Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Περὶ τῆς θεοφανείας (Νόθος)

Ἱππόλυτος Ῥώμης

Η προσέλευση του Χριστού στο βάπτισμα και ο διάλογος με τον Πρόδρομο

Η θεία συγκατάβαση, ο φόβος της κτίσεως και η αρχική άρνηση του Ιωάννη να βαπτίσει τον αναμάρτητο Κύριο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 2 από 5

οὕτως ἡ τῶν ὑδάτων φύσις ἀναγκαία, ὅτι τὰ μὲν ἄλλα στοιχεῖα ὑπὸ τῶν καμαρωδεστάτων οὐρανῶν τὴν οἴκησιν ἔλαβεν, ἡ δὲ τῶν ὑδάτων φύσις καὶ ἐπάνω τῶν οὐρανῶν τὴν μονὴν ἐδέξατο. καὶ τούτου μάρτυς αὐτὸς ὁ προφήτης βοῶν “αἰνεῖτε τὸν κύριον, οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὰ ὕδατα τὰ ἐπάνω τῶν οὐρανῶν αἰνεσάτωσαν τὸ ὄνομα κυρίου„. οὐ μόνον δὲ τοῦτο τὴν ἀξιοπιστίαν τοῦ ὕδατος παρίστησιν, ἀλλὰ καὶ τὸ πάντων αἰδεσιμώτερον, ὅτι ὁ πάντων δημιουργὸς Χριστὸς ὡς ὑετὸς κατῆλθε καὶ ὡς πηγὴ ἐγνώσθη καὶ ὡς ποταμὸς διεδόθη καὶ ἐν τῷ Ἰορδάνῃ ἐβαπτίσθη. ἤκουες γὰρ ἀρτίως, πῶς ἐλθὼν ὁ Ἰησοῦς πρὸς τὸν Ἰωάννην ἐν τῷ Ἰορδάνῃ ἐβαπτίσθη ὑπ᾽ αὐτοῦ. ὦ παραδόξων πραγμάτων· πῶς ὁ ἀπερίγραπτος “ποταμὸς ὁ εὐφραίνων τὴν πόλιν τοῦ θεοῦ„ ἐν ὀλίγῳ ὕδατι ἐλούετο, ἡ ἀκατάληπτος πηγὴ ἡ ζωὴν βλαστάνουσα πᾶσιν ἀνθρώποις καὶ τέλος μὴ ἔχουσα ὑπὸ πενιχρῶν καὶ προσκαίρων ὑδάτων ἐκαλύπτετο. ὁ πάντη παρὼν καὶ μηδαμοῦ ἀπολιμπανόμενος, ὁ ἀκατάληπτος ἀγγέλοις καὶ ἀόρατος ἀνθρώποις ἐπὶ τὸ βάπτισμα ἔρχεται, ὡς ηὐδόκησεν. ταῦτα ἀκούων, ἀγαπητέ, μὴ φυσικῶς ἐκλάμβανε τὰ λεγόμενα, ἀλλ᾽ οἰκονομικῶς δέχου τὰ παρατιθέμενα, διὸ καὶ ὁ κύριος τῇ φιλανθρωπίᾳ τῆς συγκαταβάσεως οὐκ ἔλαθε τὴν τῶν ὑδάτων φύσιν, ὅπερ ἐποίησεν ἐν κρυφῇ. “

εἶδον γὰρ αὐτὸν τὰ ὕδατα καὶ ἐφοβήθησαν„, ἐξέστησαν μικροῦ δεῖν καὶ τῆς ὁροθεσίας ἀπέφυγον· ὅθεν ὁ προφήτης ἐκ πολλῶν τῶν χρόνων τοῦτο θεωρήσας ἐπερωτᾷ λέγων “τί σοί ἐστιν, θάλασσα, ὅτι ἔφυγες; καὶ σύ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;„ αὐτὰ δὲ ἀποκριθέντα εἶπον Τὸν πάντων κτιστὴν ἐν “μορφῇ δούλου„ εἴδομεν καὶ τὸ μυστήριον τῆς οἰκονομίας ἀγνοήσαντες ἀπὸ τῆς δειλίας ἐλαυνόμεθα, νῦν δὲ γνόντες τὴν οἰκονομίαν προσκυνοῦμεν αὐτοῦ τὴν εὐσπλαγχνίαν, ὅτι παραγέγονε σῶσαι καὶ οὐ κρῖναι τὴν οἰκουμένην. ὅθεν Ἰωάννης ὁ τοῦ κυρίου πρόδρομος ἀγνοήσας τοῦτο τὸ μυστήριον καὶ μαθὼν ὅτι ἀληθῶς ὁ κύριός ἐστιν, ἐβόα λέγων τοῖς ἀπερχομένοις ὑπ᾽ αὐτοῦ βαπτισθῆναι “γεννήματα ἐχιδνῶν„, τί μοι σφοδρῶς ἀτενίζετε; “οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός„· ὑπηρέτης εἰμὶ καὶ οὐκ αὐθέντης· ἰδιώτης εἰμί, οὐ βασιλεύς· πρόβατόν εἰμι, οὐ ποιμήν· ἄνθρωπός εἰμι, οὐ θεός· στείρωσιν ἔλυσα μητρὸς γεννηθείς, οὐ παρθενίαν ἐστείρωσα· ἐκ τῶν κάτωθεν ἀνεδόθην, ἐκ τῶν ἄνωθεν οὐ κατῆλθον· πατρικὴν ἔδησα γλῶσσαν, οὐ θεϊκὴν ἥπλωσα χάριν· ὑπὸ μητρὸς ἐγνώσθην, ὑπὸ ἀστέρος δὲ οὐκ ἐμηνύθην· ἐγὼ εὐτελὴς καὶ ἐλάχιστος, “ἔρχεται δὲ ὀπίσω μου ὃς ἔμπροσθέν μου ἐστίν„, ὀπίσω διὰ τὸν χρόνον, ἔμπροσθεν διὰ τὸ ἀπρόσιτον καὶ ἀνέκφραστον τῆς θεότητος φῶς. “

