Τὸν γοῦν προφήτην Ἡσαΐαν εἰπόντα· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκε, τὴν τοῦ ἀοράτου Βυθοῦ ἀγνωσίαν εἰρηκέναι μεθαρμόζουσι. Καὶ διὰ Ὠσηὲ τὸ εἰρημένον· Οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια, οὐδὲ ἐπίγνωσις Θεοῦ, εἰς τὸ αὐτὸ συντείνειν βιάζονται. Καὶ, Οὐκ ἔστιν ὁ συνιὼν, ἢ ἐκζήτων τὸν Θεόν· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, ἐπὶ τῆς τοῦ Βυθοῦ ἀγνωσίας τάττουσι. Καὶ τὸ διὰ Μωϋσέως δὲ εἰρημένον· Οὐδεὶς ὄψεται τὸν Θεὸν, καὶ ζήσεται, εἰς ἐκεῖνον ἔχειν πείθουσι τὴν ἀναφοράν. Τὸν μὲν γὰρ ποιητὴν ἐπιψευδόμενοι ὑπὸ τῶν προφητῶν ἑωρᾶσθαι λέγουσι· τὸ δὲ, οὐδεὶς ὄψεται τὸν Θεὸν, καὶ ζήσεται, περὶ τοῦ ἀοράτου μεγέθους καὶ ἀγνώστου τοῖς πᾶσιν, εἰρῆσθαι θέλουσι. Καὶ ὅτι μὲν περὶ τοῦ ἀοράτου πατρὸς καὶ ποιητοῦ τῶν ὅλων εἴρηται τὸ, οὐδεὶς ὄψεται τὸν Θεὸν, πᾶσιν ἡμῖν φανερόν ἐστιν· ὅτι δὲ οὐδὲ περὶ τοῦ ἐπὶ [l. ὑπὸ] τούτων παρεπινοουμένου Βυθοῦ, ἀλλὰ περὶ τοῦ Δημιουργοῦ, καὶ αὐτός ἐστιν ὁ ἀόρατος Θεὸς, δειχθήσεται τοῦ λόγου προϊόντος. Καὶ τὸν Δανιὴλ δὲ τὸ αὐτὸ τοῦτο σημαίνειν, ἐν τῷ ἐπερωτᾷν τὸν ἄγγελον τὰς ἐπιλύσεις τῶν παραβολῶν, ὡς μὴ εἰδότα. Ἀλλὰ καὶ τὸν ἄγγελον ἀποκρυπτόμενον ἀπ᾽ αὐτοῦ τὸ μέγα μυστήριον τοῦ Βυθοῦ, εἰπεῖν αὐτῷ· Ἀπότρεχε Δανιήλ· οὗτοι γὰρ οἱ λόγοι ἐμπεφραγμένοι εἰσὶν, ἕως οἱ συνιέντες συνιῶσι, καὶ οἱ λευκοὶ λευκανθῶσι· καὶ αὑτοὺς εἶναι τοὺς λευκοὺς καὶ εὐσυνιέντας αὐχοῦσι.