Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εἰρηναῖος Λυώνος – Ἔλεγχος καὶ ἀνατροπὴ τῆς ψευδωνύμου γνώσεως

Εἰρηναῖος Λυώνος

Παρερμηνεία προφητικών και ευαγγελικών ρητών και αιρετικές τελετουργίες

Η γνωστική χρήση βιβλικών χωρίων για την επιβεβαίωση της ύπαρξης του αγνώστου Πατέρα και οι πρακτικές των τελετών της πνευματικής απολύτρωσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εἰρηναῖος Λυώνος

—

Κεφάλαιο 9 από 11

Τὴν δυοδεκάδα δὲ, περὶ ἣν καὶ τὸ μυστήριον τοῦ πάθους τοῦ ὑστερήματος γεγονέναι, ἐξ οὗ πάθους τὰ βλεπόμενα κατεσκευάσθαι θέλουσιν, ἐπισήμως καὶ φανερῶς πανταχῆ κεῖσθαι λέγουσιν, ὡς τοὺς δώδεκα υἱοὺς τοῦ Ἰακὼβ, ἐξ ὧν καὶ δεκαδύο φυλαὶ, καὶ τὸ λογεῖον τὸ ποικιλτὸν δώδεκα λίθους ἔχον, καὶ τοὺς δώδεκα κώδωνας, καὶ τοὺς ὑπὸ Μωϋσέως τεθέντας ὑπὸ τὸ ὄρος δώδεκα λίθους, ὡσαύτως δὲ καὶ τοὺς ὑπὸ Ἰησοῦ ἐν τῷ ποταμῷ, καὶ ἄλλους εἰς τὸ πέραν, καὶ τοὺς βαστάζοντας τὴν κιβωτὸν τῆς διαθήκης, καὶ τοὺς ὑπὸ Ἡλίᾳ τεθειμένους ἐν τῇ ὁλοκαυτώσει τοῦ μόσχου, καὶ τὸν ἀριθμὸν δὲ τῶν Ἀποστόλων· καὶ πάντα ἁπλῶς ὅσα τὸν δωδέκατον ἀριθμὸν διασώζει, τὴν δωδεκάδα αὐτῶν χαρακτηρίζειν λέγουσι.

Τὴν δὲ τούτων πάντων ἕνωσιν ὀνομαζομένην τριακοντάδα, διὰ τῆς τριάκοντα πηχῶν τὸ ὕψος ἐπὶ Νῶε κιβωτοῦ, καὶ διὰ Σαμουὴλ κατακλίναντος τὸν Σαοὺλ ἐν τοῖς τριάκοντα κλητοῖς πρῶτον, καὶ διὰ Δαβὶδ, ὅτε ἐπὶ τριάκοντα ἡμέραις ἐκρύβετο ἐν τῷ ἀγρῷ, καὶ διὰ τῶν συνεισελθόντων αὐτῷ εἰς τὸ σπήλαιον (d. Ἰσραὴλ) καὶ διὰ (d. τοῦτο) τὸ μῆκος γίνεσθαι τῆς ἁγίας σκηνῆς τριάκοντα πηχῶν· καὶ εἴ τινα ἄλλα ἰσάριθμα τούτοις εὑρίσκουσι, τὴν τριακοντάδα αὐτῶν διὰ τῶν τοιούτων ἐπιδεικνύναι φιλεριστοῦσιν.

ἈΝΑΓΚΑΙΟΝ ἡγησάμην προσθεῖναι τούτοις καὶ ὅσα περὶ τοῦ Προπάτορος αὐτῶν, ὃς ἄγνωστος ἦν τοῖς πᾶσι πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας, ἐκλέγοντες ἐκ τῶν γραφῶν πείθειν ἐπιχειροῦσιν, ἵν᾽ ἐπιδείξωσι τὸν Κύριον ἡμῶν ἄλλον καταγγέλλοντα Πατέρα παρὰ τὸν ποιητὴν τοῦδε τοῦ παντός· ὃν, καθὼς προέφαμεν, ἀσεβοῦντες, ὑστερήματος καρπὸν εἶναι λέγουσι.

