Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Ἱππόλυτος Ῥώμης

Βιβλίο Θ΄: Νοητιανοί, Κάλλιστος, Ηλχασαΐ και ιουδαϊκές παρατάξεις

Η εμφάνιση της αιρέσεως του Νοητού και η δράση του Καλλίστου στη Ρώμη, η αίρεση του Ηλχασαΐ και τα ήθη των ιουδαϊκών κοινοτήτων (Εσσαίοι, Φαρισαίοι, Σαδδουκαίοι).

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 7 από 9

〈ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ〉 Θ 〈Τ〉άδε ἔνεστιν ἐν τῇ ἐννάτῃ τοῦ κατὰ πασῶν αἱρέσεων ἐλέγχου· Τίς ἡ Νοητοῦ βλάσφημος ἀφροσύνη, καὶ ὅτι 〈τοῖς〉 δόγμασιν Ἡρακλείτου τοῦ σκοτεινοῦ προσέσχεν, οὐ τοῖς Χριστοῦ.

Καὶ πῶς Κάλλιστος, μίξας τὴν Κλεομένους, μαθητοῦ 〈τοῦ〉 Νοητοῦ, καὶ 〈τὴν〉 Θεοδότου αἵρεσιν, ἑτέραν καινοτέραν αἵρεσιν συνεστήσ〈ατ〉ο, καὶ τίς ὁ τούτου βίος. Τίς ἡ καινὴ ἐπιδημία τοῦ ξένου δαίμονος Ἠλχασαΐ, καὶ ὅτι 〈ἐστὶ〉 σκέπη τῶν ἰδίων σφαλμάτων τὸ δοκεῖν προσέχειν 〈τῷ〉 νόμῳ, τῷ δὲ ὄντι γνωστικοῖς δόγμασιν ἢ καὶ ἀστρολογικοῖς καὶ μαγείαις πρόσκειται.

Τίνα τὰ 〈παρὰ〉 Ἰουδαίοις ἔθη, καὶ πόσαι τούτων διαφοραί. Πολλοῦ τοίνυν τοῦ κατὰ πασῶν αἱρέσεων γενομένου ἡμῖν ἀγῶνος, μηθέν γε ἀνεξέλεγκτον καταλιποῦσι, περιλείπεται νῦν ὁ μέγιστος ἀγών, ἐκδιηγήσασθαι καὶ διελ〈έ〉γξαι τὰς ἐφ᾽ ἡμῖν ἐπαναστάσας αἱρέσεις, δι᾽ ὧν τινες ἀμαθεῖς καὶ τολμηροὶ διασκεδαν〈ν〉ύειν ἐπεχείρησαν τὴν ἐκκλησίαν, μέγιστον τάραχον κατὰ πάντα τὸν κόσμον [ἐν] πᾶσι 〈τ〉οῖς πιστοῖς ἐμβάλλοντες. δοκεῖ γοῦν ἐπὶ τὴν ἀρχηγὸν τῶν κακῶν γενομένην γνώμην ὁρμήσαντας διελέγξαι τίνες αἱ ταύτης ἀρχαί, ὅπως εὔ(γν)ωστοι αἱ ἐκφυάδες αὐτῆς ἅπασι γενόμεναι καταφρονηθῶσι.

Γεγένηταί τις ὀνόματι Νοητός, τῷ γένει 〈ὢν〉 (Σ)μυρναῖος· οὗτος εἰσηγήσατο αἵρεσιν ἐκ τῶν Ἡρακλείτου δογμ(ά)των. οὗ διάκονος καὶ μαθητὴς γίνεται Ἐπίγονός τις τοὔνομα, ὃς τῇ Ῥώμῃ ἐπιδημήσας ἐπέσπειρε τὴν ἄθεον γνώμην. ᾧ μαθητεύσας Κλεομένης, καὶ βίῳ καὶ τρόπῳ 〈ὢν〉 ἀλλότριος τῆς ἐκκλησίας, ἐκράτυνε τὸ δόγμα, κατ᾽ ἐκεῖνο καιροῦ Ζεφυρίνου διέπειν νομίζοντος τὴν ἐκκλησίαν, ἀνδρὸς ἰδιώτου καὶ αἰσχροκερδοῦς. 〈ὃς〉 τῷ κέρδει προσφερομένῳ πειθόμενος συνεχώρει τοῖς προσιοῦσι τῷ Κλεομένει μαθητεύεσθαι, καὶ αὐτὸς ὑποσυρόμενος τῷ χρόνῳ ἐπὶ ταῦτα ὡρμή〈σα〉το, συμβούλου καὶ συναγωνιστοῦ τῶν κακῶν ὄντος αὐτῷ Καλλίστου—οὗ τὸν βίον καὶ τὴν ἐφευρεθεῖσαν αἵρεσιν μετ᾽ οὐ πολὺ ἐκθήσομαι. —τούτων 〈οὖν〉 κατὰ διαδοχὴν διέμεινε τὸ διδασκαλεῖον κρατυνόμενον καὶ ἐπαῦξον διὰ τὸ συναίρεσθαι αὐτοῖς τὸν Ζεφυρῖνον καὶ τὸν Κάλλιστον, καίτοι ἡμῶν μηδέποτε 〈αὐτοῖς〉 συγχωρησάντων, ἀλλὰ πλειστάκις ἀντικαθεστώτων πρὸς αὐτοὺς καὶ διελεγξάντων καὶ ἄκοντας βιασαμένων τὴν ἀλήθειαν ὁμολογεῖν· οἳ πρὸς μὲν ὥραν αἰδούμενοι καὶ ὑπὸ τῆς ἀληθείας συναγόμενοι ὡμολόγουν 〈αὐτήν〉, μετ᾽ οὐ πολὺ δὲ ἐπὶ τὸν αὐτὸν βόρβορον ἀνεκυλίοντο.

Ἀλλ᾽ ἐπεὶ τῆς γενεαλογίας αὐτῶν τὴν διαδοχὴν ἐπεδείξαμεν, δοκεῖ λοιπὸν καὶ τῶν δογμάτων 〈αὐτῶν〉 τὴν κακοδιδασκαλίαν ἐκθέσθαι, πρότερον 〈μὲν〉 τὰ Ἡρακλείτῳ τῷ σκοτεινῷ δόξαντα παραθεμένους, ἔπει〈τα δὲ〉 καὶ τὰ τούτων Ἡρακλείτεια μέρη ὄντα φανερώσαν〈τας. οἷς οὐκ〉 ἐντυχόντες οἱ νῦν προστάται τῆς αἱρέσεως οὐκ ἴσασιν ὄντα τοῦ σκοτεινοῦ, νομίζοντες εἶναι Χριστοῦ· οἷς 〈δ᾽〉 εἰ ἐνέτυχον, κἂν οὕτω δυσωπηθέντες 〈ἐ〉παύσαντ᾽ ἂν τῆς ἀθέου δυσφημίας. ἀλλ᾽ εἰ καὶ πρότερον ἔκκειται ὑφ᾽ ἡμῶν ἐν τοῖς Φιλοσοφο〈υ〉μένοις ἡ δόξα Ἡρακλείτου, ἀλλά γε δοκεῖ προσαν〈τι〉παραθεῖναι καὶ νῦν, ὅπως διὰ τοῦ ἐγγίονος ἐλέγχου φανερῶς διδαχθῶσιν οἱ τοῦ 〈Νοη〉τοῦ, 〈ἑαυτοὺς〉 νομίζοντες Χριστοῦ εἶναι μαθητάς, οὐκ ὄντας 〈δέ〉, ἀλλὰ τοῦ σκοτεινοῦ.

Ἡράκλειτος μὲν οὖν φησιν εἶναι τὸ πᾶν διαιρετὸν ἀδιαίρετον, γενητὸν ἀγένητον, θνητὸν ἀθάνατον, λόγον αἰῶνα, πατέρα υἱόν, θεὸν δίκαιον· «οὐκ ἐμοῦ ἀλλὰ τοῦ λόγου ἀκούσαντας ὁμολογεῖν σοφόν ἐστιν ἓν πάντα εἶναι», ὁ Ἡράκλειτός φησι. καὶ ὅτι τοῦτο οὐκ ἴσασι πάντες οὐδὲ ὁμολογοῦσιν, ἐπιμέμφεται ὧδέ πως· «οὐ ξυνιᾶσιν ὅκως διαφερόμενον ἑωυτῷ ὁμολογέει· παλίντροπος ἁρμονίη, ὅκωσπερ τόξου καὶ λύρης». ὅτι δὲ λόγος ἐστὶν ἀεὶ τὸ πᾶν καὶ διὰ παντὸς ὤν, οὕτως λέγει· «τοῦ δὲ λόγου τοῦδ᾽ ἐόντος ἀεὶ 〈ἀ〉ξ〈ύν〉ετοι γίνονται ἄνθρωποι, καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον· γινομένων γὰρ πάντων κατὰ τὸν λόγον τόνδε ἀπείροισιν ἐοίκασι πειρώμενοι καὶ ἐπέων καὶ ἔργων τοιουτέων, ὁκοῖα ἐγὼ διηγεῦμαι διαιρέων 〈ἕκαστον〉 κατὰ φύσιν καὶ φράζων ὅκως ἔχει». ὅτι δέ ἐστι παῖς τὸ πᾶν καὶ δι᾽ αἰῶνος αἰώνιος βασιλεὺς τῶν ὅλων, οὕτως λέγει· «αἰὼν παῖς ἐστι παίζων, πεσσεύων· παιδὸς ἡ βασιληίη». ὅτι δέ ἐστιν ὁ πατὴρ πάντων τῶν γεγονότων γενητὸς ἀγένητος, κτίσις δημιουργός, ἐκείνου λέγοντος ἀκούομεν· «πόλεμος πάντων μὲν πατήρ ἐστι, πάντων δὲ βασιλεύς, καὶ τοὺς μὲν θεοὺς ἔδειξε, τοὺς δὲ ἀνθρώπους, τοὺς μὲν δούλους ἐποίησε, τοὺς δὲ ἐλευθέρους». ὅ(τ)ι δέ ἐστιν 〈*〉 «ἁρμονίη, ὅκωσπερ τόξου καὶ λύρης».

ὅτι δέ ἐ(στιν) ἀφανὴς [ὁ] ἀόρατος ἄγνωστος ἀνθρώποις, ἐν τούτοις λέγει· «ἁρμονίη ἀφανὴς φανερῆς κρείττων»· ἐπαινεῖ 〈γὰρ〉 καὶ προθαυμάζει πρὸ τοῦ γινωσκομένου τὸ ἄγνωστον καὶ ἀόρατον αὐτοῦ τῆς δυνάμεως. ὅτι δέ ἐστιν ὁρατὸς ἀνθρώποις, καὶ οὐκ ἀνεξεύρετος, ἐν τούτοις λέγει· «ὅσων ὄψις ἀκοὴ μάθησις, ταῦτα», φησί〈ν〉, «ἐγὼ προτιμέω», τουτέστι τὰ ὁρατὰ τῶν ἀοράτων. 〈ταὐτὸ δὲ καὶ〉 ἀπὸ τῶν τοιούτων αὐτοῦ λόγων κατανοεῖν ῥᾴδιον· «ἐξηπάτηνται», φησίν, «οἱ ἄνθρωποι πρὸς τὴν γνῶσιν τῶν φανερῶν παραπλησίως Ὁμήρῳ, ὃς ἐγένετο τῶν Ἑλλήνων σοφώτερος πάντων· ἐκεῖνόν τε γὰρ παῖδες φθεῖρας κατακτείνοντες ἐξηπάτησαν εἰπόντες· ὅσα εἴδομεν καὶ ἐλάβομεν, ταῦτα ἀπολείπομεν, ὅσα δὲ οὔτε εἴδομεν οὔτ᾽ ἐλάβομεν, ταῦτα φέρομεν».

Οὕτως 〈οὖν〉 Ἡράκλειτος ἐν ἴσῃ μοίρᾳ τίθεται καὶ τιμᾷ τὰ ἐμφανῆ τοῖς ἀφανέσιν, ὡς ἕν τι τὸ ἐμφανὲς καὶ τὸ ἀφανὲς ὁμολογουμένως ὑπάρχον· 〈ἔσ〉τι γάρ, φησίν, «ἁρμονίη [ἡ] ἀφανὴς φανερῆς κρείττων», καὶ 〈αὖ·〉 «ὅσων ὄψις ἀκοὴ μάθησις»—τουτέστι τὰ ὄργανα—, «ταῦτα», φησίν, «ἐγὼ προτιμέω», οὐ τὰ ἀφανῆ προτιμήσας. τοιγαροῦν οὐδὲ σκότος οὐδὲ φῶς, οὐδὲ πονηρὸν οὐδὲ ἀγαθὸν ἕτερόν φησιν εἶναι ὁ Ἡράκλειτος, ἀλλὰ ἓν καὶ τὸ αὐτό. ἐπιτιμᾷ γοῦν Ἡσιόδῳ, ὅτι ἡμέραν καὶ νύκτα 〈οὐκ〉 οἶδεν· ἡμέρα γάρ, φησί, καὶ νύξ ἐστιν ἕν, λέγων ὧδέ πως· «διδάσκαλος δὲ πλείστων Ἡσίοδος· τοῦτον ἐπίστανται πλεῖστα εἰδέναι, ὅστις ἡμέρην καὶ εὐφρόνην οὐκ ἐγίνωσκεν· ἔστι γὰρ ἕν». καὶ ἀγαθὸν 〈δὲ〉 καὶ κακὸν 〈ἕν φησιν εἶναι〉· «οἱ γοῦν ἰατροί», φησὶν ὁ Ἡράκλειτ(ος), «τέμνοντες, καίοντες»—〈τουτέστι〉 πάντῃ βασανίζοντες κακῶς τοὺς ἀρρωστοῦντας—, «ἐπαιτιῶνται μηδέν᾽ ἄξιον μισθὸν λαμβάνειν»—παρὰ τῶν ἀρρωστούντων—, «ταὐτὰ ἐργαζόμενοι, τὰ ἀγαθὰ καὶ τὰς νόσους». καὶ εὐθὺ δέ, φησίν, καὶ στρεβλὸν 〈ἓν καὶ〉 τὸ αὐτό ἐστι· «γνάφων», φησίν, «ὁδὸς εὐθεῖα καὶ σκολιή»—〈τουτέστιν〉 ἡ τοῦ ὀργάνου τοῦ καλουμένου κοχλίου ἐν τῷ γναφείῳ περιστροφὴ εὐθεῖα καὶ σκολιή· ἄνω γὰρ ὁμοῦ καὶ κύκλῳ περιέ〈ρ〉χεται—«μία ἐστί», φησί, «καὶ ἡ αὐτή». καὶ τὸ ἄνω καὶ τὸ κάτω ἕν ἐστι, 〈φησί,〉 καὶ τὸ αὐτό· «ὁδός», 〈φησίν,〉 «ἄνω κάτω μία καὶ ὡυτή».