ἔρχεται ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι, αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί„. ἐγὼ ὑπεξούσιος, αὐτὸς δὲ αὐτεξούσιος· ἐγὼ ἁμαρτιῶν ἔνοχος, αὐτὸς δὲ ἁμαρτιῶν ἀφαιρετής· ἐγὼ τὸν νόμον παράπτω, αὐτὸς δὲ τὴν χάριν φωταγωγεῖ· ἐγὼ ὡς δοῦλος κατηχῶν, αὐτὸς δὲ ὡς δεσπότης κρίνων· ἐγὼ τὸ ἔδαφος κλίνην ἔχω, αὐτὸς τὸν οὐρανὸν ἔχει· ἐγὼ μετανοίας βαπτίζω βάπτισμα, αὐτὸς δὲ υἱοθεσίας δωρεῖται χάρισμα. “αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί„. τί ἐμοὶ προσανέχετε; “οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός„. ταῦτα τοῦ Ἰωάννου πρὸς τὸν ὄχλον λέγοντος καὶ τοῦ λαοῦ παραδοκοῦντος ξένον τι θέαμα τοῖς σωματικοῖς ὀφθαλμοῖς θεάσασθαι καὶ τοῦ διαβόλου καταπληττομένου ἐπὶ τῇ τοσαύτῃ τοῦ Ἰωάννου μαρτυρίᾳ, ἰδοὺ ὁ κύριος παραγίνεται λιτός, μόνος, γυμνός, ἀπροστάτευτος, ἔνδυμα ἔχων τὸ ἀνθρώπινον σῶμα, κρύπτων δὲ τὸ τῆς θεότητος ἀξίωμα, ἵνα λάθῃ τοῦ δράκοντος τὸ πανούργευμα. καὶ οὐ μόνον ὡς κύριος ἐκτὸς τῆς βασιλικῆς δορυφορίας πρὸς τὸν Ἰωάννην παραγέγονεν, ἀλλὰ καὶ ὡς ἄνθρωπος λιτὸς καὶ ὑπόχρεως ἁμαρτιῶν ἔκλινε τὴν κεφαλὴν αὐτοῦ βαπτισθῆναι ὑπὸ Ἰωάννου. ὅθεν ὁ Ἰωάννης θεασάμενος τὴν τοσαύτην ταπεινοφροσύνην θαμβηθεὶς ἐπὶ τῷ πράγματι ἤρξατο διακωλύειν αὐτὸν λέγων, καθὼς ἀρτίως ἠκούσατε, “ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ;„ τί ποιεῖς, ὦ δέσποτα;

ἀκανόνιστα δογματίζεις. ἄλλα κατήγγειλα καὶ ἄλλα μετέρχῃ. ἄλλα ἤκουσεν ὁ διάβολος καὶ ἄλλα κατανοεῖ. βάπτισόν με τῷ πυρὶ τῆς θεότητος· τί περιμένεις τὸ ὕδωρ; φώτισον τῷ πνεύματι· τί προσανέχεις τῷ κτίσματι; βάπτισόν με τὸν βαπτιστήν, ἵνα γνωσθῇ σου ἡ ὑπεροχή. ἐγώ, δέσποτα, μετανοίας βαπτίζω βάπτισμα καὶ τοὺς προσερχομένους πρὸς μὲ ἀμήχανον βαπτίσαι, ἐὰν μὴ τὰς ἁμαρτίας αὐτῶν ἐξομολογήσωνται. κείσθω ὅτι βαπτίζω σε, τί ἔχεις ἐξομολογήσασθαι; ἁμαρτιῶν ἀφαιρετὴς ὑπάρχεις καὶ τὸ τῆς μετανοίας θέλεις βαπτισθῆναι βάπτισμα; εἰ καὶ ἐγώ σε τολμήσω βαπτίσαι, ὁ Ἰορδάνης οὐ τολμᾷ πλησιάσαι. “ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι καὶ σὺ ἔρχῃ πρὸς μέ;„ τί οὖν ὁ κύριος πρὸς αὐτόν; “ἄφες ἄρτι, οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην„. “ἄφες ἄρτι„, Ἰωάννη, οὐκ εἶ μου σοφώτερος. σὺ ὡς ἄνθρωπος βλέπεις, ἐγὼ ὡς θεὸς προγινώσκω. πρῶτόν με δεῖ ποιῆσαι καὶ οὕτω διδάξαι. οὐδὲν ἀπρεπὲς μετέρχομαι, εὐπρέπειαν γὰρ περιβέβλημαι. θαυμάζεις, ὦ Ἰωάννη, ὅτι οὐκ ἦλθον μετὰ τοῦ ἀξιώματός μου; ἰδιώτῃ μὲν γὰρ οὐ πρέπει βασιλικὴ ἁλουργίς, βασιλεῖ δὲ πρέπει στρατιωτικὸν σχῆμα. πρὸς τύραννον ἦλθον, μὴ γὰρ πρὸς φίλον; “ἄφες ἄρτι, οὕτω γὰρ πρέπον ἡμῖν ἐστιν πληρῶσαι πᾶσαν δικαιοσύνην„.