Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί

Ἰσαὰκ ὁ Σύρος

Ελεημοσύνη, ησυχία και αποταγή μεριμνών

Ανάλυση του ασυμβίβαστου της νοεράς ησυχίας με τις κοσμικές μέριμνες, και η διάκριση μεταξύ της κοσμικής ελεημοσύνης και του αποκλειστικού μοναχικού έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 9 από 13

[ΛΟΓΟΣ ΟΗʹ] ΠΕΡΙ ΕΡΩΤΗΣΕΩΣ ΑΔΕΛΦΟΥ ΤΙΝΟΣ Ἠρωτήθη ποτὲ ὁ αὐτὸς γέρων ἀπό τινος ἀδελφοῦ· Τί ποιήσω, ὅτι πολλάκις μοι γίνεταί τι πρᾶγμα οὗ χρείαν ἔχω, ἢ διὰ τὴν ἀσθένειαν ἢ δι’ ἔργον ἢ δι’ ἡντιναοῦν αἰτίαν, καὶ τούτου χωρὶς οὐ δύναμαι πολιτεύσασθαι ἐν τῇ ἡσυχίᾳ, καὶ βλέπων τινὰ τούτου χρείαν ἔχοντα καὶ νικώμενος ὑπὸ τοῦ ἐλέους, δίδωμι τοῦτο αὐτῷ.

Πολλάκις δέ, καὶ ὡς αἰτηθεὶς ὑπό τινος, τοῦτο ποιῶ. Καὶ γὰρ ἀναγκάζομαι ὑπό τε τῆς ἀγάπης καὶ τῆς ἐντολῆς καὶ παρέχω τῷ αἰτοῦντι τὸ ἐμοὶ χρειῶδες. Καὶ μετὰ ταῦτα ποιοῖ με ἡ τούτου χρεία ἐμπεσεῖν εἰς μέριμναν καὶ ταραχὴν λογισμῶν, εἶθ’ οὕτω σκορπίζει μου τὸν νοῦν ἀπὸ τῆς εἰς τὴν ἡσυχίαν μερίμνης καὶ ἀναγκάζομαι ἴσως ἐξελθεῖν ἐκ τῆς ἡσυχίας καὶ ἀπελθεῖν εἰς ζήτησιν τοῦ αὐτοῦ πράγματος.

Ἐὰν δὲ καὶ ὑπομείνω τοῦ μὴ ἐξελθεῖν, ἐν θλίψει πολλῇ καὶ θορύβῳ τῶν λογισμῶν γίνομαι. Οὐκ οἶδα οὖν τίνα τῶν δύο ἐκλέξομαι ἐμαυτῷ, τὴν παύουσάν μου καὶ σκορπίζουσαν τὴν ἡσυχίαν διὰ τὴν ἀνάπαυσιν τοῦ ἀδελφοῦ μου, ἢ παριδεῖν τὴν αἴτησιν καὶ ὑπομένειν ἐν τῇ ἡσυχίᾳ;

Πρὸς ταῦτα ἀνταπεκρίθη μοι ὁ γέρων, καὶ εἶπε. Πᾶσα ἐλεημοσύνη, ἡ ἀγάπη, ἡ εὐσπλαγχνία, ἢ ὁτιοῦν διὰ τὸν Θεὸν νομιζόμενον εἶναι, ἀπὸ τῆς ἡσυχίας κωλύον σε καὶ αἶρόν σου τὸ ὄμμα ἐπὶ τὸν κόσμον καὶ ἐμβάλλον σε εἰς μέριμναν καὶ ταράσσον σε ἀπὸ τῆς μνήμης τοῦ Θεοῦ καὶ ἐκκόπτον τὰς εὐχάς σου καὶ εἰσάγον σε εἰς θόρυβον καὶ ἀκαταστασίαν λογισμῶν καὶ παῦόν σε τῆς μελέτης τῶν θείων ἀναγνώσεων, ἥτις ἐστὶν ὅπλον ῥυόμενον ἀπὸ τῶν μετεωρισμῶν καὶ λῦον τὴν παραφυλακήν σου καὶ ποιοῦν σε μετὰ τὸ δεδέσθαι περιπατῆσαι καὶ μετὰ τὸ μονωθῆναι συναναστρέφεσθαι καὶ ἐξυπνίζον ἐπάνω σου τὰ τεθαμμένα πάθη καὶ διαλύον τὴν ἐγκράτειαν τῶν αἰσθήσεών σου καὶ ἐγεῖρον τὴν ἀπὸ τοῦ κόσμου σου θνῆξιν καὶ κατάγον σε ἀπὸ τῆς γεωργίας τῆς ἀγγελικῆς, ἧς τὸ ἔργον μία φροντίς, καὶ ἐν τῷ μέρει τῶν κοσμικῶν ἱστῶν σε, ἀπόλοιτο ἐκείνη ἡ δικαιοσύνη.

