Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Στέφανον

Ἡσύχιος ὁ Πρεσβύτερος

Ο έλεγχος των Ιουδαίων, η θεοπτία και ο λιθοβολισμός του πρωτομάρτυρος

Ο έλεγχος του λαού για τη σκληροκαρδία του, το όραμα των ανοιγμένων ουρανών, η ομολογία του ενσαρκωμένου Λόγου και η πορεία του αγίου προς τον λιθοβολισμό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 3 από 4

Ταῦτα ὁ νόμος καὶ Μωυσῆς δι᾽ αὐτοῦ, ἐν ἑκατέρῳ δὲ τούτων μᾶλλον ὁ θεὸς μαρτύρεται τὸν λαὸν τὸν ἀγνώμονα· ὃν ἐλέγχων Στέφανος ὁ θεολόγος παρ᾽ αὐτῶν ὀνομάζεται βλάσφημος. Καί φησιν ὁ ἀρχιερεύς· «Εἰ ταῦτα οὕτως ἔχει;» Οὐ γὰρ οἶδας ὅπως ἔχει; Οὐ σὺ τὸν δόλον ἐσκεύασας; Οὐ σὺ τοὺς συκοφάντας ἐμισθώσω; Οὐ σοὶ μισθαρνοῦσιν οἱ τῆς ἀπάτης μάρτυρες; «Ἀλλὰ χρεία, φησίν, ψεύδους καὶ ὑποκρίσεως· καὶ δόλου πρὸς τὴν παγίδα τὴν προβληθεῖσαν χρῄζομεν. Οὕτω τὸν Ἰωσὴφ πεπράκαμεν, τὸν Ναβουθαὶ πεφονεύκαμεν, τὸν Χριστὸν ἐσταυρώσαμεν.» Στέφανος δὲ καιρὸν διδασκαλίας εὑρών, πολλὰ μὲν ὅσα σωτήρια τοῦ δήμου ταῖς ἀκοαῖς ἐξέχεεν, συμπέρασμα δὲ τῆς ῥητορείας ἐπήγαγεν, αὐτῷ τε λέγειν, ὡς ἀληθείας μάρτυρι, κἀκείνοις ἀκούειν, ὡς θεομαχεῖν ὡρμημένοις καὶ τὴν τοῦ πνεύματος νοσοῦσιν ἀντιλογίαν, πρόσφορον· «Σκληροκάρδιοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς.» Καὶ πῶς ἐν ἀρχῇ λέγεις· «Ἄνδρες ἀδελφοὶ καὶ Πατέρες, ἀκούσατέ μου»; «Ἐκεῖνα», φησίν, «τῆς τοῦ Ἀβραὰμ εὐγενείας, ταῦτα δὲ τῆς τούτων πονηρίας. Ἐκεῖνα τῆς ἀγαθῆς ῥίζης, ταῦτα τῶν πονηρῶν κλάδων. Ἐκεῖνα τῆς ἀγέλης τὸ ἐπίσημον δείκνυσιν, ταῦτα τῶν πολλῶν τὸ ἄτακτον, τὸ σκληρόν, τὸ ἀχαλίνωτον.»