καὶ τὸ μιαρόν φησιν καὶ τὸ καθαρὸν ἓν καὶ ταὐτὸ εἶναι, καὶ τὸ πότιμον καὶ τὸ ἄποτον ἓν καὶ τὸ αὐτό [εἶναι]· «θάλασσα», φησίν, «ὕδωρ καθαρώτατον καὶ μιαρώτατον· ἰχθύσι μὲν πότιμον καὶ σωτήριον, ἀνθρώποις δὲ ἄποτον καὶ ὀλέθριον».

Λέγει δὲ ὁμολογουμένως 〈καὶ〉 τὸ ἀθάνατον εἶναι θνητὸν καὶ τὸ θνητὸν ἀθάνατον διὰ τῶν τοιούτων λόγων· «ἀθάνατοι θνητοί, θνητοὶ ἀθάνατοι· ζῶντες τὸν ἐκείνων θάνατον, τὸν δὲ ἐκείνων βίον τεθνεῶτες». λέγει δὲ καὶ σαρκὸς ἀνάστασιν, ταύτης 〈τῆς〉 φανερᾶς, ἐν ᾗ γεγενήμεθα, καὶ τὸν θεὸν οἶδε ταύτης τῆς ἀναστάσεως αἴτιον 〈εἶναι〉, οὕτως λέγων· «ἔνθα δ᾽ ἐόντι ἐπανίστασθαι καὶ φύλακας γίνεσθαι ἐγερτὶ ζώντων καὶ νεκρῶν». λέγει δὲ καὶ 〈τὴν〉 τοῦ κόσμου κρίσιν καὶ πάντων τῶν ἐν αὐτῷ διὰ πυρὸς γίνεσθαι· «πάντα» γάρ, φησί, «τὸ πῦρ ἐπελθὸν κρινεῖ καὶ καταλήψεται». λέγει δὲ καὶ φρόνιμον τοῦτο εἶναι τὸ πῦρ καὶ τῆς διοικήσεως τῶν ὅλων αἴτιον, λέγων οὕτως· «τάδε πάντα οἰακίζει»— τουτέστι κατευθύνει—«κεραυνός», κεραυνὸν τὸ πῦρ λέγων τὸ αἰώνιον. καλεῖ δὲ αὐτὸ «χρησμοσύνην καὶ κόρον»· χρησμοσύνη δέ ἐστιν ἡ διακόσμησις κατ᾽ αὐτόν, ἡ δὲ ἐκπύρωσις κόρος. ἐν δὲ τούτῳ τῷ κεφαλαίῳ πάντα ὁμοῦ τὸν ἴδιον νοῦ(ν) ἐξέθετο, ἅμα δὲ καὶ τὸν τῆς Νοητοῦ αἱρέσεως, 〈ὃν〉 δι᾽ ὀλίγων ἐπέδειξα οὐκ ὄντα Χριστοῦ ἀλλὰ Ἡρακλείτου μαθητήν. τὸν γὰρ ποιητὸν κόσμον αὐτὸν δημιουργὸν καὶ ποιητὴν ἑαυτοῦ γινόμενον οὕτ(ω) (λ)έγει· «ὁ θεὸς ἡμέρη εὐφρόνη, χειμὼν θέρος, πόλεμος εἰρήνη, κόρος λιμός»—τἀναντία 〈γὰρ〉 ἅπαντα, οὗτος ὁ νοῦς· — «ἀλλοιοῦται δὲ ὅκωσπερ 〈πῦρ〉, 〈ὃ〉 ὁκόταν συμμιγῇ θυώμασιν, ὀνομάζεται καθ᾽ ἡδονὴν ἑκάστου».

Φανερὸν δὴ πᾶσι 〈γίνεται〉 τοὺς 〈ἀ〉νοήτους Νοητοῦ διαδόχους καὶ τῆς αἱρέσεως προστάτας, εἰ καὶ Ἡρακλείτου λέγοις ἂν αὐτοὺς μὴ γεγονέναι ἀκροατάς, ἀλλά γε τὰ Νοητῷ δόξαντα αἱρουμένους ἀναφανδὸν ταὐτὰ ὁμολογεῖν. λέγουσι γὰρ οὕτως· ἕνα καὶ τὸν αὐτὸν θεὸν εἶναι 〈τὸν〉 πάντων δημιουργὸν καὶ 〈τὸν〉 πατέρα, εὐδοκήσαντα μὲν πεφηνέναι τοῖς ἀρχῆθεν δικαίοις, ὄντα 〈δὲ〉 ἀόρατον. ὅτε μὲν γὰρ οὐχ ὁρᾶται, ἐστὶν ἀόρατος, 〈ὅτε δὲ ὁρᾶται, ὁρατός· καὶ〉 ἀχώρητος μὲν ὅτε μὴ χωρεῖσθαι θέλει, χωρητὸς δὲ ὅτε χωρεῖται· οὕτως 〈δὲ καὶ〉 κατὰ τὸν αὐτὸν λόγον 〈ἐστὶν〉 ἀκράτητος καὶ κρατητός, ἀγέν〈ν〉ητος 〈καὶ γεννητός〉, ἀθάνατος καὶ θνητός. πῶς 〈οὖν〉 οὐχ Ἡρακλείτου οἱ τοιοῦτοι δειχθήσονται μαθηταί; μὴ 〈αὐ〉τῇ δὴ τῇ λέξει, 〈ἰ〉δίᾳ 〈δὲ〉 φθάσας ἐφιλοσόφησεν ὁ σκοτεινός;

Ὅτι δὲ καὶ τὸν αὐτὸν υἱὸν εἶναι λέγει καὶ πατέρα, οὐδεὶς ἀγνοεῖ· λέγει γὰρ οὕτως· ὅτε μὲν οὖν μὴ 〈γε〉γένητο ὁ πατήρ, δικαίως πατὴρ προσηγόρευτο· ὅτε δὲ ηὐδόκησε γένεσιν 〈ἐκ παρθένου〉 ὑπομεῖναι, γεν〈ν〉(η)θεὶς ὁ 〈πατὴρ〉 υἱὸς ἐγένετο αὐτὸς ἑαυτοῦ, οὐχ ἑτέρου. οὕτως γοῦν δοκεῖ μοναρχίαν συνιστᾶν, ἓν καὶ τὸ αὐτὸ φάσκων ὑπάρχειν πατέρα καὶ υἱόν, γινόμενον οὐχ ἕτερον ἐξ ἑτέρου, ἀλλ᾽ αὐτὸν ἐξ ἑαυτοῦ· ὀνόματι μὲν πατέρα καὶ υἱὸν καλούμενον κατὰ χρόνων τροπήν, ἕνα δὲ 〈ὄντα. καὶ〉 τοῦτον εἶναι τὸν φανέντα, καὶ γένεσιν ἐκ παρθένου ὑπομείναντα, καὶ ἐν ἀνθρώπο(ις) ἄνθρωπον ἀναστραφέντα· υἱὸν μὲν 〈γὰρ〉 ἑαυτὸν τοῖς ὁρῶσιν ὁμολογοῦντα διὰ τὴν γενομένην γένεσιν, πατέρα δὲ 〈ὄντα〉 [εἶναι] καὶ τοῖς χωροῦσιν (μ)ὴ ἀποκρύψαντα. 〈καὶ〉 τοῦτον 〈εἶναι τὸν〉 πάθει 〈προσελθόντα καὶ〉 ξύλῳ προσπαγ(έ)ντα καὶ ἑαυτῷ τὸ πνεῦμα παραδόντα· 〈τὸν〉 ἀποθανόντα καὶ μὴ ἀποθανόντα καὶ ἑαυτὸν τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσαντα· τὸν ἐν μνημείῳ ταφέντα καὶ λόγχῃ τρωθέντα καὶ ἥλοις καταπαγέντα. τοῦτον 〈οὖν〉 τὸν τῶν ὅλων θεὸν καὶ πατέρα 〈υἱὸν〉 εἶναι λέγει Κλεομένης καὶ ὁ τούτου χορός, Ἡρακλείτειον σκότος ἐπεισάγοντες πολλοῖς.

Ταύτην τὴν αἵρεσιν ἐκράτυνε Κάλλιστος, ἀνὴρ ἐν κακίᾳ πανοῦργος καὶ ποικίλος πρὸς πλάνην, θηρώμενος τὸν τῆς ἐπισκοπῆς θρόνον. 〈ὃς〉 τὸν Ζεφυρῖνον, ἄνδρα ἰδιώτην καὶ ἀγράμματον καὶ ἄπειρον τῶν ἐκκλησιαστικῶν ὅρων—ὃν πείθων δόμασι καὶ ἀπαιτήσεσιν ἀπειρημέναις ἦγεν εἰς ὃ 〈ἐ〉βούλετο, ὄντα δωρολήπτην καὶ φιλάργυρον—, ἔπειθεν ἀεὶ στάσεις ἐμβάλ〈λ〉ειν ἀνὰ μέσον τῶν ἀδελφῶν, αὐτὸς τὰ ἀμφότερα μέρη ὕστερον «κερκώπων λόγοις» πρὸς ἑαυτοῦ φιλίαν κατασκευάζων· καὶ τοῖς μὲν 〈τὴν〉 ἀλήθειαν [λέγων ὅμοια] φρονοῦσι ποτὲ κατ᾽ ἰδίαν 〈λέγων〉 τὰ ὅμοια φρονεῖν ἠπάτα 〈αὐτούς〉, πάλιν δ᾽ αὖ τοῖς τὰ Σαβελλίου 〈φρονοῦσιν〉 ὁμοίως. ὃν καὶ αὐτὸν ἐξέστησε, δυνάμενον κατορθοῦν· ἐν 〈μὲν〉 γὰρ τῷ ὑφ᾽ ἡμῶν παραινεῖσθαι οὐκ ἐσκληρύνετο, ἡνίκα δὲ σὺν τῷ Καλλίστῳ ἐμόναζεν, ὑπ᾽ αὐτοῦ ἀνεσείετο πρὸς τὸ δόγμα τοῦ Κλεομένους ῥέπειν, φάσκοντος τὰ ὅμοια φρονεῖν. ὁ δὲ τότε μὲν τὴν πανουργίαν αὐτοῦ οὐκ ἐνόει, αὖθις δὲ ἔγνω, ὡς διηγήσομαι μετ᾽ οὐ πολύ.

Αὐτὸν δὲ τὸν Ζεφυρῖνον παράγων ἔπειθε δημοσίᾳ 〈ποτὲ μὲν〉 λέγειν· «ἐγὼ οἶδα ἕνα θεὸν Χριστὸν Ἰησοῦν, καὶ πλὴν αὐτοῦ ἕτερον οὐδένα γεν〈ν〉ητὸν καὶ παθητόν», ποτὲ δὲ λέγειν· «οὐχ ὁ πατὴρ ἀπέθανεν, ἀλλὰ ὁ υἱός», οὕτως 〈τε〉 ἄπαυστον τὴν στάσιν ἐν τῷ λαῷ διετήρησεν. οὗ τὰ νοήματα γνόντες ἡμεῖς οὐ συνεχωροῦμεν 〈αὐτῷ, ἀλλὰ δι〉ελέγχοντες καὶ ἀντικαθιστάμενοι 〈πρὸς αὐτὸν ἀντηγωνιζόμεθα〉 ὑπὲρ τῆς ἀληθείας. ὃς 〈δὲ〉 εἰς ἀπόνοιαν χωρῶν διὰ τὸ πάντας αὐτοῦ τῇ ὑποκρίσει συντρέχειν, ἡμᾶς δὲ οὔ, ἀπεκάλει ἡμᾶς διθέους, ἐξεμῶν παρὰ βίαν τὸν ἐνδομυχοῦντα αὐτῷ ἰόν.