Τὸ πλήρωμα γὰρ τῆς ὀφειλῆς τῆς ἀγάπης ἐν τῇ ἀναπαύσει τῶν σωματικῶν, τοῦ ἔργου τῶν κοσμικῶν ἐστὶν ἢ καὶ μοναχῶν, ἀλλὰ τῶν ἐνδεεστέρων ὄντων, οὐ τῶν ἐν ἡσυχίᾳ διαγόντων ἢ καὶ τῶν ἐχόντων τὴν ἡσυχίαν μεμιγμένην τῇ ὁμονοίᾳ τῇ μετ’ ἀλλήλων, καὶ εἰσερχομένων διηνεκῶς καὶ ἐξερχομένων.

Καὶ τοῦτο τοῖς τοιούτοις καλὸν καὶ ἀξιάγαστον. Τοῖς μέντοι ἐν ἀληθείᾳ ἐκλεξαμένοις τὴν ἀπὸ τοῦ κόσμου ἀναχώρησιν σώματι καὶ νοΐ, τοῦ στῆσαι τὰς διανοίας αὑτῶν εἰς τὴν μεμονωμένην εὐχήν, εἰς τὴν θνῆξιν τῶν παρερχομένων καὶ τῆς θέας καὶ τῆς μνήμης τῶν πραγμάτων, οὐ πρέπει τῇ τῶν σωματικῶν γεωργίᾳ καὶ τῇ δικαιοσύνῃ τῶν φανερῶν πραγμάτων, ἵνα δι’ αὐτῶν δικαιωθῶσι τῷ Χριστῷ, ὑπηρετεῖν, ἀλλὰ τῇ νεκρώσει τῶν μελῶν αὑτῶν τῶν ἐπὶ τῆς γῆς, κατὰ τὸ Ἀποστόλου λόγιον, προσφέρειν αὐτῷ θυσίαν τὴν τῶν λογισμῶν καθαράν τε καὶ ἄμωμον, ἀπαρχὴν τῆς ἑαυτῶν γεωργίας, καὶ τὴν θλῖψιν τῶν σωμάτων ἐν τῇ ὑπομονῇ τῶν κινδύνων διὰ τὴν μέλλουσαν ἐλπίδα. Ἡ γὰρ μοναχικὴ πολιτεία τῇ τῶν Ἀγγέλων ἐφάμιλλος καθέστηκεν. Οὐ πρέπει δὲ ἡμῖν ἐᾶσαι τὴν ἐπουράνιον γεωργίαν καὶ πραγμάτων ἀντέχεσθαι.

Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

[ΛΟΓΟΣ ΟΘʹ] ΠΕΡΙ ΜΕΜΨΕΩΣ ΑΔΕΛΦΟΥ ΤΙΝΟΣ Ὁ μέμφθη ποτέ τις ἀδελφός, ὡς μὴ ποιήσας ἐλεημοσύνην, καὶ μετὰ παρρησίας καὶ αὐθαδείας ἀνταπεκρίθη τῷ μεμψαμένῳ αὐτόν, μοναχοῖς οὐχ ὑπόκειται ποιεῖν ἐλεημοσύνην.

