Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εἰρηναῖος Λυώνος – Ἔλεγχος καὶ ἀνατροπὴ τῆς ψευδωνύμου γνώσεως

Εἰρηναῖος Λυώνος

Η μαρκοσιανή αριθμολογία και αλφαβητική θεωρία περί των Αιώνων

Η σύνδεση της δημιουργίας και του Πληρώματος με τα γράμματα του αλφαβήτου, τους αριθμούς και τη φωνητική προφορά των ονομάτων, καθώς και η αναίρεση των θεωριών αυτών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εἰρηναῖος Λυώνος

—

Κεφάλαιο 7 από 11

Οὕτως [οὗτος οὖν ὁ] Μάρκος μήτραν καὶ ἐκδοχεῖον τῆς Κολορβάσου εἰσηγήσατο αὐτὸν [Σιγῆς, ἑαυτὸν] μονώτατον γεγονέναι λέγων, ἅτε μονογενὴς ὑπάρχων αὐτῷ, [del. αὐτῷ,] τὸ τοῦ ὑστερήματος κατατεθὲν εἰς αὐτὸν ὧδέ πως ἀπεκύησεν. Αὐτὴν τὴν πανυπερτάτην ἀπὸ τῶν ἀοράτων καὶ ἀκατονομάστων τούτων [l. τόπων] Τετράδα κατεληλυθέναι σχήματι γυναικείῳ πρὸς αὐτὸν, ἐπειδή, φησι, τὸ ἄῤῥεν αὐτῆς ὁ κόσμος φέρειν οὐκ ἠδύνατο, καὶ μηνύσαι αὐτὴ τί ἦν, [Hipp. αὐτὴν ἥτις ἦν] καὶ τὴν τῶν πάντων γένεσιν, ἣν οὐδενὶ πώποτε οὐδὲ Θεῶν οὐδὲ ἀνθρώπων ἀπεκάλυψε, τούτῳ μονωτάτῳ [Hipp. μόνῳ] διηγήσασθαι, οὕτως εἰποῦσαν· ὅτε τὸ πρῶτον ὁ Πατὴρ ὤδινεν [l. ᾧ Πατὴρ οὐδεὶς] ὁ ἀνεννόητος καὶ ἀνούσιος, ὁ μήτε ἄῤῥεν μήτε θῆλυ, ἠθέλησεν αὐτοῦ τὸ ἄῤῥητον [supple ex Hipp. ῥητὸν] γεννηθῆναι [Hipp. γενέσθαι] καὶ τὸ ἀόρατον μορφωθῆναι, ἤνοιξε τὸ στόμα καὶ προήκατο λόγον ὅμοιον αὐτῷ· ὃς παραστὰς ὑπέδειξεν [Hipp. ἐπέδ.] αὐτῷ ὃ ἦν, αὐτὸς τοῦ ἀοράτου μορφὴ φανείς. Ἡ δὲ ἐκφώνησις τοῦ ὀνόματος ἐγένετο τοιαύτη· ἐλάλησε λόγον τὸν πρῶτον τοῦ ὀνόματος αὐτοῦ, ἥτις ἦν ἀρχὴ, καὶ ἦν ἡ συλλαβὴ αὐτοῦ στοιχείων τεσσάρων.

Ἐπισυνῆψε [Hipp. ἔπειτα συνῆψε] τὴν δευτέραν· καὶ ἦν καὶ αὐτὴ στοιχείων τεσσάρων. Ἑξῆς ἐλάλησε τὴν τρίτην· καὶ ἦν καὶ αὐτὴ στοιχείων δέκα. Καὶ τὴν μετὰ ταῦτα ἐλάλησε· καὶ ἦν καὶ αὐτὴ στοιχείων δεκαδύο. Ἐγένετο οὖν ἡ ἐκφώνησις τοῦ ὅλου ὀνόματος στοιχείων μὲν τριάκοντα, συλλαβῶν δὲ τεσσάρων.

Ἕκαστον δὲ τῶν στοιχείων ἴδια γράμματα, καὶ ἴδιον χαρακτῆρα, καὶ ἰδίαν ἐκφώνησιν, καὶ σχήματα, καὶ εἰκόνας ἔχειν, καὶ μηδὲν αὐτῶν εἶναι, ὃ τὴν ἐκείνου καθορᾷ μορφὴν, οὗπερ αὐτὸς [Hipp. αὐτὸ] στοιχεῖόν ἐστιν· ἀλλὰ οὐδὲ γινώσκει [γινώσκειν] αὐτὸν, οὐδὲ μὴν τὴν τοῦ πλησίον αὑτοῦ ἕκαστον ἐκφώνησιν πολιορκεῖ, [Hipp. γινώσκειν] ἀλλὰ ὁ αὐτὸς ἐκφωνεῖ, ὡς τὸ πᾶν ἐκφωνοῦντα, τὸ ὅλον ἡγεῖσθαι ὀνομάζειν. Ἕκαστον γὰρ αὐτῶν μέρος ὂν τοῦ ὅλου, τὸν ἴδιον ἦχον ὡς τὸ πᾶν ὀνομάζειν, καὶ μὴ παύσασθαι ἠχοῦντα, μέχρι ὅτου ἐπὶ τὸ ἔσχατον γράμμα τοῦ ἑκάστου [Hipp. ἐσχάτου] στοιχείου μονογλωσσήσαντος καταστῆσαι [Hipp. μονογλωττήσαντι καταντῆσαι]. Τότε δὲ καὶ τὴν ἀποκατάστασιν τῶν ὅλων ἔφη γενέσθαι, ὅταν τὰ πάντα κατελθόντα εἰς τὸ ἓν γράμμα, μίαν καὶ τὴν αὐτὴν ἐκφώνησιν ἠχήσῃ· ἧς ἐκφωνήσεως εἰκόνα τὸ ἀμὴν ὁμοῦ λεγόντων ἡμῶν ὑπέθετο εἶναι. Τοὺς δὲ φθόγγους ὑπάρχειν τοὺς μορφοῦντας τὸν ἀνούσιον καὶ ἀγέννητον Αἰῶνα· καὶ εἶναι τούτους μορφὰς, ἃς ὁ Κύριος ἀγγέλους εἴρηκε, τὰς διηνεκῶς βλεπούσας τὸ πρόσωπον τοῦ Πατρός.

