Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί

Ἰσαὰκ ὁ Σύρος

Η πίστη ως θύρα των μυστηρίων

Η θεωρία της κτίσης δια των νοερών οφθαλμών, η μετάνοια ως πλοίο σωτηρίας και ο παράδεισος της θείας αγάπης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 6 από 13

ΛΟΓΟΣ ΟΒʹ ΠΕΡΙ ΕΧΩΝ ΥΠΟΘΕΣΕΙΣ ΩΦΕΛΙΜΟΥΣ ΠΕΠΛΗΡΩΜΕΝΑΣ ΤΗΣ ΣΟΦΙΑΣ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ Ἡ πίστις ἡ θύρα ἐστὶ τῶν μυστηρίων. Καθάπερ γὰρ οἱ σωματικοὶ ὀφθαλμοὶ τοῖς αἰσθητοῖς πράγμασιν, οὕτω καὶ ἡ πίστις τοῖς ὀφθαλμοῖς τοῖς κρυπτοῖς. Ἐν τοῖς νοεροῖς ὀφθαλμοῖς ὀφθαλμοὺς μὲν δύο ψυχικοὺς κεκτήμεθα, καθὼς λέγουσιν οἱ πατέρες, καθάπερ τοὺς δύο ὀφθαλμοὺς τοῦ σώματος, καὶ οὐχ ἡ αὐτὴ χρεία τῆς θεωρίας ἐν ἑκάστῳ.

Ἐν ἑνὶ μὲν γὰρ ὀφθαλμῷ ὁρῶμεν τὰ κρυπτὰ τῆς δόξης τοῦ Θεοῦ τὰ κεκρυμμένα ἐν ταῖς φύσεσιν, ἤγουν τὴν δύναμιν αὐτοῦ καὶ τὴν σοφίαν καὶ τὴν πρόνοιαν τὴν συναΐδιον τὴν περὶ ἡμᾶς, τὴν καταλαμβανομένην ἐκ τῆς μεγαλειότητος τῆς κυβερνήσεως αὐτοῦ εἰς ἡμᾶς. Ὁμοίως δὲ καὶ τὰ τάγματα τὰ οὐράνια ἐν τούτῳ τῷ ὀφθαλμῷ θεωροῦμεν τὰ σύνδουλα ἡμῶν.

Ἐν δὲ τῷ ἑτέρῳ ὀφθαλμῷ θεωροῦμεν τὴν δόξαν τῆς φύσεως αὐτοῦ τῆς ἁγίας, ὅτε εὐδοκήσει ὁ Θεὸς εἰσάξαι ἡμᾶς εἰς τὰ μυστήρια τὰ πνευματικὰ καὶ τὴν θάλασσαν τῆς πίστεως ἀνοίξει ἐν τῇ διανοίᾳ ἡμῶν. Χάρις μετὰ χάριν μετὰ τὸ βάπτισμα ἡ μετάνοια ἐδόθη τοῖς ἀνθρώποις. Μετάνοια γάρ ἐστιν ἀναγέννησις δευτέρα ἐκ τοῦ Θεοῦ. Καὶ ὅνπερ ἐκ τῆς πίστεως ἀρραβῶνα ἐδεξάμεθα, διὰ τῆς μετανοίας τὸ χάρισμα αὐτοῦ ἐκδεχόμεθα. Μετάνοιά ἐστιν ἡ θύρα τοῦ ἐλέους, ἡ ἀνεῳγμένῃ τοῖς διώκουσιν αὐτήν. Διὰ τῆς θύρας ταύτης εἰσερχόμεθα πρὸς τὸ θεῖον ἔλεος, καὶ ἐκτὸς ταύτης τῆς εἰσόδου οὐχ εὑρήσομεν ἔλεος. Διότι «πάντες ἥμαρτον», κατὰ τὴν θείαν Γραφήν, «δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι».

Ἡ μετάνοιά ἐστιν ἡ χάρις ἡ δευτέρα καὶ τίκτεται ἐν τῇ καρδίᾳ ἐκ τῆς πίστεως καὶ τοῦ φόβου, ὁ φόβος δέ ἐστι ῥάβδος πατρικὴ ἡ κυβερνῶσα ἡμᾶς, ἕως ἂν φθάσωμεν εἰς τὸν παράδεισον τῶν ἀγαθῶν, τὸν πνευματικόν, καὶ ὅταν ἐκεῖ φθάσωμεν, ἀφίησιν ἡμᾶς καὶ στρέφεται.