Καὶ πρὸς αὐτὸν ἀντέφη ὁ μεμψάμενος· δῆλός ἐστι καὶ φανερὸς ὁ μοναχός, οὐχ ὑπόκειται ποιεῖν ἐλεημοσύνην. Ἐκεῖνος γάρ ἐστιν, ὃς «ἀνακεκαλυμμένῳ προσώπῳ» δύναται εἰπεῖν τῷ Χριστῷ, ὡς γέγραπται, «ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι», τουτέστιν ἐκεῖνος ὁ μηδὲν ἔχων ἐπὶ τῆς γῆς καὶ μὴ κατεργάζων ἑαυτὸν ἐν τοῖς σωματικοῖς καὶ μὴ ἔχων κατὰ νοῦν τι τῶν ὁρωμένων, μηδὲ μεριμνῶν κτήσασθαί τι, ἀλλὰ καὶ ἐάν τις δῷ τι αὐτῷ, λαμβάνων τὰ πρὸς τὴν χρείαν μόνα, τῶν δὲ ὑπὲρ ταύτην λόγον μὴ ποιούμενος, καὶ ἔστιν ὡς τὸ πετεινὸν ἐν τῇ ἀναστροφῇ αὐτοῦ. Τῷ τοιούτῳ οὐκ ἐπίκειται ποιῆσαι ἐλεημοσύνην. Πῶς γάρ, ἀφ’ ὧν πραγμάτων ἐλεύθερός ἐστι, δύναται δοῦναι ἑτέρῳ;

Ἀλλὰ μᾶλλον τῷ ἐν τοῖς βιωτικοῖς περισπωμένῳ καὶ ταῖς χερσὶν ἐργαζομένῳ καὶ παρ’ ἄλλων λαμβάνοντι, ἐποφείλεται αὐτῷ δοῦναι ἐλεημοσύνην. Καὶ τὸ ἀμελῆσαι ταύτης ἐναντίωσίς ἐστιν ἡ ἀσπλαγχνία τῆς τοῦ Κυρίου ἐντολῆς. Εἰ γὰρ ἐν τοῖς κρυπτοῖς οὐ προσεγγίζει τις τῷ Θεῷ οὔτε δουλεύειν αὐτῷ οἶδεν ἐν πνεύματι καὶ τῶν φανερῶν οὐ φροντίζει, ἅτινα δυνατὰ αὐτῷ ἐστι, ποία ἑτέρα ἐλπὶς ἔσται τῷ τοιούτῳ, δι’ ἧς κτήσεται ἑαυτῷ τὴν ζωήν; Ὁ τοιοῦτος ἀσύνετός ἐστιν.

Ἕτερος γέρων εἶπεν· Ἐγὼ θαυμάζω ἐκ τῶν ταρασσόντων ἑαυτοὺς ἐν τῷ ἔργῳ τῆς ἡσυχίας, ὅπως ἄλλους ἀναπαύσωσιν ἐν τοῖς σωματικοῖς. Καὶ πάλιν ἔφη· Οὐ χρὴ ἡμᾶς συμμίξαι τῷ ἔργῳ τῆς ἡσυχίας μέριμνάν τινος ἑτέρου· πᾶν δὲ ἔργον τιμάσθω ἐν τῷ τόπῳ αὑτοῦ, ἵνα μὴ γένηται ἡ διαγωγὴ ἡμῶν πεφυρμένη. Ὁ γὰρ πολλῶν ἔχων μέριμναν δοῦλός ἐστι τῶν πολλῶν, ὁ δὲ πάντα καταλείψας καὶ μεριμνῶν τῆς καταστάσεως τῆς ἑαυτοῦ ψυχῆς, οὗτος φίλος ἐστὶ τοῦ Θεοῦ. Βλέπε ὅτι οἱ ποιοῦντες ἐλεημοσύνην καὶ πληροῦντες τὴν ἀγάπην τῶν πλησίον ἐν τοῖς σωματικοῖς, οὗτοι πολλοί εἰσιν ἐν τῷ κόσμῳ, οἱ δὲ ἐργάται τῆς καθολικῆς καὶ καλῆς ἡσυχίας, οἱ ἀσχολούμενοι ἐν τῷ Θεῷ, μόλις εὑρίσκονται καὶ σπάνιοί εἰσι. Τίς δὲ ἐκ τῶν ἐν τῷ κόσμῳ ποιούντων ἐλεημοσύνην ἢ δικαιοσύνην ἐν τοῖς σωματικοῖς, ἠδύνατο ἓν τῶν χαρισμάτων φθάσαι, ὧν καταξιοῦνται παρὰ Θεοῦ οἱ ἐν ἡσυχίᾳ καθήμενοι;

