Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Χρυσόστομον

Ἡσύχιος ὁ Πρεσβύτερος

Υπεράσπιση αδικουμένων και εκκλησιαστική κάθαρση

Η προστασία της χήρας Καλλιτρόπης και του Θεοδώριχου από την πλεονεξία της Ευδοξίας, η εξορία των Αρειανών και η καθαίρεση του επισκόπου Αντωνίνου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 10 από 12

Τῆς δὲ βασιλίσσης Εὐδοξίας τῷ τῆς φιλαργυρίας πάθει δεινῶς ἐμπεσούσης καὶ πάμπολλα χρήματα καὶ κτήματα ἐξ ἀδικιῶν καὶ τυραννίας ἀνυ ... ... όλως συναγαγούσης, ἐνέτυχε καί τινι τῶν τῆς <πόλεως> πρωτευόντων, Θεοδωρήχῳ καλουμένῳ, ... ἐγκλήματος αἰτίαν εὑραμένη, ἅπαντα τὰ ἐνόντα αὐτῷ ὑπάρχοντα τῷ ταμιείῳ ἑαυτῆς ἀδίκῳ ψήφῳ κατεθησαύρισεν καὶ ἀλλότριον παντάπασι τῆς ἰδίας αὐτοῦ περιουσίας ἀπεκατέστησεν. Οὐκ ἔχων δὲ ὁ Θεοδώρηχος ὅ τι καὶ δράσειεν, πρὸς τὸν ἀκύμαντον τῆς ἐκκλησίας τρέχει λιμένα, τὸν θεῖον Ἰωάννην δηλαδή, καὶ τὰ τῆς ὑποθέσεως διέξεισιν ἀποκλαιόμενος. Ὁ δὲ συμπαθὴς καὶ φιλάγαθος, τῇ περιστάσει ἐπικαμφθείς, πέμπει τῇ βασιλίσσῃ διά τινος τῶν ἐπισήμων τὸν λόγον, παραινῶν αὐτῇ τοῦ μὴ ἐᾶν ἀδικεῖσθαι τὸν Θεοδώρηχον, ἀλλ’ ἀποδῶσαι τὸ ἑαυτοῦ ἐπιτρεπόμενος.

Ἡ δὲ ὥσπερ αἰσχύνην οἰηθεῖσα τὸ πρᾶγμα, διὰ τοῦ ἀπεσταλμένου καθυπείκειν τῷ τοῦ ἀρχιερέως προστάγματι, τῷ φαινομένῳ καὶ οὐ κατ’ ἀλήθειαν ἀπεκρίνατο. Καὶ οὕτως ὁ Θεοδώρηχος προσκαίρου τινὸς ἀνέσεως ἐπέτυχεν. Μετὰ μικρὸν δὲ πάλιν ἡ φιλάργυρος ... τάτη Εὐδοξία τὰ ὅμοια καὶ χείρονα τῶν προτέρων ἐνεργοῦσα ἐφαίνετο, οὐ μόνον δημεῦσαι <αὐτοῦ τὰ> χρήματα ἐψηφίζετο, ἀλλὰ καὶ τιμωρία τῷ σώματι διεδέχετο.

Ὅπερ μαθὼν ὁ μακάριος Ἰωάννης, δι’ ἐπιστολῆς τῇ Εὐδοξίᾳ χαλεπωτάτην παρὰ θεοῦ τὴν ὀργὴν κατ’ αὐτῆς ἔσεσθαι ἐπαπειλουμένου εἰ μὴ ὅσον τάχιστα τὰ Θεοδωρήχῳ ψηφισθέντα οὐκ ἀκυρώσῃ καὶ τὴν ἐλευθερίαν αὐτῷ χορηγήσηται.

