Ἔργον
Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί
Φυλακή της καρδίας και πνευματική αίσθηση
Ασκητικές προτροπές για την υπέρβαση των παθών, τη νοερά θεωρία, την εγκράτεια και την κατάκτηση της αληθινής απάθειας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Φυλακή της καρδίας και πνευματική αίσθηση
Ασκητικές προτροπές για την υπέρβαση των παθών, τη νοερά θεωρία, την εγκράτεια και την κατάκτηση της αληθινής απάθειας.
ΛΟΓΟΣ ΞΗʹ ΛΟΓΟΣ ΞΗʹ ΠΕΡΙ ΦΥΛΑΚΗΣ ΚΑΡΔΙΑΣ ΚΑΙ ΘΕΩΡΙΑΣ ΛΕΠΤΟΤΕΡΑΣ Εἰ κατὰ μόνας ὑπάρχεις ἐν τῷ κελλίῳ σου καὶ οὐκ ἐκτήσω ἀκμὴν δύναμιν ἀληθινῆς θεωρίας, μελέτησον ἀεὶ ἐν τῇ μελέτῃ τῶν τροπαρίων καὶ τῶν καθισμάτων καὶ ἐν τῇ μνήμῃ τοῦ θανάτου καὶ ἐν τῇ ἐλπίδι τῶν μελλόντων. Ταῦτα γὰρ συνάγουσι τὸν νοῦν καὶ οὐκ ἀφιᾶσιν αὐτὸν ῥέμβεσθαι, ἕως ἂν ἔλθῃ ἡ ἀληθινὴ θεωρία, ὅτι ἡ δύναμις τοῦ πνεύματος δυνατωτέρα ἐστὶ τῶν παθῶν. Μελέτησον δὲ καὶ εἰς τὴν ἐλπίδα τῶν μελλόντων μετὰ τῆς μνήμης τοῦ Θεοῦ καὶ κατανόησον καλῶς τὸν νοῦν τῶν τροπαρίων καὶ παραφυλάττου ἐκ τῶν πραγμάτων τῶν ἔξωθεν τῶν κινούντων σε εἰς ἐπιθυμίας.
Καὶ τὰ μικρὰ τὰ γινόμενα ὑπὸ σοῦ ἐν τῷ κελλίῳ σου φύλαξον καὶ αὐτὰ μετὰ τούτων καὶ ἐρεύνησον ἀεὶ τοὺς λογισμούς σου καὶ εὔξαι, ἵνα κτήσῃ ἐν πάσῃ ἀναστροφῇ σου ὀφθαλμούς. Ἐντεῦθεν ἄρχεται βρύειν σοι ἡ χαρὰ καὶ τότε εὑρίσκεις τὰς θλίψεις γλυκυτέρας τοῦ μέλιτος.
Οὐδεὶς δύναται τὰ πάθη νικῆσαι, εἰ μὴ δι’ ἀρετῶν αἰσθητῶν θεωρουμένων. Τὸν δὲ μετεωρισμὸν τοῦ νοὸς οὐδεὶς δύναται νικῆσαι, εἰ μὴ ἐν τῇ ἀδολεσχίᾳ τῆς γνώσεως τῆς πνευματικῆς. Ὁ νοῦς ἡμῶν κοῦφός ἐστι καί, ἐὰν μὴ δεσμευθῇ ἔν τινι διαλογισμῷ, οὐ παύσεται ἐκ τοῦ μετεωρισμοῦ. Καὶ χωρὶς τελειώσεως τῶν προειρημένων ἀρετῶν οὐ δυνατὸν κτήσασθαι τὴν φυλακὴν ταύτην.
Ἐὰν γὰρ μὴ νικήσῃ τις τοὺς ἐχθρούς, οὐ δύναται ἐν εἰρήνῃ εἶναι, καὶ ἐὰν ἡ εἰρήνη οὐ βασιλεύῃ, πῶς δύναται εὑρεῖν τὰ ἐντὸς τῆς εἰρήνης ἀποκείμενα; Τὰ πάθη γὰρ διάφραγμά εἰσι τῶν κρυπτῶν ἀρετῶν τῆς ψυχῆς καί, εἰ μὴ ταῦτα πρῶτον διὰ τῶν φανερῶν καταπέσωσιν, οὐχ ὁρῶνται τὰ ἔσωθεν τούτων.