Τούτου 〈οὖν〉 τὸν βίον δοκεῖ ἡμῖν, ἀγαπητοί, ἐκθέσθαι, ἐπεὶ κατὰ τὸν αὐτὸν χρόνον ἡμῖν ἐγεγόνει, ὅπως διὰ τοῦ φανῆναι τοῦ τοιούτου τὴν ἀναστροφὴν εὐεπίγνωστος καὶ γελοία τοῖς νοῦν ἔχουσιν εὐθὺς γένηται ἡ διὰ τούτου ἐπικεχειρημένη αἵρεσις. οὗτος ἐμαρτύρησεν ἐπὶ Φουσκιανοῦ ἐπάρχου ὄντος 〈τῆς〉 Ῥώμης, ὁ δὲ τρόπος τῆς αὐτοῦ μαρτυρίας τοιόσδε ἦν.

Οἰκέτης ἐτύγχανε Καρποφόρου τινός, ἀνδρὸς πιστοῦ ὄντος ἐκ τῆς Καίσαρος οἰκίας. τούτῳ ὁ Καρποφόρος, ἅτε δὴ ὡς πιστῷ, χρῆμα οὐκ ὀλίγον κατεπίστευσεν, ἐπαγγειλάμενος κέρδος προσοίσειν ἐκ πραγματείας τραπεζιτικῆς· ὃς λαβὼν τράπεζαν ἐπεχείρησεν ἐν τῇ λεγομένῃ Πισκίνῃ πουπλικῇ. ᾧ οὐκ ὀλίγαι παραθῆκαι τῷ χρόνῳ ἐπιστεύθησαν ὑπὸ χηρῶν καὶ ἀδελφῶν προσχήματι τοῦ Καρποφόρου· ὁ δὲ ἐξαφανίσας τὰ πάντα ἠπόρει. οὗ ταῦτα πράξαντος οὐκ ἔλιπεν ὃς ἀπαγγείλῃ τῷ Καρποφόρῳ, ὁ δὲ ἔφη ἀπαιτ〈ήσ〉ειν λόγους παρ᾽ αὐτοῦ. ταῦτα 〈δὲ〉 συνιδὼν ὁ Κάλλιστος καὶ τὸν παρὰ τοῦ δεσπότου κίνδυνον ὑφορώμενος, ἀπέδρα τὴν φυγὴν κατὰ θάλασσαν ποιούμενος· ὃς εὑρὼν πλοῖον ἐν τῷ Πόρτῳ ἕτοιμον πρὸς ἀναγωγήν, ὅποι 〈ἂν〉 ἐτύγχανε πλέον ἀνέβ(η) πλευσόμενος. ἀλλ᾽ οὐδὲ οὕτως λαθεῖν δεδύνηται· οὐ γὰρ ἔλιπεν ὃς ἀπαγγείλῃ τῷ Καρποφόρῳ τὸ γεγενημένον. ὁ δὲ ἐπιστὰ(ς) κατὰ τὸν λιμένα ἐπειρᾶτο ἐπὶ τὸ πλοῖον ὁρμᾶν κατὰ 〈τὰ〉 μεμ(η)νυμένα· τοῦτο γὰρ ἦν ἑστὸς ἐν μέσῳ τῷ λιμένι. τοῦ δὲ πορθμέως βραδύνοντος, ἰδὼν πόρρωθεν ὁ Κάλλιστος τὸν δεσπότην, ὢν ἐν τῷ πλοίῳ καὶ γνοὺς ἑαυτὸν συνειλῆφθαι, ἠφείδησε τοῦ ζῆν καὶ ἔσχατα ταῦτα λογισάμενος 〈εἶναι〉 ἔρριψεν ἑαυτὸν εἰς τὴν θάλασσαν. οἱ δὲ ναῦται καταπηδήσαντες εἰς τὰ σκάφη ἄκοντα αὐτὸν ἀνείλοντο, τῶν δὴ ἀπὸ τῆς γῆς μεγάλα βοώντων, καὶ οὕτως τῷ δεσπότῃ παραδοθεὶς ἐπανήχθη εἰς τὴν Ῥώμην.

ὃν ὁ δεσπότης εἰς πιστρῖνον κατέθετο.

Χρόνου δὲ διελθόντος, ὡς συμβαίνει γίνεσθαι, προσελθόντες ἀδελφοὶ παρεκάλουν τὸν Καρποφόρον, ὅπως ἐξαγάγῃ τῆς κολάσεως τὸν δραπέτην, φάσκοντες αὐτὸν ὁμολογεῖν ἔχειν παρά τισι χρῆμα ἀποκείμενον. ὁ δὲ Καρποφόρος, ὡς εὐλαβής, τοῦ μὲν ἰδίου ἔλεγεν ἀφειδεῖν, τῶν δὲ παραθηκῶν φροντίζειν—πολλοὶ γὰρ αὐτῷ ἀπεκλαίοντο λέγοντες ὅτι τῷ αὐτοῦ προσχήματι ἐπίστευσαν τῷ Καλλίστῳ ἃ πεπιστεύκεισαν—, καὶ πεισθεὶς ἐκέλευσεν ἐξαγαγεῖν αὐτόν. ὁ δὲ μηδὲν ἔχων ἀποδιδόναι, καὶ πάλιν ἀποδιδράσκειν μὴ δυνάμενος διὰ τὸ φρουρεῖσθαι, τέχνην θανάτου ἐπενόησε καὶ σαββάτῳ, σκηψάμενος ἀπιέναι ὡς ἐπὶ χρεώστας, ὥρμησεν ἐπὶ τὴν συναγωγὴν τῶν Ἰουδαίων συνηγμένην καὶ στὰς κατεστασίαζεν αὐτῶν. οἱ δὲ καταστασιασθέντες (ὑ)π᾽ αὐτοῦ, ἐνυβρίσαντες αὐτὸν καὶ πληγὰς ἐμφορήσαντες ἔσ(υ)ρον ἐπὶ τὸν Φουσκιανόν, ἔπαρχον ὄντα τῆς πόλεως. ἀπεκρίναντο δὲ τάδε· Ῥωμαῖοι συνεχώρησαν 〈μὲν〉 ἡμῖν τοὺς πατρῴους νόμους δημοσίᾳ ἀναγινώσκειν, οὗτος δὲ ἐπεισελθὼν ἐκώλυε καταστασιάζων ἡμῶν, φάσκων εἶναι Χριστιανός. τοῦ δὲ Φο〈υ〉σκιανοῦ πρὸ βήματος τυγχάνοντος καὶ τοῖς ὑπὸ 〈τῶν〉 Ἰουδαίων λεγομένοις κατὰ τοῦ Καλλίστου ἀγανακτοῦντος, οὐκ ἔλιπεν ὁ ἀπαγγείλας τῷ Καρποφόρῳ τὰ πρασσόμενα.

ὁ δὲ σπεύσας ἐπὶ τὸ βῆμα τοῦ ἐπάρχου ἐβόα· δέομαι, κύριε Φουσκιανέ, μὴ σ〈ὺ〉 αὐτῷ πίστευε· οὐ γάρ ἐστι Χριστιανός, ἀφορμὴν δὲ ζητεῖ θανάτου χρήματά μου πολλὰ ἀφανίσας, ὡς ἀποδείξω. τῶν δὲ Ἰουδαίων ὑποβολὴν τοῦτο νομισάντων, ὡς ζητοῦντος τοῦ Καρποφόρου ταύτῃ τῇ προφάσει ἐξελέσθαι αὐτόν, μᾶλλον ἐπιφθόνως κατεβόων τοῦ ἐπάρχου. ὁ δὲ κινηθεὶς ὑπ᾽ αὐτῶν, μαστιγώσας αὐτὸν ἔδωκεν εἰς μέταλλον Σαρδονίας.

Μετὰ χρόνον δέ, ἑτέρων ἐκεῖ ὄντων μαρτύρων, θελήσασα ἡ Μαρκία, οὖσα φιλόθεος παλ〈λ〉ακὴ Κομόδου, ἔργον τι ἀγαθὸν ἐργάσασθαι, προσκαλεσαμένη τὸν μακάριον Οὐΐκτορα, ὄντα ἐπίσκοπον τῆς ἐκκλησίας κατ᾽ ἐκεῖνο καιροῦ, ἐπηρώτα 〈αὐτὸν〉 τίνες εἶεν 〈οἱ〉 ἐν Σαρδονίᾳ μάρτυρες· ὁ δὲ πάντων ἀναδοὺς τὰ ὀνόματα τὸ τοῦ Καλλίστου οὐκ ἔδωκεν, εἰδὼς τὰ 〈τε〉τολμημένα παρ᾽ αὐτοῦ. τυχοῦσα οὖν τῆς ἀξιώσεως ἡ Μαρκία παρὰ τοῦ Κομόδου, δίδωσι τὴν ἀπολύσιμον ἐπιστολὴν Ὑακίνθῳ τινί, σπάδοντι 〈ὄντι〉 πρεσβυτέρῳ· ὃς λαβὼν διέπλευσεν εἰς τὴν Σαρδονίαν καὶ ἀποδοὺς τῷ κατ᾽ ἐκεῖνο καιροῦ τῆς χώρας ἐπιτροπεύοντι ἀπέλυσε τοὺς μάρτυρας πλὴν τοῦ Καλλίστου. ὁ δὲ γονυπετῶν καὶ δακρύων ἱκέτευε καὶ αὐτὸς τυχεῖν ἀπολύσεως. δυσωπηθεὶς οὖν ὁ Ὑάκινθος ἀξιοῖ τὸν ἐπίτροπον 〈ἀπολῦσαι καὶ αὐτόν〉, φάσκων θρέψας εἶναι Μαρκίας 〈καὶ〉 τασσόμεν(ο)ς αὐτῷ τὸ ἀκίνδυνον· ὁ δὲ πεισ(θ)εὶς ἀπέλυσε καὶ τὸν Κάλλιστον. οὗ παραγενομένου ὁ Οὐΐκτωρ πάνυ ἤχθετο ἐπὶ τῷ γεγονότι, ἀλλ᾽ ἐπεὶ εὔσπλαγχνος ἦν, ἡσύχαζε· φυλασσόμενος δὲ τὸν ὑπὸ πολλῶν ὄνειδον—οὐ γὰρ ἦν μακρὰν τὰ ὑπ᾽ αὐτοῦ τετολμημένα—, ἔτι δὲ καὶ τοῦ Καρποφόρου ἀντιπίπ〈τ〉(ο)ντος, πέμπει αὐτὸν καταμένειν ἐν Ἀνθείῳ, ὁρίσας αὐτῷ μηνιαῖόν τι εἰς τροφάς.

Μεθ᾽ οὗ κοίμησιν Ζεφυρῖνος, 〈ὡς〉 σ(υ)ναράμεν(ον) αὐτὸν 〈θ〉έλων 〈ἔχειν〉 πρὸς τὴν κατάστασιν τοῦ κλήρου, ἐτίμησε〈ν ἐπὶ〉 τῷ ἰδίῳ κακῷ, καὶ τούτου 〈χάριν〉 μεταγαγὼν ἀπὸ τοῦ Ἀνθείου εἰς τὸ κοιμητήριον κατέστησεν. ᾧ ἀεὶ συνὼν 〈ὁ Κάλλιστος〉 καί, καθὼς φθάσας προεῖπον, ὑποκρίσει αὐτὸν θεραπεύων ἐξηφάνισε, μήτε κρῖναι τὰ λεγόμενα δυνάμενον, μήτε νοοῦντα τὴν τοῦ Καλλίστου ἐπιβουλήν, πάντα αὐτῷ πρὸς ἃ 〈αὐτὸς〉 ἥδετο ὁμιλοῦντος.

Οὗτο〈ς〉 μετὰ τὴν τοῦ Ζεφυρίνου τελευτὴν νομίζων τετυχηκέναι οὗ ἐθηρᾶτο, τὸν Σαβέλλιον ἀπέωσεν ὡς μὴ φρονοῦντα ὀρθῶς, δεδοικὼς ἐμὲ καὶ νομίζων οὕτω δύνασθαι ἀποτρίψασθαι τὴν πρὸς τῆς ἐκκλησίας 〈κατ᾽ αὐτοῦ〉 κατηγορίαν ὡς [μὴ] ἀλλοτρίως φρονοῦν〈τος〉· ἦν οὖν γόης καὶ πανοῦργος καὶ ἐπὶ χρόνον συνήρπασε πολλούς. ἔχων δὲ καὶ τὸν ἰὸν ἐγκείμενον ἐν τῇ καρδίᾳ 〈αὐτοῦ〉 καὶ εὐθέως μηδὲν φρονῶν, ἅμα δὲ καὶ αἰδούμενος 〈μὴ〉 τὰ ἀληθῆ λέγειν, διὰ τὸ δημοσίᾳ ἡμῖν ὀνειδίζοντα εἰπεῖν· «δίθεοί ἐστε», ἀλλὰ καὶ διὰ τὸ ὑπὸ τοῦ Σαβελλίου συχνῶς κατηγορεῖσθαι ὡς παραβάντα τὴν πρώτην πίστιν, ἐφεῦρεν αἵρεσιν τοιάνδε, λέγων τὸν Λόγον αὐτὸν εἶναι υἱόν, αὐτὸν καὶ πατέρα, ὀνόματι μὲν 〈υἱὸν καὶ πατέρα〉 καλούμενον, ἓν δὲ ὄν〈τα〉, τὸ πνεῦμα ἀδιαίρετον· οὐ 〈γὰρ〉 ἄλ〈λ〉ο 〈μὲν〉 εἶναι πατέρα, ἄλλο δὲ υἱόν, ἓν δὲ καὶ τὸ αὐτὸ 〈πνεῦμα〉 ὑπάρχειν. καὶ τὰ πάντα γέμειν τοῦ θείου πνεύματος, τά τε ἄνω καὶ 〈τὰ〉 κάτω. καὶ εἶναι τὸ ἐν τῇ παρθένῳ σαρκωθὲν πνεῦμα οὐχ ἕτερον παρὰ τὸν πατέρα, ἀλλὰ ἓν καὶ τὸ αὐτό. καὶ τοῦτο εἶναι τὸ εἰρημένον· «οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί;» τὸ μὲν γὰρ βλεπόμενον, ὅπερ ἐστὶν ἄνθρωπος, τοῦτο εἶναι τὸν υἱόν, τ(ὸ) δὲ ἐν τῷ υἱῷ χωρηθὲν πνεῦμα, τοῦτ〈ο〉 εἶναι τὸν πατέρα.

