Ἔργον
Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί
Συμβολισμοί του Σαββάτου και διηγήσεις περί γερόντων
Το θεολογικό μυστήριο της Κυριακής και του Σαββάτου, σε συνδυασμό με παραδείγματα αυστηρής άσκησης, προσευχής και διακρίσεως φωτισμένων γερόντων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Συμβολισμοί του Σαββάτου και διηγήσεις περί γερόντων
Το θεολογικό μυστήριο της Κυριακής και του Σαββάτου, σε συνδυασμό με παραδείγματα αυστηρής άσκησης, προσευχής και διακρίσεως φωτισμένων γερόντων.
ΛΟΓΟΣ ΟΔʹ ΠΕΡΙ ΤΟΥ ΥΠΟΔΕΙΓΜΑΤΟΣ ΚΑΙ ΤΗΣ ΠΑΡΑΒΟΛΗΣ ΤΗΣ ΚΑΤΑ ΚΥΡΙΑΚΗΝ ΚΑΙ ΣΑΒΒΑΤΟΝ ΘΕΩΡΙΑΣ Ἡ Κυριακὴ μυστήριόν ἐστι τῆς γνώσεως τῆς ἀληθείας, ἥτις μετὰ σαρκὸς καὶ αἵματος οὐ προσδέχεται, κἂν ὑπέρκειται τῶν ἐνθυμήσεων. Ἐν τούτῳ τῷ αἰῶνι οὐκ ἔστιν ὀγδόη, οὐδὲ σάββατον ἀληθῶς. Ὁ γὰρ εἰπὼν «κατέπαυσεν ὁ Θεὸς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ», τὴν κατάπαυσιν τοῦ δρόμου ταύτης τῆς ζωῆς ἐδήλωσε. Διότι ὁ τάφος σῶμά ἐστι καὶ ἐκ τοῦ κόσμου ἐστίν. Ἓξ ἡμέραι ἐν τῇ γεωργίᾳ τῆς ζωῆς διὰ τῆς φυλακῆς τῶν ἐντολῶν τελειοῦνται, καὶ τὸ ἕβδομον ἐν τῷ τάφῳ ὁλοκληροῦται, καὶ τὸ ὄγδοον ἐν τῇ ἐξόδῳ αὐτοῦ.
Ὥσπερ τὰ μυστήρια τῆς Κυριακῆς ἐν παραβολῇ δέχονται ἐνταῦθα οἱ ἀξιούμενοι καὶ οὐκ αὐτὴν τὴν ἡμέραν σωματικῶς, οὕτω καὶ τὰ μυστήρια τοῦ σαββάτου ἐν παραβολῇ δέχονται οἱ ἀγωνισταί, καὶ οὐκ αὐτὸ τὸ σάββατον ἐν ἀληθείᾳ, ὅπερ ἐστὶ κατάπαυσις ἀπὸ παντὸς λυπηροῦ καὶ ἀνάπαυσις τελεία τῶν ὀχληρῶν. Μυστήριον γὰρ δέδωκεν ἡμῖν ὁ Θεός, καὶ οὐχὶ ἐνέργειαν ἀληθινήν, πολιτεύεσθαι ἐνθάδε. Τὸ σάββατον τὸ ἀληθινὸν καὶ ἀσύγκριτον τὸ μνῆμά ἐστι, τὸ ὑπεμφαῖνον καὶ σημαῖνον τὴν τελείαν κατάπαυσιν ἀπὸ τῶν θλίψεων τῶν παθῶν καὶ τῆς γεωργίας τῆς ἐναντιουμένης αὐτῆς. Πᾶσα ἡ ἀνθρωπότης ἐκεῖ σαββατίζει, ἥ τε ψυχὴ καὶ τὸ σῶμα.
