Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν Λάζαρον καὶ εἰς τὰ βαΐα (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Πνευματική εφαρμογή, προτροπή και τελική δοξολογία

Ασκητική και ηθική προέκταση των γεγονότων, με κάλεσμα προς τους πιστούς να καταστούν πνευματική Ιερουσαλήμ για την υποδοχή του Χριστού, καταλήγοντας σε τριαδική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 5 από 5

Οὐκοῦν δεσμευθῶμεν καὶ ἡμεῖς εἰς τὸν Χριστὸν ἀλύτως. Ἐὰν ὅλως ἀγωνιζώμεθα τοῦ σωθῆναι καὶ ὠφεληθῆναι ἀπὸ τῶν ἑορτῶν αὐτοῦ, καὶ αὐτὸς συνεγερεῖ ἡμᾶς τῷ Λαζάρῳ ἀπὸ τῶν νεκρῶν ἡμῶν ἔργων, τῶν χωρὶς αὐτοῦ γενομένων. Οὕτω συνδειπνῶμεν αὐτῷ ἐν τῇ Βηθανίᾳ, ἥτις ἑρμηνεύεται οἶκος τῆς ὑπακοῆς, οὕτως ἁρμοδίως συνάγωμεν τοὺς λογισμοὺς ἡμῶν ἀπὸ τῆς αἰχμαλωσίας τῆς λήθης μετὰ τῶν αἰσθητηρίων τοῦ σώματος, κράζοντες καὶ λέγοντες· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου», εἰσελθεῖν εἰς τὴν ἑαυτοῦ Ἰερουσαλήμ, οὐ διὰ τὸ παθεῖν ὥσπερ τότε, ἀλλ᾽ ἵνα σώσῃ αὐτὴν καὶ δοξασθῇ ὑπ᾽ αὐτῆς, καθὼς προσφωνεῖ αὐτῇ Δαυὶδ λέγων· «Ἐπαίνει, Ἰερουσαλήμ, τὸν κύριον· αἴνει τὸν θεόν σου, Σιών.» Δεύτερον εἶπεν: «ἐπαίνει» καὶ «αἴνει» ψυχῇ καὶ σώματι, «ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου», οἵτινές εἰσι πίστις, ἐλπίς, ἀγάπη, μελέτη, μακροθυμία, ὑπομονή. «Εὐλόγησε τοὺς υἱούς σου ἐν σοί», οἵτινές εἰσι τὰ πιστὰ νήπια τὰ δεξάμενα τὸν κύριον μετὰ τῶν κλάδων, τουτέστι μετὰ καρπῶν νέων, τὰ θηλάζοντα τὸ γάλα τῆς διδασκαλίας τοῦ Χριστοῦ· πιστεύοντες γὰρ εἰς αὐτὸν εὐθέως αἰνοῦσιν, ὑμνοῦσιν, δοξολογοῦσιν, καθὼς γέγραπται· «Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.» Γενώμεθα αὐτῷ ὄχημα ἅγιον ἀντὶ ἀκαθάρτου πώλου, ἵνα ἐπιβῇ ἐφ᾽ ἡμᾶς.

Ζεύξωμεν αὐτῷ τὸ ἅρμα τῶν λογισμῶν ἡμῶν, «καὶ βασιλεύσει» ἐφ᾽ ἡμᾶς «εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» Λάβωμεν ἱλαρὰν πολιτείαν ὡς κλάδη ἐλαιῶν, «τοῦ ἱλαρῦναι τὸ πρόσωπον ἡμῶν ἐν ἐλαίῳ», καθώς φησιν ὁ ψαλμῳδός, καὶ πάλιν· «Δουλεύσατε τῷ κυρίῳ ἐν εὐφροσύνῃ.» Ἄρωμεν πάλιν ἐν τῷ ἔσω ἀνθρώπῳ τὴν θεϊκὴν καὶ πνευματικὴν ἐργασίαν, ὡς τὰ τῶν φοινίκων βάϊα, καὶ ἀκολουθήσωμεν εὐχαριστοῦντες αὐτῷ· καὶ ἀντὶ μὲν τῆς ἀσπρότητος τὴν ὀρθὴν καὶ ἀμίαντον καὶ ἁπλῆν πίστιν· ἀντὶ δὲ τῆς ὀξύτητος τὴν ὑπομονητικὴν ἐλπίδα, τὴν κεντῶσαν καὶ σφάζουσαν πάντα λογισμὸν ἐπαιρόμενον αἰχμαλωτεῦσαι ἡμᾶς ἀπὸ τῆς γνώσεως τοῦ θεοῦ· καὶ ἀντὶ τῆς γλυκύτητος τοῦ φοίνικος τὴν γλυκεῖαν ἀγάπην, τὴν συνισταμένην ἐκ τῶν προρρηθέντων πίστεως καὶ ἐλπίδος καὶ τῶν λοιπῶν, ἵνα πληρωθῇ ἐν ἡμῖν τὸ ῥηθέν· «Δίκαιος ὡς φοῖνιξ ἀνθήσει· ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.»

Ἀκολουθήσωμεν αὐτῷ εἰς τὴν ἁγίαν πόλιν, εἰσέλθωμεν μετ᾽ αὐτοῦ εἰς τὸ ἱερόν, ἵνα τὰς τραπέζας τῶν ἐν ἡμῖν κολλυβιστῶν καταστρέψῃ, καὶ τοὺς δαίμονας τοὺς πωλοῦντας τὰς περιστεράς, τοὺς ἐν πλάνῃ πετομένους λογισμούς, ἀποδιώξῃ ἀφ᾽ ἡμῶν μετὰ πάντων τῶν πωλούντων ἐν ἡμῖν καὶ ἀγοραζόντων, καὶ ἀντὶ σπηλαίου λῃστῶν ποιήσῃ ἡμᾶς, κατὰ τὸ ἀρχαῖον ἱερόν, ναὸν ἅγιον ἐν ᾧ οἰκεῖ καὶ περιπατεῖ Χριστός, ἵνα τοῖς τυφλοῖς ἡμῶν φῶς χαρίσηται, καὶ τοὺς κωφοὺς ποιήσῃ ἀκοῦσαι καὶ τοὺς χωλοὺς περιπατῆσαι, καὶ τοὺς νεκροὺς μετὰ Λαζάρου ἐγείρῃ—ὅπου γὰρ οἰκεῖ ζωή, ἐκεῖ ἀνάστασίς ἐστιν—, ἵνα μετὰ Λαζάρου καὶ τῶν ὄχλων καὶ τῶν μαθητῶν αὐτοῦ, καὶ μετὰ νηπίων καὶ θηλαζόντων, καὶ μετὰ τῶν ἁγίων ἀγγέλων κράξωμεν βοῶντες· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου», Χριστὸς κύριος καὶ θεός, ὁ «βασιλεὺς τῶν αἰώνων»· αὐτῷ δόξα, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.