οὐ γάρ, φησίν, ἐρῶ δύο θεούς, πατέρα καὶ υἱόν, ἀλλ᾽ ἕνα· ὁ γὰρ ἐξ 〈ἑ〉αυτοῦ γενόμενος πατήρ, προσλαβόμενος τὴν σάρκα ἐθεοποίησεν 〈αὐτὴν〉 ἑνώσας ἑαυτῷ καὶ ἐποίησεν ἕν, ὡς καλεῖσθαι πατέρα καὶ υἱὸν ἕνα θεόν. καὶ τοῦτο, ἓν ὂν πρόσωπον, μὴ δύνασθαι εἶν(αι) δύο, καὶ οὕτως τὸν πατέρα συμπεπονθέναι τῷ υἱῷ. οὐ γὰρ θέλει λέγειν τὸν πατέ(ρα) πεπονθέναι καὶ ἓν εἶναι πρόσωπον, 〈οὕτως νομίζων〉 ἐκφυγεῖν τὴν εἰς τὸν πατέρα βλασφημίαν ὁ ἀνόητος καὶ ποικίλος· ὃ〈ς〉 ἄνω κάτω σχεδιάζων βλασφημίας, ἵνα μόνον κατὰ τὴν ἀλήθειαν λέγειν δοκῇ, ποτὲ μὲν εἰς τὸ Σαβελλίου δόγμα ἐμπίπτων, ποτὲ δὲ εἰς τὸ Θεοδότου οὐκ αἰδεῖται.

Τοιαῦτα 〈οὖν〉 ὁ γόης τολμήσας συνεστήσατο διδασκαλεῖον, κατὰ τῆς ἐκκλησίας οὕτως διδάξας· καὶ πρῶτος τὰ〈ς〉 πρὸς τὰς ἡδονὰς 〈ἁμαρτίας〉 τοῖς ἀνθρώποις συγχωρεῖν ἐπενόησε, λέγων πᾶσιν 〈τοῖς〉 ὑπ᾽ αὐτῷ ἀφίεσθαι 〈τὰς〉 ἁμαρτίας. ὁ γὰρ παρ᾽ ἑτέρῳ τινὶ συναγόμενος [καὶ λεγόμενος] Χριστιανός, εἴ τι ἂν ἁμάρτῃ, φησίν, οὐ λογίζεται αὐτῷ ἡ ἁμαρτία, εἰ προσδράμοι τῇ τοῦ Καλλίστου σχολῇ. οὗ τῷ ὅρῳ ἀρεσκόμενοι πολλοὶ 〈τὴν〉 συνείδησιν πεπηγότες, ἅμα τε καὶ 〈οἱ〉 ὑπὸ πολλῶν αἱρέσεων ἀποβληθέντες, τινὲς δὲ καὶ ἐπὶ καταγνώσει ἔκβλητοι τῆς ἐκκλησίας ὑφ᾽ ἡμῶν γενόμενοι, προσχωρήσαντες αὐτῷ ἐπλήθυναν τὸ διδασκαλεῖον αὐτοῦ.

Οὗτος ἐδογμάτισεν ὅπως, εἰ ἐπίσκοπ(ο)ς ἁμάρτοι τι, εἰ καὶ πρὸς θάνατον, μὴ δέῃ κατατίθεσθαι. ἐπὶ τούτου 〈οὖν〉 ἤρξαντο ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ διάκονοι δίγαμοι καὶ τρίγαμοι καθίστασθαι εἰς κλήρους. εἰ δὲ καί τις ἐν κλήρῳ ὢν γαμοίη, μένειν 〈δεῖν ἔφη〉 τὸν τοιοῦτον ἐν τῷ κλήρῳ ὡς μὴ ἡμαρτηκότα, ἐπὶ τ(ού)τῳ φάσκων εἰρῆσθαι τὸ ὑπὸ τοῦ ἀποστόλου ῥηθέν· «σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην;» ἀλλὰ καὶ 〈τὴν〉 παραβολὴν τῶν ζιζανίων πρὸς τοῦτο ἔφη 〈λε〉λέχθαι· «ἄφετε τὰ ζιζάνια συναύξειν τῷ σίτῳ», τουτέστιν 〈μένειν〉 ἐν τῇ ἐκκλησίᾳ τοὺς ἁμαρτάνοντας. ἀλλὰ καὶ τὴν κιβωτὸν τοῦ Νῶε εἰς ὁμοίωμα 〈τῆς〉 ἐ(κ)κλησίας ἔφη γεγονέναι, ἐν ᾗ 〈ἦσαν〉 καὶ κύνες καὶ λύκοι καὶ κόρα(κ)ες (καὶ) πάντα τὰ καθαρὰ καὶ ἀκάθαρτα, οὕτω φάσκων δεῖν εἶναι 〈καὶ〉 ἐν 〈τῇ〉 ἐκκλησίᾳ. ὁμοίως 〈δὲ〉 καὶ ὅσα πρὸς τοῦτο δυνατὸς ἦν συνάγειν, οὕτως ἡρμήνευσεν.

Οὗ οἱ ἀκροαταὶ ἡσθέντες τοῖς δόγμα〈σι〉 διαμένουσιν ἐμπαίζοντες ἑαυτοῖς τε καὶ πολλοῖς. ὧν τῷ διδασκαλείῳ συρρέουσιν ὄχλοι· διὸ καὶ πληθύνονται, γαυριώμενοι ἐπὶ ὄχλοις 〈συρρέουσι〉 διὰ τὰς ἡδονάς, ἃς οὐ συνεχώρησεν ὁ Χριστός. οὗ καταφρονήσαντες οὐδέν〈α〉 ἁμαρτεῖν κωλύουσι, φάσκοντες αὐτὸν ἀφιέναι τοῖς εὐδοκοῦσι. καὶ γὰρ καὶ γυναιξὶν ἐπέτρεψεν, εἰ ἄνανδροι εἶεν καὶ ἡλικίᾳ γε [τε] 〈εἰς ἄνδρα ἐκ〉καίο〈ι〉ντο, 〈αἱ〉 ἐν ἀξίᾳ, εἰ 〈τὴν〉 ἑαυτῶν ἀξίαν [ἣν] μὴ βούλοιντο καθαιρεῖν διὰ τοῦ νομίμως γαμηθῆναι, ἔχει〈ν〉 ἕνα, ὃν ἂν αἱρήσωνται, σύγκοιτον, εἴτε οἰκέτην εἴτε ἐλεύθερον, καὶ τοῦτον κρίνειν ἀντὶ ἀνδρὸς 〈τὴν〉 μὴ νόμῳ γεγαμημένην. ἔνθεν ἤρξα〈ν〉το ἐπιχειρεῖν 〈αἱ〉 πισταὶ λεγόμεναι ἀτοκίοις φαρμάκοις καὶ 〈τῷ〉 περιδεσμεῖσθαι πρὸς τὸ τὰ συλλαμβανόμενα καταβάλλειν, διὰ τὸ μήτε ἐκ δούλου βούλεσθαι ἔχειν τέκνον, μήτε ἐξ εὐτελοῦς, διὰ τὴν 〈αὐτῶν〉 εὐγένειαν καὶ ὑπέρογκον οὐσίαν. ὁρᾶτε εἰς ὅσην ἀσέβειαν ἐχώρησεν ὁ ἄνομος, μοιχείαν καὶ φόνον ἐν τῷ αὐτῷ διδάσκων. καὶ ἐπὶ τούτοις τοῖς τολμήμασιν ἑαυτοὺς οἱ ἀπηρυθριασμένοι καθολικὴν ἐκκλησίαν ἀποκαλεῖν ἐπιχειροῦσι, καί τινες νομίζοντες εὖ πράττειν συντρέχουσιν αὐτοῖς. ἐπὶ τούτου 〈δὲ〉 πρώτως τετόλ(μ)ηται αὐτοῖς 〈καὶ τὸ〉 δεύτερον βάπτισμα.

ταῦτα μὲν οὖν ὁ θαυμασιώτατος Κάλλιστος συνεστήσατο· οὗ διαμένει τὸ δι(δ)ασκαλεῖον, 〈μὴ〉 φυλάσσον τὰ ἔθη καὶ τὴν παράδοσιν, μὴ διακρῖνον τίσιν (δ)εῖ κοινωνεῖν, πᾶσιν 〈δὲ〉 ἀκρίτως προσφέρον τὴν κοινωνίαν. ἀφ᾽ οὗ (καὶ) τὴν τοῦ ὀνόματος μετέσχον ἐπίκλησιν, 〈ὡς〉 καλεῖσθαι διὰ τὸν πρωτοστατήσαν〈τα〉 τῶν τοι(ού)των ἔργων Κάλλιστον Καλλιστιανοί.

Τούτου 〈οὖν〉 κατὰ πάντα τὸν κόσμον διηχηθείσης τῆς διδασκαλίας, ἐνιδὼν τὴν πραγματείαν ἀνὴρ δόλιος καὶ ἀπονοίας γέμων, Ἀλκιβιάδης τις καλούμενος, οἰκῶν ἐν Ἀπαμείᾳ τῆς Συρίας, γοργότερον ἑαυτὸν καὶ εὐφυέστερον ἐν κυβείαις κρίνας τοῦ Καλλίστου, ἐπῆλθε τῇ Ῥώμῃ φέρων βίβλον τινά, φάσκων ταύτην ἀπὸ Σηρῶν τῆς Παρθίας παρειληφέναι τινὰ ἄνδρα δίκαιον 〈ὀνόματι〉 Ἠλχασαΐ· ἣν παρέδωκέν τινι λεγομένῳ Σοβιαΐ, χρηματισθεῖσαν ὑπὸ ἀγγέλου. οὗ τὸ 〈μὲν〉 ὕψος σχοίνων κδʹ—ὃ γίνεται μίλια ϙϛʹ—, τὸ δὲ πλάτος αὐτοῦ σχοίνων δʹ, καὶ ἀπὸ ὤμου εἰς ὦμον σχοίνων ϛʹ〈—ὃ γίνεται μίλια εἰκοσιτέσσαρα—〉. τὰ δὲ ἴχνη τῶν ποδῶν αὐτοῦ ἐπὶ μῆκος 〈μὲν〉 σχοίνων γʹ ἡμίσους—ὃ γίνεται μίλια δεκατέσσαρα—, τὸ δὲ πλάτος σχοίνου ἑνὸς ἡμίσους, τὸ δὲ ὕψος ἡμισχοίνου. εἶναι δὲ σὺν αὐτῷ καὶ θήλειαν, ἧς τὰ μέτρα κατὰ τ(ὰ) προειρημένα εἶναι λέγει· καὶ τὸν μὲν ἄρσενα υἱὸν εἶναι τοῦ θεοῦ, τὴν δὲ θήλειαν καλεῖσθαι ἅγιον πνεῦμα.

Ταῦτα 〈δὲ〉 τερατολογῶν νομίζει ταράσσειν τοὺς μωροὺς λέγων τοῦτον εὐηγγελίσθαι τοῖς ἀνθρώποις καινὴν ἄφεσιν ἁμαρτιῶν ἔτει Τραϊανοῦ βασιλείας τρίτῳ. καὶ 〈δεύτερον〉 βάπτισμα 〈δὲ〉 ὁρίζει—ὃ καὶ αὐτὸ διηγήσομαι—, φάσκων τοὺς ἐν πάσῃ ἀσε〈λ〉γείᾳ καὶ 〈ἐν παντὶ〉 μιασμῷ καὶ ἀνομήματι ἐμφυρέντας, εἴ τις πιστ(ὸ)ς εἴη, ἐπι〈σ〉τρέψαντα καὶ τῆ(ς) βίβλου 〈ταύτης〉 ἀκούσαντα καὶ πιστεύσαντα [ὁρίζει] 〈καὶ〉 βαπτίσματι 〈ἐκ δευτέρου προσελθόντα〉 λαμβάνειν ἄφεσιν ἀμαρτιῶν.

Ταῦτα δὲ ἐτόλμησε τεχνάσαι τὰ πανουργήματα ἀπὸ τοῦ προειρημένου δόγματος ἀφ(ο)ρμὴν λαβών, οὗ παρεστήσατο Κάλλιστος· ἡδομένου(ς) γὰρ κατανοήσας πολλοὺς ἐπὶ 〈τῇ〉 τοιαύτῃ ἐπαγγελίᾳ, εὐ(κ)αίρως ἐνόμισεν 〈ἔχειν πρὸς τὸ ὅμοια〉 ἐπιχειρεῖν. καὶ τούτῳ δὲ ἡμεῖς ἀντ(ιστά)ντες οὐκ εἰάσαμεν ἐπὶ πολὺ πλανηθῆναι πολλούς, ἐλέγξαντες εἶναι τοῦτο πνεύματος νόθου ἐνέργειαν καὶ ἐπίνοιαν πεφυσιωμένης καρδίας, καὶ τοῦτον λύκου δίκην ἐπεγηγερμένον 〈εἶναι〉 πλανωμένοις προβάτοις πολλοῖς, 〈ἃ〉 ἀποπλανῶν διεσκόρπισεν ὁ Κάλλιστος.