Τὸν γοῦν προφήτην Ἡσαΐαν εἰπόντα· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκε, τὴν τοῦ ἀοράτου Βυθοῦ ἀγνωσίαν εἰρηκέναι μεθαρμόζουσι. Καὶ διὰ Ὠσηὲ τὸ εἰρημένον· Οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια, οὐδὲ ἐπίγνωσις Θεοῦ, εἰς τὸ αὐτὸ συντείνειν βιάζονται. Καὶ, Οὐκ ἔστιν ὁ συνιὼν, ἢ ἐκζήτων τὸν Θεόν· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, ἐπὶ τῆς τοῦ Βυθοῦ ἀγνωσίας τάττουσι. Καὶ τὸ διὰ Μωϋσέως δὲ εἰρημένον· Οὐδεὶς ὄψεται τὸν Θεὸν, καὶ ζήσεται, εἰς ἐκεῖνον ἔχειν πείθουσι τὴν ἀναφοράν. Τὸν μὲν γὰρ ποιητὴν ἐπιψευδόμενοι ὑπὸ τῶν προφητῶν ἑωρᾶσθαι λέγουσι· τὸ δὲ, οὐδεὶς ὄψεται τὸν Θεὸν, καὶ ζήσεται, περὶ τοῦ ἀοράτου μεγέθους καὶ ἀγνώστου τοῖς πᾶσιν, εἰρῆσθαι θέλουσι. Καὶ ὅτι μὲν περὶ τοῦ ἀοράτου πατρὸς καὶ ποιητοῦ τῶν ὅλων εἴρηται τὸ, οὐδεὶς ὄψεται τὸν Θεὸν, πᾶσιν ἡμῖν φανερόν ἐστιν· ὅτι δὲ οὐδὲ περὶ τοῦ ἐπὶ [l. ὑπὸ] τούτων παρεπινοουμένου Βυθοῦ, ἀλλὰ περὶ τοῦ Δημιουργοῦ, καὶ αὐτός ἐστιν ὁ ἀόρατος Θεὸς, δειχθήσεται τοῦ λόγου προϊόντος. Καὶ τὸν Δανιὴλ δὲ τὸ αὐτὸ τοῦτο σημαίνειν, ἐν τῷ ἐπερωτᾷν τὸν ἄγγελον τὰς ἐπιλύσεις τῶν παραβολῶν, ὡς μὴ εἰδότα. Ἀλλὰ καὶ τὸν ἄγγελον ἀποκρυπτόμενον ἀπ᾽ αὐτοῦ τὸ μέγα μυστήριον τοῦ Βυθοῦ, εἰπεῖν αὐτῷ· Ἀπότρεχε Δανιήλ· οὗτοι γὰρ οἱ λόγοι ἐμπεφραγμένοι εἰσὶν, ἕως οἱ συνιέντες συνιῶσι, καὶ οἱ λευκοὶ λευκανθῶσι· καὶ αὑτοὺς εἶναι τοὺς λευκοὺς καὶ εὐσυνιέντας αὐχοῦσι.

ΠΡΟΣ δὲ τούτοις ἀμύθητον πλῆθος ἀποκρύφων καὶ νόθων γραφῶν, ἃς αὐτοὶ ἔπλασαν, παρεισφέρουσιν εἰς κατάπληξιν τῶν ἀνοήτων, καὶ τὰ τῆς ἀληθείας μὴ ἐπισταμένων γράμματα. Προσπαραλαμβάνουσι δὲ εἰς τοῦτο κᾀκεῖνο τὸ ῥᾳδιούργημα, ὡς τοῦ Κυρίου τὰ διὰ [Int. παιδὸς ὄντος καὶ μανθάνοντος τὸ ἀλφάβητον] τοῦ διδασκάλου αὐτῷ φήσαντος, καθὼς ἔθος ἐστὶν, εἰπὲ ἄλφα, ἀποκρίνασθαι τὸ ἄλφα.

