Ἀλλ᾽ ἴσως τοῦτο συμβέβηκεν ἡμῖν, ἵνα γνῶμεν, ὅτι “οὔτε τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, οὐδὲ τοῦ διώκοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ„. δεῦρο τοιγαροῦν, ἐπειδήπερ θεὸς δίδωσι τοῖς λέγουσι χάριν, οὐ διὰ τὴν ἀξίαν τῶν λεγόντων, ἀλλὰ διὰ τὴν χρείαν τῶν ἀκουόντων, αὐτὸν παρακαλέσαντες, ἀπὸ τῶν ἀρτίως ὑμῖν ὑπαναγνωσθέντων εὐαγγελικῶν ἀναγνωσμάτων κατὰ δύναμιν τὸ πότιμον τῆς διδασκαλίας ἀρυσώμεθα νᾶμα. “Ἦν τις ἀσθενῶν, φησίν, Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν κύριον μύρῳ, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. εἶπε δὲ ὁ Ἰησοῦς· οὐκ ἔστιν ἡ ἀσθένεια αὕτη πρὸς θάνατον, ἀλλ᾽ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ, ἵνα δοξασθῇ ὁ θεὸς δι᾽ αὐτῆς.„ Ἀνθυποφέρων λέγω “ἡ ἀσθένεια αὕτη οὐκ ἔστι πρὸς θάνατον, ἀλλ᾽ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ„· οὐκ ἔστιν ἀσθένεια, ἀλλ᾽ εὐαγγελία· οὐκ ἔστιν ἀσθένεια, ἀλλ᾽ ἀσφάλεια. ὦ ἀσθένεια ἀρρωστούντων ἰατρέ, πίστεως ὁδηγέ, θανάτου ἀντίπαλε, διαβόλου ἀντίδικε, σωτηρίας ἀρχηγέ. ὦ ἀσθένεια, ἀρετῆς θεμέλιε ἄρρηκτε, πίστεως διδάσκαλε, εὐσεβείας οἰκονόμε. ὦ ἀσθένεια πυρετοὺς ψυχῶν ἀποσοβοῦσα, καὶ ἱδρῶτας βαπτίσματος δροσίζουσα, καὶ λαμπρὰς στολὰς ψυχῆς ἐξυφαίνουσα. ὦ ἀσθένεια, οὐρανίου ἄρτου πάροχε, πίστεως λαμπαδοῦχε ἄριστε, διαβόλου παγὶς καὶ ἀνθρώπου σφραγίς. “