Καὶ πάλιν εἶπεν· Ἐὰν ᾖς κοσμικός, ἐν τῇ διαγωγῇ τῶν κοσμικῶν ἀγαθῶν ἀναστρέφου, εἰ δὲ μοναχὸς εἶ, ἐν τοῖς ἔργοις ἐν οἷς ἀριστεύουσιν οἱ μοναχοὶ διάπρεψαι. Εἰ μέντοι ἐν ἑκατέροις βούλει ἀναστραφῆναι, ἀπὸ τῶν δύο μέλλεις ἐκπεσεῖν.

Ἔργα μοναχοῦ εἰσι ταῦτα· ἐλευθερία ἀπὸ τῶν σωματικῶν, καὶ ὁ ἐν προσευχαῖς σωματικὸς κόπος, καὶ ἡ ἀδιάλειπτος πρὸς Θεὸν μνήμη τῆς καρδίας. Εἰ οὖν δυνατόν σοι χωρὶς τούτων αὐταρκεῖσθαι ταῖς κοσμικαῖς ἀρεταῖς, κρίνον σύ.

Ἐρώτησις. Οὐ δύναται ἆρα μοναχὸς ὁ ἐν τῇ ἡσυχίᾳ κακοπαθῶν τὰς δύο ἀναστροφὰς κτήσασθαι, λέγω δὴ μέριμναν τοῦ Θεοῦ καὶ φέρειν καὶ φροντίδα ἑτέραν ἐν τῇ καρδίᾳ;

Ἀπόκρισις. Ἐγὼ μὲν οἶμαι, ὅτι οὐδ’, ὅταν ἀφῇ πάντα ὁ ἐν ἡσυχίᾳ βουλόμενος ἀναστρέφεσθαι καὶ τῆς ἑαυτοῦ καὶ μόνης ψυχῆς φροντίζῃ, δύναται ἀνελλιπῶς ἐν τῷ ἔργῳ τῆς ἡσυχίας πολιτεύσασθαι, κἂν ἔξω γένηται τῆς βιωτικῆς μερίμνης, πόσῳ μᾶλλον ἐὰν καὶ ἄλλου φροντίσῃ; Κατέλιπεν ὁ Κύριος ἑαυτῷ ἐν τῷ κόσμῳ τοὺς δουλεύοντας αὐτῷ καὶ ἐπιμελουμένους τῶν τέκνων αὐτοῦ καὶ ἐξελέξατο ἑαυτῷ τοὺς ἔμπροσθεν ἑαυτοῦ λειτουργοῦντας.

Οὐ γὰρ ἐν μόνοις τοῖς πράγμασι τῶν ἐπιγείων βασιλέων διαφορὰς τάξεών ἐστιν ἰδεῖν, ἐνδοξοτέρων ὄντων τῶν κατὰ πρόσωπον τοῦ βασιλέως ἱσταμένων ἀεὶ καὶ τοῖς μυστηρίοις αὐτῷ κοινωνούντων, τῶν ὄντων ἐν τοῖς ἐξωτικοῖς πράγμασιν· ἀλλὰ καὶ ἐν τοῖς τοῦ ἐπουρανίου βασιλέως ἔστι ταῦτα ἰδεῖν, πόσην παρρησίαν κέκτηνται οἱ ἐν τῇ ὁμιλίᾳ μετ’ αὐτοῦ μυστηριάζοντες διὰ τῆς προσευχῆς πάντοτε καὶ πόσου πλούτου ἐπουρανίου τε καὶ ἐπιγείου καταξιοῦνται, καὶ πόσην ἐνδείκνυται τὴν αὐτῶν ἐξουσίαν κατὰ πάσης τῆς κτίσεως, ὑπὲρ ἐκείνους τοὺς διὰ κτισμάτων καὶ βιωτικῶν πραγμάτων δουλεύοντας τῷ Θεῷ καὶ ἐν τῇ ἀγαθοεργίᾳ αὑτῶν εὐαρεστοῦντας αὐτῷ, εἰ καὶ τοῦτο μέγιστον καὶ καλὸν πάνυ.