Παράδεισός ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἐν ᾗ ἡ τρυφὴ πάντων τῶν μακαρισμῶν, ὅπου ὁ μακάριος Παῦλος ἐτράφη τροφὴν παρὰ τὴν φύσιν, καὶ ἀφ’ οὗ ἐγεύσατο τοῦ ξύλου τῆς ζωῆς ἐκεῖσε, ἔκραξε λέγων· «ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν». Ἐκ τοῦ ξύλου τούτου ἐκωλύθη ὁ Ἀδὰμ διὰ τῆς συμβουλῆς τοῦ διαβόλου.

Τὸ ξύλον τῆς ζωῆς ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἀφ’ ἧς ἐξέπεσεν ὁ Ἀδὰμ καὶ οὐκ ἔτι ἀπήντησεν αὐτὸν ἡ χαρά, ἀλλ’ ἐν τῇ γῇ τῶν ἀκανθῶν ἐργάζετο καὶ ἐκοπία. Οἱ τῆς ἀγάπης τοῦ Θεοῦ στερηθέντες, ἄρτον ἱδρῶτος ἐσθίουσιν ἐν τοῖς ἔργοις αὑτῶν, κἂν εὐθύτητι πορεύωνται, ὃν ὁ πρωτόπλαστος ἐπετράπη φαγεῖν μετὰ τὴν ἔκπτωσιν. Ἕως ἂν εὕρωμεν τὴν ἀγάπην, ἐν τῇ γῇ τῶν ἀκανθῶν ἐστιν ἡ ἐργασία ἡμῶν καὶ ἐν μέσῳ τῶν ἀκανθῶν σπείρομεν καὶ θερίζομεν, κἂν καὶ ὁ σπόρος ἡμῶν γένηται σπόρος δικαιοσύνης, καὶ ἐν πάσῃ ὥρᾳ κεντούμεθα ἐξ αὐτῶν, καὶ ὁπόσον ἂν δικαιωθῶμεν, ἐν ἱδρῶτι τοῦ προσώπου ἡμῶν ζῶμεν.

Καὶ ὅταν εὕρωμεν τὴν ἀγάπην, ἄρτον οὐράνιον τρεφόμεθα καὶ ἐνδυναμούμεθα ἄνευ ἔργου καὶ κόπου. Ὁ οὐράνιος ἄρτος ἐστὶν ὁ Χριστός, ὁ κατελθὼν ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῇ κόσμῳ. Καὶ αὕτη ἐστὶν ἡ τροφὴ τῶν Ἀγγέλων.

Ὁ εὑρὼν τὴν ἀγάπην, τὸν Χριστὸν ἐσθίει καθ’ ἑκάστην ἡμέραν καὶ ὥραν καὶ ἀθάνατος γίνεται ἐκ τούτου. «Ὁ τρώγων», φησίν, «ἐκ τοῦ ἄρτου, ὃν ἐγὼ δώσω αὐτῷ, θάνατον οὐκ ὄψεται εἰς τὸν αἰῶνα». Μακάριός ἐστιν ὁ ἐσθίων ἐκ τοῦ ἄρτου τῆς ἀγάπης, ὅς ἐστιν Ἰησοῦς. Ὅτι δὲ ὁ ἐσθίων ἐκ τῆς ἀγάπης τὸν Χριστὸν ἐσθίει τὸν ἐπὶ πάντων Θεόν, μαρτυρεῖ Ἰωάννης λέγων, «ὁ Θεὸς ἀγάπη ἐστί».