Ἀλλ᾽ ἐπεὶ ἠρξάμεθα 〈τὰ τοῦ Ἠλχασαῒ διηγεῖσθαι〉, καὶ τὰ τούτου δόγματα οὐ σιωπήσομεν, εἰς φανερόν τε ἀγαγόντες πρότερον τὸν 〈κατὰ τοῦτον〉 βίον καὶ δείξαντες τὴν νομιζομένην ἄσκησιν προσποιητὴν ὑπάρχουσαν, αὖθις 〈δὲ〉 καὶ τῶν ῥητῶν 〈αὐτοῦ τὰ〉 κεφάλαια παραθήσομαι, ἵνα τοῖς αὐτοῦ ἐγγράφοις ὁ ἐντυγχάνων ἐνατενίσας ἐπιγνοίη, τίς καὶ ὁποία εἴη ἡ τούτῳ τετολμημένη αἵρεσις.

Οὗτος 〈τὴν τοῦ〉 νόμου πολιτείαν προβάλλεται δελεάσματος δίκην, φάσκων δεῖν περιτέμνεσθαι καὶ κατὰ 〈τὸν〉 νόμον ζῆν τοὺς πεπιστευκότας. ἀποσπᾷ 〈δέ〉 τινα 〈καὶ ἐκ〉 τῶν προειρημένων αἱρέσεων· τὸν Χριστὸν γὰρ λέγει ἄνθρωπον 〈εἶναι καὶ〉 κοινῶς πᾶσι γεγονέναι· τοῦτον δὲ οὐ νῦν πρῶτον ἐκ παρθένου γεγεν〈ν〉ῆσθαι 〈θέλει〉, ἀλλὰ καὶ πρότερον, καὶ αὖθις πολλάκις γεννηθέντα καὶ γεννώμενον πεφηνέναι καὶ φαίνεσθαι, ἀλλάσσοντα 〈σώματα κατὰ〉 γενέσεις καὶ μετενσωματούμενον, ἐκείνῳ τῷ Πυθαγορείῳ δόγματι χρώμενος.

Τοσοῦτον δὲ πεφυσίωνται, ὡς καὶ προγνωστικοὺς ἑαυτοὺς λέγειν, δηλον〈ότι〉 μέτροις καὶ ἀριθμοῖς τῆς προειρημένης Πυθαγορείου τέχνης 〈ὡς〉 ἀφορμα〈ῖ〉ς χρωμένους. οὗτοι καὶ μαθηματικοῖς καὶ ἀστρολογικοῖς καὶ μαγικοῖς προσέχουσιν ὡς ἀληθέσι, κα(ὶ) τούτοις χρώμενοι ταράσσουσι τοὺς ἄφρονας, 〈ὡς〉 νομίζειν αὐτοὺς λόγου δυνατοῦ μετέχειν. ἐπαοιδὰς δὲ καὶ ἐπιλόγ(ου)ς τινὰς διδάσκουσι πρός τε κυνοδήκτους καὶ δαιμον(ι)ῶντας καὶ ἑτέραις νόσοις κατεχομένους· ὧν οὐδὲ ταῦτα σιωπήσομεν. ἱκανῶς οὖν τὰς ἀρχὰς αὐτῶν διηγησάμενος, τάς τε αἰτίας τῶν τολμημάτων, παρελεύσομαι ἐ(π)ιδιηγησόμενος τὰ ἔγγραφα 〈αὐτῶν〉, δι᾽ ὧν εἴσονται οἱ ἐντυγχάνοντες τόν τε λῆρον κ(α)ὶ τὰ ἄθεα αὐτῶν ἐπιχειρήματα.

Τὸ μὲν οὖν 〈δεύτερον〉 βάπτισμα τοῖς ἀπ᾽ αὐτ(οῦ) (γενομ)ένοις οὕτως παραδίδωσι, τοιάδε λέγων τοῖς ἀπατωμένοις· «εἴ τις οὖν, τέκνα, 〈ἐ〉πλησίασεν οἱῳδήποτε ζῴῳ, ἢ ἄρρενί 〈τινι〉, ἢ ἀδελφῇ, ἢ θυγατρί, ἢ ἐμοίχευσεν, ἢ ἐπόρνευσε, καὶ θέλει ἄφεσιν λαβεῖν τῶν ἁμαρτιῶν, ἀφ᾽ οὗ ἂν ἀκούσῃ τῆς βίβλου ταύτης, βαπτισάσθω ἐκ δευτέρου ἐν ὀνόματι τοῦ μεγάλου καὶ ὑψίστου θεοῦ καὶ ἐν ὀνόματι 〈τοῦ〉 υἱοῦ αὐτοῦ, 〈τοῦ〉 μεγάλου βασιλέως, 〈καὶ〉 καθαρισάσθω καὶ ἁγνευσάτω. καὶ 〈τότε〉 ἐπιμαρτυρησάσθω αὑτῷ τοὺς ἑπτὰ μάρτυρας, 〈τοὺς〉 γεγραμμένους ἐν τῇ βίβλῳ ταύτῃ· ‛〈ἰδοὺ μαρτύρομαι〉 τὸν οὐρανὸν καὶ τὸ ὕδωρ καὶ τὰ πνεύμα〈τα〉 τὰ ἅγια καὶ τοὺς ἀγγέλους τῆς προσευχῆς καὶ τὸ ἔλαιον καὶ τὸ ἅλας καὶ τὴν γῆν‚.» Ταῦτά 〈ἐστι〉 τὰ θαυμάσια μυστήρια τοῦ Ἠλχασαΐ, τὰ ἀπόρρητα καὶ μεγάλα, ἃ παραδίδωσι τοῖς ἀξίοις μαθηταῖς. οἷς οὐκ ἀρκεῖται ὁ ἄνομος, ἀλλ᾽ «ἐπὶ δύο καὶ τριῶν μαρτύρων» ἐνσφραγίζει τὰ ἑαυτοῦ κακά, πάλιν οὕτως λέγων· «πάλιν λέγω, ὦ μοιχοὶ καὶ μοιχαλίδες [καὶ ψευδοπροφῆται], ἐὰν θέλητε ἐπιστρέψαι, ἵνα ἀφεθήσονται ὑμῖν αἱ ἁμαρτίαι καὶ ὑμῖν εἰρήνη 〈ἔσται〉 καὶ μέρος μετὰ τῶν δικαίων, ἀφ᾽ οὗ ἂν ἀκούσητε τῆς βίβλου ταύτης, [καὶ] βαπτίσθητε ἐκ δευτέρου σὺν τοῖς ἐνδύμασιν 〈ὑμῶν ἐν ὀνόματι τοῦ μεγάλου καὶ ὑψίστου θεοῦ〉 〈*〉».

Ἀλλ᾽ ἐπει〈δὴ καὶ〉 ἐπαοιδαῖς τούτους εἴπομεν χρῆσθαι ἐπί τε κυνοδήκτων καὶ ἑτέρων, 〈ἐξ αὐτῶν〉 δείξομεν. λέγει γὰρ οὕτως· «ἄν τιν᾽ οὖν ἄνδρα ἢ γυναῖκα ἢ νεώτερον ἢ νεωτέραν κύων (λυ)σσῶν καὶ μαινόμενος—ἐν ᾧ ἐστι πνεῦμα διαφθορᾶς—δάκῃ ἢ περι(σχ)ίσῃ ἢ προσψαύσῃ, ἐν αὐτῇ τῇ ὥρᾳ δραμέτω σὺν παντὶ τῷ φορέματι 〈αὐτοῦ〉 καὶ καταβὰς εἰς ποταμὸν ἢ εἰς πηγήν, ὅπου ἐὰν ᾖ τόπος βαθύς, βαπτισάσθω 〈σὺν〉 παντὶ τῷ φορέματι αὐτοῦ, καὶ προσευξάσθω τῷ μεγάλῳ καὶ ὑψίστῳ θεῷ ἐν καρδίας πίστει. καὶ τότε ἐπιμαρτυρησ(ά)σθω 〈αὑτῷ〉 τοὺς ἑπτὰ μάρτυρας, τοὺς γεγραμμένους ἐν τῇ βίβλῳ ταύτῃ· ‛ἰδοὺ μαρτύρομαι τὸν οὐρανὸν καὶ τὸ ὕδωρ καὶ τὰ (πνεύμα)τα τὰ ἅγια καὶ τοὺς ἀγγέλους τῆς προσευχῆς καὶ τ(ὸ) ἔλαιον καὶ τὸ ἅλας καὶ τὴν γῆν. τούτους τοὺς ἑπτὰ μάρτυρας μαρτύρομαι ὅτι οὐκέτι ἁμαρτήσω· οὐ μοιχεύσω, οὐ κλέψω, οὐκ ἀδικήσω, οὐ πλεονεκτήσω, οὐ μισήσω, οὐκ ἀθετήσω, οὐδὲ ἐν πᾶσι πονηροῖς εὐδοκήσω‚. ταῦτα οὖν εἰπὼν βαπτισάσθω 〈πάλιν〉 σὺν παντὶ τῷ φορέματι αὐτοῦ ἐν ὀνόματι τοῦ μεγάλου καὶ ὑψίστου θεοῦ». 〈Καὶ〉 ἕτερα δὲ πλεῖστα φλυαρεῖ, ταὐτὰ καὶ ἐπὶ φθισικῶν ἐπιλέγειν διδάσκων, καὶ βαπτίζεσθαι ἐν ψυχρῷ τεσσαρακοντάκις ἐπὶ ἡμέρας ἑπτά, 〈καὶ〉 ὁμοίως καὶ ἐπὶ δαιμονώντων. ὦ σοφίας ἀμιμήτου καὶ ἐπαοιδῶν δυνάμεως μεμεστωμένων· τίς 〈γὰρ〉 οὐκ ἐκπλαγήσεται τῇ τοιαύτῃ καὶ τοσαύτῃ δυνάμει τῶν λόγων;

Ἀλλ᾽ ἐπειδὴ καὶ ἀστρολογικῇ πλάνῃ κεχρῆσθαι αὐτοὺς ἔφημεν, ἐξ αὐτῶν δείξομεν. φησὶ γὰρ οὕτως· «εἰσὶν ἀστέρες πονηροὶ τῆς ἀσεβείας· τοῦτο νῦν ὑμῖν εἴρηται, εὐσεβεῖς καὶ μαθηταί· φυλάσσεσθε ἀπὸ τῶν ἡμερῶν τῆς ἐξουσίας [ἀρχῆς] αὐτῶν, καὶ μὴ ποιεῖτε τὴν καταρχὴν τῶν ἔργων 〈ὑμῶν〉 ἐν ταῖς ἡμέραις 〈τῆς ἀρχῆς〉 αὐτῶν, καὶ μὴ βαπτίζετε ἄνδρα ἢ γυναῖκα ἐν ταῖς ἡμέραις τῆς ἐξουσίας αὐτῶν. ὁπόταν 〈οὖν〉 διαπορεύηται 〈παρ〉ὲξ αὐτοὺς ἡ σελήνη καὶ συνοδεύῃ αὐτοῖς, 〈τ〉αύτην τὴν ἡμέραν φυλάσσεσθε, ἕως οὗ ἐκπορεύεται ἀπ᾽ αὐτῶν, καὶ τότε βαπτίζετε καὶ ἐνάρχεσθε ἐν πάσῃ ἀρχῇ τῶν ἔργων ὑμῶν. ἔτι δὲ τιμήσατε τὴν ἡμέραν τοῦ σαββάτου, ἐπειδή ἐστιν ἡμέρα μί(α) ἐξ (α)ὐτῶν. ἀλλὰ καὶ τὴν τρίτην σαββάτου φυλάσσεσθε μὴ κατάρχεσθαι, ἐπειδὴ πάλιν πληρουμένων τριῶν ἐτῶν Τραϊανοῦ Καίσαρος, ἀφότε ὑπέταξε(ν) ἑαυτοῦ τῇ ἐξουσίᾳ τοὺ〈ς〉 Πάρθου〈ς〉, [ὅτε ἐπληρώθη τρία ἔτη] ἀγγρίζε(τ)αι ὁ πόλεμος μεταξὺ τῶν ἀγγέλων τῆς ἀσεβείας τῶν ἄρκτων· διὰ τοῦτο ταράσσονται πᾶσαι βασιλεῖαι τῆς ἀσεβείας».

Ταῦτα τοίνυν τ(ὰ) μεγ(ά)λα κ(α)ὶ ἀπόρρητα μυστήρια ἄλογον ἡγούμενος καταπατεῖσθαι ἢ εἰς πολλοὺς π(α)ραδίδοσθαι, συμβουλεύει ὡς πολυτελεῖς μαργαρίτας φυλάσσειν, οὕτω λέγων· «τοῦτον δὲ τὸν λόγον μὴ ἀναγινώσκετε πᾶσιν ἀνθρώποις, καὶ ταύτας τὰς ἐντολὰς φυλάξατε ἐπιμελῶς, ὅτι οὐ πάντες ἄνδρες πιστοὶ οὐδὲ πᾶσαι γυναῖκες ὀρθαί».

