Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Λογγῖνον τὸν ἑκατόνταρχον (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Η Σταύρωση του Χριστού και η αναχώρηση του Λογγίνου στην Καππαδοκία

Η παρουσία του Λογγίνου στα γεγονότα του Πάθους, η ομολογία του για τη θεότητα του Χριστού και η απόφασή του να καταφύγει στην Καππαδοκία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 3 από 5

Γνοὺς δὲ ὁ Πιλᾶτος ὅτι Γαλιλαῖός ἐστιν καὶ ὑπὸ τὴν ἐξουσίαν Ἡρῴδου, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα ἐν Ἱεροσολύμοις. Ὃς καὶ «ἐμπαίξας αὐτῷ» καὶ ἐξουθενήσας «περιέβαλεν αὐτῷ ἐσθῆτα λαμπρὰ〈ν〉 καὶ ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ».

Ὁ δὲ «συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας» διεκρίνετο πρὸς αὐτοὺς ὅτι «ἀνεύθυνον ὄντα τὸν ἄνθρωπον τοῦτον προσηγάγετέ μοι». Οἱ δὲ πάντες αὐτὸν παρέδωκαν εἰς τὸ σταυρωθῆναι, οἳ καὶ ἐσταύρωσαν «τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου», προσηλώσαντες αὐτὸν τῷ ξύλῳ· ἦν γὰρ ὁ Πιλᾶτος παραδεδωκὼς αὐτὸν τοῖς στρατιώταις, ἐπέστησεν δὲ αὐτοῖς τὸν ἑκατόνταρχον Λογγῖνον, τὸν μετονομασθέντα ἐν τῇ στρατιᾷ Πριμιανόν. Ἦν δὲ ὁ ἅγιος Λογγῖνος μετὰ τῶν στρατιωτῶν φυλάττων τὸν ἐπὶ τοῦ σταυροῦ ἀνελθόντα Χριστόν. «Ἀπὸ δὲ ἕκτης ὥρας ἕως ὥρας ἐνάτης σκότος ἐγένετο ἐν πάσῃ τῇ γῇ.» Παριστάμενος δὲ ὁ ἑκατόνταρχος ὡς περὶ τὴν ἐνάτην ὥραν φυλάττων τὸν σταυρόν, ἐθεάσατο φῶς μέγα περὶ αὐτόν, σκότος δὲ ἦν ἐν πάσῃ τῇ γῇ. Εἶδεν δὲ καὶ ἀγγέλων πλῆθος παρισταμένων τῷ σταυρῷ καὶ σαλευομένην πᾶσαν τὴν γῆν, καὶ «τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη», καὶ εἶδεν τὸ πρόσωπον τοῦ κυρίου ὡς ἀστραπήν. Καὶ προτοῦ τὸ πνεῦμα ἀποδῷ, ἐνεθυμεῖτο ἐν τῇ καρδίᾳ αὐτοῦ ὁ ἅγιος Λογγῖνος λέγων ὅτι «ἀληθῶς οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ καὶ λυτρωτὴς παντὸς τοῦ κόσμου.» Καὶ ταῦτα ἐνθυμούμενος ἔπεσεν ἐπὶ πρόσωπον πρὸς τοὺς πόδας τοῦ κυρίου· ἔκστασις δὲ ἐπῆλθεν τοῖς στρατιώταις καὶ εἰς ὕπνον ἐτράπησαν.

Ὁ δὲ ἅγιος Λογγῖνος ἔκραξεν φωνῇ μεγάλῃ, λέγων· «Κύριε, Ἰησοῦ Χριστέ, υἱὲ τοῦ θεοῦ τοῦ ζῶντος, ἐλέησόν με· ἐπίστευσα γὰρ ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, ὁ σωτὴρ τοῦ κόσμου.» Εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· «Ἄνθρωπε, σήμερον γεγέννησαι καὶ τὸ μνημόσυνόν σου λαληθήσεται μέχρι τῶν ἐσχάτων ἡμερῶν.» Καὶ ταῦτα ἀκούσας ὁ ἅγιος Λογγῖνος εἶπεν τῷ Ἰησοῦ· «Κύριε, πορεύομαι ἐκ τῆς πόλεως ταύτης διὰ τὴν ἀπειλὴν τῶν μεγιστάνων.» Εἶπεν δὲ αὐτῷ Ἰησοῦς· «Ἐν τῷ μετώπῳ σου ποίησον τὸν τύπον τοῦ σταυροῦ, ὅτι τῷ αἵματί σου σὲ βαπτίσω, καὶ πορεύου.» Μετὰ δὲ τὸ ποιῆσαι τὸν σταυρόν, ἦν ὁ ἑκατόνταρχος φυλάττων μετὰ τῶν στρατιωτῶν τὸν τίμιον σταυρόν· παριστάμενος δὲ «περὶ τὴν ἐνάτην ὥραν» κράξαντος τοῦ Ἰησοῦ «φωνῇ μεγάλῃ· Ελωι, ελωι, τουτέστιν· θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπας;», «ἀφῆκεν τὸ πνεῦμα». Καὶ ἰδοὺ βροντὴ μεγάλη ἐγένετο, καὶ ἡ γῆ ἐσείσθη, καὶ ἐσκοτίσθη ὁ ἥλιος ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐνάτης, καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔφαναν τὸ φέγγος αὐτῶν, καὶ «αἱ πέτραι ἐσχίσθησαν καὶ τὰ μνημεῖα ἠνεῴχθησαν», καὶ «τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ ἄνωθεν ἕως κάτω εἰς δύο», καὶ «πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη».

Ὁ δὲ ἑκατόνταρχος Πριμιανός, ὁ καὶ Λογγῖνος, ὁ παρεστηκὼς τῷ σταυρῷ, ἐδόξασεν τὸν θεὸν ἐπὶ πᾶσιν τοῖς γενομένοις θαύμασιν καὶ εἶπεν· «Ἀληθῶς θεοῦ υἱός ἐστιν οὗτος καὶ λυτρωτὴς τοῦ κόσμου». «Καὶ πάντες οἱ παραγινόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, ἰδόντες τὰ γενόμενα, τύπτοντες τὰ πρόσωπα ἑαυτῶν ὑπέστρεφον.» Ὁ δὲ κεντυρίων Λογγῖνος, ὁ καὶ πιστευθεὶς τὸν σταυρόν, ἀνήγαγεν τῷ ἡγεμόνι περὶ τῶν γεγενημένων θαυμάτων. Καὶ καταλιπὼν πάντα ἐκεῖ, ἦλθεν εἰς τὴν ἰδίαν πατρίδα, ἐν τῇ Καππαδοκίᾳ τῇ δευτέρᾳ, ἐγγὺς Τυάνων, εἰς χωρίον καλούμενον Ἀνδραλές, τὸ ἐπιλεγόμενον ἑβραϊστὶ Γαβραλές, καὶ ἤλλαξεν τὰ περιβόλαια αὐτοῦ, καὶ ἦν ποιμαίνων τὰ πρόβατα. Διαναγνοὺς δὲ τὰ σκρίνια, ὁ Ἡρῴδης ηὗρεν τὸν ἅγιον Λογγῖνον παρασαλεύοντα τὸ βασίλειον καὶ ἀναστατοῦντα ἐπὶ τοῦ πατρὸς αὐτοῦ καὶ λέγοντα πᾶσι χριστιανοὺς γενέσθαι.