Δεῖ οὖν ἡμᾶς οὐκ ἐκ τούτων τῶν ἐν τοῖς ἔργοις τοῦ Θεοῦ ἐλλιπῶν ὄντων τύπον λαβεῖν, ἀλλ’ ἐκ τῶν ἀθλητῶν καὶ ἀγωνιστῶν ἁγίων τῶν καλῶν πολιτευσαμένων καὶ ἐκείνων τῶν καταλειψάντων τὰ βιωτικὰ καὶ ἐν γῇ γεωργησάντων τὴν ἐπουράνιον βασιλείαν· ἐκείνων τῶν καθάπαξ ἀπωσάντων τὰ γήϊνα καὶ ἐκτεινάντων τὰς χεῖρας πρὸς τὰς τοῦ οὐρανοῦ πύλας.

Ἐν τίνι εὐηρέστησαν οἱ ἀρχαῖοι ἅγιοι τῷ Θεῷ, οἵτινες προωδοποιήσαντο τὴν ὁδὸν ἡμῖν τῆς πολιτείας ταύτης; Ὁ ἐν ἁγίοις Ἰωάννης ὁ Θηβαῖος, ὁ θησαυρὸς τῶν ἀρετῶν, ἡ πηγὴ τῆς προφητείας, ἆρα ἐν τοῖς σωματικοῖς ἀναπαύων τοὺς ἀδελφοὺς ἔσωθεν τοῦ ἐγκλειστηρίου αὑτοῦ εὐηρέστησε τῷ Θεῷ, ἢ ἐν προσευχῇ καὶ ἡσυχίᾳ; Ὅτι μὲν γὰρ καὶ ἐν ἐκείνοις πολλοὶ πάλιν εὐηρέστησαν αὐτῷ, οὐκ ἀντιλέγω· ἀλλ’ ἐνδεέστερον τῶν διὰ προσευχῆς καὶ τῆς τῶν πάντων καταλείψεως. Ἡ γὰρ βοήθεια τῶν ἐν ἡσυχίᾳ διαγόντων καὶ εὐδοκιμούντων τοῖς ἰδίοις ἀδελφοῖς, φανερά τίς ἐστι, λέγω δὴ τὸ βοηθῆσαι ἡμῖν λόγῳ ἐν καιρῷ ἀνάγκης, ἢ τὸ προσφέρειν ὑπὲρ ἡμῶν ἐντεύξεις.

Ἐκτὸς γὰρ τούτων, μνήμη ἢ μέριμνά τινος ἕνεκεν τῶν βιωτικῶν, ἐὰν καθεύδῃ ἐν καρδίᾳ τῶν ἐν ἡσυχίᾳ καθημένων, οὐκ ἔστι τῆς πνευματικῆς σοφίας. Τὸ γὰρ «ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ», καὶ τὰ τοῦ πλησίον καὶ τὰ τῷ Θεῷ τὰ ὄντα αὐτῶν ἑκάστῳ, οὐ τοῖς ἡσυχάζουσιν εἴρηται, ἀλλὰ τοῖς ἔξω πολιτευομένοις. Τοῖς γὰρ τῇ ἀγγελικῇ τάξει ἀναστρεφομένοις, λέγω δὴ τῇ τῆς ψυχῆς μερίμνῃ, ἐν τοῖς βιωτικοῖς εὐαρεστεῖν αὐτῷ οὐκ ἐντέταλται, τουτέστι φροντίζειν ἐργοχείρου ἢ λαβεῖν ἀπό τινος· καὶ δοῦναι ἑτέρῳ.