Τὰ δὲ ὀνόματα τῶν στοιχείων τὰ ῥητὰ καὶ κοινὰ [Η. κοινὰ καὶ ῥητὰ], Αἰῶνας καὶ λόγους, καὶ ῥίζας, καὶ σπέρματα, καὶ πληρώματα, καὶ καρποὺς ὠνόμασε. Τὰ δὲ καθ᾽ ἕνα αὐτῶν καὶ ἑκάστου ἴδια ἐν τῷ ὀνόματι τῆς Ἐκκλησίας ἐμπεριεχόμενα νοεῖσθαι ἔφη. Ὡς [l. ὧν στοιχείων τοῦ ἐσχάτου Η.] στοιχείου τὸ ὕστερον [l. ὕστατον] γράμμα φωνὴν προήκατο τὴν αὑτοῦ· οὗ [suppl. ὁ. Η.] ἦχος ἐξελθὼν κατ᾽ εἰκόνα τῶν στοιχείων στοιχεῖα ἴδια ἐγέννησεν· ἐξ ὧν τά τε ἐνταῦθα κατακεκοσμῆσθαί [Hipp. διακεκ.] φησι, καὶ τῶν [τὰ Η.] πρὸ τούτων γεγενῆσθαι. Τὸ μέν τοι γράμμα αὐτὸ, οὗ ὁ ἦχος ἦν συνεπακολουθῶν τῷ ἤχῳ καὶ τὸ [κάτω, Η.] ὑπὸ τῆς συλλαβῆς τῆς ἑαυτοῦ ἀνειλῆφθαι ἄνω λέγει εἰς ἀναπλήρωσιν τοῦ ὅλου· μεμενηκέναι δὲ εἰς τὰ κάτω τὸν ἦχον, ὥσπερ ἔξω ῥιφέντα. Τὸ δὲ στοιχεῖον αὐτὸ ἀφ᾽ οὗ τὸ γράμμα σὺν τῇ ἐκφωνήσει τῇ ἑαυτοῦ συγκατῆλθε κάτω, ὃ [dele ὃ] γραμμάτων εἶναί φησι τριάκοντα, καὶ ἓν ἕκαστον τῶν τριάκοντα γραμμάτων ἐν ἑαυτῷ ἔχειν ἕτερα γράμματα, δι᾽ οὗ [Η. l. ὧν] τὸ ὄνομα τοῦ γράμματος ὀνομάζεται· καὶ αὖ πάλιν τὰ ἕτερα δι᾽ ἄλλων ὀνομάζεσθαι γραμμάτων, καὶ τὰ ἄλλα δι᾽ ἄλλων· ὡς [Η. l. ὥστε] εἰς ἄπειρον ἐκπίπτειν τὸ πλῆθος τῶν γραμμάτων.

Οὕτω δ᾽ ἂν σαφέστερον μάθοις τὸ λεγόμενον· Τὸ δέλτα στοιχεῖον γράμματα ἐν ἑαυτῷ ἔχει πέντε, αὐτὸ δὲ τὸ δέλτα, καὶ τὸ ει, καὶ τὸ λάμβδα, καὶ τὸ ταῦ, καὶ τὸ ἄλφα· καὶ ταῦτα πάλιν τὰ γράμματα δι᾽ ἄλλων γράφεται γραμμάτων, καὶ τὰ ἄλλα δι᾽ ἄλλων. Εἰ οὖν ἡ πᾶσα ὑπόστασις τοῦ δέλτα εἰς ἄπειρον ἐκπίπτει, ἀεὶ ἄλλων ἄλλα γράμματα γεννώντων, καὶ διαδεχομένων ἄλληλα, πόσῳ μᾶλλον ἐκείνου τοῦ στοιχείου μεῖζον εἶναι τὸ πέλαγος τῶν γραμμάτων; Καὶ εἰ τὸ ἓν γράμμα οὕτως ἄπειρον, ὅρα ὅλου τοῦ ὀνόματος τὸν βυθὸν τῶν γραμμάτων, ἐξ ὧν τὸν προπάτορα ἡ Μάρκου Σιγὴ συνεστάναι ἐδογμάτισε. Διὸ καὶ τὸν Πατέρα ἐπιστάμενον τὸ ἀχώρητον αὑτοῦ, δεδωκέναι τοῖς στοιχείοις, ἃ καὶ Αἰῶνας καλεῖ, ἑνὶ ἑκάστῳ αὐτῶν τὴν ἰδίαν ἐκφώνησιν ἐκβοᾷν, διὰ τὸ μὴ δύνασθαι ἕνα τὸ ὅλον ἐκφωνεῖν.

Ταῦτα δὲ σαφηνίσασαν αὐτῷ τὴν τετρακτὺν εἰπεῖν· θέλω δέ σοι καὶ αὐτὴν ἐπιδεῖξαι τὴν Ἀλήθειαν. Κατήγαγον γὰρ αὐτὴν ἐκ τῶν ὕπερθεν δωμάτων, ἵν᾽ ἐσίδῃς αὐτὴν γυμνὴν, καὶ καταμάθοις [Η. καταμάθῃς] τὸ κάλλος αὐτῆς· ἀλλὰ καὶ ἀκούσῃς αὐτῆς λαλούσης, καὶ θαυμάσῃς τὸ φρόνημα αὐτῆς. Ὅρα οὖν κεφαλὴν ἄνω, τὸ ἄλφα καὶ τὸ ω, [Η. τὸ πρῶτον ἄλφα ω] τράχηλον δὲ β καὶ ψ, ὤμους ἅμα χερσὶ γ καὶ χ, στήθη δ καὶ φ, διάφραγμα [Η. φράγμα] ε καὶ υ, νῶτον [Η. κοιλίαν] ζ καὶ τ, κοιλίαν [Η. αἰδοῖα] η καὶ σ, μηροὺς θ καὶ ρ, γόνατα ι καὶ π, κνήμας κ καὶ ο, σφυρὰ λ καὶ ξ, πόδας μ καὶ ν. Τοῦτό ἐστι τὸ σῶμα τῆς κατὰ τὸν μάγον Ἀληθείας· τοῦτο τὸ σχῆμα τοῦ στοιχείου, οὗτος ὁ χαρακτὴρ τοῦ γράμματος. Καὶ καλεῖ τὸ στοιχεῖον τοῦτο Ἄνθρωπον· εἶναί τε πηγήν φησιν αὐτὸ παντὸς λόγου, καὶ ἀρχὴν πάσης φωνῆς, καὶ παντὸς ἀῤῥήτου ῥῆσιν, καὶ τῆς σιωπωμένης Σιγῆς στόμα. Καὶ τοῦτο μὲν τὸ σῶμα αὐτῆς.

Σὺ δὲ μετάρσιον ἐγείρας τὸ [Η. adj. τῆς] διανοίας νόημα, τὸν αὐτογεννήτορα καὶ πατροδότορα [Η. γεννήτορα καὶ προπάτορα] λόγον ἀπὸ στομάτων Ἀληθείας ἄκουε. Ταῦτα δὲ ταύτης εἰπούσης, προσβλέψασαν αὐτῷ τὴν Ἀλήθειαν, καὶ ἀνοίξασαν τὸ στόμα λαλῆσαι λόγον· τὸν δὲ λόγον ὄνομα γενέσθαι, καὶ τὸ ὄνομα γενέσθαι [Η. εἶναι] τοῦτο, ὃ γινώσκομεν καὶ λαλοῦμεν, Χριστὸν Ἰησοῦν· ὃ καὶ ὀνομάσασαν αὐτὴν παρ᾽ αὐτῇ [Η. παραυτίκα σιωπῆσαι,] καὶ σιωπήν. Προσδοκῶντος δὲ τοῦ Μάρκου πλεῖόν τι μέλλειν αὐτὴν λέγειν, πάλιν ἡ τετρακτὺς παρελθοῦσα εἰς τὸ μέσον, φησίν· ὡς εὐκαταφρόνητον ἡγήσω τὸν λόγον, ὃν ἀπὸ στομάτων τῆς Ἀληθείας ἤκουσας· οὐ τοῦθ᾽, ὅπερ οἶδας καὶ δοκοῖς, παλαιόν [Η. l. δοκεῖς ἔχειν, πάλαι] ἐστιν ὄνομα· φωνὴν γὰρ μόνον ἔχεις αὐτοῦ, τὴν δὲ δύναμιν ἀγνοεῖς.

