Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Περὶ τοῦ ἀντιχρίστου

Ἱππόλυτος Ῥώμης

Το τέταρτο θηρίο, η κρίση της Βαβυλώνας και η έσχατη εβδομάδα

Ερμηνεία των εσχατολογικών οραμάτων του Δανιήλ και του Ιωάννη για το τέταρτο θηρίο, την πόρνη της Βαβυλώνας και τη συντριβή της πριν από το τέλος των ημερών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 4 από 7

Ταῦτά σοι, ἀγαπητέ, μετὰ φόβου μεταδίδομεν ἀφθόνως “διὰ τὴν ὑπερβάλλουσαν Χριστοῦ ἀγάπην„. εἰ γὰρ οἱ πρὸ ἡμῶν μακάριοι προφῆται γεγενημένοι εἰδότες αὐτὰ οὐκ ἠθέλησαν παρρησίᾳ κηρῦξαι, ἵνα μὴ τάραχον ἐγγεννήσωσι ταῖς τῶν ἀνθρώπων ψυχαῖς, ἀλλὰ μυστικῶς διηγήσαντο διὰ παραβολῶν καὶ αἰνιγμάτων, λέγοντες “ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν„· πόσῳ μᾶλλον ἡμεῖς κινδυνεύσομεν, τολμῶντες τὰ ὑπ᾽ ἐκείνων ἀποκρύφως εἰρημένα εἰς φανερὸν ἄγειν; ἴδωμεν τοίνυν τὰ συμβησόμενα ἐπ᾽ ἐσχάτων ἐπὶ τὴν πόρνην τὴν ἀκάθαρτον ταύτην, ὁποία δὲ καὶ ποταπὴ κατὰ χόλον θεοῦ ἐπελεύσεται αὐτῇ πρὸ τῆς κρίσεως μερικὴ βάσανος. δεῦρο οὖν, ὦ μακάριε Ἡσαΐα, ἐξεγέρθητι, εἰπὲ σαφῶς τί ἐπροφήτευσας περὶ τῆς πόλεως τῆς μεγάλης Βαβυλῶνος. ὡς εἶπας γὰρ καὶ περὶ Ἱερουσαλὴμ καὶ τετέλεσται. σὺ γὰρ εἶπας μετὰ παρρησίας “ἔστω ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ πολλῶν ἀλλοτρίων. ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις πολιορκουμένη.„ τί οὖν; οὐ γεγένηται ἤδη ταῦτα; οὐ πεπλήρωται τὰ ὑπὸ σοῦ εἰρημένα; οὐκ ἠρήμωται αὐτῶν ἡ Ἰουδαία γῆ; οὐκ ἐμπέπρησται τὸ ἁγίασμα; οὐ κατέστραπται τὰ τείχη; οὐ καθῃρέθησαν αἱ πόλεις; οὐ τὴν χώραν ἀλλότριοι κατεσθίουσιν; οὐ τὴν γῆν αὐτῶν Ῥωμαῖοι κρατοῦσιν;