Ὥστε οὐ δεῖ τὸν μοναχὸν ἔχειν μέριμνάν τινος κινοῦντος καὶ καταβιβάζοντος τὸν νοῦν αὐτοῦ ἀπὸ τῆς στάσεως αὐτοῦ τῆς πρὸ προσώπου τοῦ Θεοῦ. Ἐὰν δέ τις, ἀντιλέγων, μνημονεύσῃ τοῦ θείου Παύλου τοῦ Ἀποστόλου, ὡς ὅτι ἐκεῖνος εἰργάζετο ταῖς ἰδίαις χερσὶ καὶ ἐποίει ἐλεημοσύνας, ἐροῦμεν αὐτῷ, ὅτι ὁ Παῦλος καὶ μόνος ἡδύνατο πάντα, ἄλλον δὲ Παῦλον οὐκ οἴδαμεν γενόμενον καὶ δυνάμενον πρὸς πάντα κατ’ ἐκεῖνον. Δεῖξον γάρ μοι σὺ ἕτερον τοιοῦτον Παῦλον, κἀγώ σοι πείθομαι. Λοιπὸν τὰ οἰκονομικῶς γινόμενα μὴ ἀγάγῃς ἐν τῷ μέσῳ τῶν καθολικῶν πραγμάτων.

Ἕτερον γάρ ἐστι τὸ ἔργον τοῦ εὐαγγελίου, καὶ ἑτέρα ἡ πρᾶξις τῆς ἡσυχίας. Σὺ δέ, εἰ βούλει κρατῆσαι τῆς ἡσυχίας, γενοῦ ὡς τὰ Χερουβίμ, τὰ μηδενὸς φροντίζοντα βιωτικοῦ, καὶ μὴ ἡγοῦ τινα εἶναι ἄλλον ἐν τῇ γῇ, πλὴν σοῦ καὶ τοῦ Θεοῦ, οὗ φροντίζεις, ὡς ἐδιδάχθης ὑπὸ τῶν πατέρων σου τῶν πρὸ σοῦ γεγονότων. Ἐὰν γὰρ μὴ σκληρύνῃ τις τὴν ἰδίαν καρδίαν καὶ βεβαίως συνέχῃ τὸ ἔλεος αὑτοῦ, ἵνα γένηται μακρὰν ἀπὸ τῆς πάντων μερίμνης τῶν κάτω, ἤγουν τῆς τε διὰ τὸν Θεὸν καὶ διά τι βιωτικόν, καὶ ἐν τῇ προσευχῇ καὶ μόνῃ ἐν τοῖς ὡρισμένοις αὐτῷ καιροῖς ἐμμένῃ, ἐλευθερωθῆναι τῆς ταραχῆς καὶ τῆς μερίμνης καὶ ἐν ἡσυχίᾳ γενέσθαι οὐ δύναται.

Ὅταν οὖν ἔλθῃ σοι ἐνθύμησις τοῦ φροντίζειν τινὸς λόγῳ ἀρετῆς, ὥστε σκεδάσαι ἀπὸ σοῦ τὴν οὖσάν σοι γαλήνην ἐν τῇ καρδίᾳ, εἰπὲ αὐτῇ· ‘Καλή ἐστιν ἡ τῆς ἀγάπης ὁδὸς καὶ τὸ διὰ Θεὸν ἔλεος, ἀλλὰ κἀγὼ διὰ τὸν Θεὸν οὐ θέλω αὐτήν’.

Στῆθί μοι, πάτερ, ἔφησέ τις μοναχός, ὅτι διὰ τὸν Θεὸν τρέχω ὀπίσω σου. Κᾀκεῖνος ἀντέφη· Κᾀγὼ διὰ τὸν Θεὸν φεύγω ἐκ σοῦ. Ὁ ἀββᾶς Ἀρσένιος οὔτε πρὸς ὠφέλειαν οὔτε πρὸς ἄλλο τι διὰ τὸν Θεὸν ὑπήντα τινί. Ἄλλος διὰ τὸν Θεὸν ὅλην τὴν ἡμέραν ἐλάλει καὶ πάντας τοὺς ἐρχομένους ξενικοὺς ἐδέχετο. Ἐκεῖνος δὲ ἀντὶ τούτου ἐξελέξατο τὴν σιγὴν καὶ τὴν ἡσυχίαν, καὶ διὰ τοῦτο μετὰ τοῦ θείου Πνεύματος ἐν μέσῳ τῆς θαλάσσης τοῦ παρελθόντος βίου ἐλάλει, καὶ μετὰ γαλήνης μεγίστης διέπλει ἐν τῷ πλοίῳ τῆς ἡσυχίας, ὡς φανερῶς ὡράθη τοῖς ἀγωνισταῖς, τοῖς ἐξερευνήσασι παρὰ τοῦ Θεοῦ περὶ τούτου.