Ἰησοῦς μὲν γάρ ἐστιν ἐπίσημον ὄνομα, ἓξ ὢν [Η. l. ἔχον] γράμματα, ὑπὸ πάντων τῶν τῆς κλήσεως γινωσκόμενον. Τὸ δὲ παρὰ τοῖς Αἰῶσι τοῦ Πληρώματος πολυμερὲς τυγχάνον, ἄλλης ἐστὶ μορφῆς, καὶ ἑτέρου τύπου, γινωσκόμενον ὑπ᾽ ἐκείνων τῶν συγγενῶν, ὧν τὰ μεγέθη παρ᾽ αὐτῶν [Η. αὐτῷ] ἐστι διαπαντός.

Ταῦτ᾽ οὖν τὰ παρ᾽ ὑμῖν εἰκοσιτέσσαρα γράμματα ἀποῤῥοίας ὑπάρχειν γίνωσκε τῶν τριῶν δυνάμεων εἰκονικὰς, τῶν περιεχουσῶν [Η. habet ἐμπεριεχουσῶν] τὸν ὅλον τῶν ἄνω στοιχείων τὸν ἀριθμόν. Τὰ μὲν γὰρ ἄφωνα γράμματα ἐννέα νόμισον εἶναι τοῦ Πατρὸς καὶ τῆς Ἀληθείας, διὰ τὸ ἀφώνους αὐτοὺς εἶναι, τουτέστιν ἀῤῥήτους καὶ ἀνεκλαλήτους.

Τὰ δὲ ἡμίφωνα ὀκτὼ, ὄντα τοῦ Λόγου καὶ τῆς Ζωῆς, διὰ τὸ μέσα ὥσπερ ὑπάρχειν τῶν τε ἀφώνων καὶ τῶν φωνηέντων· καὶ ἀναδέχεσθαι τῶν μὲν ὕπερθεν τὴν ἀπόῤῥοιαν, τῶν δ᾽ ὑπὲρ αὐτὴν [Η. l. ὑπ᾽ αὐτὰ] τὴν ἀναφοράν. Τὰ δὲ φωνήεντα καὶ αὐτὰ ἑπτὰ ὄντα τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας, ἐπεὶ διὰ τοῦ Ἀνθρώπου φωνὴ προελθοῦσα, ἐμόρφωσε τὰ ὅλα. Ὁ γὰρ ἦχος τῆς φωνῆς μορφὴν αὐτοῖς περιεποίησεν.

Ἔστιν [Η. οὖν] ὁ μὲν Λόγος ἔχων καὶ ἡ Ζωὴ τὰ ὀκτὼ, ὁ δὲ Ἄνθρωπος καὶ ἡ Ἐκκλησία τὰ ἑπτὰ, ὁ δὲ Πατὴρ καὶ ἡ Ἀλήθεια τὰ ἐννέα. Ἐπειδὴ [Η. Ἐπὶ δὲ] τοῦ ὑστερήσαντος λόγου ὁ ἀφεδρασθεὶς ἐν τῷ Πατρὶ κατῆλθε, πεμφθεὶς [Η. ἐκπεμφθεὶς] ἐπὶ τὸν ἀφ᾽ οὗ ἐχωρίσθη ἐπὶ διορθώσει τῶν πραχθέντων, ἵνα ἡ τῶν πληρωμάτων ἑνότης ἰσότητα ἔχουσα καρποφορῇ μίαν ἐν πᾶσι τὴν ἐκ πάντων δύναμιν. Καὶ οὕτως ὁ τῶν ἑπτὰ τὴν τῶν ὀκτὼ ἐκομίσατο δύναμιν· καὶ ἐγένοντο οἱ [Η. τρεῖς] τόποι ὅμοιοι τοῖς ἀριθμοῖς, ὀγδοάδες ὄντες· οἵτινες τρεῖς ἐφ᾽ ἑαυτοὺς ἐλθόντες, τὸν τῶν εἰκοσιτεσσάρων ἀνέδειξαν ἀριθμόν. Τὰ μέν τοι τρία στοιχεῖα ἀφίησιν [Η. (ἅ) φησιν] αὐτὸς τῶν τριῶν ἐν συζυγίᾳ δυνάμεων ὑπάρχειν, ἅ ἐστιν ἓξ, ἀφ᾽ ὧν ἀπεῤῥύη τὰ εἰκοσιτέσσαρα στοιχεῖα, τετραπλασιασθέντα τῷ τῆς ἀῤῥήτου τετράδος λόγῳ, τὸν αὐτὸν αὐτοῖς ἀριθμὸν ποιεῖ, ἅπερ φησὶ τοῦ ἀνονομάστου ὑπάρχειν. Φορεῖσθαι δὲ αὐτὰ ὑπὸ τῶν τριῶν δυνάμεων, εἰς ὁμοιότητα τοῦ ἀοράτου, ὧν στοιχείων εἰκόνες εἰκόνων τὰ παρ᾽ ἡμῖν διπλᾶ γράμματα ὑπάρχειν, ἃ συναριθμούμενα τοῖς εἰκοσιτέσσαρσι στοιχείοις δυνάμει τῶν [Η. τῇ] κατὰ ἀναλογίαν τὸν τῶν τριάκοντα ποιεῖ ἀριθμόν.

Τούτου τοῦ λόγου, καὶ τῆς οἰκονομίας [Η. ἀναλογίας] ταύτης καρπόν φησιν ἐν ὁμοιώματι εἰκόνος πεφυκέναι [Hipp. πεφηνέναι] ἐκεῖνον, τὸν μετὰ τὰς ἓξ ἡμέρας τέταρτον ἀναβάντα εἰς τὸ ὄρος, καὶ γενόμενον ἕκτον, τὸν κρατηθέντα καὶ καταβάντα [Η. καταβ. καὶ κρατ.] ἐν τῇ ἑβδομάδι, ἐπίσημον ὀγδοάδα ὑπάρχοντα, καὶ ἔχοντα ἐν ἑαυτῷ τὸν ἅπαντα τῶν στοιχείων ἀριθμὸν, [Η. ὃν] ἐφανέρωσεν, ἐλθόντος αὐτοῦ ἐπὶ τὸ βάπτισμα, ἡ τῆς περιστερᾶς κάθοδος, ἥτις ἐστὶν ω καὶ α. Ὁ γὰρ ἀριθμὸς αὐτῆς μία καὶ ὀκτακόσιαι. Καὶ διὰ τοῦτο Μωϋσέα ἐν τῇ ἕκτῃ τῶν [Η. ἡμέρᾳ] ἡμερῶν εἰρηκέναι τὸν ἄνθρωπον γεγονέναι· καὶ τὴν οἰκονομίαν δὲ ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν, ἥτις ἐστὶ παρασκευὴ, τὸν ἔσχατον ἄνθρωπον εἰς ἀναγέννησιν τοῦ πρώτου ἀνθρώπου πεφηνέναι, ἧς οἰκονομίας ἀρχὴν καὶ τέλος καὶ [del. καὶ Η.] τὴν ἕκτην ὥραν [Η. εἶναι], ἐν ᾗ προσηλώθη τῷ ξύλῳ. Τὸν γὰρ τέλειον νοῦν, ἐπιστάμενον τὸν τῶν ἓξ ἀριθμὸν, δύναμιν ποιήσεως καὶ ἀναγεννήσεως ἔχοντα, φανερῶσαι τοῖς υἱοῖς τοῦ φωτὸς τὴν δι᾽ αὐτοῦ [l. διὰ τοῦ] φανέντος ἐπισήμου εἰς αὐτὸν δι᾽ αὐτοῦ [l. εἰς ἐπίσημον τοῦ δὲ ἀριθμοῦ] γενομένην ἀναγέννησιν. Ἔνθεν καὶ τὰ διπλᾶ γράμματα τὸν ἀριθμὸν ἐπίσημον ἔχειν φησίν. Ὁ γὰρ ἐπίσημος ἀριθμὸς συγκραθεὶς τοῖς εἰκοσιτέσσαρσι στοιχείοις, τὸ τριάκοντα γράμματον ὄνομα ἀπετέλεσε.