Ἐν ἓξ ἡμέραις ἔταξεν ὁ Θεὸς τὴν σύστασιν τοῦδε τοῦ κόσμου, καὶ συνεστήσαντο τὰ στοιχεῖα, καὶ δέδωκε τὴν σύστασιν αὐτῶν ἀεικινήτῳ κινήσει πρὸς λειτουργίαν, καὶ οὐ μὴ παύσωνται τοῦ δρόμου πρὸ τῆς ἀναλύσεως, καὶ ἐκ τῆς δυνάμεως τούτων, λέγω δὴ τῶν ἀρχεγόνων στοιχείων, συνέστη τὰ σώματα ἡμῶν. Ἀλλ’ οὐδὲ αὐτοῖς δέδωκε κατάπαυσιν τῆς κινήσεως αὐτῶν, οὐδὲ τοῖς ἡμετέροις σώμασι τοῖς ἐξ αὐτῶν γεγενημένοις τοῦ καταπεύειν τῆς γεωργίας. Ὅρον δὲ τῆς καταπαύσεως αὐτῆς ἐν ἡμῖν τέθεικεν, ἕως ἂν ἀκολουθήσωσι τῇ ἰδίᾳ συγγενείᾳ τῇ πρώτῃ, ἥτις ἐστὶ κατάλυσις ἀπὸ τῆς ζωῆς. Οὕτω καὶ τῷ Ἀδὰμ εἶπεν· «ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου». Καὶ μέχρι τίνος; Ἕως ἂν στραφῇς εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης, ἥτις ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, ἅτινά ἐστι μυστήρια τῆς γεωργίας τοῦδε τοῦ βίου, ἐν ὅσῳ ζῇ.
Ἐξ ἐκείνης γὰρ τῆς νυκτός, ἐν ᾗ ἵδρυσεν ὁ Κύριος, μετήλλαξε τὸν ἱδρῶτα ἐξαγαγόντα ἀκάνθας καὶ τριβόλους, εἰς τὸ ἱδρῶσαι ἐν τῇ προσευχῇ ὁμοῦ καὶ ἐν τῇ γεωργίᾳ τῆς δικαιοσύνης. Πεντακισχιλίους καὶ πεντακοσίους χρόνους καὶ περαιτέρω κατέλιπε τὸν Ἀδὰμ μοχθῆσαι ἐν αὐτῇ, διότι μέχρι τότε οὐκ ἦν ἡ τῶν ἁγίων ὁδὸς ἀποκαλυφθεῖσα, καθὼς ἔφησεν ὁ θεῖος Ἀπόστολος, ἐν ἐσχάταις δὲ ἡμέραις ἐπεδήμησε καὶ ἐνετείλατο τῷ αὐτεξουσίῳ μεταλλάξαι ἰδρῶτα ἱδρῶτι, καὶ ἐκ παντὸς οὐκ ἐπέτρεψε κατάπαυσιν, ἀλλὰ μεταλλαγήν, καθότι ἐφιλανθρωπεύσατο εἰς ἡμᾶς διὰ τὸ ἐπίμονον τῆς ἐν τῇ γῇ κακοπαθείας ἡμῶν. Ἐὰν οὖν καταπαύσωμεν τοῦ ἱδρῶσθαι ἐν ταύτῃ, ἐξ ἀνάγκης ἀκάνθας θεριοῦμεν. Ἡ γὰρ ἐξ αὐτῆς τῆς προσευχῆς κατάλειψις γεωργία ἐστὶ τῆς σωματώσεως τῆς γῆς, ἥτις ἀκάνθας κατὰ φύσιν ἀνατέλλει. Ἐπ’ ἀληθείας γὰρ τὰ πάθη ἄκανθαί εἰσι καὶ ἐκ τοῦ ἐν τῷ σώματι σπόρου εἰς ἡμᾶς ἀνατέλλουσιν.
Ἐν ὅσῳ τὴν εἰκόνα τοῦ Ἀδὰμ φέρομεν, ἀνάγκη καὶ τὰ πάθη αὐτοῦ. Ἀδύνατον γὰρ τῇ γῇ ἀργεῖν τοῦ βλαστάνειν βλάστην κατὰ τὴν ἰδίαν φύσιν. Ἔκγονον δὲ τῆς φύσεως ταύτης ἐστὶν ἡ γῆ τῶν σωμάτων ἡμῶν, ὡς ἡ μαρτυρία τοῦ Θεοῦ· «ἡ γῆ ἐξ ἧς ἐλήφθης». Ἐκείνη ἀκάνθας ἀνατελεῖ, αὕτη δὲ ἡ λογικὴ πάθη.