Καὶ γὰρ ὁ τῆς ἡσυχίας ὅρος οὗτός ἐστι· σιωπὴ ἀπὸ πάντων. Ἐὰν δὲ ἐν τῇ ἡσυχίᾳ εὑρεθῇς πεπληρωμένος ταραχῆς καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν θορυβήσῃς τὸ σῶμα καὶ τὴν ψυχὴν ἐν φροντίδι τινῶν, ποίαν ἡσυχίαν τηνικαῦτα ἄγεις, φροντίζων πολλῶν, ἵνα ἀρέσῃς τῷ Θεῷ; Κρῖνον σύ. Ἄνευ γὰρ τῆς τῶν πάντων καταλείψεως καὶ τοῦ μακρυσμοῦ ἀπὸ πάσης φροντίδος, τὴν πολιτείαν τῆς ἡσυχίας κατορθώσασθαι ἐπονείδιστον ἡμῖν εἰπεῖν ἐστι.

Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα.

ΛΟΓΟΣ Πʹ ΠΕΡΙ ΕΧΩΝ ΗΜΕΡΗΣΙΟΝ ΑΝΑΓΚΑΙΟΤΑΤΟΝ ΥΠΟΜΝΗΜΑ ΚΑΙ ΠΑΝΥ ΧΡΗΣΙΜΩΤΑΤΟΝ Τῼ ΚΑΘΗΜΕΝῼ ΕΝ Τῼ ΚΕΛΛΙῼ ΑΥΤΟΥ ΚΑΙ ΕΑΥΤῼ ΜΟΝῼ ΠΡΟΣΕΧΕΙΝ ΑΙΡΟΥΜΕΝῼ Τὶς τῶν ἀδελφῶν ἔγραψε ταῦτα καὶ ἐτίθει αὐτὰ ἔμπροσθεν αὐτοῦ διηνεκῶς, ἀνεμίμνησκέ τε ἑαυτὸν τούτων καὶ ἔλεγεν·

Ἐν ἀφροσύνῃ ἐδαπάνησας τὴν ζωήν σου, ὦ κατῃσχυμένε ἄνθρωπε καὶ παντὸς κακοῦ ἄξιε, ἀλλὰ παραφυλάττου κἂν ἐν ταύτῃ τῇ ἡμέρᾳ τῇ καταλειφθείσῃ ἐκ τῶν ἡμερῶν σου τῶν ἐξεληλυθειῶν κενῶς καὶ ἀπράκτως τῶν ἀγαθῶν καὶ πεπλουτηκυιῶν ἐν τοῖς κακοῖς. Μὴ ἐρωτήσῃς περὶ τοῦ κόσμου μήτε περὶ τῆς διαγωγῆς αὐτοῦ μήτε περὶ τῶν μοναχῶν ἢ τῶν πραγμάτων αὐτῶν καὶ ὅπως εἰσί, μήτε περὶ τῆς ποσότητος τῆς ἐργασίας αὐτῶν, καὶ μὴ φροντίσῃς τινὸς τῶν τοιούτων. Ἐξῆλθες ἐκ τοῦ κόσμου ἐν μυστηρίῳ καὶ ἐλογίσθης ὡς νεκρὸς ἐν Χριστῷ· μηκέτι ζήσῃς τῷ κόσμῳ μήτε τοῖς ἐν τῷ κόσμῳ, ἵνα σου προλάβῃ ἡ ἀνάπαυσις καὶ γένῃ ἐν Χριστῷ ζῶν.

Γενοῦ ἕτοιμος καὶ ηὐτρεπισμένος πρὸς πᾶν ὄνειδος καὶ πᾶσαν ὕβριν καὶ χλευασμὸν καὶ μέμψιν ἐκ πάντων, καὶ δέξαι ταῦτα πάντα μετὰ χαρᾶς ὡς ἄξιος αὐτῶν ἐν ἀληθείᾳ καὶ ὑπόμεινον πάντα πόνον καὶ πᾶσαν θλῖψιν καὶ κίνδυνον τὸν ἐκ τῶν δαιμόνων, ὧν τὸ θέλημα ἔπραξας μετ’ εὐχαριστίας, καὶ γενναίως φέρε πᾶσαν ἀνάγκην, καὶ τὰ συμβεβηκότα φυσικῶς καὶ τὰς πικρότητας, καὶ ὑπόμεινον ἐν τῇ εἰς Θεὸν πεποιθήσει καὶ τὴν στέρησιν τῶν ἀναγκαίων τοῦ σώματος, τῶν μετ’ ὀλίγον εἰς κόπρον ἐσομένων.