Κέχρηται δὲ διακόνῳ τῷ τῶν ἑπτὰ ἀριθμῶν μεγέθει, ὥς φησιν ἡ Μάρκου Σιγὴ, ἵνα τῆς αὐτοβουλήτου βουλῆς φανερωθῆ ὁ καρπός. Τὸν μέν τοι ἐπίσημον τοῦτον ἀριθμὸν [Hipp. delet τοῦτον ἀρ·] ἐπὶ τοῦ παρόντος, φησὶ, τὸν ἐπὶ τοῦ ἐπισήμου μορφωθέντα νόησον, τὸν ὥσπερ μερισθέντα ἢ διχοτομηθέντα καὶ ἔξω μείναντα, ὃς τῇ ἑαυτοῦ δυνάμει τε καὶ φρονήσει, διὰ τῆς ἀπ᾽ αὐτοῦ προβολῆς τοῦτον τὸν τῶν ἑπτὰ δυνάμεων, καὶ [κατὰ Hipp. μιμήσει tamen] μίμησιν τῆς ἑβδομάδος δυνάμεως, ἐψύχωσε κόσμον, καὶ ψυχὴν ἔθετο εἶναι τοῦ ὁρωμένου παντός. Κέχρηται μὲν οὖν αὐτὸς [Η. loco αὐτὸς l. καὶ] οὗτος τῷδε τῷ ἔργῳ, ὡς αὐθαιρέτως ὑπ᾽ αὐτοῦ γενομένῳ· τάδε διακόνει, μιμήματα ὄντα τῶν ἀμιμήτων, τὴν ἐνθύμησιν τῆς μητρός. Καὶ ὁ μὲν πρῶτος οὐρανὸς φθέγγεται τὸ α, ὁ δὲ μετὰ τοῦτον τὸ ει, ὁ δὲ τρίτος η, τέταρτος δὲ καὶ μέσος τῶν ἑπτὰ τὴν τοῦ ι δύναμιν ἐκφωνεῖ, ὁ δὲ πέμπτος τὸ ου, ἕκτος δὲ τὸ υ, ἕβδομος [Η. δὲ] καὶ τέταρτος ἀπὸ μέρους [Η. ἀπὸ τοῦ μέσου] τὸ ω στοιχεῖον ἐκβοᾷ, καθὼς ἡ Μάρκου Σιγὴ, ἡ πολλὰ μὲν φλυαροῦσα, μηδὲν δὲ ἀληθὲς λέγουσα, διαβεβαιοῦται. Αἵτινες δυνάμεις ὁμοῦ, φησὶ, πᾶσαι εἰς ἀλλήλας συμπλακεῖσαι ἠχοῦσι καὶ δοξάζουσιν ἐκεῖνον, ὑφ᾽ οὗ προεβλήθησαν· ἡ δὲ δόξα τῆς ἠχῆς [Η. ἠχήσεως] ἀναπέμπεται εἰς τὸν Προπάτορα.

Ταύτης μέν τοι τῆς δοξολογίας τὸν ἦχον εἰς τὴν γῆν φερόμενόν φησι πλάστην γενέσθαι, καὶ γεννήτορα τῶν ἐπὶ τῆς γῆς.

Τὴν δὲ ἀπόδειξιν φέρει ἀπὸ τῶν ἄρτι γεννωμένων βρεφῶν, ὧν ἠχὴ [Η. ἡ ψυχὴ] ἅμα τῷ ἐκ μήτρας προελθεῖν ἐπιβοᾷ ἑνὸς ἑκάστου τῶν στοιχείων τούτων [Η. τοῦτον] τὸν ἦχον. Καθὼς οὖν αἱ ἑπτὰ, φησὶ, δυνάμεις δοξάζουσι τὸν Λόγον, οὕτως καὶ ἡ ψυχὴ ἐν τοῖς βρέφεσι κλαίουσα καὶ θρηνοῦσα Μάρκον, δοξάζει αὐτόν. Διὰ τοῦτο δὲ καὶ τὸν Δαβὶδ εἰρηκέναι· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον· καὶ πάλιν, Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.

Καὶ διὰ τοῦτο ἔν τε [Η. ἐπὰν δὲ ἐν] πόνοις καὶ ταλαιπωρίαις ψυχὴ γενομένη, εἰς διϋλισμὸν αὐτῆς, ἐπιφωνεῖ τὸ ω εἰς σημεῖον αἰνέσεως, ἵνα γνωρίσασα ἡ ἄνω ψυχὴ τὸ συγγενὲς αὐτῆς, βοηθὸν αὐτῇ καταπέμψῃ. Καὶ περὶ μὲν τοῦ παντὸς, ὀνόματος τριάκοντα ὄντος γραμμάτων τούτου, καὶ τοῦ Βυθοῦ τοῦ αὔξοντος ἐκ τῶν τούτου γραμμάτων, ἔτι τε τῆς Ἀληθείας σώματος δωδεκαμελοῦς ἐκ δύο γραμμάτων συνεστῶτος, καὶ τῆς φωνῆς αὐτῆς, ἣν [Int. προσωμίλησε μὴ] προσομιλήσασα, καὶ περὶ τῆς ἐπιλύσεως τοῦ μὴ λαληθέντος ὀνόματος, καὶ περὶ τῆς τοῦ κόσμου ψυχῆς καὶ ἀνθρώπου, καθὰ ἔχουσι τὴν κατ᾽ εἰκόνα οἰκονομίαν, οὕτως ἐλήρησεν. Ἑξῆς δὲ ὡς ἀπὸ τῶν ὀνομάτων ἰσάριθμον δύναμιν ἐπέδειξεν ἡ τετρακτὺς αὐτῷ, ἀπαγγελοῦμεν, ἵνα μηδὲν λάθῃ σε τῶν εἰς ἡμᾶς ὑπ᾽ αὐτοῦ λεγομένων ἐληλυθότων, ἀγαπητέ, καθὼς πολλάκις ἀπῄτησας παρ᾽ ἡμῶν.

