Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν Λάζαρον α΄

Ἡσύχιος ὁ Πρεσβύτερος

Ο Λάζαρος στον Άδη και οι παρακλήσεις των προπατόρων

Ο Λάζαρος ετοιμάζεται για την ανάστασή του και δέχεται τις παρακλήσεις του Αδάμ, των δικαίων και των προφητών της Παλαιάς Διαθήκης, οι οποίοι του αναθέτουν να μεταφέρει τα αιτήματά τους για λύτρωση στον Χριστό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 2 από 4

Τῆς ἱερᾶς δὲ ταύτης φωνῆς ἐπακούσας, ὁ Λάζαρος αὐτομολῆσαι πρὸς τὸν καλοῦντα μετὰ χαρᾶς ἠπείγετο καὶ τῷ δήμῳ τῶν νεκρῶν συνταττόμενος ἔλεγεν· «Ἡ ζωή με καλεῖ καὶ μένειν οὐκ ἀνέχομαι, ἕλκει με λόγος καὶ θεοῦ φωνή· οἱ πόδες δὲ πρὸς αὐτὸν αὐτομάτως ἐπείγονται· ποιητοῦ τὸ πρόσταγμα, καὶ τὰ παρὰ φύσιν ἡ φύσις μεθοδεύεται.

Ὑμεῖς δὲ τί πρὸς τὸν καλοῦντα βούλεσθε; Ὑπὲρ ὑμῶν πρεσβεύσομαι αὐτὸν ἐλθεῖν πρὸς ὑμᾶς ἢ πρὸς αὐτὸν ὑμᾶς ἄνω γενέσθαι τοὺς κάτω ἢ κάτω τὸν ἄνω· πάντα γὰρ ὡς ἀγαθὸς ἀνέχεται. Ὑπὲρ ὑμῶν τῶν δικαίων πρεσβεύσομαι, εἰ καὶ ὑμεῖς οἱ ἁμαρτωλοὶ πρεσβείαν δι᾽ ἐμοῦ πρὸς αὐτὸν ἀποστέλλετε. Σὺ δὲ μᾶλλον, ὦ Ἀδάμ, λέγε· σοῦ γὰρ ἡμᾶς ἀναγκαῖον πυνθάνεσθαι.

Μέλει σοι τοῦ γένους ὅλου; Ὅλων ἆρα τῶν πεπτωκότων ὡς πατὴρ αὐτὸς ὑπάρχων, τῶν πεσόντων πεφρόντικας ἢ μόνης φείδει τῆς ἐκλογῆς ἢ μόνους ἐλευθερωθῆναι θέλεις τοὺς καθαροὺς τῆς εἰκόνος τοὺς χαρακτῆρας φυλάξαντας; Ἀλλὰ γὰρ ὅρα μὴ τῷ κεραμεῖ ζημία πολλὴ τοσούτων σκευῶν ἀποβληθέντων γένηται.

Ὅρα μὴ καὶ σὺ γένῃ τῆς παρακοῆς ἕνεκα μετὰ τοῦ γένους τῶν λοιπῶν ἁμαρτωλῶν ἀπόβλητος. Ἀλλὰ λέγε, ὦ Ἀδάμ, τὸ τάχος· ἀναβολῆς γὰρ ὁ καιρὸς οὐκ ἀνέχεται. Δέδοικα μήποτε μεμφθῶ τοσαύτης ἀμελήσας καὶ τηλικαύτης σάλπιγγος. Λέγε δὲ ὅμως ὃ βούλει· ἐρῶ γὰρ πρὸς τὸν ἀφέντα τὴν φωνήν· Μὴ θυμωθῇς, ὦ δέσποτα. Μακροθυμίας πρὸς τὴν κλῆσιν δεόμεθα· χρῄζω γὰρ ἅπερ ἔφαγον μεθοδεῦσαι τοὺς σκώληκας, χρῄζω συναγαγεῖν τὰ σκορπισθέντα πρὸς τὴν γῆν καὶ εἰς κόνιν διαλυθέντα λείψανα.

Μὴ γὰρ ἀτελὴς ἀναβῆναι πρὸς τὸν τέλειον δύναμαι, μὴ τὸ μὲν ἀφεῖναι τῇ γῇ, τὸ δὲ πρὸς τὸν καλοῦντα λαβεῖν καὶ παραστῆσαι τῷ σπεύδοντι τὸν Ἀδὰμ ἀναλαβεῖν ὁλόκληρον; Πρὸς τούτοις πύλαι πολλαὶ τῷ θανάτῳ τυγχάνουσιν· πάσας δὲ εἰσελθὼν ἐξελθεῖν αὖθις δέομαι.» Μετὰ τούτους ὁ Λάζαρος τοὺς λόγους ἐκ τῆς γῆς ἐκουφίζετο.

Οἱ νεκροὶ δὲ προσελθόντες κατεφίλουν ἕκαστος ὡς ἀποδημεῖν σπεύδοντα τὸν Λάζαρον καὶ τὰς οἰκείας συμφορὰς ὡς ἀπαγγέλλειν μέλλοντι παρετίθεντο. Καὶ πρῶτος ὁ Ἄβελ ἔλεγεν· «Εἰπὲ τῷ λυτρωτῇ· Τί μοι κέρδος ὅτι μετὰ θάνατον λαλῶ, ὁ δεσμὸς δὲ τῆς φθορᾶς οὐκ ἀφίσταται;» Ὁ Νῶε καὶ αὐτὸς σχετλιάζων ἐπέφερεν· «Τί μοι τοσαύτην κιβωτὸν καὶ τηλικαύτην ἐπίστευσας;

Οἶκος δέ με νῦν κατέχει στενὸς καὶ ἀφεγγής, αὐχμηρὸς καὶ ζοφώδης, τοσούτοις πήχεσιν ὅσοις ὁ τάφος μετρούμενος ἔχει.» Ὁ Ἀβραὰμ ὡσαύτως ἐχαλέπαινεν· «Υἱὸν μὲν ἐγώ», λέγων, «μονογενῆ τῷ ποιητῇ προσήνεγκα· αὐτὸς δέ με χρόνον περιορᾷ τοσοῦτον ἐν δεσμοῖς κατεχόμενον δεινοῖς.» Ὁ Ἰσαὰκ ἐδυσφόρει ὅτι «Τύπος θυσίας ἀθανάτου γενόμενος, πικρὰν ὅμως περιφέρω τοῦ θανάτου τὴν ἅλυσιν.» Ὁ Ἰακὼβ ἐμέμφετο ὅτι μετὰ θεοῦ παλαῖσαι δυναμωθεὶς οὐκ ἴσχυσε παλαῖσαι πρὸς τὸν πικρότατον θάνατον.

Ὁ Ἰωσὴφ ἀγανακτῶν ἠπείλει τὰ δεσμὰ ῥηγνῦναι, τῷ ἁγιασμῷ θαρρῶν, τῇ ἁγνείᾳ πεποιθώς, τοῖς ὀνείροις αἰρόμενος· οὐ μὴν ἰσχύων τῷ θανάτῳ ἐστέναζε δριμὺ ἄνεσιν μὴ ἔχων. Ὁ Μωυσῆς ἐβόα· «Πῶς ἰδοὺ ἐγὼ δεσμώτης ὁ νομοθέτης κάθημαι;

Πῶς μετὰ Φαραὼ τοῦ παρ᾽ ἐμοῦ βολισθέντος κατέχομαι; Πῶς μετὰ τῆς αἰγυπτιακῆς στρατειᾶς, ἣν ἐν τῷ χειροφανεῖ κλύδωνι ἐμέθυσα, τὸν κρατῆρα τῆς φθορᾶς τὸν ἁλμυρὸν τῆς ἐνθάδε φθορᾶς ἀπολαύω καὶ τῶν ἰχώρων τὸν βόρβορον;» Ὁ Δαυὶδ τὴν λύραν λαβὼν πρὸς τὸν Λάζαρον ἔλεγεν· «Εἰπὲ πρὸς τὸν ἐκ παρθένου· Εἰ μὴ σπεύδεις αὐτός, ἀλλὰ γὰρ ἡμεῖς ἀνάγκῃ τῶν δεινῶν σπεύδομεν. Εἰ σὺ μέλλεις, ἀλλ᾽ ἡμεῖς καρτερεῖν οὐ δυνάμεθα.