Πάλιν τε τὸ βῆτα τοῦ διδασκάλου κελεύσαντος εἰπεῖν, ἀποκρίνασθαι τὸν Κύριον· σύ μοι πρότερον εἰπὲ τί ἐστι τὸ ἄλφα, καὶ τότε σοι ἐρῶ τί ἐστι τὸ βῆτα. Καὶ τοῦτο ἐξηγοῦνται, ὡς αὐτοῦ μόνου τὸ ἄγνωστον ἐπισταμένου, ὃ ἐφανέρωσεν ἐν τῷ τύπῳ τοῦ ἄλφα.

Ἔνια δὲ καὶ τῶν ἐν τῷ Εὐαγγελίῳ κειμένων εἰς τοῦτον τὸν χαρακτῆρα μεθαρμόζουσιν· ὡς τὴν πρὸς τὴν μητέρα αὐτοῦ δωδεκαετοῦς ὄντος ἀπόκρισιν· Οὐκ οἴδατε ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ με εἶναι; Ὃν οὐκ ἤδεισαν, φασὶ, πατέρα κατήγγελλεν αὐτοῖς· καὶ διὰ τοῦτο ἐκπέμψαι τοὺς μαθητὰς εἰς τὰς δώδεκα φυλὰς, κηρύσσοντας τὸν ἄγνωστον αὐτοῖς Θεόν. Καὶ τῷ εἰπόντι αὐτῷ, Διδάσκαλε ἀγαθὲ, τὸν ἀληθῶς ἀγαθὸν Θεὸν ὡμολογηκέναι εἰπόντα, Τί με λέγεις ἀγαθόν; εἷς ἐστὶν ἀγαθὸς, ὁ Πατὴρ ἐν τοῖς οὐρανοῖς. Οὐρανοὺς δὲ νῦν τοὺς Αἰῶνας εἰρῆσθαι λέγουσι. Καὶ διὰ τὸ μὴ ἀποκριθῆναι τοῖς εἰποῦσιν αὐτῷ, Ἐν ποίᾳ δυνάμει τοῦτο ποιεῖς; ἀλλὰ τῇ ἀντεπερωτήσει ἀπορῆσαι αὐτοὺς, τὸ ἄῤῥητον τοῦ πατρὸς, ἐν τῷ [adjice μὴ] εἰπεῖν, δεδειχέναι αὐτὸν ἐξηγοῦνται. Ἀλλὰ καὶ ἐν τῷ εἰρηκέναι, Πολλάκις ἐπεθύμησα ἀκοῦσαι ἕνα τῶν λόγων τούτων, καὶ οὐκ ἔσχον τὸν ἐροῦντα, ἐμφαίνοντός φασι δεῖν [l. εἶναι] διὰ τοῦ ἑνὸς τὸν ἀληθῶς ἕνα Θεὸν, ὃν οὐκ ἐγνώκεισαν. Ἔτι ἐν τῷ προσσχόντα αὐτὸν τῇ Ἱερουσαλὴμ δακρῦσαι ἐπ᾽ αὐτὴν, καὶ εἰπεῖν· Εἰ ἔγνως καὶ σὺ σήμερον τὰ πρὸς εἰρήνην, ἐκρύβη δὲ [suppl. ἀπό] σου· διὰ τοῦ ἐκρύβη ῥήματος, τὸ ἀπόκρυφον τοῦ Βυθοῦ δεδηλωκέναι. Καὶ πάλιν εἰπόντα· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ὑμᾶς· καὶ μάθετε ἀπ᾽ ἐμοῦ, τὸν τῆς ἀληθείας πατέρα κατηγγελκέναι.