Οὐδὲ γὰρ δύναταί τις, ἔξω τοῦ τείχους ὤν, μετὰ τοῦ ἔνδον συναναστρέφεσθαι. Καὶ οὐδεὶς θεωρεῖ τὸν ἤλιον ἐν τῷ γνόφῳ οὐδὲ τὴν ἀρετὴν τῆς φύσεως τῆς ψυχῆς μετὰ τῆς διαμενούσης ἔτι ταραχῆς τῶν παθῶν. Εὔξαι τῷ Θεῷ δοῦναί σοι αἰσθηθῆναι τῆς ἐφέσεως τοῦ Πνεύματος καὶ τῆς ἐπιποθήσεως αὐτοῦ. Ὅταν γὰρ ἔλθῃ σοι αὕτη ἡ αἴσθησις καὶ ἡ ἐπιπόθησις τοῦ Πνεύματος, τότε μέλλεις ἀποστῆναι τοῦ κόσμου, καὶ ὁ κόσμος ἀφίσταται ἀπὸ σοῦ. Τούτου δέ, χωρὶς ἡσυχίας καὶ ἀσκήσεως καὶ ὁμιλίας τῆς ἀφωρισμένης ἀναγνώσεως εἰς ταῦτα, ἀδύνατόν τινα αἰσθανθῆναι καί, χωρὶς τούτων, μὴ ζήτει ἐκεῖνα. Ἐὰν γὰρ ζητήσῃς, στρέφονται μετὰ μικρὸν καὶ γίνονται σωματικά. Ὁ νοῶν νοείτω.
Ἐν ἱδρῶτι εὐδόκησεν ὁ σοφὸς Κύριος φαγεῖν τὸν ἄρτον τοῦτον. Οὐχὶ ἀπὸ κακίας δὲ τοῦτο ἐποίησεν, ἀλλ’ ἵνα μὴ γένηται ἡμῖν ἀπεψία καὶ ἀποθάνωμεν. Ἑκάστη γὰρ ἀρετὴ μήτηρ ἐστὶ τῆς δευτέρας. Ἐὰν οὖν ἀφῇς τὴν μητέρα τὴν γεννῶσαν τὰς ἀρετὰς καὶ ἀπέλθῃς ζητῆσαι τὰς θυγατέρας, πρὸ τοῦ κτήσασθαι τὴν μητέρα αὐτῶν, ἔχιδναι εὑρίσκονται αἱ ἀρεταὶ ἐκεῖναι τῇ ψυχῇ. Ἐὰν μὴ ῥίψῃς αὐτὰς ἀπὸ σαυτοῦ, ταχέως μέλλεις ἀποθανεῖν.
ΛΟΓΟΣ ΞΘʹ ΠΕΡΙ ΔΙΑΦΟΡΩΝ ΥΠΟΘΕΣΕΩΝ ΚΑΙ ΠΟΙΑ ΕΣΤΙ ΧΡΕΙΑ ΕΚΑΣΤΟΥ ΤΟΥΤΩΝ Αἴσθησις πνευματική ἐστιν ἡ ποιωθεῖσα δέξασθαι τὴν δύναμιν τὴν θεωρητικήν, ὡς ἡ κόρη τῶν σωματικῶν ὀφθαλμῶν, τῶν ἐχόντων ἐν αὐτοῖς τὸ φῶς τὸ αἰσθητόν.
Θεωρία νοητή ἐστι γνῶσις φυσική, ἡ ἑνωθεῖσα τῇ καταστάσει τῆς φύσεως, ἥτις καλεῖται φυσικὸν φῶς. Δύναμις ἁγία ἐστὶ χάρισμα τοῦ διακριτικοῦ, τοῦ τεθέντος μεταξὺ τοῦ φωτὸς καὶ τῆς θεωρίας. Φύσεις εἰσί τινα ὄντα μετὰ τῶν διακριτικῶν τῶν ἐκ τοῦ φωτὸς εἰς θεωρίαν.
Πάθη εἰσὶ καθάπερ οὐσία τις σκληρά, ἅπερ μεσιτεύουσι μεταξὺ τοῦ φωτὸς καὶ τῆς θεωρίας καὶ κωλύουσιν ἐξ αὐτῆς τὴν διάκρισιν τῆς διαφορᾶς τῶν πραγμάτων. Καθαρότης ἐστὶ τὸ τηλαυγὲς τοῦ νοητοῦ ἀέρος, οὗτινος τῷ κόλπῳ πτεροῦται ἡ φύσις ἡ ἐν ἡμῖν.
Ἐὰν μὴ ὁ νοῦς ὑγιὴς ᾖ ἐν τῇ φύσει, οὐκ ἐνεργεῖ αὐτῷ ἡ γνῶσις· ὥσπερ ἡ σωματικὴ αἴσθησις, ὅταν ἐξ αἰτιῶν βλαβῇ, ἀποστερεῖται τῆς ὁράσεως. Ἐὰν δὲ ὁ νοῦς ᾖ ὑγιής, ἡ γνῶσις δὲ οὐχ ὑπάρχῃ, οὐκ ἐνεργεῖ ὁ νοῦς ἐκτὸς αὐτῆς τὴν διαφορὰν τῶν πνευματικῶν· ὥσπερ ὁ ὀφθαλμὸς ὁ ὑγιὴς μὲν ἐν ἅπασι τοῖς ἑαυτοῦ, ἀμβλυωπῶν δὲ πρὸς τὴν ὅρασιν πολλάκις τῆς αἰσθήσεως.
