Οὐκ ἦν αὐτῷ φθέγμα, καὶ λόγων ἐνδόξων ὅλην τὴν γῆν ἐπλήρωσεν.
Αὐλὸν οὐκ εἶχεν ἡ γλῶττα, καὶ τὸ μέλος τὴν οἰκουμένην ἔφθασεν. Ἄστομος ἡ σάλπιγξ ὑπῆρχεν ἡ τοῦ στόματος, καὶ τῶν δογμάτων ὁ ἦχος τὸν οὐρανὸν κατέλαβεν, καὶ τοσοῦτον τῷ κεραμεῖ τεθαρρηκὸς τὸ βρέφος τὸν πηλὸν ἐνεδυνάμωσεν. Ὁ καιρὸς οὐκ ἦλθεν, οὐδὲ ὁ τόκος ἔφθασεν, αἱ ὠδῖνες οὐ παρῆσαν, οἱ μῆνες οὐ πεπλήρωνται, καὶ τὸ βρέφος ἄνευ τῆς γλώττης τῷ παιδὶ ἐλάλει, καὶ τοῖς σκιρτήμασι 〈ἀν〉τὶ αὐλῶν τινῶν ἐκέχρητο, καὶ ἐλάκτιζεν τὴν μήτραν ὥσπερ τύμπανον, καὶ τὴν γαστέρα περιτρέχων οἷα κύμβαλον ἔκρουεν, καὶ λύραν εὗρεν αὑτῷ καθαράν, πλατεῖαν, εὔτονον, κοιλιόχορδον, καὶ λέγειν τὴν μητέρα πρὸς τὴν Μαριὰμ ἐπέταττεν· «Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.» «Εὐλογημένη σὺ ἐν γυναιξί», ὅτι τοὺς δεσμοὺς ἔλυσας, τὴν φύσιν ἠλευθέρωσας, τῆς Εὔας τὰς ὠδῖνας ἐχαύνωσας, τὸν Ἀδὰμ τῶν ἀναγκῶν ἀνώτερον κατέστησας. «Εὐλογημένη σὺ ἐν γυναιξί»· διὰ σὲ γὰρ ἡ στεῖρα μήτηρ, καὶ τρανὰ τὸ βρέφος λαλεῖ, καὶ τὸ παιδίον ὑπὲρ ῥήτορας φθέγγεται, καὶ ὁ μήπω ψελλιστὴς εὐαγγελιστὴς ἀναδέδεικται. «Καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.»