ἀλλὰ μισήσαντές σε οἱ ἄνομοι ἐνέπρισαν· καὶ γὰρ Χριστὸν ἐσταύρωσαν. ἀπέθανες ἐν κόσμῳ, ἀλλ᾽ οὖν ἐν Χριστῷ ζῇς. τίνα οὖν ὑμῶν πλείω ἀγαπήσω ἢ σέ; ἀλλὰ καὶ Ἱερεμίας λιθάζεται. ἢ Ἱερεμίαν μᾶλλον; ἀλλὰ καὶ Δανιὴλ μαρτυρεῖ. Δανιήλ, ὑπὲρ πάντας ἐπαινῶ σέ; ἀλλὰ καὶ Ἰωάννης οὐ ψεύδεται. πόσοις ὑμᾶς στόμασι καὶ γλώσσαις δοξάσω· μᾶλλον δὲ τὸν ἐν ὑμῖν λαλήσαντα λόγον. ἀπεθάνετε γὰρ σὺν Χριστῷ, ἀλλὰ ζήσετε ἐν θεῷ. ἀκούσατε καὶ χαρῆτε. ἰδοὺ τὰ ὑφ᾽ ὑμῶν λελαλημένα κατὰ καιροὺς πεπλήρωται. εἴδατε γὰρ αὐτὰ πρῶτον, εἶθ᾽ οὕτως ἐκηρύξατε πάσαις γενεαῖς τὰ τοῦ θεοῦ λόγια, διηκονήσατε πάσαις γενεαῖς. προφῆται ἐκηρύχθητε, ἵνα πάντας σῶσαι δυνηθῆτε. τότε γὰρ ὄντως ὁ προφήτης προφήτης γίνεται, ὅταν τὰ μέλλοντα γίνεσθαι προκηρύξας, ὕστερον συμβάντα αὐτὰ ἐπιδείξῃ. καλοῦ διδασκάλου οἱ πάντες ἐγένεσθε μαθηταί. ταῦτα ὑμῖν ὡς ζῶσιν ἀξίως ἐπιφέρω· ἔχετε γὰρ ἤδη τὸν τῆς ζωῆς καὶ ἀφθαρσίας ἀποκείμενον ὑμῖν ἐν τοῖς οὐρανοῖς στέφανον. λέγε μοι, ὦ μακάριε Δανιήλ, πληροφόρησόν με, παρακαλῶ. προφητεύεις περὶ τῆς λεαίνης ἐν Βαβυλῶνι· αἰχμάλωτος γὰρ ἦς ἐκεῖ. διήγησαι καὶ τὰ μέλλοντα περὶ τῆς ἄρκου· ἔτι γὰρ ἀκμὴν ἐν κόσμῳ ἦς καὶ εἶδες αὐτὰ γεγενημένα. ἔπειτα λέγεις μοι πάρδαλιν· καὶ πόθεν σοι τοῦτο εἰδέναι; ἤδη γὰρ ἐκεκοίμησο. ἦ τίς σε ταῦτα προεδίδαξεν ἀλλ᾽ ἢ ὁ πλάσας σε ἐν κοιλίᾳ μητρός, θεοῦ λόγος;

εἶπας γὰρ καὶ οὐκ ἐψεύσω. ἀνέστη γὰρ ἡ πάρδαλις, ἦλθεν ὁ τράγος τῶν αἰγῶν, ἔτυψε τὸν κριόν, συνέτριψεν αὐτοῦ τὰ κέρατα, καὶ κατεπάτησεν αὐτὸν τοῖς ποσίν, ἐκράτησεν, ὑψώθη. ἐν τῷ πεσεῖν αὐτὸν ἀνέστη τέσσαρα κέρατα ὑποκάτωθεν αὐτοῦ· εὐφραίνου, μακάριε Δανιήλ, οὐκ ἐπλανήθης, γεγένηται ταῦτα πάντα. μετὰ τοῦτο πάλιν μοι διήγηθι· “θηρίον τέταρτον, φοβερὸν καὶ ἔκθαμβον· οἱ ὀδόντες αὐτοῦ σιδηροῖ, καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ, ἐσθίον καὶ λεπτῦνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει.„ ἴδε κρατεῖ νῦν “ὁ σίδηρος„, ἴδε “δαμάζει πάντα καὶ λεπτύνει„, ἴδε ὑποτάσσει πάντας τοὺς μὴ θέλοντας, ἴδε βλέπομεν αὐτὰ ἡμεῖς, ἴδε δοξάζομεν τὸν θεὸν ὑπὸ σοῦ διδασκόμενοι. ἀλλ᾽ ἐπειδὴ προὔκειτο ἡμῖν περὶ τῆς πόρνης εἰπεῖν, πάρελθε, ὦ μακάριε Ἡσαΐα. ἴδωμεν τί λέγεις περὶ Βαβυλῶνος. “κατάβηθι, κάθισον ἐπὶ γῆς, παρθένος θύγατερ Βαβυλῶνος, κάθισον, θυγάτηρ Χαλδαίων, οὐκέτι προστεθήσῃ κληθῆναι ἁπαλὴ καὶ τρυφερά. λάβε μύλον, ἄλεσον ἄλευρον, ἀποκάλυψαι τὸ κατακάλυμμά σου, ἀνάσυρε τὰς πολιάς σου, ἀνακάλυψαι τὰς κνήμας, διάβηθι ποταμούς. ἀνακαλυφθήσεται ἡ αἰσχύνη σου, φανήσονται οἱ ὀνειδισμοί σου. τὸ δίκαιον ἐκ σοῦ λήμψομαι, οὐκέτι μὴ παραδῶ σε ἀνθρώποις. ὁ ῥυσάμενός σε κύριος Σαβαώθ, ὄνομα αὐτῷ ὁ ἅγιος Ἰσραήλ. κάθισον κατανενυγμένη, εἴσελθε εἰς τὸ σκότος, θυγάτηρ Χαλδαίων, οὐκέτι μὴ κληθήσῃ ἰσχὺς βασιλείας.

