ἐν] Ἰσραὴλ καὶ ἐφ’ ὅλην τὴν γῆν· ὅταν, φησίν, ἵδωσιν λίθον βοῶντα οἰκτρῶς, καὶ κάνθαρον ἀπὸ ξύλου πρὸς Θεὸν φθεγγόμενον, τότε ἐγγίζειν τὴν σωτηρίαν· τότε ὄψονται τὴν Ἱερουσαλὴμ ἠδαφισμένην [ἠφανισμένην] ἔως θεμελίων ὅλην, καὶ εἰς αὐτὴν πάντα τὰ ἔθνη [ἐν] προσκυνήσει τῷ Κυρίῳ· καὶ μεταθήσουσι [μεθήσουσι] τοὺς λίθους κατὰ δυσμὰς ἡλίου, καὶ ἐκεὶ ἔσται ἡ προσκύνησις τοῦ ἠλημμένου [ἠλειμμένου], διὰ τὸ τὴν Ἱερουσαλὴμ βδελυχθῆναι ἐν ἐρημώσει θηρίων καὶ πάσης ἀκαθαρσίας, καὶ τότε ἥξει τὸ τέλος πάσης πνοῆς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.