Καὶ ταῦτα πάντα τῇ εἰς Θεὸν ἐλπίδι καταδέξασθαι θέλησον, μὴ ἀναμένων τὴν ἀλλαχόθεν λύτρωσιν ἢ τὴν παρ’ ἄλλου παράκλησιν, ἀλλ’ ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου καὶ ἐν πᾶσι τοῖς πειρασμοῖς σου σεαυτὸν κατάκρινον, ὡς αἴτιον ὄντα τούτων. Μὴ σκανδαλισθῇς ἔν τινι, μηδὲ μέμφου τινὰ τῶν λυπούντων σε. Διότι ἔφαγες ἐκ τοῦ ὁρισθέντος φυτοῦ καὶ ἐκτήσω διάφορα πάθη. Μετὰ χαρᾶς δέξαι τὰς πικρότητας, ἵνα σε τινάξωσι μικρὸν καὶ ὕστερον γλυκανθῇς.

Φεῦ σοι καὶ τῇ δόξῃ σου τῇ δυσώδει· διότι ἐγκατέλιπες τὴν σεαυτοῦ ψυχήν, ὡς ἀκατάκριτον, πεπληρωμένην οὖσαν πάσης ἁμαρτίας, καὶ ἄλλους κατέκρινας λόγῳ καὶ διανοίᾳ. Ἱκανοῖ γάρ σοι, ἱκανοῖ αὕτη ἡ χοιρώδης βρῶσις, ἐν ᾗ μέχρι τῆς ἄρτι τυγχάνεις ἐνδιαιτώμενος. Τί σοι καὶ τοῖς ἀνθρώποις, ὦ ῥυπαρέ; Οὐκ αἰσχύνῃ συναναστραφῆναι αὐτοῖς, διότι ἀλόγως ἐπολιτεύσω; Ἐὰν πρόσχῃς τούτοις καὶ κατάσχῃς ταῦτα πάντα, ἴσως τῇ συνεργίᾳ τοῦ Θεοῦ σωθήσῃ. Εἰ δὲ μή, ἀπελεύσῃ εἰς τὴν σκοτεινὴν χώραν καὶ εἰς τὰς τῶν δαιμόνων κατασκηνώσεις, ὧν τὸ θέλημα εἰργάσω ἀναιδεῖ προσώπῳ. Ἰδοὺ διεμαρτυράμην σοι ἐν πᾶσι τούτοις. Ἐὰν κινήσῃ κατὰ σοῦ ὁ Θεὸς δικαίως εἰς τὸ ἀμείψασθαί σε ἀντὶ τῶν ὕβρεων καὶ μέμψεων, ὧν ἐλογίσω καὶ ἐλάλησας κατ’ αὐτοῦ χρόνον ὁλόκληρον, ὁ κόσμος ὅλος ἔχει ἀσχοληθῆναι εἰς σέ. Λοιπὸν παῦσαι ἀπὸ τοῦ νῦν καὶ ὑπόμεινον τὰς ἐπερχομένας σοι ἀμοιβάς.

Ἐν πᾶσι τούτοις ὑπεμίμνῃσκεν ἑαυτὸν ὁ ἀδελφὸς πάσας τὰς ἡμέρας, ἵνα πειρασμοῦ ἐπελθόντος αὐτῷ ἢ θλίψεως, δυνηθῇ ὑπομεῖναι μετ’ εὐχαριστίας καὶ ὠφεληθῆναι. Γένοιτο δὲ ἡμᾶς μετ’ εὐχαριστίας ὑπομεῖναι τὰ ἐπερχόμενα καὶ ὠφεληθῆναι χάριτι τοῦ φιλανθρώπου Θεοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.