Ὃ γὰρ οὐκ ᾔδεισαν, φησὶ, τοῦτο αὐτοῖς ὑπέσχετο διδάξειν ... [adj. Ἀπόδειξιν] δὲ τὴν [l. τῶν] ἀνωτάτω, καὶ οἱονεὶ κορωνίδα τῆς ὑποθέσεως αὐτῶν φέρουσι ταῦτα· Ἐξομολογήσομαί σοι πάτερ κύριε τῶν οὐρανῶν καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· οὐὰ, ὁ πατήρ μου, ὅτι ἔμπροσθέν σου εὐδοκία [d. μοι] ἐγένετο. Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἔγνω τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ. Ἐν τούτοις διαῤῥήδην φασὶ δεδειχέναι αὐτὸν, ὡς τὸν ὑπ᾽ αὐτῶν παρεξευρημένον πατέρα ἀληθείας πρὸ τῆς παρουσίας αὐτοῦ μηδενὸς πώποτε ἐγνωκότος· καὶ κατασκευάζειν θέλουσιν, ὡς τοῦ ποιητοῦ καὶ κτίστου ἀεὶ ὑπὸ πάντων ἐγνωσμένου· καὶ ταῦτα τὸν Κύριον εἰρηκέναι περὶ τοῦ ἀγνώστου τοῖς πᾶσι Πατρὸς, ὃν αὐτοὶ καταγγέλλουσι.

ΤΗΝ δὲ τῆς ἀπολυτρώσεως αὐτοῖς [l. αὐτῶν] παράδοσιν συμβέβηκεν ἀόρατον εἶναι καὶ ἀκατάληπτον· ἅτε τῶν ἀκρατήτων καὶ ἀοράτων μητέρα ὑπάρχουσαν. Καὶ διὰ τοῦτο ἄστατον οὖσαν, οὐχ ἁπλῶς οὐδὲ ἑνὶ λόγῳ ἀπαγγεῖλαί ἐστι· διὰ τὸ ἓν [l. ἕνα] ἕκαστον αὐτῶν, καθὼς αὐτοὶ βούλονται, παραδιδόναι αὐτήν. Ὅσοι γάρ εἰσι ταύτης τῆς γνώμης μυσταγωγοὶ, τοσαῦται ἀπολυτρώσεις. Καὶ ὅτι μὲν εἰς ἐξάρνησιν τοῦ βαπτίσματος τῆς εἰς Θεὸν ἀναγεννήσεως, καὶ πάσης τῆς πίστεως ἀπόθεσιν ὑποβέβληται τὸ εἶδος τοῦ [τοῦτο] ὑπὸ τοῦ Σατανᾶ, ἐλέγχοντες αὐτοὺς ἀπαγγελοῦμεν ἐν τῷ προσήκοντι τόπῳ. Λέγουσι δὲ αὐτὴν ἀναγκαίαν εἶναι τοῖς τὴν τελείαν γνῶσιν εἰληφόσιν, ἵνα εἰς τὴν ὑπὲρ πάντα δύναμιν ὦσιν ἀναγεγεννημένοι. Ἄλλως γὰρ ἀδύνατον ἐντὸς πληρώματος εἰσελθεῖν· ἐπειδὴ αὕτη ἐστὶν ἡ εἰς τὸ βάθος [suppl. τοῦ βύθου] κατάγουσα αὐτούς. Τὸ μὲν γὰρ βάπτισμα τοῦ φαινομένου Ἰησοῦ, ἀφέσεως ἁμαρτιῶν, τὴν δὲ ἀπολύτρωσιν τοῦ ἐν αὐτῷ Χριστοῦ κατελθόντος, εἰς τελείωσιν· καὶ τὸ μὲν ψυχικὸν, τὴν δὲ πνευματικὴν εἶναι ὑφίστανται.