Εἰ ὁ Κύριος ἐν πᾶσι τύπος ἦν ἡμῖν ἐν τῷ μυστηρίῳ ἐν πάσαις ταῖς διαφοραῖς τῆς οἰκονομίας αὐτοῦ, καὶ ἕως ἐνάτης ὥρας τῆς παρασκευῆς οὐ κατέπαυσεν ἀπὸ τοῦ ἔργου καὶ τοῦ μόχθου (ὅπερ ἐστὶ μυστήριον τῆς δι’ ὅλης τῆς ζωῆς ἡμῶν γεωργίας), τῷ δὲ σαββάτῳ ἐν τῷ τάφῳ κατέπαυσε, ποῦ εἰσιν οἱ λέγοντες, ὅτι ἐν τῷ βίῳ σάββατον, ἤγουν κατάπαυσις ἀπὸ τῶν παθῶν;
Περὶ δὲ τῆς Κυριακῆς μέγα τὸ εἰπεῖν. Τὸ σάββατον ἡμῶν ἐστιν ἡ ἡμέρα τῆς ταφῆς· ἐκεῖ ἐν ἀληθείᾳ σαββατίζει ἡ φύσις ἡμῶν. Λοιπὸν καθ’ ἡμέραν ἀνάγκη ἡμῖν ἐπίκειται, ἐκτίλαι ἐξ αὐτῆς τὰς ἀκάνθας, ἕως οὗ αὐτὴ ἡ γῆ ἵσταται. Καὶ διὰ τὸ ἐπίμονον ἡμῶν ἐν τῇ γεωργίᾳ ὑστεροῦσιν αἱ ἄκανθαι. Οὐ γὰρ ὁλοτελῶς κεκαθάρισται ἐκ τούτων. Καὶ εἰ τοῦτο οὕτως ἔχει, ὅτι ἐν τῇ πρὸς καιρὸν ῥᾳθυμίᾳ ἢ τῇ μικρᾷ ἀμελείᾳ πληθύνονται αἱ ἄκανθαι καὶ τὸ πρόσωπον αὐτῆς καλύπτει καὶ τὸν σπόρον σου πνίγει καὶ τὸν κόπον σου ποιεῖ ὡς μὴ ὄντα, λοιπὸν δέον ἐστὶ καθ’ ἡμέραν αὐτὴν καθαρίζειν. Ἡ γὰρ ἐκ τούτου κατάπαυσις, πλήθη ἀκανθῶν αὐξάνει.
Ὧν καθαρισθείημεν χάριτι τοῦ ὁμοουσίου καὶ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ᾧ ἡ δόξα σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΛΟΓΟΙ ΟΕʹ. ΟΣΤʹ. ΟΖʹ. ΟΗʹ. ΟΘʹ. ΔΙΗΓΗΣΕΙΣ ΠΕΡΙ ΑΓΙΩΝ ΑΝΔΡΩΝ ΚΑΙ ΛΟΓΩΝ ΠΑΝΟΣΙΩΝ ΑΥΤΩΝ ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΘΑΥΜΑΣΤΗΣ ΑΥΤΩΝ ΔΙΑΓΩΓΗΣ [ΛΟΓΟΣ ΟΕʹ] ΠΕΡΙ ΠΟΛΙΤΕΙΑΣ ΘΑΥΜΑΣΤΟΥ ΑΔΕΛΦΟΥ Ἐν μιᾷ τῶν ἡμερῶν ἀπῆλθον εἰς κέλλαν τινὸς ἀδελφοῦ ἁγίου καὶ ἀνέκλινα ἐμαυτὸν εἰς τόπον τινά, διὰ τὴν ἀσθένειάν μου, ἵνα ἐπιμέλειάν μου ποιήσηται διὰ τὸν Θεόν· οὐ γὰρ εἶχον ἐκεῖσέ τινα γνώριμον. Καὶ ἔβλεπον τοῦτον τὸν ἀδελφὸν νυκτὸς ἀνιστάμενον πρὸ τοῦ καιροῦ καὶ συνήθειαν ἔχοντα πρὸ τῶν ἀδελφῶν εἰς τὸν κανόνα εὑρεθῆναι. Οὗτος ἱκανῶς ἐστιχολόγει καὶ ἐξαίφνης ἐν ὅσῳ ἐν τούτῳ ἦν, ἠφίει τὸν κανόνα καὶ ἔπιπτεν ἐπὶ πρόσωπον, καὶ ἐντὸς ἑκατὸν ἢ καὶ περαιτέρω ἔκρουε τὴν κεφαλὴν τῇ γῇ μετὰ θερμότητος τῆς ἐξαφθείσης ἐν τῇ καρδίᾳ αὐτοῦ ὑπὸ τῆς χάριτος· καὶ μετὰ ταῦτα ἀνίστατο καὶ τὸν σταυρὸν τοῦ Δεσπότου ἐφίλει, καὶ πάλιν προσεκύνει καὶ τὸν αὐτὸν σταυρὸν ἐφίλει καὶ αὖθις ἔρριπτεν ἑαυτὸν ἐπὶ πρόσωπον· καὶ ἐν τῇ τοιαύτῃ συνηθείᾳ ἐπολιτεύετο, ὥστε με μὴ δύνασθαι ἀριθμῷ καταλαβεῖν τὸ πλῆθος τῶν γονυκλισιῶν αὐτοῦ.
Τίς γὰρ ἠδύνατο ἀριθμῆσαι τὰς μετανοίας τοῦ ἀδελφοῦ ἐκείνου, ἃς καθ’ ἑκάστην νύκτα ἐποίει; Εἰκοσάκις γὰρ ἐφίλει τὸν σταυρὸν μετὰ φόβου καὶ θερμότητος, μετὰ ἀγάπης συγκεκερασμένης εὐλαβείᾳ, καὶ πάλιν ἤρχετο τῆς στιχολογίας· καὶ ἅπαξ ἅπαξ ἀπὸ τῆς πολλῆς ἐκκαύσεως τῶν λογισμῶν τῶν ἐξαπτόντων αὐτὸν ἐν τῇ θερμότητι αὐτῶν, ὅτε οὐκ ἠδύνατο φέρειν τὴν ἔξαψιν τῆς φλογὸς ἐκείνης, ἀπὸ τῆς χαρᾶς νικώμενος ἔκραζεν· οὐ γὰρ ἴσχυε κατέχειν ἑαυτόν. Ὥστε με πολλὰ θαυμάζειν τὴν χάριν τοῦ ἀδελφοῦ ἐκείνου καὶ τὸν ἀγῶνα αὐτοῦ καὶ τὴν νῆψιν, ἣν εἶχεν εἰς τὸ ἔργον τοῦ Θεοῦ.
Ἕωθεν δέ, μετὰ τὴν πρώτην, ἡνίκα ἐκαθέζετο εἰς τὴν ἀνάγνωσιν, ὅμοιος ἐγίνετο ἀνθρώπῳ αἰχμαλωτισθέντι, καὶ καθ’ ἕκαστον κεφάλαιον, ὃ ἀνεγίνωσκε, πολλάκις ἔπιπτεν ἐπὶ πρόσωπον, καὶ κατὰ πολὺ τῶν στίχων τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν ἀνύψου καὶ τὸν Θεὸν ἐδοξολόγει.