Ταῦτα δὲ 〈τὰ μυστήρια〉 οὐδὲ Αἰγυπτίων σοφοὶ ἐν ἀδύτοις ἐχώρησαν, οὐδὲ ὁ σοφὸς Ἑλλήνων Πυθαγόρας ἐχώρησεν, 〈ὃς τοῦ Ἠλχασαῒ πρότερος ἦν·〉 εἰ γὰρ 〈τῷ ὄντι〉 τετυχήκει κατ᾽ ἐκεῖνο καιροῦ 〈ὁ〉 Ἠλχασαΐ, τίς ἀνάγκη Πυθαγόραν ἢ Θαλῆν ἢ Σόλωνα ἢ τὸν σοφὸν Πλάτωνα ἢ καὶ τοὺς λοιποὺς Ἑλλήνων σοφοὺς μαθητεύειν Αἰγυπτίων ἱερεῦσιν, ἔχοντας τὴν τοιαύτην καὶ τοσαύτην σοφίαν παρὰ Ἀλκιβιάδῃ, [ἃ] τῷ θαυμασιωτάτῳ ἑρμηνεῖ τοῦ δυστήνου Ἠλχασαΐ; δοκεῖ τοίνυν ἱκανὰ εἶναι τὰ εἰρημένα πρὸς ἐπίγνωσι(ν) τῆς τούτων μανίας τοῖς ὑγιαίνοντα νοῦν κεκτημέ(ν)οις· διὸ πλείοσι ῥητοῖς 〈αὐτῶν〉 οὐκ ἔδοξε χρῆσθαι, οὖσι πλείστοις καὶ καταγελάστοις.

Ἀλλ᾽ ἐπεὶ μηδὲ ταῦτα παρελείπομεν, τὰ ἐφ᾽ ἡμῶν ἐπεγηγερμένα, τά τε πρὸ ἡμῶν οὐκ ἐσιωπήσαμεν, δοκεῖ—ἵνα διὰ πάντων ὦμεν πεπορευμένοι μηδέν 〈τε〉 ἀνεκδιήγητον καταλείπωμεν—εἰπεῖν τίνα καὶ τῶν Ἰουδαίων 〈τὰ ἔθη〉 καὶ τίνες αἱ ἐν τούτοις διαφοραί. ἔτι γὰρ ταῦτα νομίζω περιλείπεσθαι· ἃ μηδὲ αὐτὰ σιωπ(ή)σας, ἐπὶ τὴν ἀπόδειξιν τοῦ περὶ ἀληθείας λόγου χωρήσω, ὅπως μετὰ τὸν πολὺν ἀγῶνα τοῦ κατὰ πασῶν αἱρέσεων λόγου, ἐπὶ 〈τὸν〉 τῆς βασιλείας στέφανον ὁρμήσαντες, εὐ(σε)β(ῶ)ς τὰ ἀληθῆ πιστεύοντες μὴ ταρασσώμεθα.

Ἰουδαίων μὲν ἀρχῆθεν ἓν ἦν ἔθος· εἷς γὰρ ὁ τούτοις δοθεὶς παρὰ θεοῦ διδάσκαλος Μωσῆς (κ)αὶ εἷς ὁ διὰ τούτου 〈δοθεὶς〉 νόμος, μία δὲ ἔρημος χώρα καὶ ἓν ὄρος τ(ὸ) Σιν(ᾶ)· εἷς γὰρ ὁ τούτοις νομοθετήσας θεός. αὖθις δέ, διαβάντες τὸν Ἰορδάνην ποταμὸν καὶ τὴν δορύκτητον γῆν κληρονομήσαντες, διαφόρως τὸν τοῦ θεοῦ νόμον διέσπασαν, ἄλλος ἄλλως ἐπινοῶν τὰ εἰρημένα, καὶ οὕτως διδασκάλους ἑαυτοῖς ἐπεγείραντες 〈καὶ〉 δόξας αἱρέσεων ἐφευρόντες εἰς μερισμὸν ἐχώρησαν. ὧν τὴν διαφορὰν ἐκθήσομαι· εἰ δὲ καὶ εἰς πλεῖστα μέρη διεσπάσθησαν τῷ μακρῷ χρόνῳ, ἀλλά γε τὰ κεφαλαιωδέστερα αὐτῶν ἐκθήσομαι, δι᾽ ὧν καὶ τὰ λοιπὰ οἱ φιλομαθεῖς εἴσονται εὐκόλως.

Τρία γὰρ παρ᾽ αὐτοῖς εἴδη διαιρεῖται, καὶ τοῦ μὲν αἱρετισταί εἰσι Φαρισαῖοι, τοῦ δὲ Σαδδουκαῖοι, τρίτοι δὲ Ἐσ〈σ〉ηνοί. οὗτοι τὸν βίον σεμνότερον ἀσκοῦσι, φιλάλληλοι ὄντες καὶ ἐγκρατεῖς, πάσης τε ἐπιθυμίας ἔργον ἀποστρέφονται, ἀπεχθῶς καὶ πρὸς 〈τὸ〉 τὰ τοιαῦτα ἀκ(ο)ῦσαι ἔχοντες, γάμον τε ἀπαγορεύουσι. τοὺς δὲ ἀλλοτρίους παῖδας ἀναλαμβάνοντες τεκνοποιοῦνται καὶ πρὸς τὰ ἴδια ἤθη ἄγουσιν, οὕτως ἀνατρέφοντες καὶ ἔτι τοῖς μαθήμασι προβιβάζοντες, οὐ τὸ γαμεῖν κωλύοντες, ἀλλ᾽ αὐτοὶ γάμου ἀπεχόμενοι. γυναῖκας δέ, εἰ καὶ τῇ αὐτῇ προαιρέσει βούλοιντο προσέχειν, οὐ προσδέχονται, κατὰ μηδένα τρόπον γυναιξὶ πιστεύοντες.

Καταφρονοῦσι δὲ πλούτου καὶ τὸ πρὸς τοὺς δεομένους κοινωνεῖν οὐκ ἀποστρέφο(ντ)αι, ἀλλ᾽ οὐδέ τις παρ᾽ αὐτοῖς ὑπὲρ τὸν ἕτερον πλουτεῖ. ν(ό)μος γὰρ παρ᾽ αὐτοῖς τὸν προσιόντα τῇ αἱρέσει τὰ ὑπάρχοντα πωλοῦντα 〈τὰ χρήματα〉 τῷ κοινῷ προσφέρειν· ἃ ὑποδεχόμενος 〈ὁ〉 ἄρχων διανέμει ἅπασι πρὸς τὰ δέοντα· οὕτως οὐδ(εὶ)ς ἐνδεὴς παρ᾽ αὐτοῖς. ἐλαίῳ δὲ οὐ χρῶνται, μολυσμὸν ἡγούμ(ενοι) τὸ ἀλ(εί)φεσθαι. χειροτονοῦνται δὲ οἱ ἐπιμεληταί, οἱ πάντων 〈τῶν〉 κοινῶ(ν) (φ)ρο(ντί)ζ(ο)ντ(ες). πάντες δὲ ἀεὶ λευχειμονοῦσι.

Μία δὲ αὐτῶν οὐκ ἔστι πόλι(ς), ἀλλ᾽ ἐν ἑκάστῃ μετοικοῦσι πολλοί. καὶ εἴ τις ἀπὸ ξένης παρῇ τῶν αἱρετιστῶν, πάντα αὐτῷ κοινὰ ἡγοῦνται, καὶ οὓς οὐ πρότερον ᾔδεσαν, ὡς οἰκείους καὶ συνήθεις προσδέχονται. περιΐασι δὲ τὴν πατρῴαν γῆν ἑκάστοτε ἀποδημοῦντες μηδὲν φέροντες πλὴν ὅπλου. ἔχουσι δὲ καὶ κατὰ πόλεις προεστῶτα, ὃς τὰ συναγόμενα εἰς τοῦτο ἀναλίσκει, ἐσθῆτα καὶ τροφὰς αὐτοῖς παρασκευάζων. καταστολὴ δὲ αὐτῶν καὶ σχῆμα κόσμιον. χιτῶνας δὲ δύο ἢ διπλᾶς ὑποδέσεις οὐ κτῶνται· ἐπὰν δὲ τὰ παρόντα παλαιωθῇ, τότε ἕτερα προσίενται. οὐδὲν δὲ ὅλως οὔτε ἀγοράζουσιν οὔτε πωλοῦσιν, ὃ δ᾽ ἂν ἔχῃ τις τῷ μὴ ἔχοντι δούς, ὃ οὐκ ἔχει λαμβάνει.

Παραμένουσι δὲ εὐτάκτως καὶ ἐπιμόνως εὐχόμενοι ἕωθεν, μηδὲν πρότερον φθεγξ(ά)μενοι εἰ μὴ τὸν θεὸν ὑμνήσωσι· καὶ οὕτω, προ〈σ〉ελθόντες ἕκ(α)στοι ἐφ᾽ ὃ βούλονται, πράττουσι, καὶ ἕως ὥρας πέμπτης πράξαντες ἐπανίασιν. ἔπειτα πάλιν συνελθόντες εἰς ἕνα τόπον, περιζώμασί τε λινοῖς περιζωσάμενοι—πρὸς τὸ καλύψασθαι τὴν αἰσχύνην—, οὕτως ὕδατι ψυχρῷ ἀπολούονται. καὶ μετὰ τὸ οὕτως ἁγνίσασθαι εἰς ἓν οἴκημα συνίασιν—οὐδεὶς δὲ 〈τῶν〉 ἑτερ(ο)δόξων σύνεισιν ἐν τῷ οἴκῳ— καὶ περὶ ἀριστοποιΐαν χωροῦσι. καθισάντων δὲ κατὰ τάξιν μεθ᾽ ἡσυχίας προσφέρονται ἄρτοι, ἔπειτα ἕν τι προσφάγιον, ἐξ οὗ ἑκάστῳ τὸ αὔταρκες μέρος. οὐ πρότερον δὲ γεύ(σετ)αί (τις) (α)ὐτῶν, εἰ μὴ ἐπ(εύ)ξεται εὐλογῶν ὁ ἱερεύς. μετὰ (δὲ) τὸ ἄριστον ἐπεύχεται πάλιν· ἀρχόμενοί τε καὶ [πάλιν] παυόμενοι ὑμνοῦσι τὸν θεόν. ἔπειτα τὰς ἐσθῆτας, (ἃ)ς (ἔν)δ(ον) συνεστιώμενοι ἀμφιέν〈ν〉υνται, ἀποθέμεν(οι) ὡ(ς) (ἱ)εράς—εἰσὶ δὲ λιναῖ—〈καὶ〉 τὰς ἐν τῇ προόδῳ πάλιν ἀναλαμβάνοντες ἐπὶ τὰ φίλα ἔργα ὁρμῶσιν ἕως δείλης. δειπνοῦσι δὲ ὁμοίως τοῖς προειρημένοις πάντα ποιήσαντες. οὐδεὶς δὲ πώποτε κραυγάσει ἤ τις ἑτέρα θορυβώδης ἀκουσθήσεται φωνή, ἠρέμα δὲ ἕκαστοι λαλοῦντες εὐσχημόνως ἕτερος τῷ ἑτέρῳ τὴν ὁμιλίαν συγχωρεῖ, ὡς τοῖς ἔξωθεν μυστήριόν τι καταφαίνεσθαι τὴν τῶν ἔνδον σιωπήν. νήφουσι δὲ πάντοτε, πάντα μέτρῳ καὶ ἐσθίοντες καὶ πίνοντες.

Πάντες μὲν οὖν τῷ προεστῶτι προσέχουσι καὶ ὅσ᾽ ἂ〈ν〉 κελεύσῃ ὡς νόμῳ πείθονται. ἐσπουδάκασι δὲ πρὸς τὸ ἐλεεῖν καὶ βοηθεῖν τοῖς καταπονουμένοις. πρὸ δὲ πάντων ὀργῆς ἀπέχουσι καὶ θυμοῦ καὶ πάντων τῶν ὁμοίων, ἐπίβουλα ταῦτα τοῦ ἀνθρώπου κρίνοντες. οὐδεὶς δὲ ὄμνυσι παρ᾽ αὐτοῖς, ὅσα δ᾽ ἄν τις εἴπῃ, τοῦτο ὅρκου ἰσχυρότερον κρίνεται· εἰ δὲ ὀμόσει τις, καταγινώσκεται 〈ἤδη, φασίν,〉 ὡς μὴ πιστευθεὶς 〈δίχα θεοῦ〉. σπουδάζουσι δὲ περὶ τὰς τοῦ νόμου ἀναγνώσεις καὶ προφητῶν, ἔτι δὲ καὶ εἴ τι σύνταγμα εἴη 〈τῶν〉 πιστῶν. πάνυ δὲ περιέργως ἔχουσι περὶ βοτάνας καὶ λίθους, περιεργότεροι ὄντες πρὸς τὰς τούτων ἐνεργείας, φάσκοντες μὴ μάτην ταῦτα γεγονέναι.

Τοῖς δὲ βουλομένοις τῇ αἱρέσει μαθ(η)τεύ(ειν) οὐκ εὐθέως τὰς παραδόσεις ποιοῦνται, εἰ μὴ πρό(τ)ερον δοκ(ι)μάσωσιν· ἐπ᾽ ἐνιαυτὸν γὰρ 〈αὐτοῖς〉 τὰς ὁμοίας τροφὰς παρατιθέασιν, ἔξω τῆς ἑαυτῶν σ(υνό)δου (οὖ)σιν ἐν ἑτέρῳ οἴκῳ, ἀξινάριόν τε καὶ τὸ λινοῦν περίζωμα κα(ὶ) (λ)ευκὴν ἐσ(θ)ῆτα δόντες. ἐπειδὰν 〈δὲ〉 τούτῳ τῷ χρόνῳ πεῖραν (ἐ)γκρα(τεί)ας δῷ, πρόσεισιν ἔγγιον τῇ διαίτῃ καὶ καθαρωτέρως ἀπολ(ούετα)ι ἢ τὸ πρότερον, οὐδέπω δὲ σὺν αὐτοῖς 〈τῆς〉 τροφῆς μεταλαμβάνει. μετὰ γὰρ τὸ δεῖξαι εἰ ἐγκρατεύεσθαι δύναται, ἐπὶ ἔτη ἄλλα δύο δοκιμάζεται τοῦ τοιούτου [γὰρ] τὸ ἦθος, καὶ φανεὶς ἄξιος οὕτως εἰς αὐτοὺς 〈ἐγ〉κρίνεται.