Λοιπὸν ζωὴν ἐκ τοῦ Θεοῦ καρποῦται ὁ ἐν τῇ ἀγάπῃ ζῶν, καὶ ἐν τῷ κόσμῳ τούτῳ τοῦ ἀέρος ἐκείνου τῆς ἀναστάσεως ὀσφραίνεται ἐκ τῶν ὧδε. Ἐν τούτῳ τῷ ἀέρι τρυφῶσιν οἱ δίκαιοι ἐν τῇ ἀναστάσει. Ἡ ἀγάπη ἐστὶν ἡ βασιλεία, ἣν ἐπηγγείλατο ὁ Κύριος μυστικῶς τοῖς Ἀποστόλοις φαγεῖν ἐν τῇ βασιλείᾳ αὑτοῦ. Τὸ γὰρ ἐσθίετε καὶ πίνετε ἐν τῇ τραπέζῃ τῆς βασιλείας μου τί ἐστιν, εἰ μὴ ἀγάπη; Ἱκανὴ γὰρ θρέψαι τὸν ἄνθρωπον ἡ ἀγάπη ἀντὶ βρώσεως καὶ πόσεως.

Οὗτός ἐστιν ὁ οἶνος, ὁ εὐφραίνων καρδίαν ἀνθρώπου. Μακάριος ὁ πιὼν ἐκ τοῦ οἴνου τούτου. Ἐκ τούτου ἔπιον οἱ ἀκόλαστοι καὶ ᾐδέσθησαν, καὶ οἱ ἁμαρτωλοὶ καὶ ἐπελάθοντο τὰς ὁδοὺς τῶν προσκομμάτων, καὶ οἱ μέθυσοι καὶ ἐγένοντο νηστευταί, καὶ οἱ πλούσιοι καὶ ἐπεθύμησαν τὴν πτωχείαν, καὶ οἱ πένητες καὶ ἐπλούτησαν τῇ ἐλπίδι, καὶ οἱ ἄρρωστοι καὶ ἐγένοντο δυνατοί, καὶ οἱ ἰδιῶται καὶ ἐσοφίσθησαν.

Ὥσπερ οὐ δυνατόν ἐστι περάσαι τὴν θάλασσαν τὴν μεγάλην χωρὶς πλοίου καὶ καράβου, οὕτως οὐ δύναταί τις περάσαι χωρὶς φόβου πρὸς τὴν ἀγάπην. Τὴν θάλασσαν τὴν ὀζομένην, τὴν τεθεῖσαν μεταξὺ ἡμῶν καὶ τοῦ νοεροῦ παραδείσου, διὰ καράβου τῆς μετανοίας παρελθεῖν δυνάμεθα τῆς ἐχούσης τοὺς κωπηλάτας τοῦ φόβου. Ἐὰν δὲ οἱ κωπηλάται οὗτοι τοῦ φόβου οὐ κυβερνῶσι τὸ πλοῖον τοῦτο τῆς μετανοίας, δι’ ἧς διερχόμεθα τὴν θάλασσαν τοῦ κόσμου τούτου πρὸς τὸν Θεόν, καταποντιζόμεθα ἐν τῇ ὀζομένῃ θαλάσσῃ. Ἡ μετάνοιά ἐστι τὸ πλοῖον, ὁ φόβος δὲ ὁ κυβερνήτης αὐτοῦ, ἡ ἀγάπη ὁ λιμὴν ὁ θεϊκός.

Καθίζει οὖν ἡμᾶς ὁ φόβος ἐν τῷ πλοίῳ τῆς μετανοίας καὶ διαβιβάζει ἡμᾶς τὴν θάλασσαν τοῦ βίου τὴν ὀζομένην καὶ πρὸς τὸν λιμένα τὸν θεῖον, ὅς ἐστιν ἡ ἀγάπη, ὁδηγεῖ ἡμᾶς εἰς ὃν πειρῶσι πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι ἐν τῇ μετανοίᾳ.

Καὶ ὅτε φθάσομεν τὴν ἀγάπην, ἐφθάσαμεν εἰς τὸν Θεόν, καὶ ἡ ὁδὸς ἡμῶν ἐτελειώθη, καὶ διέβημεν πρὸς τὴν νῆσον, τὴν ἐκεῖθεν τοῦ κόσμου οὖσαν, ὅπου ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, καὶ ἡμᾶς ἀξίους ποιήσοι τῆς δόξης αὑτοῦ καὶ τῆς ἀγάπης τῆς διὰ τοῦ φόβου αὐτοῦ. Ἀμήν.