Οὕτως οὖν ἀπαγγέλλει ἡ πάνσοφος αὐτῷ Σιγὴ τὴν γένεσιν τῶν εἰκοσιτεσσάρων στοιχείων· τῇ μονότητι συνυπάρχειν ἑνότητι [Η. ἑνότητα], ἐξ ὧν δύο προβολαὶ, καθ᾽ ἃ προείρηται· μονάς τε καὶ τὸ ἕν ἐπὶ [Η. l. δὶς] δύο οὖσαι τέσσαρα [Η. τέσσαρες] ἐγένοντο· δὶς γὰρ δύο, τέσσαρες. Καὶ πάλιν, αἱ δύο καὶ τέσσαρες εἰς τὸ αὐτὸ συντεθεῖσαι τὸν τῶν ἓξ ἐφανέρωσαν ἀριθμόν. Οὗτοι δὲ οἱ ἓξ τετραπλασιασθέντες, τὰς εἰκοσιτέσσαρας ἀπεκύησαν μορφάς. Καὶ τὰ μὲν τῆς πρώτης τετράδος ὀνόματα ἅγια ἁγίων νοούμενα, καὶ μὴ δυνάμενα λεχθῆναι, γινώσκεσθαι [Η. adj. δὲ] ὑπὸ μόνου τοῦ Υἱοῦ, ἃ ὁ Πατὴρ οἶδε τίνα ἐστί. Τὰ δὲ σεμνὰ, καὶ μετὰ πίστεως ὀνομαζόμενα παρ᾽ αὐτῷ ἐστι ταῦτα· Ἄῤῥητος καὶ Σιγὴ, Πατήρ τε καὶ Ἀλήθεια. Ταύτης δὲ τῆς τετράδος ὁ σύμπας ἀριθμός ἐστι στοιχείων εἰκοσιτεσσάρων. Ὁ γὰρ Ἄῤῥητος ὄνομα γράμματα ἔχει ἐν ἑαυτῷ ἑπτὰ, ἡ δὲ Σιγὴ πέντε, καὶ ὁ Πατὴρ [Η. ha. πέντε], καὶ ἡ Ἀλήθεια ἑπτά· ἃ συντεθέντα ἐπὶ τὸ αὐτὸ, τὰ δὶς πέντε, καὶ δὶς ἑπτὰ, τὸν τῶν εἰκοσιτεσσάρων ἀριθμὸν ἀνεπλήρωσεν. Ὡσαύτως δὲ καὶ ἡ δευτέρα τετρὰς, Λόγος καὶ Ζωὴ, Ἄνθρωπος καὶ Ἐκκλησία, τὸν αὐτὸν ἀριθμὸν τῶν στοιχείων ἀνέδειξαν. Καὶ τὸ τοῦ Σωτῆρος δὲ ῥητὸν ὄνομα, ὀκτὼ καὶ δέκα, γραμμάτων ὑπάρχειν [Η. ὑπάρχει] ἓξ, τὸ δ᾽ ἄῤῥητον αὐτοῦ γραμμάτων εἰκοσιτεσσάρων. Υἱὸς Χρειστὸς, γραμμάτων δώδεκα· τὸ δὲ ἐν [Η.

τῷ] Χριστῷ ἄῤῥητον, γραμμάτων τριάκοντα. Καὶ διὰ τοῦτό φησιν αὐτὸν α καὶ ω, ἵνα τὴν περιστερὰν μηνύσῃ, τοῦτον ἔχοντος τὸν ἀριθμὸν τούτου τοῦ ὀρνέου.

Ὁ δὲ Ἰησοῦς ταύτην ἔχει, φησὶ, τὴν ἄῤῥητον γένεσιν. Ἀπὸ γὰρ τῆς Μητρὸς τῶν ὅλων, τῆς πρώτης τετράδος, ἐν θυγατρὸς τρόπῳ προῆλθεν ἡ δευτέρα τετρὰς, καὶ ἐγένετο ὀγδοὰς, ἐξ ἧς προῆλθε δεκάς· οὕτως ἐγένετο δεκὰς καὶ ὀγδοάς. Ἡ οὖν δεκὰς ἐπισυνελθοῦσα τῇ ὀγδοάδι, καὶ δεκαπλασίονα αὐτὴν ποιήσασα, τὸν τῶν ὀγδοήκοντα προεβίβασεν ἀριθμόν· καὶ τὰ ὀγδοήκοντα πάλιν δεκαπλασιάσασα, τὸν τῶν ὀκτακοσίων ἀριθμὸν ἐγέννησεν· ὥστε εἶναι τὸν ἅπαντα τῶν γραμμάτων ἀριθμὸν ἀπὸ ὀγδοάδος εἰς δεκάδα προελθόντα, η καὶ π καὶ ω, ὅ ἐστι δεκαοκτώ (ιηʹ) [Η. Ἰησοῦς]. Τὸ γὰρ Ἰησοῦ [Η. Ἰησοῦς] ὄνομα κατὰ τὸν ἐν τοῖς γράμμασιν ἀριθμὸν, ω ἔστιν ὀγδοηκονταοκτώ. Ἔχει [Ἔχεις] σαφῶς καὶ τὴν ὑπερουράνιον τοῦ η καὶ τοῦ σ [l. τοῦ Ἰησοῦ] κατ᾽ αὐτοὺς γένεσιν. Διὸ καὶ τὸν ἀλφάβητον τῶν Ἑλλήνων ἔχειν [Η. ἔχει] μονάδας ὀκτὼ, καὶ δεκάδας ὀκτὼ, καὶ ἑκατοντάδας ὀκτὼ, τὴν τῶν ὀκτακοσίων ὀγδοηκονταοκτὼ ψῆφον ἔπειτα δεικνύοντα [Int. et Η. ἐπιδεικνύοντα], τουτέστι τὸ ε ι η, [Η. τὸν Ἰησοῦν] τὸν ἐκ πάντων συνεστῶτα τῶν ἀριθμῶν. Καὶ διὰ τοῦ [Η. τοῦτο] ἄλφα καὶ ω ὀνομάζεσθαι αὐτὸν, τὴν ἐκ πάντων γένεσιν σημαίνοντα. Καὶ πάλιν οὕτως· τῆς πρώτης τετράδος κατὰ πρόσβασιν [πρόβασιν] ἀριθμοῦ εἰς αὑτὴν συντιθεμένης, ὁ τῶν δέκα ἀνεφάνη ἀριθμός.

Μία γὰρ καὶ δύο καὶ τρεῖς καὶ τέσσαρες ἐπὶ τὸ αὐτὸ συντεθεῖσαι, δέκα γίνονται· καὶ τοῦτ᾽ εἶναι θέλουσι τὸν Ἰησοῦν.