Καὶ τὸ μὲν βάπτισμα ὑπὸ Ἰωάννου κατηγγέλθαι εἰς μετάνοιαν, τὴν δὲ ἀπολύτρωσιν ὑπὸ [l. τοῦ ἐν αὐτῷ Χριστοῦ] Ἰησοῦ κεκομίσθαι εἰς τελείωσιν. Καὶ τοῦτ᾽ εἶναι περὶ οὗ λέγει· Καὶ ἄλλο βάπτισμα ἔχω βαπτισθῆναι, καὶ πάνυ ἐπείγομαι εἰς αὐτό. Ἀλλὰ καὶ τοῖς υἱοῖς Ζεβεδαίου, τῆς μητρὸς αὐτῶν αἰτουμένης τὸ καθίσαι αὐτοὺς ἐκ δεξιῶν καὶ ἀριστερῶν μετ᾽ αὐτοῦ εἰς τὴν βασιλείαν, ταύτην προσθεῖναι τὴν ἀπολύτρωσιν τὸν Κύριον λέγουσιν, εἰπόντα· Δύνασθε τὸ βάπτισμα βαπτισθῆναι, ὃ ἐγὼ μέλλω βαπτίζεσθαι; Καὶ τὸν Παῦλον ῥητῶς φάσκουσι τὴν ἐν Χριστῷ Ἰησοῦ ἀπολύτρωσιν πολλάκις μεμηνυκέναι· καὶ εἶναι ταύτην τὴν ὑπ᾽ αὐτῶν ποικίλως καὶ ἀσυμφώνως παραδιδομένην.

Οἱ μὲν γὰρ αὐτῶν νυμφῶνα κατασκευάζουσι, καὶ μυσταγωγίαν ἐπιτελοῦσι μετ᾽ ἐπιῤῥήσεών τινων τοῖς τελειουμένοις, καὶ πνευματικὸν γάμον φάσκουσιν εἶναι τὸ ὑπ᾽ αὐτῶν γινόμενον, κατὰ τὴν ὁμοιότητα τῶν ἄνω συζυγιῶν. Οἱ δὲ ἄγουσιν ἐφ᾽ ὕδωρ, καὶ βαπτίζοντες οὕτως ἐπιλέγουσιν· Εἰς ὄνομα ἀγνώστου Πατρὸς τῶν ὅλων, εἰς Ἀλήθειαν μητέρα πάντων, εἰς τὸν κατελθόντα εἰς Ἰησοῦν, εἰς ἕνωσιν καὶ ἀπολύτρωσιν καὶ κοινωνίαν τῶν δυνάμεων. Ἄλλοι δὲ Ἑβραϊκά τινα ὀνόματα ἐπιλέγουσι, πρὸς τὸ μᾶλλον καταπλήξασθαι τοὺς τελειουμένους, οὕτως· Βασεμὰ χαμοσσὴ βααιανορὰ μισταδία ῥουαδὰ κουστὰ βαβοφὸρ καλαχθεῖ. Τούτων δ᾽ ἡ ἑρμηνεία ἐστι τοιαύτη· Ὑπὲρ πᾶσαν δύναμιν τοῦ πατρὸς ἐπικαλοῦμαι φῶς ὀνομαζόμενον, καὶ πνεῦμα ἀγαθὸν, καὶ ζωή· ὅτι ἐν σώματι ἐβασίλευσας. Ἄλλοι δὲ πάλιν τὴν λύτρωσιν ἐπιλέγουσιν οὕτως· Τὸ ὄνομα τὸ ἀποκεκρυμμένον ἀπὸ πάσης θεότητος, καὶ κυριότητος, καὶ ἀληθείας, ὃ ἐνεδύσατο Ἰησοῦς ὁ Ναζαρηνὸς ἐν ταῖς ζωαῖς τοῦ φωτὸς τοῦ Χριστοῦ, Χριστοῦ ζῶντος διὰ Πνεύματος ἁγίου εἰς λύτρωσιν ἀγγελικήν. Ὄνομα τὸ τῆς ἀποκαταστάσεως· Μεσσία οὐφαρὲγ ναμεμψαιμὰν χαλδαίαν μοσομηδαέα ἀκφραναὶ ψαούα, Ἰησοῦ Ναζαρία.