Ἦν δὲ τὰ τῆς ἀδικίας αὐτῆς ἔν τε ἀσκοῦσι καὶ κοσμικοῖς τρανῶς διελέγχων καὶ κηρυττόμενος. Ταῦτα δὲ γνοῦσα ἡ Εὐδοξία τὴν ἐλευθερίαν τῷ Θεοδωρήχῳ σὺν τοῖς αὐτοῦ κτήμασιν ἐδωρήσατο. Διελογίζετο δὲ ἐν ἑαυτῇ ποίῳ τρόπῳ τὸν Ἰωάννην κακώσειεν ὡς αἰτίαν γεγονότα εἰς ταῦτα. Ἐντεῦθεν κατὰ τοῦ ὁσίου πολυπλόκους σκαιωρίας καὶ ὁμιλίας σατανικὰς συνεπλέξατο. Αὐτὸς δὲ τὸ τοῦ ἀποστόλου κατὰ νοῦν ἔχων ῥητὸν τὸ «Εἰ ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν <ἤμην>», πάντα γενναίως ὑπέφερεν καὶ εἰς οὐδὲν ἐλογίζετο.

Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις ὑπῆρχόν τινες ἀρειανίζοντες, οἵτινες παρασυνάξεις καθ’ ἡμέραν ἐν τῇ πόλει ποιοῦντες ἐτύγχανον καὶ τοὺς ἁπλουστέρους τοῖς μυσαροῖς ἐκείνων δόγμασιν ζωγροῦντες καὶ συνελκύοντες. Πρὸς ταῦτα ἀδημονῶν ἦν καὶ δεινῶς φέρων ὁ ἅγιος ἐδέετο τοῦ θεοῦ τούτους ἐξελαθῆναι τῆς πόλεως καὶ τῆς τοιαύτης λώβης τὸν τοῦ Χριστοῦ λαὸν ἐλευθερωθῆναι· ὃ καὶ ἐγένετο. Τῆς γὰρ ἑορτῆς τῶν φώτων καταλαβούσης, παραγίνεται ὁ Ἀρκάδιος ἐν τῇ ἐκκλησίᾳ σὺν τῇ αὐγούστῃ. Καὶ τὰ θεῖα ὡς εἰκὸς ἐκτελέσαντες, ὁ μέγας οὗτος πατὴρ τὰ περὶ τῶν ἀρειανιζόντων εἰς μέσον ἀνέφερεν καὶ τῷ βασιλεῖ καὶ πάσῃ τῇ συγκλήτῳ τὰ πονηρὰ τούτων δόγματα δῆλα πεποίηκεν. Ὁ δὲ βασιλεὺς ἀχθῆναι τούτους κελεύσας καὶ παραγινομένων, ἤρξαντο λαλεῖν τὰ συνήθη φλυαρίσματα κατὰ τῆς οἰκονομίας <Χριστοῦ καὶ> τῆς ἀχράντου καὶ ἀειπαρθένου μητρὸς αὐτοῦ. Ὅθεν ὁ βασιλεὺς ἀειφυγίᾳ τούτους δημοσίῳ ψηφίσματι κατεδίκασεν. Καὶ τούτου τοῦ προστάγματος ἐξενεχθέντος, πολλοὶ τῆς μυσαρᾶς ταύτης θρησκείας ἀπέστησαν.

Ἀντωνῖνος δέ τις ἐπίσκοπος τὰς χειροτονίας χάριν δώρων ἐκτελῶν ἦν καὶ ἄντικρυς τὰ τοῦ Σίμωνος διαπραττόμενος ἔργα. Ὅπερ μαθὼν ὁ ἀρχιερεὺς καὶ τοῦτον κατὰ νόμους ἐλέγξας, καθαιρέσει τελείᾳ ἅμα τοῖς παρ’ αὐτοῦ χειροτονηθεῖσι ὑπέβαλε καὶ νόμον ἐκθεὶς εἰς τὸ μηκέτι τὸ τοιοῦτον ἀτόπημα πράττεσθαι, ἐθνικοῖς λέγων τοῦτο ὑπάρχειν ἴδιον, τὸ τὴν ἱερωσύνην ἀγοράζειν τε καὶ πωλεῖν.