Πρὸς ἐκεῖνο τὸ προοίμιον Ἠσαΐου προέτρεπεν· «Εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ἡμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ.» Πρὸς τουτὶ δὲ τὸ πέρας αὐτοὶ καὶ παρὰ γνώμην ἀναγκάζουσιν τὸν λόγον· «Ἀδελφοὺς ἐκάλεσα, πατέρας προσηγόρευσα, μή τις οἰηθῇ καθάπερ ἐχθρῶν κατηγορεῖν, ὡς πολεμίων ἐλέγχειν. Σκ〈λ〉ηροκαρδίους δὲ τοὺς αὐτοὺς καὶ ἀπεριτμήτους προσεφώνησα, ἐπειδὴ τῆς συγγενείας προτιμᾶν δεῖ τὴν ἀλήθειαν καὶ μήτε φίλων μήτε ἀδελφῶν μήτε πατέρων μήτε ἄλλων οἰκείων, ἡνίκα παρανομοῦσιν, φείδεσθαι.» Οὐ μὴν ἐκαρτέρουν οἱ παῖδες τῶν Ἰουδαίων ταῦτα τὰ ῥήματα, ἀλλὰ τοὺς ὀδόντας καθάπερ θῆρες ἔβρυχον, ἔτι ῥητορεύοντα τὸν Στέφανον καταπιεῖν ἐπειγόμενοι. «Ἔβρυχον τοὺς ὀδόντας.» Περὶ γὰρ αὐτῶν εἴρητο· «Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα.» Στέφανος δὲ οὐ πρὸς αὐτούς, ἀλλὰ πρὸς τὸν θεὸν τοὺς ὀφθαλμοὺς εἶχεν, καὶ τῆς γῆς ἀφέμενος εἰς τὰς αὐλὰς τῶν οὐρανῶν ἠπείγετο, καὶ λαμπρᾷ τῇ φωνῇ «Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγότας» ἐκήρυττεν. Τουτέστιν· τὸ κέρδος κοινόν, ἡ ὁδὸς πᾶσιν εὐτρεπής, ἡ πύλη τοῖς εἰσελθεῖν βουλομένοις ἀνέῳκται.

Ὁ ἀνδρεῖος συντόνως ἀθλείτω· ὁ γνήσιος ὁπλίτης νῦν χρησάσθω τοῖς ὅπλοις, νῦν ἐνδειξάσθω τῆς ῥώμης τὸ μέγεθος. Ὁ γὰρ ἀγωνοθέτης ἐφορᾷ· τοὺς στεφάνους καὶ τὰ βραβεῖα διανέμων ἐφέστηκεν. «Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγότας.» Καὶ τίς ὁ ἀνοίξας, οὐκ ἀφῆκεν ἀγνοεῖν τὸν εἰδέναι βουλόμενον. Καὶ διὰ τοῦτο κέκραγεν· «Καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ», τὸν θεὸν Λόγον τὸν σαρκωθέντα λέγων. Ἀφ᾽ οὗ γὰρ ὁ υἱὸς τοῦ θεοῦ υἱὸς ἀνθρώπου γεγένηται, ἀφ᾽ οὗ ὁ ἐκ Πατρὸς αὐτὸς ἐκ παρθένου ἐνέστη τῇ γῇ καὶ τοῖς οὐρανοῖς ὅριον, περιῄρηται τῆς ἔχθρας τὸ μεσότοιχον, ἐκποδὼν ὁ φραγμός, κοινὰ τοῖς ἀγγέλοις καὶ τοῖς ἀνθρώποις τὰ τῆς πολιτείας, ἐὰν οἱ ἄνθρωποι βούλωνται. Ἔξεστιν ἐπὶ γῆς οὖσιν ἐν οὐρανῷ στρατεύεσθαι, κάτω τῇ σαρκὶ τυγχάνειν, ἄνω παρεῖναι τῷ πνεύματι, εἶναι μετὰ τοῦ πηλοῦ τῷ πηλῷ, μετὰ δὲ τοῦ θεοῦ τῷ νῷ.

Ταῦτα μὲν οὖν ἐθεολόγει Στέφανος· βοαὶ δὲ τὴν ἐν τάξει θεολογίαν ἄτακτοι, καὶ βοαὶ τὰς βοὰς διεδέχοντο· καὶ σφενδόναι λίθων τοῖς τῶν ἱερῶν νόμων ἐπηκολούθουν δόγμασιν. Ὅπλων ἀποροῦντες, ἀπὸ τῆς γῆς ὡπλίζοντο· ξίφων οὐ παρόντων, λίθους ταῖς δεξιαῖς ἐσχεδίαζον, καὶ τῆς πόλεως ἔξω λαβόντες ἔθυον. Οὐ γὰρ ἦν Ἰερουσαλὴμ ἡ παλαιὰ τῷ θύματι πρέπουσα· ἀλλὰ καὶ τὸν ἀμνὸν ἐχρῆν παρὰ τὸν ἀμνὸν τὸν τοῦ ποιμένος σφάζεσθαι, ἐκεῖ λαμβάνειν τὸν στρατιώτην τὰ τῆς νίκης ἐνέχυρα, ἔνθα τὸ κατὰ πάντων τρόπαιον ὁ βασιλεὺς ἐπήξατο.