παρωξύνθην ἐπὶ τῷ λαῷ μου, ἐμίανας τὴν κληρονομίαν μου· ἐγὼ δέδωκα εἰς τὴν χεῖρά σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος, σὺ δὲ τοῦ πρεσβύτου ἐβάρυνας τὸν ζυγὸν σφόδρα, καὶ εἶπας· εἰς τὸν αἰῶνα ἔσομαι ἄρχουσα. οὐκ ἐνόησας ταῦτα ἐν τῇ καρδίᾳ σου, οὐδὲ ἐμνήσθης τὰ ἔσχατα. νῦν δὲ ἄκουε ταῦτα, ἡ τρυφερά, ἡ καθημένη πεποιθυῖα, ἡ λέγουσα τῇ καρδίᾳ· ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα, οὐ καθιῶ χήρα, οὐδὲ γνώσομαι ὀρφανίαν. νῦν δὲ ἥξει ἐπὶ σὲ δύο ταῦτα ἐν ἡμέρᾳ μιᾷ, χηρεία καὶ ἀτεκνία ἥξει ἐξαίφνης ἐπὶ σὲ ἐν τῇ φαρμακείᾳ σου, ἐν τῇ ἰσχύι τῶν ἐπαοιδῶν σου σφόδρα, τῇ ἐλπίδι τῆς πονηρίας σου. σὺ γὰρ εἶπας· ἐγώ εἰμι, οὐκ ἔστιν ἑτέρα, καὶ ἔσται ἡ πορνεία σου σοὶ αἰσχύνη, ὅτι εἶπας τῇ καρδίᾳ σου· ἐγώ εἰμι. καὶ ἥξει ἐπὶ σὲ ἀπώλεια καὶ οὐ μὴ γνῷς, βόθυνος, καὶ ἐμπεσῇ εἰς αὐτόν· καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία, καὶ οὐ μὴ δυνήσῃ καθαρὰ γενέσθαι· καὶ ἥξει ἐπὶ σὲ ἐξάπινα, καὶ οὐ μὴ γνώσῃ. στῆθι νῦν ἐν ταῖς ἐπαοιδαῖς σου καὶ τῇ πολλῇ φαρμακείᾳ σου, ἃ ἐμάνθανες ἐκ γενέσεώς σου, εἰ δυνήσῃ ὠφεληθῆναι. κεκοπίακας ἐν ταῖς βουλαῖς σου· στήτωσαν καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, οἱ ὁρῶντες τοὺς ἀστέρας ἀναγγειλάτωσάν σοι, τί μέλλει ἐπὶ σὲ ἐλθεῖν.

