Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὴν Ὑπαπαντήν

Ἡσύχιος ὁ Πρεσβύτερος

Ο νόμος του καθαρισμού, το πρόσωπο της Θεοτόκου και η θεία κένωση

Ερμηνεία των μωσαϊκών διατάξεων περί καθαρισμού, αντιπαραβολή της πτώσης της Εύας με τη σωτηριώδη προσφορά της Παρθένου, και ανάλυση της προσφοράς των τρυγόνων ως απόδειξη της εκούσιας πτωχείας του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 2 από 4

Ἰδοὺ τοίνυν κατὰ τὸν νόμον ὑπὲρ νόμον ὡς νομοθέτης ἐργάζεται καί, τὴν ἐλευθερίαν αὐτὸς παρέχων τοῦ πνεύματος, τὴν δουλείαν ὅμως οὐ παραιτεῖται τοῦ γράμματος· οὐκ ἀθετεῖ Μωυσέα, ἵνα κατὰ καιρὸν μάρτυς ἀξιόπιστος γένηται. «Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν, κατὰ τὸν νόμον Μωυσέως.» «Αὐτῶν», τίνων; Ἰωσὴφ μὲν γὰρ οὔτε πατὴρ ἦν, οὔτε ὑπεύθυνος καθαρσίων, ἀλλ᾽ οὔτε Μαρία, οὔτε τὸ βρέφος τῶν καθαρσίων ἐδέοντο· λέγεται γὰρ οὕτως· «Γυνή, ἥ τις ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν, ἑπτὰ ἡμέρας ἀκάθαρτος ἔσται.» Ἀλλ᾽ ἡ Μαρία οὐκ ἐσπερματίσθη, οὐκοῦν καθαρσίων οὐκ ἐδέετο. «Γυνή, ἥτις ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν, ἑπτὰ ἡμέρας ἀκάθαρτος ἔσται.» Διὰ τί; Ἐπειδὴ Ἀδὰμ δεύτερον εἰς τὸν βίον εἰσήγαγεν. «Ἐὰν δὲ τέκῃ θῆλυ, δὶς ἑπτὰ ἀκάθαρτος ἔσται.» Τίνος χάριν ἐνταῦθα τὰς ἡμέρας διπλασίονας ἔταξεν; Ἐπειδὴ Εὔα πάλιν ἀπὸ τῆς Εὔας τίκτεται, γυνὴ γεννᾶται τὸ σαθρὸν σκεῦος, τὸ ἀσθενὲς ἀγγεῖον, τὸ συντετριμμένον κεράμιον, ἡ βακτηρία τῆς ἀπάτης, ἡ χειραγωγὸς τῆς παρακοῆς, ἡ τοῦ δράκοντος σύμβουλος. Ἀλλ᾽ ὥσπερ ἤκουσας γυναικὸς τὰ ἐγκλήματα, δεῦρο καὶ τὸ ἐξ αὐτῆς κατόρθωμα μάνθανε.

Γυνὴ παρθενίαν τῷ βίῳ εἰσήγαγεν, ἐχώρησεν ἐν τῇ γαστρὶ τὸν θεὸν ὃν ἡ κτίσις χωρῆσαι οὐ δύναται, ἔτεκεν ἐν σαρκὶ τοῦτον ὅστις ἡμῶν τὸ γένος ἀνέπλασεν· πρώτη τὸν Ἰησοῦν ἐκ νεκρῶν ὑπεδέξατο, πρώτη τοῦ κηρύγματος τῆς ἀναστάσεως ἤρξατο, πρώτη τὴν χαρὰν τοῖς μαθηταῖς ἐμήνυσεν. «Γυνὴ ἥτις», φησίν, «ἐὰν σπερματισθῇ.» Ἡ θεοτόκος δὲ γυνὴ μὲν ἦν, τὰ γυναικῶν δὲ οὐ πέπονθεν· σπέρμα γὰρ ἀνδρὸς ἡ γαστὴρ οὐκ ἐδέξατο, οὐκ εἶδεν ἄροτρον ὁ τῆς Μαρίας ἀγρός, ὁ παρθενικὸς ἀμπελὼν οὐχ ὑπέμεινε δίκελλαν, ὥστε οὐχ ὑπὲρ αὐτῆς ἡ προσφορά, ὑπὲρ ὅλου δὲ τοῦ γένους ἐγένετο. Ἡμῶν γὰρ ἕνεκα περιτέμνεται ὁ Χριστός, ὑπὲρ ἡμῶν καὶ βαπτίζεται, ἐφ᾽ ἡμῖν τελεῖται τὰ τοῦ νόμου καθάρσια. Ἐὰν δακρύσῃ, τὴν φύσιν ἐκπλύνει· ἐὰν ῥαπισθῇ, τὴν ἡμετέραν αἰχμαλωσίαν ἐλευθεροῖ· ἐὰν βαστάσῃ τὸν σταυρόν, ἡμᾶς κουφίζει τοῦ ζυγοῦ τῆς ἁμαρτίας· ἐὰν ἐμπτυσθῇ, τὸν Ἀδὰμ ἀπαλλάττει τοῦ τῆς κατάρας ἐμπτύσματος. «Ὅτε ἐπλήσθησαν», φησίν, «αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα, καθὼς γέγραπται ἐν νόμῳ κυρίου, ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται.» Ταῦτα ὁ νόμος ἔχει.