Ἦν δὲ τῆς ἡλικίας αὐτοῦ ὁ χρόνος τεσσαρακοστός, εἶχε δὲ καὶ τὴν βρῶσιν ὀλιγοστὴν καὶ κατάξηρον πάνυ. Καὶ διὰ τὸ πολλάκις βιάζειν τὸ σῶμα αὐτοῦ ὑπὲρ μέτρον καὶ δύναμιν, ἐφαίνετο ὡς σκιά, ὥστε με ἐλεῆσαι αὐτὸν ἐκ τῆς ἀσθενείας τοῦ προσώπου αὐτοῦ, ὅπερ ἐκ τῆς ἀσιτίας τῆς πολλῆς ἐξέλιπε καὶ ἦν μηδὲ δύο δακτύλων ἔχον ποσότητα. Πολλάκις ἔλεγον αὐτῷ, ‘Ἐλέησον σεαυτὸν ἐν τῇ διαγωγῇ σου, ὦ ἀδελφέ, καὶ ταύτην τὴν ἀγαθὴν πολιτείαν, ἣν ἐκτήσω, καὶ μὴ συμφύρῃς καὶ ἐκκόψῃς σου τὴν ἀναστροφήν, ἤτις ὁμοία καθέστηκεν ἁλύσει πνευματικῇ, καὶ διὰ πόθον προσθήκης μικροῦ κόπου μὴ ἀπολειφθῇς καὶ σταθῇς τοῦ δρόμου σου ὅλου. Φάγε συμμέτρως, ἵνα μὴ πάντοτε φάγῃς καὶ μὴ ἐκτείνῃς σου τὸν πόδα ὑπὲρ δύναμιν, ἵνα μὴ παντελῶς ἀργήσῃς’.
Ὑπῆρχε δὲ ἐλεήμων καὶ πάνυ αἰδήμων, μετὰ ἱλαρότητος ἐλεῶν, καθαρὸς τὴν φύσιν, πειθήνιος πρὸς παράκλησιν, σοφὸς κατὰ Θεόν, καὶ διὰ τὴν καθαρότητα αὐτοῦ καὶ ἱλαρότητα ἠγαπᾶτο παρὰ πάντων. Εἰργάζετο δὲ μετὰ τῶν ἀδελφῶν, ὅτε ἔχρῃζον αὐτοῦ, πολλάκις ἡμέρας τρεῖς καὶ τέσσαρας, καὶ ἀπὸ ἑσπέρας εἰς ἑσπέραν ἤρχετο εἰς τὸ ἴδιον κελλίον. Ἦν γὰρ ἔμπειρος καὶ εἰς πᾶσαν διακονίαν.
Ὅτε δὲ ἐκέκτητό τι, εἰ καὶ ἔχρῃζεν αὐτοῦ, οὐκ ἠδύνατο εἰπεῖν μὴ ἔχειν αὐτό. Καὶ γάρ, ὡς ἐπὶ τὸ πλεῖστον, ὅτε συνειργάζετο τοῖς ἀδελφοῖς, ὡς αἰδούμενος τοῦτο ἐποίει, καὶ ἐβίαζεν ἑαυτόν, μὴ ἔχων ἡδέως ἐξελθεῖν ἐκ τῆς κέλλης.
Τοιαύτη ἦν ἡ πολιτεία καὶ ἡ ἀναστροφὴ τοῦ ἀδελφοῦ ἐκείνου τοῦ ὄντως θαυμαστοῦ. Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
[ΛΟΓΟΣ ΟΣΤʹ] ΠΕΡΙ ΤΟΥ ΠΑΛΑΙΟΥ ΓΕΡΟΝΤΟΣ Ἄλλοτε πάλιν ἀπῆλθον πρός τινα παλαιὸν γέροντα καλὸν καὶ ἐνάρετον, μεγάλως δέ με οὗτος ἠγάπα. Καὶ ἦν ἰδιώτης μὲν τῷ λόγῳ, πεφωτισμένος δὲ τῇ γνώσει καὶ βαθὺς τῇ καρδίᾳ, καὶ τὰ ὑπὸ τῆς χάριτος αὐτῷ χορηγούμενα ἐλάλει.