ἰδοὺ πάντες ὡς φρύγανα ἐπὶ πυρὸς οὕτω καυθήσονται, καὶ οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὐτῶν ἐκ φλογός, ὅτι ἔχεις ἄνθρακας πυρός, κάθισαι ἐπ᾽ αὐτούς, οὕτως ἔσται σοι εἰς βοήθειαν· ἐκοπίασας ἐν τῇ μεταβολῇ ἐκ νεότητος, ἄνθρωπος καθ᾽ ἑαυτὸν ἐπλάγχθη, σοὶ δὲ οὐκ ἔσται σωτηρία.„ ταῦτα μὲν οὖν προφητεύει Ἡσαΐας· ἴδωμεν δὲ εἰ τὰ ὅμοια αὐτῷ ἐφθέγξατο Ἰωάννης. οὗτος γὰρ ἐν Πάτμῳ τῇ νήσῳ ὢν ὁρᾷ ἀποκάλυψιν μυστηρίων φρικτῶν, ἅτινα διηγούμενος ἀφθόνως καὶ ἑτέρους διδάσκει. λέγε μοι, ὦ μακάριε Ἰωάννη, ἀπόστολε καὶ μαθητὰ τοῦ κυρίου, τί εἶδες καὶ τί ἤκουσας περὶ Βαβυλῶνος. γρηγόρησον καὶ εἰπέ· καὶ γὰρ αὐτή σε ἐξώρισεν. “καὶ ἦλθεν εἷς τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησε μετ᾽ ἐμοῦ λέγων· δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης ἐπὶ ὑδάτων πολλῶν, μεθ᾽ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς. καὶ ἀπήνεγκέ με εἰς ἔρημον ἐν πνεύματι καὶ εἶδα γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, γέμον τὰ ὀνόματα, ἔχον κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα.

καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ κόκκινον, κεχρυσωμένη χρυσῷ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς γέμων βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τῆς πορνείας τῆς γῆς, καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον· μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς. καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν τοῦ αἵματος τῶν ἁγίων καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ, καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα. καὶ εἶπέ μοι ὁ ἄγγελος· διατί ἐθαύμασας; ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα. τὸ θηρίον ὃ εἶδες ἦν καὶ οὐκ ἔστι καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου καὶ εἰς ἀπώλειαν ὑπάγει· καὶ θαυμάζουσιν οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὸ ὄνομα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλέποντες τὸ θηρίον ὅτι ἦν καὶ οὐκ ἔστι καὶ παρέσται. ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν, ὅπου ἡ γυνὴ κάθηται ἐπ᾽ αὐτῶν, καὶ βασιλεῖς αἱ ἑπτά εἰσιν· οἱ πέντε ἔπεσαν, ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθεν, καὶ ὅταν ἔλθῃ ὀλίγον αὐτὸν δεῖ μεῖναι. καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστιν, καὶ αὐτὸς ὄγδοός ἐστιν, καὶ ἐκ τῶν ἑπτά ἐστιν, καὶ εἰς ἀπώλειαν ὑπάγει.

καὶ τὰ κέρατα τὰ δέκα, ἃ εἶδες, δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλὰ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσιν μετὰ τοῦ θηρίου μίαν γνώμην ἔχουσιν καὶ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν αὐτῷ τῷ θηρίῳ διδόασιν. οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσιν, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶ καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ᾽ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί. καὶ λέγει μοι· τὰ ὕδατα ἃ εἶδες, οὗ κάθηται ἡ πόρνη, λαοὶ καὶ ὄχλοι εἰσὶ καὶ ἔθνη καὶ γλῶσσαι. καὶ τὰ δέκα κέρατα ἃ εἶδες καὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί. ὁ γὰρ θεὸς ἔδωκεν εἰς τὴν καρδίαν αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ καὶ ποιῆσαι μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι τελεσθήσονται οἱ λόγοι τοῦ θεοῦ. καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς. μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ.

καὶ ἔκραξεν ἐν ἰσχύι φωνῇ μεγάλῃ λέγων· ἔπεσεν, ἔπεσε Βαβυλὼν ἡ μεγάλη καὶ ἐγένετο κατοικητήριον δαιμονίων καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ μεμισημένου καὶ φυλακὴ παντὸς θηρίου ἀκαθάρτου καὶ μεμισημένου, ὅτι ἐκ τοῦ θυμοῦ τοῦ οἴνου τῆς πορνείας αὐτῆς πεπτώκασι πάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μετ᾽ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν. καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τῶν οὐρανῶν λέγουσαν· ἐξέλθατε ὁ λαός μου ἐξ αὐτῆς, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε, ὅτι ἐκολλήθησαν αἱ ἁμαρτίαι αὐτῆς ἄχρι τοῦ οὐρανοῦ καὶ ἐμνημόνευσεν ὁ θεὸς τὰ ἀδικήματα αὐτῆς. ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν, καὶ διπλώσατε τὰ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασε κεράσατε αὐτῇ διπλοῦν· ὅσα ἐδόξασεν αὐτὴν καὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος. ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει· ὅτι κάθημαι βασίλισσα καὶ χήρα οὐκ εἰμὶ καὶ πένθος οὐ μὴ ἴδω, διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται· ὅτι ἰσχυρὸς κύριος ὁ θεὸς ὁ κρίνας αὐτήν.