Ἀλλὰ καὶ ὁ Χρειστὸς, φησὶ, γραμμάτων ὀκτὼ ὢν, τὴν πρώτην ὀγδοάδα σημαίνει, ἥτις τῷ δέκα [ι] συμπλακεῖσα, τὸν Ἰησοῦν ἀπεκύησε. Λέγεται δὲ, φησὶ, καὶ υἱὸς Χρειστὸς, τουτέστιν ἡ δωδεκάς· τὸ γὰρ υἱὸς ὄνομα γραμμάτων ἐστὶ τεσσάρων, τὸ δὲ Χρειστὸς ὀκτώ· ἅτινα συντεθέντα τὸ τῆς δωδεκάδος ἐπέδειξαν μέγεθος. Πρὶν μὲν οὖν, φησὶ, τούτου τοῦ ὀνόματος τὸ ἐπίσημον φανῆναι, τουτέστι τὸν Ἰησοῦν, τοῖς υἱοῖς [τὸν υἱὸν], ἐν ἀγνοίᾳ πολλῇ ὑπῆρχον οἱ ἄνθρωποι καὶ πλάνῃ. Ὅτε δὲ ἐφανερώθη τὸ ἑξαγράμματον ὄνομα, ὃς σάρκα περιεβάλλετο, ἵνα εἰς τὴν αἴσθησιν τοῦ ἀνθρώπου κατέλθῃ, ἔχων ἐν ἑαυτῷ αὐτὰ τὰ ἓξ καὶ τὰ εἰκοσιτέσσαρα, τότε γνόντες αὐτὸν ἐπαύσαντο τῆς ἀγνοίας, ἐκ θανάτου δὲ εἰς ζωὴν ἀνῆλθον, τοῦ ὀνόματος αὐτοῖς ὁδοῦ γεννηθέντος πρὸς τὸν Πατέρα τῆς ἀληθείας. Τεθεληκέναι γὰρ τὸν Πατέρα τῶν ὅλων λῦσαι τὴν ἄγνοιαν, καὶ καθελεῖν τὸν θάνατον.

Ἀγνοίας δὲ λύσις ἡ ἐπίγνωσις αὐτοῦ ἐγίνετο. Καὶ διὰ τοῦτο ἐκλεχθῆναι τὸν κατὰ τὸ θέλημα αὐτοῦ κατ᾽ εἰκόνα τῆς ἄνω δυνάμεως οἰκονομηθέντα Ἄνθρωπον. Ἀπὸ τετράδος γὰρ προῆλθον οἱ Αἰῶνες. Ἦν δὲ ἐν τῇ τετράδι Ἄνθρωπος καὶ Ἐκκλησία, Λόγος καὶ Ζωή.

Ἀπὸ τούτων οὖν δυνάμεις, φησὶν, ἀποῤῥυεῖσαι, ἐγενεσιούργησαν τὸν ἐπὶ γῆς φανέντα Ἰησοῦν. Καὶ τοῦ μὲν Λόγου ἀναπεπληρωκέναι τὸν τόπον τὸν ἄγγελον Γαβριὴλ, τῆς δὲ Ζωῆς τὸ ἅγιον Πνεῦμα, τοῦ δὲ Ἀνθρώπου τὴν δύναμιν τοῦ υἱοῦ [Η. τὴν τοῦ ὑψίστου δ.]· τὸν δὲ τῆς Ἐκκλησίας τόπον ἡ Παρθένος ἐπέδειξεν. Οὕτως τε ὁ κατ᾽ οἰκονομίαν διὰ τῆς Μαρίας γενεσιουργεῖται παρ᾽ αὐτῷ ἄνθρωπος, ὃν ὁ Πατὴρ τῶν ὅλων διελθόντα διὰ μήτρας ἐξελέξατο διὰ Λόγου εἰς ἐπίγνωσιν αὐτοῦ. Ἐλθόντος δὲ αὐτοῦ εἰς τὸ ὕδωρ, κατελθεῖν εἰς αὐτὸν ὡς περιστερὰν τὸν ἀναδραμόντα ἄνω, καὶ πληρώσαντα τὸν δωδέκατον ἀριθμόν· ἐν ᾧ ὑπάρχει τὸ σπέρμα τούτων τῶν συσπαρέντων αὐτῷ, καὶ συγκαταβάντων, καὶ συναναβάντων.

Αὐτὴν δὲ τὴν δύναμιν κατελθοῦσαν σπέρμα φησὶν εἶναι τοῦ Πατρὸς [Η. πληρώματος], ἔχον ἐν ἑαυτῷ καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν, τήν τε διὰ τούτων γινωσκομένην ἀνονόμαστον δύναμιν τῆς Σιγῆς, καὶ τοὺς ἅπαντας Αἰῶνας. Καὶ τοῦτ᾽ [Η. τοῦτον] εἶναι τὸ πνεῦμα τὸ λαλῆσαν διὰ τοῦ Ἰησοῦ [Η. δ. τ. στόματος τοῦ Υἱοῦ], τὸ ὁμολογῆσαν ἑαυτὸν υἱὸν ἀνθρώπου, καὶ φανερώσαντα [Η. φανερῶσαν] τὸν Πατέρα, κατελθὸν μὲν εἰς τὸν Ἰησοῦν, ἡνῶσθαι δ᾽ [Η. δ᾽ abest] αὐτῷ Καὶ καθεῖλε μὲν τὸν θάνατον, φησὶν, ὁ ἐκ τῆς οἰκονομίας Σωτὴρ, ἐγνώρισε δὲ τὸν Πατέρα Χριστόν [Η. Χρ. Ἰησοῦν].

Εἶναι οὖν τὸν Ἰησοῦν ὄνομα μὲν τοῦ ἐκ τῆς οἰκονομίας ἀνθρώπου λέγει, τεθεῖσθαι δὲ εἰς ἐξομοίωσιν καὶ μόρφωσιν τοῦ μέλλοντος εἰς αὐτὸν κατέρχεσθαι Ἀνθρώπου, τὸν [Η. ὃν] χωρήσαντα αὐτόν. Ἐσχηκέναι δὲ αὐτόν τε τὸν Ἄνθρωπον, αὐτόν τε τὸν Λόγον, καὶ τὸν Πατέρα, καὶ τὸν Ἄῤῥητον, καὶ τὴν Σιγὴν, καὶ τὴν Ἀλήθειαν, καὶ Ἐκκλησίαν, καὶ Ζωήν.

Ταῦτα δὴ ὑπὲρ τὸ ἰοὺ, καὶ τὸ φεῦ, καὶ ὑπὲρ τὸ [τὴν] πᾶσαν τραγικὴν φώνησιν καὶ σχετλιασμόν ἐστι. Τίς γὰρ οὐκ ἂν μισήσειε τῶν τηλικούτων ψευσμάτων κακοσύνθετον ποιητὴν, τὴν μὲν Ἀλήθειαν ὁρῶν εἴδωλον ὑπὸ Μάρκου γεγονυῖαν, καὶ τοῦτο τοῖς τοῦ ἀλφαβήτου γράμμασι κατεστιγμένην.

Νεωστὶ, πρὸς [ὡς] τὸ ἀπ᾽ ἀρχῆς, τὸ δὴ λεγόμενον χθὲς καὶ πρώην, Ἕλληνες ὁμολογοῦσιν ἀπὸ Κάδμου πρῶτον ἓξ καὶ δέκα παρειληφέναι, εἶτα μετέπειτα προβαινόντων τῶν χρόνων αὐτοὶ ἐξευρηκέναι ποτὲ μὲν τὰ δασέα, ποτὲ δὲ τὰ διπλᾶ· ἔσχατον δὲ πάντων Παλαμήδην φασὶ τὰ μακρὰ τούτοις προστεθεικέναι· πρὸ τοῦ οὖν Ἕλλησι ταῦτα γενέσθαι, οὐκ ἦν Ἀλήθεια· τὸ γὰρ σῶμα αὐτῆς κατά σε, Μάρκε, μεταγενέστερον μὲν Κάδμου, καὶ τῶν πρὸ αὐτοῦ· μεταγενέστερον δὲ τῶν τὰ λοιπὰ προστεθεικότων στοιχεῖα· μεταγενέστερον δὲ καὶ σαυτοῦ· σὺ γὰρ μόνον εἴδωλον κατήγαγες τὴν ὑπό σου λεγομένην Ἀλήθειαν.