Πρὶν δὲ αὐτοῖς συνεστιαθῇ, ὅρκοις φρικτοῖς ὁρκίζεται· πρῶτον μὲν εὐσεβήσειν τὸ θεῖον, ἔπειτα τὰ πρὸς ἀνθρώπους δίκαια φυλάξειν καὶ κατὰ μηδένα τρόπον ἀδικήσειν τινά· μηδένα τε μήτε ἀδικοῦντα μήτε ἐχθρὸν μισήσειν, προσεύχεσθαι δὲ ὑπὲρ αὐτῶν, 〈καὶ〉 συναγωνίζεσθαι [αὐτῶν] τοῖς δικαίοις. τὸ πιστὸν πᾶσι 〈μὲν〉 παρέξειν, μάλιστα 〈δὲ〉 τοῖς κρατοῦσιν· οὐ γὰρ δίχα θεοῦ συμβαίνει〈ν〉 τινὶ τὸ ἄρχειν. κἂν αὐτὸς ἄρχῃ, μηδέποτε ὑπερηφανεύσασθαι ἐν 〈τῇ〉 ἐξουσίᾳ, μηδὲ ἀγ〈λαοῖς〉 ἐσθήσε〈σ〉ιν ἤ τινι κόσμῳ πλείον〈ι〉 τοῦ 〈συν〉ήθους χρήσασθαι. φιλαλήθη τε 〈ἀεὶ〉 εἶναι, τὸν δὲ ψευδόμ(εν)ο(ν) ἐλέγχειν· μηδὲ κλέπτειν μηδὲ συνείδησιν ἐπὶ ἀνόμῳ κέρδει μολύνειν. 〈καὶ〉 μηδὲν ἀποκρύπτειν τοὺς συναιρεσιώτας, ἑτέροις δὲ μηδὲν ἐξειπεῖν, κἂν μέχρι θανάτου τις βιάζηται. πρὸς τούτοις ὄμνυσι μη(δ)ενὶ μεταδοῦναι τῶν δογμάτων ἑτέρως ἢ ὡς αὐτὸς μετέλαβε.

Τοιούτοις οὖν ὅρκοις δεσ(μεύο)υσι τ(οὺς) προσερχομένους. εἰ δέ τις ἐν ἁμαρτήματί τιν(ι) (μεγάλῳ ληφθ)ῇ, ἀποβάλλεται τοῦ δώματος, ὁ δὲ ἀποβληθεὶς δεινῷ μόρῳ ἔσθ᾽ ὅτε διαφθείρεται. τοῖς γὰρ ὅρκοις καὶ τοῖς ἔθεσιν ἐνδεδεμένος, (οὐ)δὲ τῆς παρὰ τοῖς ἄλλοις τροφῆς δύναται μεταλ(α)μβάνειν. ἔσθ᾽ ὅτε οὗν τὸ σῶμα λιμῷ δι(α)φθείρ(ο)υσιν· (ὅθ)εν ἐν ἐσχάτοις ποτὲ 〈ὄντας καὶ〉 (ἤδ)η ἐκλείποντας ἐλεοῦσι πολλούς, 〈τῶν ἁμαρτημάτων〉 αὐτῶν ἱκανὴν 〈τὴν〉 μέχρι θανάτου ἐπιτιμίαν ἡγούμενοι.

Περὶ δὲ τὰς κρίσεις ἀκριβέστατοι καὶ δίκαιοι· δικάζουσι δὲ συνελθόντες οὐκ ἐλάττους τῶν ἑκατόν, τὸ δὲ ὁρισθὲν ὑπ᾽ αὐτῶν ἀκίνητον. τιμῶσι δὲ τὸν νομοθέτην μετὰ τὸν θεὸν 〈μάλιστα〉, καὶ εἴ τις εἰς τοῦτον βλασφημήσει, κολάζεται 〈θανάτῳ〉. τοῖς δὲ ἄρχουσι καὶ πρεσβυτέροις ὑπακούειν διδάσκονται. εἰ δὲ ἐπὶ τὸ αὐτὸ δέκα καθέζονται, οὐ λαλήσει εἷς, εἰ μὴ τοῖς ἐννέα δόξει. καὶ τὸ πτύσαι δὲ εἰς μέσον ἢ τὸ δεξιὸν μέρος φυλάττονται. τὸ δὲ τῷ σαββάτῳ ἀπέχεσθαι ἔργου φροντίζουσι μᾶλλον πάντων Ἰουδαίων· οὐ μόνον γὰρ τροφὰς αὐτοῖς παρασκευάζονται 〈πρὸ〉 μιᾶς ἡμέρας—πρὸς τὸ μὴ πῦρ ἅπτειν—, ἀλλ᾽ οὐδὲ σκεῦός 〈τι〉 μετατιθέασιν οὐδὲ ἀποπατήσουσι—τινὲς δὲ οὐδὲ κλινιδίου χωρίζονται. —ταῖς δὲ ἄλλαις ἡμέραις ἐπὰν ἀποπατῆσαι θέλοιεν, βόθρον ὀρύξαντες ποδιαῖον τῇ σκαλίδι—τοιοῦτον γάρ ἐστι τὸ ἀξινάριον, ὃ τοῖς προσιοῦσι μαθητεύεσθαι πρώτως διδόασι—καὶ περικαλύψαντες τὸ ἱμάτιον ἱζάνουσι, φάσκοντες μὴ δεῖν ὑβρίζειν τὰς αὐγάς 〈τοῦ θεοῦ〉· ἔπειτα τὴν ἀνασκαφεῖσαν γῆν ἐπεμβάλ〈λ〉ουσιν εἰς τ(ὸ)ν βόθρον· καὶ τοῦτο ποιοῦσιν ἐκλεγ(όμεν)οι (τοὺς) ἐρημοτέρους τόπους. ἐπὰν δὲ τοῦτ(ο) (ποιήσωσ)ιν, εὐθὺς ἀπολούονται, ὡς μιαινούσης τῆς ἐκκρίσεως.

Διῄρηνται δὲ (κ)ατὰ (χρ)όνον καὶ οὐχ ὁμοίως τὴν ἄσκησιν φυλάττουσιν, εἰς τέσσ(αρ)α μέρη διαχωρισθέντες. —ἕτεροι γὰρ αὐτῶν τὰ ὑπὲρ τὸ δέον (ἀ)σκοῦσιν, ὡς μηδὲ νόμισμα βαστάζειν, λέγοντ(ες) μὴ δεῖν εἰ(κό)να ἢ φέρειν ἢ ὁρᾶν ἢ ποιεῖν· διὸ οὐδὲ εἰς πόλιν τι(ς) αὐτῶν εἰσπορεύεται, ἵνα μὴ διὰ πύλης εἰσέλθῃ, ἐφ᾽ ᾗ ἀνδριάντες ἔπεισιν, ἀθέμιτον τοῦτο ἡγούμενος τὸ ὑπὸ εἰκόνας παρελθεῖν. ἕτεροι δέ, ἐπὰν ἀκούσωσί τινος περὶ θεοῦ διαλεγομένου καὶ τῶν τούτου νόμων, εἰ ἀπερίτμητος εἴη, παραφυλάξας 〈τις αὐτῶν〉 τὸν τοιοῦτον ἐν τόπῳ τινὶ μόνον, φονεύειν ἀπειλεῖ εἰ μὴ περιτμηθείη· οὗ, εἰ μὴ βούλοιτο πείθεσθαι, οὐ φείδεται ἀλλὰ καὶ σφάζει· ὅθεν ἐκ τοῦ συμβαίνοντος 〈καὶ〉 τὸ ὄνομα προσέλαβον, Ζηλωταὶ καλούμενοι, ὑπό τινων δὲ Σικάριοι. ἕτεροι δὲ αὐτῶν οὐδένα κύριον ὀνομάζουσι πλὴν τὸν θεόν, εἰ καὶ αἰκίζοιτό τις 〈αὐτῶν〉 ἢ καὶ ἀναιροῖτο. —τοσοῦ(το)ν δὲ οἱ μετέπειτα ἐλάττους τῇ ἀσκήσει γεγένη〈ν〉ται, ὥστε τοὺς τοῖς ἀρχαίοις ἔθεσιν ἐμμένοντας μηδὲ προσψαύειν αὐτῶν· ὧν εἰ ψαύσαιεν, εὐθέως ἀπολούονται, ὥς τινος ἀλλοφ(ύ)λ(ου) ψαύσαντες.

Εἰσὶ δὲ καὶ μακρόβιοι οἱ πλεῖστοι, ὥστε καὶ πλέον 〈ἢ〉 ἑκατὸν ἔτεσι ζῆν· φα(σὶν) οὖν 〈τούτου〉 εἶναι αἴτιον τό τε τῆς ἄκρας θεοσεβείας 〈αὐτῶν〉 καὶ τὸ (κ)αταγνωσθῆ〈ναι〉 〈τοῦ〉 ἀμέτρως προσφέρεσθαι 〈τῇ διαίτῃ, ὡς〉 ἐγκρατιστάς 〈τε〉 εἶναι καὶ ἀοργήτους. θανάτου δὲ καταφρονοῦσι, χαίροντες ἡνίκα μετὰ συνειδήσεως ἀγαθ(ῆς) (τ)ε(λ)ευτῶσιν. εἰ δὲ καὶ αἰκίζοιτό τις τῶν τοιούτων, (ἵν)α ἢ τὸν νόμον δυσφημήσῃ ἢ εἰδωλόθυτον φάγῃ, οὐ π(οι)ήσει, ὑπομένων θανεῖν καὶ βασάνους βαστά(σ)αι, ἵνα τὸ συνειδὸς μὴ παρέλθῃ.

Ἔρρωται δὲ παρ᾽ αὐτοῖς καὶ ὁ τῆς ἀναστάσεως λόγος· ὁμολογοῦσι γὰρ καὶ τὴν σάρκα ἀναστήσεσθαι καὶ ἔσεσθαι ἀθάνατον, ὃν τρόπον ἤδη ἀθάνατός ἐστιν ἡ ψυχή. ἣν χωρισθεῖσαν 〈τοῦ σώματος〉 νῦν [ἔστιν] εἰς ἕνα χῶρον εὔπνουν καὶ φωτεινὸν 〈ἀναφέρεσθαι καὶ ἐκεῖ〉 ἀναπαύεσθαι ἕως κρίσεως· ὃν χῶρον Ἕλληνες 〈τούτων〉 ἀκούσαντες μακάρων νήσους ὠνόμασαν. —ἀλλὰ καὶ ἕτερα τούτων δόγματα πολλ〈ὰ〉 οἱ τῶν Ἑλλήνων 〈σοφοὶ〉 σφετερισάμενοι ἰδίας δόξας συνεστήσαντο· ἔστι γὰρ ἡ κατὰ τούτους ἄσκησις περὶ τὸ θεῖον ἀρχαιοτέρα πάντων ἐθνῶν, ὡς δείκνυσθαι πάντας τοὺς περὶ θεοῦ εἰπεῖν τετολμηκότας ἢ περὶ τῆς τῶν ὄντων δημιουργίας μὴ ἑτέρωθεν παρειληφέναι τὰς ἀρχὰς ἢ ἀπὸ τῆς Ἰουδαϊκῆς νομοθεσίας. ὧν μάλιστα Πυθαγόρας καὶ οἱ ἀπὸ τῆς Στοᾶς παρ᾽ Αἰγυπτίοις τούτοις μαθητευθέντες 〈τὰς ἀρχὰς〉 παρέλαβον· λέγουσι γὰρ καὶ κρίσιν ἔσεσθαι, καὶ τοῦ παντὸς ἐκπύρωσιν, καὶ τοὺς ἀδίκους κολασθήσεσθαι εἰς ἀεί. —ἀσκεῖται δὲ ἐν αὐτοῖς 〈καὶ〉 τὸ προφητεύειν καὶ προλέγειν τὰ ἐσόμενα. (

Ἔ)στι μὲν οὖν καὶ ἕτερον Ἐσ〈σ〉ηνῶν τάγμα· 〈οἳ〉 τοῖς μὲν αὐτοῖς ἤθεσι καὶ διαίτῃ χρώμενοι, ἑνὶ δὲ τούτων ἐνδιαλ〈λ〉ά(ττ)ουσι, [(τ)οὺ(ς)] (τ)ῷ γαμεῖν, δεινόν τι λέγοντες δρᾶν τοὺς ἀ〈πο〉ποιήσα(ντα)ς γάμον· πρὸς 〈γὰρ〉 τὴν ἀναίρεσιν τοῦ βίου γίνεσθαι τοῦτο καὶ μὴ δεῖν ἐκκόπτειν τὴν τῶν τέκ(νω)ν διαδοχὴν φάσκοντες, ὡς εἰ πάντες τοῦτο φρονήσειαν, ἐκκοπήσεσθαι ῥᾳδίως τὸ πᾶν γένος ἀνθρώπων. δοκιμάζουσι μέντοι τρι(ε)τίᾳ τὰς γαμετάς· ἐπὰν δὲ τρὶς καθαρθῶσιν εἰς (πεῖρα)ν το(ῦ) δύνασθαι τίκτειν, οὕτως ἄγονται. ταῖς 〈δ᾽〉 ἐγκύμοσιν οὐχ ὁμιλοῦσιν, ἐπιδεικνύμενοι τὸ μὴ δι᾽ ἡδονὴν γαμεῖν, ἀλλὰ διὰ τέκνων χρείαν. ὁμοίως δὲ καὶ αἱ γυναῖκες ἀπολούονται, καὶ αὐταὶ ἐπέν〈δυμ〉α ἐνδυόμεναι λινοῦν, ὃν τρόπον οἱ ἄνδρες τὰ περιζώματα. ταῦτα μὲν οὖν 〈τὰ〉 κατὰ Ἐσ〈σ〉ηνοὺς 〈ἔθη〉.