Οὐκ ἐξήρχετο συχνῶς ἐκ τοῦ ἰδίου κελλίου, ἀλλ’ εἰς τὰς ἁγίας συνάξεις. Ἦν δὲ προσέχων ἑαυτῷ καὶ ἡσυχάζων. Τούτῳ εἶπόν ποτε ἐγώ· ‘Πάτερ, ἐπῆλθέ μοι λογισμὸς ἀπελθεῖν ἐν τῇ Κυριακῇ εἰς τὴν στοὰν τῆς ἐκκλησίας, κἀκεῖ καθίσαι καὶ φαγεῖν ἕωθεν, ἵνα πᾶς ὁ εἰσπορευόμενος καὶ ἐκπορευόμενος θεασάμενός με ἐξουθενήση’. Πρὸς ταῦτα ἀνταπεκρίθη μοι ὁ γέρων, οὕτω· ‘Γέγραπται, ὅτι «πᾶς ὁ ποιῶν κοσμικοῖς σκάνδαλον, οὐκ ὄψεται φῶς». Σὲ γὰρ οὐδεὶς ἐπίσταται ἐν τῇ χώρᾳ ταύτῃ, οὐδέ σου γινώσκουσι τὸν βίον, ἀλλὰ μέλλουσιν εἰπεῖν, ὅτι οἱ μοναχοὶ ἀπὸ πρωίας ἐσθίουσι. Καὶ μάλιστα ὅτι εἰσὶν ἐνταῦθα ἀδελφοὶ ἀρχάριοι, οἵτινές εἰσιν ἀσθενεῖς ἐν τοῖς λογισμοῖς αὑτῶν καὶ πολλοὶ ἐξ αὐτῶν ἔχοντες εἰς σὲ πίστιν καὶ ὠφελούμενοι ἐκ σοῦ, καὶ ὅταν σὲ ἴδωσι τοῦτο κατεργασάμενον, βλαβήσονται’.
Οἱ ἀρχαῖοι πατέρες τοιαῦτα ἐποίουν, διὰ τὰς πολλὰς θαυματουργίας, ἃς ἐπετέλουν, καὶ διὰ τὴν τιμήν, ἣν εἶχον, καὶ τὸ μέγα ὄνομα. Ἐποίουν δὲ ταῦτα, ἵνα ἀτιμασθῶσι καὶ ἀποκρύψωσι τὴν δόξαν τῆς πολιτείας αὑτῶν καὶ μακρὰν ποιήσωσιν ἀπ’ αὑτῶν τὰς αἰτίας τῆς ὑπερηφανίας. Σὲ δὲ τί τὸ ἀναγκάζον ποιῆσαί τι τοιοῦτον; Οὐκ οἶδας, ὅτι ἔστιν ἑκάστῃ πολιτείᾳ τάξις καὶ καιρός; Σοὶ δὲ οὐκ ἔστι τοιαύτη πολιτεία ἀφωρισμένη οὔτε τοιοῦτον ὄνομα· ὡς γὰρ εἷς τῶν ἀδελφῶν πολιτεύῃ. Καὶ οὔτε σεαυτὸν ὠφελεῖς καὶ ἄλλον βλάπτεις.
Καὶ πάλιν αὕτη ἡ οἰκονομία οὐ πᾶσίν ἐστιν ὠφέλιμος, μόνοις δὲ τοῖς τελείοις καὶ μεγάλοις· διότι ἐν ταύτῃ πέφυκεν ἡ λύσις τῶν αἰσθήσεων. Τοῖς μὲν γὰρ μέσοις καὶ τοῖς ἀρχαρίοις ἐπιζήμιός ἐστι, διότι πολλῆς παραφυλακῆς δέονται καὶ τῆς τῶν αἰσθήσεων ὑποταγῆς. Οἱ δὲ γέροντες διέβησαν τὸν καιρὸν τῆς παραφυλακῆς, καὶ ἐν πᾶσιν οἷς βούλονται κερδαίνουσιν. Οἱ γὰρ ἄπειροι ἔμποροι ἐν τοῖς μεγίστοις πράγμασι, μεγάλας ἑαυτοῖς προξενοῦσι ζημίας, ἐν δὲ τοῖς εὐτελεστέροις πράγμασι ταχέως εἰς τὸ ἔμπροσθεν ἐπεκτείνονται.