Τίς δ᾽ ἀνέξεταί σου τὴν τοσαῦτα φλυαροῦσαν Σιγὴν, ἣ τὸν ἀνονόμαστον ὀνομάζει, καὶ τὸν ἄῤῥητον ἐξηγεῖται, καὶ τὸν ἀνεξιχνίαστον ἐξιστορεῖ· καὶ ἠνοιχέναι τὸ στόμα φησὶν αὐτὸ [l. αὐτὸν], ὃν ἀσώματον καὶ ἀνείδεον λέγεις· καὶ προενέγκασθαι Λόγον, ὡς ἕν τι τῶν συνθέτων ζώων· τόν τε Λόγον αὐτοῦ ὅμοιον ὄντα τῷ προβαλόντι, καὶ μορφὴν τοῦ ἀοράτου γεγονότα, στοιχείων μὲν εἶναι τριάκοντα, συλλαβῶν δὲ τεσσάρων;

Ἔσται οὖν κατὰ τὴν ὁμοιότητα τοῦ Λόγου ὁ Πατὴρ τῶν πάντων, ὡς σὺ φὴς, στοιχείων μὲν τριάκοντα, συλλαβῶν δὲ τεσσάρων. Ἢ πάλιν τίς ἀνέξεταί σου εἰς σχήματα καὶ ἀριθμοὺς, ποτὲ μὲν τριάκοντα, ποτὲ δὲ εἰκοσιτέσσαρα, ποτὲ δὲ ἓξ μόνον, συγκλείοντος τὸν τῶν πάντων κτιστὴν, καὶ δημιουργὸν, καὶ ποιητὴν Λόγον τοῦ Θεοῦ· κατακερματίζοντος αὐτὸν εἰς συλλαβὰς μὲν τέσσαρας, στοιχεῖα δὲ τριάκοντα· καὶ τὸν πάντων Κύριον τὸν ἐστερεωκότα τοὺς οὐρανοὺς, εἰς ω π η κατάγοντος ἀριθμὸν, ὁμοίως τῷ ἀλφαβήτῳ αὐτὸν γεγονότα [l. ἀλφ. γεγ. καὶ αὐτὸν π. χ. π.], πάντα χωροῦντα Πατέρα, ἀχώρητον δὲ ὑπάρχοντα, εἰς τετράδα, καὶ ὀγδοάδα, καὶ δεκάδα, καὶ δωδεκάδα ὑπομερίζοντος, καὶ διὰ τῶν τοιούτων πολυπλασιασμῶν, τὸ ἄῤῥητον καὶ ἀνεννόητον, ὡς σὺ φὴς, τοῦ Πατρὸς ἐκδιηγουμένου; Καὶ ὃν ἀσώματον καὶ ἀνούσιον ὀνομάζεις, τὴν τούτου οὐσίαν καὶ τὴν ὑπόστασιν ἐκ πολλῶν γραμμάτων, ἑτέρων ἐξ ἑτέρων γεννωμένων, κατασκευάζεις, αὐτὸς Δαίδαλος ψευδὴς, καὶ τέκτων κακὸς γενόμενος τῆς προπανυπερτάτου δυνάμεως· καὶ ἣν ἀμέριστον φὴς εἶναι, εἰς ἀφώνους, καὶ φωνήεντας, καὶ ἡμιφώνους φθόγγους ὑπομερίζων· τὸ ἄφωνον αὐτῶν τῷ τῶν πάντων Πατρὶ, καὶ τῇ τοῦ υἱοῦ [l. τούτου] ἐννοίᾳ ἐπιψευδόμενος, εἰς τὴν ἀνωτάτω βλασφημίαν καὶ μεγίστην ἀσέβειαν ἐμβέβληκας ἅπαντας τούς σοι πειθομένους.

Διὸ καὶ δικαίως καὶ ἁρμοζόντως τῇ τοιαύτῃ σου τόλμῃ ὁ θεῖος πρεσβύτης καὶ κήρυξ τῆς ἀληθείας ἐμμέτρως ἐπιβεβόηκέ σοι, εἰπὼν οὕτως· Εἰδωλοποιὲ, Μάρκε, καὶ τερατοσκόπε, Ἀστρολογικῆς ἔμπειρε καὶ μαγικῆς τέχνης, Δι᾽ ὧν κρατύνεις τῆς πλάνης τὰ διδάγματα, Σημεῖα δεικνὺς τοῖς ὑπό σου πλανωμένοις, Ἀποστατικῆς δυνάμεως ἐγχειρήματα, Ἃ σὺ χορηγεῖς ὡς πατὴρ Σατανᾶ, εἰ Δι᾽ ἀγγελικῆς δυνάμεως Ἀζαζὴλ ποιεῖν Ἔχων σε πρόδρομον ἀντιθέου πανουργίας.

Καὶ ταῦτα μὲν ὁ θεοφιλὴς πρεσβύτης. Ἡμεῖς δὲ τὰ λοιπὰ τῆς μυσταγωγίας αὐτῶν, μακρὰ ὄντα, πειρασόμεθα βραχέως διεξελθεῖν, καὶ τὰ πολλῷ χρόνῳ κεκρυμμένα εἰς φανερὸν ἀγαγεῖν· οὕτω γὰρ ἂν γένοιτο εὐέλεγκτα πᾶσι.

ΤΗΝ οὖν γένεσιν τῶν Αἰώνων αὐτῶν, καὶ τὴν πλάνην τοῦ προβάτου, καὶ ἀνεύρεσιν, ἑνώσαντες ἐπὶ τὸ αὐτὸ, μυστικώτερον ἐπιχειροῦσιν ἀπαγγέλλειν οὗτοι οἱ εἰς ἀριθμοὺς τὰ πάντα κατάγοντες, ἐκ μονάδος καὶ δυάδος φάσκοντες τὰ ὅλα συνεστηκέναι [Η. συνεστάναι]· καὶ ἀπὸ μονάδος ἕως τῶν τεσσάρων ἀριθμοῦντες οὕτω γεννῶσι τὴν δεκάδα. Μία γὰρ, καὶ δύο, καὶ τρεῖς, καὶ τέσσαρες, συντεθεῖσαι ἐπὶ τὸ αὐτὸ, τὸν τῶν δέκα Αἰώνων ἀπεκύησαν ἀριθμόν. Πάλιν δ᾽ αὖ ἡ δυὰς ἀπ᾽ αὐτῆς προελθοῦσα ἕως τοῦ ἐπισήμου, οἷον δύο καὶ τέσσαρες καὶ ἓξ, τὴν δωδεκάδα ἀπέδειξε. Καὶ πάλιν ἀπὸ τῆς δυάδος ὁμοίως ἀριθμούντων ἡμῶν ἕως τῶν δέκα, ἡ λ ἀνεδείχθη, ἐν ᾗ ὀκτὼ καὶ δέκα καὶ δώδεκα [Η. ὀγδοὰς καὶ δεκὰς καὶ δωδεκάς].