Καὶ τούτων δὲ ἑρμηνεία ἐστι τοιαύτη· Οὐ διαιρῶ τὸ πνεῦμα, τὴν καρδίαν, καὶ τὴν ὑπερουράνιον δύναμιν, τὴν οἰκτίρμονα· ὀναίμην τοῦ ὀνόματός σου, Σωτὴρ ἀληθείας. Καὶ ταῦτα μὲν ἐπιλέγουσιν οἱ αὐτοὶ τελοῦντες. Ὁ δὲ τετελεσμένος ἀποκρίνεται· Ἐστήριγμαι, καὶ λελύτρωμαι, καὶ λυτροῦμαι τὴν ψυχήν μου ἀπὸ τοῦ αἰῶνος τούτου, καὶ πάντων τῶν παρ᾽ αὐτοῦ ἐν τῷ ὀνόματι τοῦ Ἰαὼ, ὃς ἐλυτρώσατο τὴν ψυχὴν αὐτοῦ εἰς ἀπολύτρωσιν ἐν τῷ Χριστῷ τῷ ζῶντι. Εἶτ᾽ ἐπιλέγουσιν οἱ παρόντες· Εἰρήνη πᾶσιν, ἐφ᾽ οὓς τὸ ὄνομα τοῦτο ἐπαναπαύεται. Ἔπειτα μυρίζουσι τὸν τετελεσμένον τῷ ὀπῷ τῷ ἀπὸ βαλσάμου [l. τῷ ὀποβαλσάμῳ]· τὸ γὰρ μῦρον τοῦτο τύπον τῆς ὑπὲρ τὰ ὅλα εὐωδίας εἶναι λέγουσιν.

Ἔνιοι δ᾽ αὐτῶν τὸ μὲν ἄγειν ἐπὶ τὸ ὕδωρ περισσὸν εἶναι φάσκουσι, μίξαντες δὲ ἔλαιον καὶ ὕδωρ ἐπὶ τὸ αὐτὸ, μετ᾽ ἐπιῤῥήσεων ὁμοιοτρόπων, αἷς προειρήκαμεν, ἐπιβάλλουσι τῇ κεφαλῇ τῶν τελειουμένων· καὶ τοῦτ᾽ εἶναι τὴν ἀπολύτρωσιν θέλουσι. Μυρίζουσι δὲ καὶ αὐτοὶ τῷ βαλσάμῳ. Ἄλλοι δὲ ταῦτα πάντα παραιτησάμενοι, φάσκουσι, μὴ δεῖν τὸ τῆς ἀῤῥήτου καὶ ἀοράτου δυνάμεως μυστήριον δι᾽ ὁρατῶν καὶ φθαρτῶν ἐπιτελεῖσθαι κτισμάτων, καὶ τῶν ἀνεννοήτων καὶ ἀσωμάτων δι᾽ αἰσθητῶν, καὶ σωματικῶν. Εἶναι δὲ τελείαν ἀπολύτρωσιν, αὐτὴν τὴν ἐπίγνωσιν τοῦ ἀῤῥήτου μεγέθους· ὑπ᾽ ἀγνοίας γὰρ ὑστερήματος καὶ πάθους γεγονότων, διὰ γνώσεως καταλύεσθαι πᾶσαν τὴν ἐκ τῆς ἀγνοίας σύστασιν· ὥστε εἶναι τὴν γνῶσιν ἀπολύτρωσιν τοῦ ἔνδον ἀνθρώπου. Καὶ μήτε σωματικὴν ὑπάρχειν αὐτὴν, φθαρτὸν γὰρ τὸ σῶμα· μήτε ψυχικὴν, ἐπεὶ καὶ ἡ ψυχὴ ἐξ ὑστερήματος, καὶ ἔστι [l. ἐστι, καὶ] τοῦ Πατρὸς [l. πνεύματος] ὥσπερ οἰκητήριον· πνευματικὴν οὖν δεῖ [l. δεῖν] καὶ τὴν λύτρωσιν ὑπάρχειν· λυτροῦσθαι γὰρ διὰ Μωϋσέως [l. γνώσεως] τὸν ἔσω ἄνθρωπον τὸν πνευματικὸν, καὶ ἀρκεῖσθαι αὐτοὺς τῇ τῶν ὅλων ἐπιγνώσει· καὶ ταύτην εἶναι λύτρωσιν ἀληθῆ. ............ Ἐγὼ υἱὸς ἀπὸ πατρὸς, πατρὸς προόντος, υἱὸς δὲ ἐν τῷ παρόντι.

