Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὴν σύλληψιν τοῦ τιμίου Προδρόμου (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Η ασκητική πολιτεία και το κήρυγμα στην έρημο

Η πορεία του Προδρόμου προς την έρημο, η αυστηρή του βιοτή, η αδυναμία του διαβόλου να τον πειράξει και οι νουθεσίες του προς τις διάφορες κοινωνικές τάξεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 3 από 6

Τί δὲ τὸν Ἰωάννην ὁ Γαβριὴλ κατορθοῦν ἕτερον ἐπαγγέλλεται, «ἑτοιμάσαι τῷ κυρίῳ λαὸν κατεσκευασμένον»; Ὃν τίς κατεσκεύασεν, ἀλλ᾽ ἢ πάντως ὁ Χριστός; Ὁ γὰρ πλάσας ἀνέπλασεν, ὁ τὸν τροχὸν ἐξ ἀρχῆς κυλίσας, οὗτος αὐτὸν ἀνεκύλισεν ὕστερον· ὁ εἰπών· «Ἔστω ἄνθρωπος εἰς ψυχὴν ζῶσαν», οὗτος εἶπεν· «Τὸν ἁμαρτωλὸν οὐ βούλομαι ἀποθανεῖν.» Καὶ ταῦτα μὲν ὁ Γαβριήλ, καταβὰς ἐξ οὐρανῶν, ἀπήγγειλεν· ἐν τούτοις δὲ τοῖς λόγοις ὁ Ἰωάννης σπαρεὶς ἔσω τῆς κοιλίας τῆς Ἐλισάβετ ἐγένετο, καὶ τὸν ἐν γαστρὶ προλαβὼν ἀπὸ γαστρὸς ἀσπάζεται, καὶ τὸν ἐν κοιλίᾳ θεολογεῖ ἔτι δεσμοῖς τῆς κοιλίας καὶ ταῦτα μὲν κατεχόμενος· τεχθεὶς δὲ εἰς τὴν ἔρημον πέμπεται, ἵνα τοῖς ἀγγέλοις ὁμοιωθῇ, ἵνα τῷ θεῷ συλλαλῇ, ἵνα τῶν βιωτικῶν καπνῶν καὶ θορύβων γένηται ἐλεύθερος, ἵνα τὴν ἀνδρείαν ἀσκήσῃ, ἵνα τῶν αἰσθητῶν θηρίων μαθητευθῇ τίνα δεῖ τρόπον τοῖς κεκρυμμένοις πυκτεύειν καὶ πρὸς τοὺς λανθάνοντας μάχεσθαι.

Προστεθείσης δὲ τῆς ἡλικίας καὶ τοῦ χρόνου προκόπτοντος, δειπνητὴς μὲν γίνεται τραπέζης τῆς οὐκ ἐχούσης ὀψοποιόν, οὐδὲ μισθούμενος μάγειρον· μέλι γὰρ αὐτῷ ἦν ἄγριον καὶ παντελῶς ἀνάρτυτον· ἀκρίδες δὲ ὄψα ὧν ἡ θυσία ἀσίδηρος, ἀμάχαιρος ἡ σφαγὴ λεβήτων οὐκ ἔχρῃζεν, ἀνθράκων οὐκ ἐδέετο. Οὐκ ἦν αὐτῷ χρεία καρυκείας τῆς ἔξωθεν, ἀλλὰ τὴν καρυκείαν ἐξ ἑαυτοῦ ἐκέκτητο. Καὶ καμήλων τρίχες τῷ βαπτιστῇ τὴν στολὴν κατεσκεύαζον, ἵνα τὸ πνεῦμα θερμαίνῃ τρυχουμένου τοῦ σώματος, καὶ τηκομένης τῆς σαρκὸς νεκρωθῶσι τῶν ἡδονῶν οἱ σκώληκες.

Ἀλλὰ καὶ ζώνῃ δερματίνῃ τὴν ὀσφῦν περιέκειτο. Ἔλαμπε δὲ ὑπὲρ χρυσὸν ἡ τῶν ἡδονῶν νέκρωσις, ὁ ἁγιασμὸς ὑπὲρ ἤλεκτρον ἤστραπτεν, ἡ ἁγνεία τῶν πολυφεγγῶν λίθων τὰς ἀκτῖνας ἀπέκρυπτεν. Οὕτω δὴ τὴν φιλοσοφίαν ἀσκηθεὶς ἀσκητὴς ἀληθινὸς ἀπήρτιστο καὶ δρομεὺς ἄκακος καὶ στρατιώτης ἄμεμπτος καὶ νυμφαγωγὸς δίκαιος καὶ κῆρυξ εὐσεβὴς καὶ μεσίτης καὶ πρόδρομος, «παντὸς οὑτινοσοῦν πονηροῦ πράγματος ἀπεχόμενος».

Ποσάκις αὐτὸν ὁ διάβολος φιλοσοφοῦντα τοιαῦτα θεωρήσας ἐζήλωσεν; Ἀλλὰ γὰρ ὅμως διαβάλλειν οὐκ ἴσχυσεν. Καὶ τί σφόδρα διψῶν καὶ ποθῶν καὶ δεόμενος; Τί δὲ διαβάλλειν τοῦ ἀθλητοῦ, τί δὲ σκώπτειν τοῦ στρατιώτου, τί χλευάζειν ἔμελλεν τοῦ μηδὲν ἐν ταῖς χερσὶ κατέχοντος; Ποίαν εὐθηνίαν ἐξηγεῖσθαι τοῦ μηδεμίαν ἔχοντος πρὸς τὴν εὐπραγίαν τοῦ βίου συγγένειαν;

Μὴ διαβάλλειν εἶχεν τοὺς παῖδας οὓς οὐκ ἔσπειρεν, μὴ θυγατέρας ὧν πατὴρ οὐκ ἐτύγχανεν, μὴ ἀγροὺς οὓς οὐκ ἔσχεν, οἴκους δὲ οὓς οὐκ ἤγειρεν, ὄνους ἢ βόας ἢ καμήλους ὧν οὐδὲν ἐκτήσατο, γυναῖκα ἣν οὐκ ἔγνω, οὐκ ἔσχεν, οὐκ ἔγημεν; Ὑμνείσθω τοίνυν Ἰωάννης, πάλιν ἐρῶ, ἐπειδὴ πᾶσιν ἐμέρισε προσφόρως τῆς σωτηρίας τὸ κήρυγμα. Τοὺς μὲν γὰρ στρατιώτας ἀρκεῖσθαι τοῖς ὀψωνίοις ἐκέλευσεν, τοὺς δὲ τελώνας μηδὲν πλέον τῶν φόρων τῶν τεταγμένων λαμβάνειν, τὸν λαὸν σύντομον ὁδὸν τῆς ζωῆς εἰς Χριστὸν ἐπιδείξασθαι, τὸν ἔχοντα διδόναι τῷ μὴ ἔχοντι, τὸν περιττεύοντα τῷ ὑστεροῦντι παρασχεῖν τὸ περιττεῦον, ἵνα τὸ σῶμα μὴ ὑστερῇ, τῶν μελῶν εἰσφερόντων ἀλλήλοις καὶ χορηγούντων τὰ δέοντα.