Τὴν οὖν δωδεκάδα, διὰ τὸν [Η. τὸ] ἐπίσημον συνεσχηκέναι, διὰ τὸ συνεπακολουθήσασαν [Η. συνεπακολουθῆσαν] αὐτῇ τὸ ἐπίσημον, πάθος λέγουσι. Καὶ διὰ τοῦτο περὶ τὸν δωδέκατον ἀριθμὸν τοῦ σφάλματος γενομένου, τὸ πρόβατον ἀποσκιρτῆσαν πεπλανῆσθαι· ἐπειδὴ τὴν ἀπόστασιν ἀπὸ δωδεκάδος γεγενῆσθαι φάσκουσι. Τῷ αὐτῷ τρόπῳ καὶ ἀπὸ τῆς δωδεκάδος ἀπόστασιν [l. ἀποστᾶσαν] μίαν δύναμιν ἀπολωλέναι μαντεύονται· καὶ ταύτην εἶναι τὴν γυναῖκα τὴν ἀπολέσασαν τὴν δραχμὴν, καὶ ἅψασαν λύχνον, καὶ εὑροῦσαν αὐτήν. Οὕτως οὖν καὶ (ἐπὶ) τοὺς ἀριθμοὺς τοὺς καταλειφθέντας, ἐπὶ μὲν τῆς δραχμῆς τοὺς ἐννέα, ἐπὶ δὲ τοῦ προβάτου τοὺς ἕνδεκα ἐπιπλεκομένους ἀλλήλοις τὸν τῶν ἐνενηκονταεννέα τίκτειν ἀριθμόν· ἐπεὶ ἐννάκις τὰ ἕνδεκα ἐνενηκονταεννέα γίνεται. Διὸ καὶ τὸ ἀμὴν τοῦτον λέγουσιν ἔχειν τὸν ἀριθμόν.

Οὐκ ὀκνήσω δέ σοι καὶ ἄλλως ἐξηγουμένων αὐτῶν ἀπαγγεῖλαι, ἵνα πανταχόθεν κατανοήσῃς τὸν καρπὸν αὐτῶν. Τὸ γὰρ στοιχεῖον τὸ η σὺν μὲν [ap. Η. deest μὲν] τῷ ἐπισήμῳ ὀγδοάδα εἶναι θέλουσιν, ἀπὸ τοῦ πρώτου ὀγδόου κείμενον τόπου [Η. ἀπὸ τοῦ Α ὀγδόῳ κείμενον τόπῳ]· εἶτα πάλιν ἄνευ τοῦ ἐπισήμου ψηφίζοντες τὸν ἀριθμὸν αὐτῶν τῶν στοιχείων, καὶ ἐπισυνθέντες [Η. συντιθέντες] μέχρι τοῦ η, τὴν τριακοντάδα ἐπιδεικνύουσιν. Ἀρξάμενος γὰρ [Η. τις] ἀπὸ τοῦ ἄλφα, καὶ τελευτῶν εἰς τὸ η τῷ ἀριθμῷ [Η. τὸν ἀριθμὸν] τῶν στοιχείων, ὑπεξαιρούμενος δὲ τὸ ἐπίσημον, καὶ ἐπισυντιθεὶς τὴν ἐπαύξησιν τῶν γραμμάτων, εὑρήσει τὸν τῶν τριάκοντα ἀριθμόν. Μέχρι γὰρ τοῦ θ [εʹ] στοιχείου πεντεκαίδεκα γίνονται· ἔπειτα προστεθεὶς αὐτοῖς ὁ τῶν ἑπτὰ ἀριθμὸς, β καὶ κ ἀπετέλεσε· προσελθὼν τούτοις τὸ η, ὅ ἐστιν ὀκτὼ, τὴν θαυμασιωτάτην τριακοντάδα ἀνεπλήρωσε.

Καὶ ἐντεῦθεν ἀποδεικνύουσι τὴν ὀγδοάδα μητέρα τῶν τριάκοντα Αἰώνων. Ἐπεὶ οὖν ἐκ τριάκοντα [Η. τῶν τριῶν] δυνάμεων ἥνωται ὁ τῶν λ ἀριθμὸς, τρεῖς [l. τρὶς] αὐτὸς γενόμενος τὰ ἐνενήκοντα ἐποίησε· τρεῖς [Η. τρὶς] γὰρ τριάκοντα ἐνενήκοντα.

Καὶ αὐτὴ δὲ ἡ τριὰς ἐφ᾽ ἑαυτῆς συντεθεῖσα, ἐννέα ἐγέννησεν. Οὕτως [δὲ] ἡ ὀγδοὰς τὸν τῶν ἐννέα παρ᾽ αὐτοῖς [Η. ἐνενήκοντα ἐννέα ἀπεκ. ἀρ.] ἀπεκύησεν ἀριθμόν. Καὶ ἐπεὶ ὁ δωδέκατος Αἰὼν ἀποστὰς κατέλειψε τοὺς ἄνω ἕνδεκα, κατάλληλον λέγουσι τὸν τύπον τῶν γραμμάτων τῷ σχήματι τοῦ λόγου κεῖσθαι· ἑνδέκατον γὰρ τῶν γραμμάτων κεῖται [Η. κεῖσθαι] τὸ λ, ὅ ἐστιν ἀριθμὸς τῶν τριάκοντα, καὶ κατ᾽ εἰκόνα κεῖσθαι τῆς ἄνω οἰκονομίας· ἐπειδὴ ἀπὸ τοῦ ἄλφα. χωρὶς τοῦ ἐπισήμου, αὐτῶν τῶν γραμμάτων ὁ ἀριθμὸς ἕως τοῦ λ συντιθέμενος κατὰ τὴν παραύξησιν τῶν γραμμάτων σὺν αὐτῷ τῷ λ, τὸν τῶν ἐνενηκονταεννέα ποιεῖται ἀριθμόν. Ὅτι δὲ τὸ λ ἑνδέκατον ὂν [l. ἐν ἑνδεκάτῳ ὂν τόπῳ] τῇ τάξει ἐπὶ τὴν τοῦ ὁμοίου αὐτοῦ [Η. αὐτῷ] κατῆλθε ζήτησιν, ἵνα ἀναπληρώσῃ τὸν δωδέκατον ἀριθμὸν, καὶ εὑρὸν αὐτὸν ἐπληρώθη, φανερὸν εἶναι ἐξ αὐτοῦ τοῦ σχήματος τοῦ στοιχείου.

Τὸ γὰρ λ ὥσπερ ἐπὶ τὴν τοῦ ὁμοίου αὐτῷ ζήτησιν παραγενόμενον, καὶ εὑρὸν, καὶ εἰς ἑαυτὸν ἁρπάσαν αὐτὸν, τὴν τοῦ δωδεκάτου ἀνεπλήρωσε χώραν, τοῦ Μ στοιχείου ἐκ δύο Λ συγκειμένου. Διὸ καὶ φεύγειν αὐτοῦ [Η. αὐτοὺς] διὰ τῆς γνώσεως τὴν τῶν ϙθ [Η. ἐνενήκοντα ἐννέα] χώραν, τουτέστι τὸ ὑστέρημα, τύπον ἀριστερᾶς χειρός· μεταδιώκειν δὲ τὸ ἓν, ὃ προστεθὲν τοῖς ἐνενηκονταεννέα, εἰς τὴν δεξιὰν αὐτοῦ [l. αὐτοὺς] χεῖρα μετέστησε.