Ἦλθον πάντα ἰδεῖν τὰ ἀλλότρια, καὶ τὰ ἴδια· καὶ οὐκ ἀλλότρια δὲ παντελῶς, ἀλλὰ τῆς Ἀχαμὼθ, ἥτις ἐστὶ θήλεια, καὶ ταῦτα ἑαυτῇ ἐποίησε· κατάγω [l. κατάγει] δὲ τὸ γένος ἐκ τοῦ προόντος, καὶ πορεύομαι πάλιν εἰς τὰ ἴδια, ὅθεν ἐλήλυθα. Καὶ ταῦτα εἰπόντα ... διαφεύγειν τὰς ἐξουσίας ... Ἔρχεσθαι δὲ ἐπὶ τοὺς περὶ τὸν Δημιουργὸν, καὶ λέγειν ... Σκεῦός εἰμι ἔντιμον, μᾶλλον παρὰ τὴν θήλειαν τὴν ποιήσασαν ὑμᾶς. Εἰ ἡ μητὴρ ὑμῶν ἀγνοεῖ τὴν ἑαυτῆς ῥίζαν, ἐγὼ οἶδα ἐμαυτὸν, καὶ γινώσκω ὅθεν εἰμὶ, καὶ ἐπικαλοῦμαι τὴν ἄφθαρτον Σοφίαν, ἥτις ἐστιν ἐν τῷ Πατρὶ, μήτηρ δὲ τῆς μητρὸς ὑμῶν τῆς μὴ ἐχούσης μητέρα [Πατέρα], ἀλλ᾽ οὔτε σύζυγον ἄῤῥενα· θήλεια δὲ ὑπὸ θηλείας γενομένη ἐποίησεν ὑμᾶς, ἀγνοοῦσα καὶ τὴν μητέρα αὐτῆς, καὶ δοκοῦσα ἑαυτὴν εἶναι μόνην· ἐγὼ δὲ ἐπικαλοῦμαι αὐτῆς τὴν μητέρα. Τούτους δὲ τοὺς περὶ τὸν Δημιουργὸν ἀκούσαντας σφόδρα ταραχθῆναι, καὶ καταγνῶναι αὐτῶν τῆς ῥίζης, καὶ τοῦ γένους τῆς μητρός· αὐτὸν δὲ πορευθῆναι εἰς τὰ ἴδια, ῥίψαντα τὸν δεσμὸν αὐτοῦ, τουτέστι τὴν ψυχήν.

Καὶ περὶ μὲν τῆς ἀπολυτρώσεως ταῦτά ἐστιν ὅσα εἰς ἡμᾶς συνεληλύθαμεν [l. συνελήλυθε μέν]. Οὕτως γοῦν τὸν Στησίχορον διὰ τῶν ἐπῶν λοιδορήσαντα αὐτὴν, τὰς ὄψεις τυφλωθῆναι· αὖθις δὲ, μεταμεληθέντος αὐτοῦ καὶ γράψαντος τὰς παλινῳδίας ἐν αἷς ὕμνησεν αὐτὴν, ἀναβλέψαι.