Ὁ Χριστὸς δέ, καθὰ ἔφημεν, ὡς νομοθέτης τὸν ἑαυτοῦ νόμον ὑπὲρ νόμον ἐπλήρωσεν· οὐδὲ γὰρ ἤνοιξεν, ἀλλὰ κεκλεισμένην τὴν πύλην τῆς παρθένου κατέλιπεν, οὐκ ἐσύλησε τὴν σφραγῖδα τῆς φύσεως, οὐκ ἐζημίωσε τὴν τεκοῦσαν· ἀκέραιον γὰρ αὐτῇ τὸ σχῆμα τῆς παρθενίας κατέλιπεν. Εἰ δὲ ἀπιστεῖς, παρὰ τοῦ Ἰεζεκιὴλ μάνθανε· «Καὶ ἀπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη.

Καὶ εἶπε κύριος πρός με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾽ αὐτῆς, ὅτι κύριος ὁ θεὸς τοῦ Ἰσραὴλ καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ ἔσται κεκλεισμένη.» «Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται.» Οὗτος δὲ οὐ μόνον ἅγιος. Ὅσον τοίνυν ὑπερέχει τῷ ἁγιασμῷ, τοσοῦτον καὶ τῷ τόκῳ πλεονεκτεῖ καὶ τοῦ νόμου τὴν ἐντολὴν ἀναβέβηκεν. Πλὴν δὲ ὅμως «τοῦ δοῦναι θυσίαν, κατὰ τὸ εἰρημένον ἐν νόμῳ κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν.» Ἀτελῆ τὸν νόμον ὁ Λουκᾶς οὐκ ἀγνοίᾳ κρατηθείς, σοφίᾳ δὲ ὁδηγηθεὶς ἐξέθετο. Ὁ μὲν νόμος ἔλεγεν· «ἀμνὸν καὶ νεοσσόν»· οὐκ εὐποροῦντος δὲ τοῦ προσφέροντος, «ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν καὶ σεμίδαλιν» προσέταττεν. Ὁ Λουκᾶς δὲ τὴν τοῦ πλουτοῦντος ἀφῆκεν προσφοράν· πτωχοῦ γὰρ ἐμνημόνευσε τοῦ δι᾽ ἡμᾶς ἑκουσίως πτωχεύσαντος. Οὐκ ἦν αὐτῷ, φησίν, κατάλυμα· πόθεν ἀμνὸν ἐκέκτητο; Ἐπὶ φάτνης σπαργανωθείς, πόθεν προσέφερε πρόβατον; Μᾶλλον δὲ οὐκ ἔχρῃζεν ἀμνοῦ· αὐτὸς γὰρ ἦν «ὁ ἀμνὸς τοῦ θεοῦ», τὸ ἀληθινὸν πρόβατον. Αὐτὸς ἑαυτὸν ὑπὲρ τοῦ κόσμου ἔθυεν· διὰ τοῦτο τί μὲν ὁ νόμος προσέταττεν ἐξηγόρευσεν, τί δὲ ὁ Χριστὸς οἰκονομεῖ ἐσήμανεν.