Καὶ πάλιν, ὡς ἔφην, ‘παντὶ ἔργῳ ἐστὶ τάξις καὶ πάσῃ διαγωγῇ καιρὸς ἐγνωσμένος. Πᾶς δὲ ὁ πρὸ καιροῦ ἀρχόμενος τῶν ὑπὲρ τὸ μέτρον αὑτοῦ, τὴν βλάβην ἑαυτῷ διπλασιάζει καὶ οὐ κερδαίνει. Εἰ ἐπιθυμεῖς τούτου, ὑπόμεινον τὴν οἰκονομικῶς ἐπερχομένην σοι ἀκούσιον ἀτιμίαν μετὰ χαρᾶς καὶ μὴ θορυβηθῇς μήτε μισήσῃς τὸν ἀτιμάζοντά σε’.
Ἤμην ποτὲ ἐν συντυχίᾳ μετὰ τοῦ εὐφυοῦς ἐκείνου τοῦ γευσαμένου τοῦ φυτοῦ τῆς ζωῆς, διὰ τοῦ ψυχικοῦ ἱδρῶτος ἀπὸ τῆς πρωίας τῆς νεότητος αὐτοῦ ἕως τῆς ἑσπέρας τοῦ γήρως αὐτοῦ. Καὶ μετὰ τὸ διδάξαι με πολλοὺς λόγους περὶ ἀρετῆς, εἶπέ μοι οὕτω· ‘Πᾶσα προσευχή, ἐν ᾗ μὴ μοχθήσῃ τὸ σῶμα καὶ θλιβῇ ἐν αὐτῇ ἡ καρδίᾳ, ἔκτρωμα λογίζεται. Χωρὶς γὰρ ψυχῆς ἐστιν ἐκείνη ἡ προσευχή’.
Καὶ πάλιν μοι ἔφη· ‘Μετὰ ἀνθρώπου φιλονεικοῦντος καὶ τὸν λόγον αὐτοῦ στῆσαι θέλοντος καὶ πονηροῦ τὴν διάνοιαν καὶ ἀναιδοῦς εἰς τὰς αἰσθήσεις αὐτοῦ, μήτε δῷς, μήτε λάβῃς παντελῶς, ἵνα μὴ μακρύνῃς ἀπὸ σοῦ τὴν καθαρότητα, ἣν ἐκτήσω μετὰ πολλοῦ τοῦ κόπου, καὶ ἐμπλήσῃς σου τὴν καρδίαν σκότους καὶ ταραχῆς’.
[ΛΟΓΟΣ ΟΖʹ] ΠΕΡΙ ΕΤΕΡΟΥ ΓΕΡΟΝΤΟΣ Ἀπῆλθόν ποτε εἰς κελλίον τινὸς τῶν πατέρων. Οὐκ ἤνοιγε δὲ οὗτος ὁ ἅγιος τινὶ συχνῶς. Ὡς δὲ εἶδέ με ἀπὸ τῆς θυρίδος, ὅτι αὐτὸς ἐγώ εἰμι, εἶπέ μοι· ‘Βούλει εἰσελθεῖν;’ Κᾳγὼ ἀντέφην· ‘Ναί, τίμιε πάτερ. Μετὰ δὲ τὸ εἰσελθεῖν με καὶ εὔξασθαι καὶ καθίσαι καὶ ὁμιλίαν πολλὴν κινηθῆναι,’ Ἔσχατον ἠρώτησα αὐτόν·
Τί ποιῆσαι ἔχω, πάτερ, ὅτι τινὲς ἔρχονται πρός με καὶ οὔτε κερδαίνω οὔτε ὠφελοῦμαι ἐκ τῆς συντυχίας αὐτῶν; Αἰδοῦμαι δὲ αὐτοῖς εἰπεῖν, μὴ ἐλθεῖν. Ἀλλὰ καὶ ἀπὸ τῶν συνήθων κανόνων ἐμποδίζουσί με πολλάκις. Καὶ διὰ τοῦτο θλίβομαι.
