εἶπας γὰρ καὶ οὐκ ἐψεύσω. ἀνέστη γὰρ ἡ πάρδαλις, ἦλθεν ὁ τράγος τῶν αἰγῶν, ἔτυψε τὸν κριόν, συνέτριψεν αὐτοῦ τὰ κέρατα, καὶ κατεπάτησεν αὐτὸν τοῖς ποσίν, ἐκράτησεν, ὑψώθη. ἐν τῷ πεσεῖν αὐτὸν ἀνέστη τέσσαρα κέρατα ὑποκάτωθεν αὐτοῦ· εὐφραίνου, μακάριε Δανιήλ, οὐκ ἐπλανήθης, γεγένηται ταῦτα πάντα. μετὰ τοῦτο πάλιν μοι διήγηθι· “θηρίον τέταρτον, φοβερὸν καὶ ἔκθαμβον· οἱ ὀδόντες αὐτοῦ σιδηροῖ, καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ, ἐσθίον καὶ λεπτῦνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει.„ ἴδε κρατεῖ νῦν “ὁ σίδηρος„, ἴδε “δαμάζει πάντα καὶ λεπτύνει„, ἴδε ὑποτάσσει πάντας τοὺς μὴ θέλοντας, ἴδε βλέπομεν αὐτὰ ἡμεῖς, ἴδε δοξάζομεν τὸν θεὸν ὑπὸ σοῦ διδασκόμενοι. ἀλλ᾽ ἐπειδὴ προὔκειτο ἡμῖν περὶ τῆς πόρνης εἰπεῖν, πάρελθε, ὦ μακάριε Ἡσαΐα. ἴδωμεν τί λέγεις περὶ Βαβυλῶνος. “κατάβηθι, κάθισον ἐπὶ γῆς, παρθένος θύγατερ Βαβυλῶνος, κάθισον, θυγάτηρ Χαλδαίων, οὐκέτι προστεθήσῃ κληθῆναι ἁπαλὴ καὶ τρυφερά. λάβε μύλον, ἄλεσον ἄλευρον, ἀποκάλυψαι τὸ κατακάλυμμά σου, ἀνάσυρε τὰς πολιάς σου, ἀνακάλυψαι τὰς κνήμας, διάβηθι ποταμούς. ἀνακαλυφθήσεται ἡ αἰσχύνη σου, φανήσονται οἱ ὀνειδισμοί σου. τὸ δίκαιον ἐκ σοῦ λήμψομαι, οὐκέτι μὴ παραδῶ σε ἀνθρώποις. ὁ ῥυσάμενός σε κύριος Σαβαώθ, ὄνομα αὐτῷ ὁ ἅγιος Ἰσραήλ. κάθισον κατανενυγμένη, εἴσελθε εἰς τὸ σκότος, θυγάτηρ Χαλδαίων, οὐκέτι μὴ κληθήσῃ ἰσχὺς βασιλείας.