Ἕτεροι δέ, καὶ αὐτοὶ τῶν Ἰουδαίων ἐθῶν ἀσκηταί, καὶ κατὰ γένος καὶ κατὰ νόμους 〈τῶν ἄλλων διαφέρουσι,〉 Φαρισαῖοι καλούμενοι. ὧν τὸ μὲν πλεῖστον μέρος ἐστὶ κατὰ πάντα τόπον, πάντων μὲν Ἰουδαίων καλουμένων, διὰ δὲ τὰς ἰδίως δοξαζομένας γνώμας ὀνόμασι κυρίοις ἐπικαλουμένων. οὗτοι μὲν οὖν τὴν ἀρχαίαν παράδοσιν διακρατοῦντες, ἐπὶ τοῖς κατὰ 〈τὸν〉 νόμον καθαροῖς καὶ μὴ καθαροῖς ἐπιεικῶς ἐξετάζοντες διαμένουσι, τά τε τοῦ νόμου ἑρμηνεύουσι, διδασκάλους εἰς ταῦτα προβιβάζοντες.

Οὗτοι εἱμαρμένην εἶναι λέγουσι, καὶ τινὰ μὲν κατ᾽ ἐξουσίαν εἶναι, τινὰ δὲ κατὰ τὴ(ν) εἱμαρμένην, ὡς τινὰ μὲν ἐφ᾽ ἡμῖν, τινὰ δὲ τῆς εἱμαρμένης· θεὸν (δ)ὲ πάντων εἶναι αἴτιον καὶ μηδὲν ἄνευ θελήματος αὐτοῦ διοικεῖσθαι ἢ συμβαίνειν. οὗτοι καὶ σαρκὸς ἀνάστασιν ὁμολογοῦσι, καὶ ψυχὴν ἀθάνατον 〈οὖσαν〉, καὶ κρίσιν ἐσομένην καὶ ἐκπύρωσιν, καὶ δικαίους μὲν ἀφθάρτους ἔσ(εσ)θαι, ἀδίκους δὲ εἰς ἀεὶ κ(ο)λασθήσεσθαι ἐν πυρὶ ἀσβέστῳ.

Ταῦτα μὲν οὖν καὶ Φαρισαῖο(ι). Σαδδουκαῖοι δὲ τὴν μὲν εἱμαρμένην ἀν(αι)ροῦσι (καὶ) τὸ(ν) (θ)εὸν μηδέν τι κακὸν δρᾶν ἢ ἐφορᾶν ὁμολογοῦ(σι)ν, εἶναι δὲ ἐν ἀνθρώπων ἐξουσίᾳ τὸ αἱρεῖ(σ)θαι τὸ ἀγαθὸν ἢ 〈τὸ〉 κακόν. ἀνάστασιν δὲ οὐ μόνον ἀρνοῦνται σαρκός, ἀλλὰ καὶ ψυχὴν μὴ διαμένειν νομίζουσι. τ(αύ)τ(ῃ) (δὲ) εἶναι μόνον τὸ ζῆν 〈λέγουσι〉 καὶ τοῦτο δὴ εἶναι οὗ χάριν ἐγένετο (ἄ)νθρωπος, ἔν τε 〈τού〉τῳ πληροῦσθαι τὸν τῆς ἀναστάσεως λ(όγ)ον, ἐν τῷ καταλείψαντα ἐπὶ γῆς [τὰ] τέκνα τελευτᾶν. μετὰ δὲ θάνατον μηδέν〈α〉 〈δεῖν〉 ἐλπίζειν παθεῖν ἢ κακὸν ἢ ἀγαθόν· λύσιν γὰρ ἔσεσθαι καὶ ψυχῆς καὶ σώματος, καὶ εἰς τὸ μὴ εἶναι χωρεῖν τὸν ἄνθρωπον, καθ᾽ ὃ καὶ τὰ λοιπὰ ζῷα. ὅ τι δ᾽ ἂν δράσῃ ἄνθρωπος ἐν τῷ βίῳ κακὸν [ἄνθρωπος] καὶ διαλάθῃ, κεκέρδηκε, τὴν ὑπὸ ἀνθρώπων διαφυγὼν κόλασιν· ὅ τι δ᾽ ἂν κτήσηται καὶ πλουτήσας δοξασθῇ, 〈καὶ〉 τοῦτο κεκέρδηκε· μέλειν γὰρ θεῷ μηδὲν τῶν κατὰ ἕνα. καὶ οἱ μὲν Φαρισαῖοι φιλάλληλοι, οἱ δὲ Σαδδουκαῖοι φίλαυτοι. αὕτη ἡ αἵρεσις περὶ τὴν Σαμάρειαν μᾶλλον ἐκρατύνθη. καὶ αὐτοὶ δὲ τοῖς τοῦ νόμου ἔθεσι προσέχουσι, λέγοντες δεῖν 〈τὸν ἄνθρωπον〉 οὕτω ζῆν, ἵνα καλῶς βιώσῃ καὶ τέκνα ἐπὶ γῆς καταλείπῃ. προφήταις δὲ οὐ προσέχουσιν, ἀλλ᾽ οὐδὲ ἑτέροις τισὶ σοφοῖς, πλὴν μόνῳ τῷ διὰ Μωσέως 〈δοθέντι〉 νόμῳ, μηδὲν ἑρμηνεύοντες. ταῦτα μὲν οὖν ἃ καὶ οἱ Σαδδουκαῖοι αἱρετίζουσιν.

Ἐπεὶ τοίνυν καὶ τὰς παρὰ Ἰουδαίοις διαφορὰς ἐκτεθείμεθα, εὔλογον δοκεῖ καὶ τὴν ἄσκησιν τούτων τῆς θεοσεβείας μὴ παρασιωπᾶν. ἔστι μὲν οὖν κατὰ πάντας Ἰουδαίους ἡ κατὰ τὴν θεοσέβειαν πραγματεία τετραχῆ· θεολογική, φυσική, ἠθική, ἱερουργική. καὶ τὸν μὲν θεὸν ἕνα εἶ(ν)αι λέγουσι, δημιουργόν τε τοῦ παντὸς καὶ κ(ύριον), ποιήσ(α)ντα πάντα οὐ πρότερον ὄντ(α), οὐδὲ ἔκ τινος ὑποκειμένης συγχρόνου οὐσίας, ἀ(λ)λ(ὰ) θελήσαντα καὶ κτίσαντα. εἶναι δὲ ἀγγέλους καὶ τούτους γ(εν)ομένους πρὸς λειτουργίαν τῆς κτίσεως, ἀλλὰ καὶ πνεῦμα ἐξουσιαστικ(όν), πρὸς δόξαν καὶ αἶνον θεῷ ἀεὶ παραμένον. τὰ πάντα (δ)ὲ ἐν τῇ κτίσει αἴσθησιν ἔχειν καὶ μηδὲν εἶναι ἄψυχον.

Ἤθους δὲ ἀντιποιοῦνται σεμνοῦ καὶ σώφρονος βίου, καθὼς ἔστιν ἐκ τῶν νομ〈ίμ〉ων 〈αὐτῶν〉 ἐπιγνῶναι· ταῦτα δὲ πάλαι ἀκριβαζόμενα ἦν παρ᾽ α〈ὐ〉τοῖς, ἀρχῆθεν, 〈οὐ〉 νεωστὶ τὸν νόμον παρειληφόσιν, ὡς τὸν ἐντυγχάνοντα καταπλαγῆναι ἐπὶ τοσαύτῃ σωφροσύνῃ καὶ ἐπιμελείᾳ τοῦ περὶ τὸν ἄνθρωπον νομοθετουμένου ἤθους.

Ἱερουργικὴ δὲ λειτουργία ἄκρως ἐξήσκητο παρ᾽ αὐτοῖς, εὐσχημόνως πρὸς τὸ θεῖον προσφερομένοις, καθὼς τοῖς βουλομένοις ῥᾴδιόν ἐστιν, ἐντυχοῦσι τῇ περὶ τούτων ἐξαγορευούσῃ βίβλῳ, μαθεῖν, ὡς σεμνῶς καὶ ὁσίως τῷ θεῷ ἀπάρχεσθαι τῶν παρ᾽ αὐτοῦ δεδωρημένων εἰς χρῆσιν καὶ ἀπόλαυσιν ἀνθρώπων κελευόμενοι, εὐτάκτως καὶ παραμόνως ἐλειτούργουν. τούτων δέ τιν(α) οἱ Σαδδουκαῖοι ἀπαγορεύουσιν· οὐ γὰρ βούλονται ἀγγέλους ἢ πνεύματα ὑπάρχειν.

Οἱ δὲ πάντες ὁμοίως Χριστὸν προσδέχονται· τοῦ μὲν 〈γὰρ〉 νόμου καὶ τῶν προφητῶν 〈αὐτὸν〉 παρεσόμενον προκηρυξάντων, τῶν δὲ Ἰουδαίων τὸν καιρὸν τῆς παρουσίας μὴ ἐπιγνόντων, 〈δέον〉 ἐπιμένειν τὴν ὑπόνοιαν τοῦ δοκεῖν μὴ τὰ εἰρ(η)μένα περὶ τῆς παρ(ου)σί(α)ς τετελέσθαι, προσδοκᾶν τε ἔτι τοῦ〈τον〉 π(α)ρεσόμενον, διὰ τὸ 〈τὸν〉 παρόντα μὴ ἐπεγ(ν)ωκέναι. καὶ τὰ σύμβολα τῶν καιρῶν τοῦ 〈τοῦτον〉 ἤδη παραγεγονέναι ὁρῶντας ταράττεσθαι, αἰδεῖσθαι δὲ ὁμολογεῖν ἐ(ληλυθέν)αι, ἐπεὶ αὐτόχειρες αὐτοῦ γεγένηνται, ἀγανακτοῦντας 〈ὡς〉 ἐλεγχομένους ὑπ᾽ αὐτοῦ ὅτι τοῖς νόμοις μὴ ὑπήκουσαν.

Καὶ τὸν μὲν οὕτως ἀποσταλέντα ὑπὸ τοῦ θεοῦ Χριστὸν οὐκ εἶναι τοῦτον λέγουσιν, ἐλεύσεσθαι δὲ ἕτερον, τὸν οὔ〈πω παρ〉όντα, ἐν ᾧ τὰ [μὲν] σύμβολα ἐκ μέρους, ὅσα ὁ νόμος καὶ οἱ προφῆται προέφηναν, 〈τελεσθήσεσθαι〉, ὁμολογοῦσι. τινὰ δὲ καὶ πλανώμενοι νομίζουσι· γένεσιν μὲν γὰρ αὐτοῦ ἐσομένην λέγουσιν ἐκ γένους Δαβίδ, ἀλλ᾽ οὐκ ἐκ παρθένου καὶ ἁγίου πνεύματος, ἀλλ᾽ ἐκ γυναικὸς καὶ ἀνδρός, ὡς πᾶσιν ὅρος γεν〈ν〉ᾶσθαι ἐκ σπέρματος, φάσκοντες τοῦτον ἐσόμενον βασιλέα ἐπ᾽ αὐτούς, ἄνδρα πολεμιστὴν καὶ δυνατόν. ὃς ἐπισυνάξας τὸ πᾶν ἔθνος Ἰουδαίων πάντα 〈τε〉 τὰ ἔθνη πολεμήσας, ἀναστήσει αὐτοῖς τὴν Ἱερουσαλὴμ πόλιν βασιλίδα· εἰς ἣν ἐπισυνάξει ἅπαν τὸ ἔθνος 〈Ἰουδαίων〉 καὶ πάλιν ἐπὶ τὰ ἀρχαῖα ἔθη ἀποκαταστήσει, βασιλεύων καὶ ἱερατεύων καὶ κατοικῶν ἐν πεποιθήσει ἐν χρόνοις ἱκανοῖς. ἔπειτα ἐπαναστῆσαι κατ᾽ αὐτοῦ πόλεμον 〈τὰ ἔθνη〉 ἐπισυναχθέντα 〈λέγουσιν〉, ἐν ἐκείνῳ 〈τε〉 τῷ πολέμῳ πεσεῖν τὸν Χριστὸν ἐν μαχαίρῃ. ἔπειτα μετ᾽ οὐ πολὺ τὴν συντέλειαν καὶ ἐκπύρωσιν τοῦ παντὸς ἐπιστῆναι, καὶ οὕτως τὰ περὶ τὴν ἀνάστασιν δοξαζόμενα ἐπιτελεσθῆναι τάς τε ἀμοιβὰς ἑκάστῳ κατὰ τὰ πεπραγμένα ἀποδοθῆναι.