Πρὸς ταῦτα ἀνταπεκρίθη μοι ὁ μακάριος ἐκεῖνος γέρων. Ἡνίκα τοιοῦτοί τινες πρὸς σὲ ἔλθωσιν ἀγαπῶντες τὴν ἀργίαν, ὅταν καθίσωσι μικρόν, ποίησον σεαυτὸν ὅτι θέλεις ἀνίστασθαι εἰς προσευχὴν καὶ εἰπὲ τῷ εὑρισκομένῳ μετὰ μετανοίας.
Ἀδελφέ, δεῦρο προσευξώμεθα, ὅτι ὁ καιρὸς τοῦ κανόνος μου ἤδη ἔφθασε καὶ οὐ δύναμαι διαβῆναι αὐτόν, διότι βάρος μοι ἐγγίνεται, βουλομένῳ εἰς ἄλλην ὥραν τοῦτον πληρῶσαι, καὶ γίνεταί μοι αἰτία ταραχῆς, καὶ ἄνευ ἀναγκαίου τινὸς οὐ δύναμαι ἐᾶσαι αὐτόν. Νυνὶ δὲ οὐκ ἔστιν ἐπάναγκες καταργῆσαι τὴν προσευχήν μου.
Καὶ μὴ ἐάσῃς αὐτὸν τοῦ μὴ εὔξασθαι μετὰ σοῦ. Ἐὰν δὲ εἴπῃ, Πρόσευξαι σὺ κἀγὼ ἀπέρχομαι, ποίησον αὐτῷ μετάνοιαν καὶ εἰπέ· ‘Διὰ τὴν ἀγάπην κἂν τὴν μίαν ταύτην εὐχὴν ποίησον μετ’ ἐμοῦ, ἵνα ὠφεληθῶ ἐκ τῆς εὐχῆς σοῦ’. Καὶ ὅταν ἀναστῆτε, μάκρυνόν σου τὴν εὐχὴν καὶ ὑπὲρ ὃ εἴωθας ποιεῖν.
Ἐὰν γὰρ οὕτω ποιήσῃς αὐτοῖς καθὼς πρὸς σὲ παραγένωνται μαθόντες ὅτι οὐχ ὁμογνωμονεῖς αὐτοῖς οὔτε ἀγαπᾶς τὴν ἀργίαν, ὅπου ἂν ἀκούσωσιν ὅτι ἐκεῖ εἶ, οὐ μὴ προσεγγίσωσι. Βλέπε οὖν μὴ πρόσωπον λαμβάνων ἀνθρώπου, καταλύσῃς τὸ ἔργον τοῦ Θεοῦ. Ἐὰν δὲ εὑρεθῇ τις τῶν πατέρων ἢ ξένος κεκοπιακώς, ἀντὶ μεγίστης σου εὐχῆς κρίνεται τὸ μετὰ τοιούτου στῆναι. Καὶ ἐὰν ὁ ξένος ἐκ τῶν ἀγαπώντων τὰς ματαιολογίας ᾖ, τὸ κατὰ δύναμιν ἀνάπαυσον αὐτὸν καὶ ἀπόλυσον ἐν εἰρήνῃ.
Εἶπέ τις τῶν πατέρων· Θαυμάζω ὅτι ἀκήκοά τινας ποιοῦντας ἐν ταῖς κέλλαις αὑτῶν ἐργόχειρον καὶ δυναμένους ἀνελλιπῶς ποιῆσαι καὶ τὸν κανόνα αὑτῶν καὶ μὴ ταράσσεσθαι. Ἔφη δὲ λόγον θαύματος ἄξιον· Ἐν ἀληθείᾳ λέγω, ὅτι, ἐὰν ἀπέλθω πρὸς ὕδωρ, ταράσσομαι ἀπὸ τῆς συνηθείας μου καὶ τάξεως αὐτῆς, καὶ ἐμποδίζομαι τῆς τελειώσεως τοῦ διακριτικοῦ μου.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.