Τότε δὴ καὶ γυνή τις χήρα, τοὔνομα Καλλιτρόπη, φθόνῳ διαβόλου ὑπὸ Παυλακίου τοῦ στρατηλάτου πρὸς τὴν Εὐδοξίαν διαβάλλεται· καὶ ὑπὸ ποινὴν πεντακοσίων νομισμάτων παρὰ τῆς ἀδίκου Εὐδοξίας ἡ χήρα καταδικάζεται, τῷ Παυλακίῳ ταύτην τὴν ποινὴν χορηγεῖσθαι εὐεργεσίας χάριν προστάξασα· καὶ εἰς πέρας τὰ τῆς ἀποφάσεως διηγάγετο. Καταφεύγει τοίνυν ἐπὶ τὸν Ἰωάννην ἡ χήρα καὶ μετὰ δακρύων ἅπαντα τὰ παρὰ τῆς βασιλίσσης καὶ Παυλακίου κατ’ αὐτῆς σκαιωρηθέντα ἐξαγγέλλουσα. Ὁ δὲ τὸν Παυλάκιον μετακαλέσας εὐθὺς καὶ «Ἵνα τί τοσοῦτον ἠδίκησας τὴν πτωχὴν ταύτην χήραν» αὐτῷ προσειπόντος «ὡς καὶ τὸ πᾶν αὐτῆς ἀφελόμενος;

Ἀλλὰ ἀμήν σοι λέγω ὅτι οὐκ ἂν ἐξέλθῃς τοῦδε τοῦ τόπου μέχρις δἂν ἅπαντα ἃ τῇ χήρᾳ ἀφήρπασας ἀποδώσῃς.» Ὁ δὲ διέμεινεν ἀκίνητος, καθάπερ τινὸς θείας δυνάμεως κρατούσης αὐτὸν καὶ οὐκ ἐῶντος ἐπὶ τὰ πρόσω χωρεῖν. Ταῦτα τῆς βασιλίσσης ἐνωτισθείσης καὶ πλ<ήρης> θυμοῦ· «Θεωρῶ, ἔφησεν, ὅτι ἧκεν ἐξ Ἀντιοχείας ἀπράκτους τὰς βασιλικὰς κελεύσεις ποιῆσαι.» Καὶ μετὰ σπουδῆς δύο ἑκατοντάρχους πρὸς Ἰωάννην ἀποστείλασα ἀποσπάσαι τῶν τούτου χειρῶν τὸν Παυλάκιον ἐντειλαμένη.

Ἀπελθόντων οὖν καὶ εἴσω βουληθέντων γενέσθαι, ἄγγελον ἐξαστράπτοντα, φοβερὸν τῷ εἴδει καὶ τῇ χειρὶ ῥομφαίαν κατέχοντα εἶδον ἔμπροσθεν τοῦ πυλῶνος ἑστῶτα καὶ τὴν εἴσοδον τούτοις κωλύοντα. Καὶ μετὰ τρόμου στραφέντες ἅπαντα τῇ αὐγούστῃ ἃ εἶδον ἀπήγκειλαν. Τῆς δὲ ἐπὶ τοῖς ῥηθεῖσι μὴ πεισθείσης, Φορμέντιόν τινα τοὔνομα καὶ αὖθις ἐξέπεμψε, ἀπολυθῆναι τὸν Παυλάκιον τῷ Ἰωάννῃ προτεινομένη. Μὴ βουληθέντος δὲ τὸ σύνολον τοῦ ἀρχιερέως τῇ τῆς Εὐδοξίας προστάξει ἐπικάμψαι καὶ τὸ δίκαιον παρορᾶν, καὶ μὴ βουλομένης αὐτῆς, ἅπαντα τὰ τῇ χήρᾳ ἀφαιρεθέντα νομίσματα πρὸς αὐτὸν ἐξαπέστειλε. <Τότε οὖν> ὁ Παυλάκιος, τῆς ἀκινησίας λυθεὶς κατὰ τὴν τοῦ ἁγίου πρόρρησιν, ἐπαλινόστει πρὸς τὴν βασίλισσαν.