καὶ κλαύσουσι καὶ κόψονται ἐπ᾽ αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ μετ᾽ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσι τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, Βαβυλὼν ἡ πόλις ἡ ἰσχυρά, ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου· καὶ οἱ ἔμποροι τῆς γῆς κλαύσουσι καὶ πενθήσουσιν ἐπ᾽ αὐτήν, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι, γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαρίτας καὶ βύσσους καὶ πορφύρας καὶ σιρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύινον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου καὶ κινναμώμου καὶ θυμίαμα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ κτήνη καὶ πρόβατα, καὶ ἵππων καὶ ῥεδῶν καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων, καὶ ἡ ὀπώρα σου τῆς ἐπιθυμίας τῆς ψυχῆς ἀπῆλθεν ἀπό σου, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπό σου, καὶ οὐκέτι αὐτὰ οὐ μὴ εὑρήσουσιν. οἱ ἔμποροί σου, οἱ πλουτήσαντες ἀπ᾽ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς κλαίοντες καὶ πενθοῦντες καὶ λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη ἐν χρυσῷ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίτῃ, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος.

καὶ πᾶς κυβερνήτης καὶ πᾶς ἐπὶ τῶν πλοίων καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν καὶ ἔκραξαν βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες· τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ; καὶ ἔβαλαν χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἔκραξαν κλαίοντες καὶ πενθοῦντες, λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη. εὐφραίνου ἐπ᾽ αὐτήν, οὐρανὲ καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς. καὶ ἦρεν εἰς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλον μέγαν, καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων· οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι.

καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ 〈ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,〉 καὶ φῶς λύχνου οὐ μὴ φανῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ νυμφίου καὶ φωνὴ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη, καὶ ἐν αὐτῇ αἷμα προφητῶν καὶ ἁγίων εὑρέθη καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.„ περὶ μὲν οὖν τῶν βασάνων καὶ τῆς ἐπερχομένης αὐτῇ ἐπ᾽ ἐσχάτων ὑπὸ τῶν τότε ἐσομένων τυράννων μερικῆς κρίσεως σαφέστατα ἐν τοῖς ῥητοῖς τούτοις δεδήλωται. δεῖ δὲ ἡμᾶς καὶ τὸν χρόνον ἐξακριβαζομένους ἐκθέσθαι, ἐν οἷς καιροῖς ταῦτα συμβήσεται καὶ ὡς τὸ κέρας τὸ μικρὸν ἐν αὐτοῖς ἀναφυήσεται. τῶν γὰρ κνημῶν τῶν σιδηρῶν τῶν νῦν ἐπικρατουσῶν ἐπὶ τὰ ἴχνη τῶν ποδῶν καὶ τοὺς δακτύλους, χωρησάντων κατὰ τὴν τῆς εἰκόνος φανέρωσιν καὶ τὴν τοῦ θηρίου τοῦ φοβεροῦ δεῖξιν, καθὼς σεσήμανται ἐν τοῖς ἔμπροσθεν, οἷς καιροῖς ὁ σίδηρος καὶ τὸ ὄστρακον εἰς ταὐτὸ ἀναμίγνυται; δείξει δὲ ἡμῖν Δανιὴλ τὰ προκείμενα. λέγει γὰρ· “καὶ διαθήσει διαθήκην πολλοῖς ἑβδομὰς μία.