Καὶ ἐὰν ταῦτα πεφυλαγμένα ἐν τοῖς ἰδίοις αὐτῶν, χάρις δὲ μὴ ᾖ πλησίον αὐτῶν, ἀνενέργητα μένουσι πάντα ἐκ τῆς διακονίας τῶν διακρίσεων, καθὼς ἐν ταῖς ὥραις τῆς νυκτός, διὰ γὰρ τὸ μὴ εἶναι ἤλιον, μένουσιν ἀνεπίσκεπτοι, καὶ ὅτε πάντα ἐρρωμένα εἰσὶ καὶ τετελειωμένα ἐν τοῖς ἑαυτῶν, λέγομεν ὁ ὀφθαλμὸς καὶ ἡ ὅρασις, καὶ ἅτινα πράγματα οὐ διεκρίθησαν ἢ διακρίνονται. Καὶ τοῦτό ἐστι τὸ εἰρημένον, «ἐν τῷ φωτί σου ὀψόμεθα φῶς».
Ἐὰν δὲ ἡ χάρις τοῦ νοητοῦ ἡλίου πλησίον γένηται καὶ εἰς ὄρεξιν κινῇ καὶ ἐρεθίζῃ καὶ ἐμποιῇ νήφειν, καθαρότης δὲ μὴ ᾖ ἐν αὐτῇ, ὥσπερ ἀὴρ κενός, ὅστις οὐ διαυγὴς ἐκ τῆς παχύτητος τῶν νεφῶν καὶ τῶν ὑλῶν τῶν σκοτεινῶν, τῶν εὐχερῶς ἐκτεινομένων πρὸς τὸ φῶς τοῦ ἡλίου, ἐν ᾧ εὐφραινόμεθα ἐν ἡδονῇ ταύτης τῆς θεωρίας.
Τῆς θεωρίας χωλαινούσης ἐκ τῆς διακρίσεως, ἡ φύσις ἤργησεν ἐκ τῆς πράξεως, ἡ ψυχὴ ἐκωλύθη αἰσθέσθαι τῆς ἡδονῆς τοῦ ἡλίου τοῦ δευτέρου τοῦ ἀνατέλλοντος ἐπὶ τὰ πάντα, διὰ τὰ ἐπιτεθέντα σωματικά, ἐν οἷς σκέπονται αἱ ἐλλάμψεις τῆς ἀληθείας, ἵνα μὴ ἔλθωσιν ἐφ’ ἡμᾶς. Λοιπὸν ἐξ ἀνάγκης ζητοῦνται ταῦτα πάντα τὰ ῥηθέντα, καὶ διὰ τὸ δυσκόλως εὑρεῖν ταῦτα ὅλα ἐν ἑνὶ ἀνθρώπῳ χωρὶς λείψεως καὶ αἰτίας, καὶ διὰ τὸ μὴ δύνασθαι τοὺς πολλοὺς πρὸς τελειότητά τινος τῆς πνευματικῆς γνώσεως φθάσαι. Ἡ στέρησις μέν ἐστιν οὕτως ἐκ τῆς ἀνικανότητος τῆς διανοίας καὶ ἐκ τῆς συγχύσεως τοῦ θελήματος καὶ ἐκ τῆς θέσεως τῆς μὴ καθηκούσης τῷ σκοπῷ καὶ ἐκ τῆς ἐλλείψεως τῆς καθαρότητος καὶ ἐκ τοῦ μὴ εὑρεῖν διδάσκαλον καὶ ὁδηγόν, ἐκ τῆς ἀποχῆς τῆς χάριτος («ἀνδρὶ μικρολόγῳ», φησίν, «οὐ καλὸς ὁ πλοῦτος, οὐδὲ ἐξουσιάσαι τῶν μεγάλων») ἐκ τοῦ κωλύματος τῶν καιρῶν καὶ τῶν τόπων καὶ τῶν τρόπων.
ΕΚΛΟΓΗ ΣΥΝΤΟΜΩΝ ΚΕΦΑΛΑΙΩΝ Ἀλήθειά ἐστιν αἴσθησις κατὰ Θεόν, ἡ ἐν τῇ αἰσθήσει τῶν αἰσθήσεων τοῦ νοῦ τοῦ πνευματικοῦ, ἧς πέρ τινος ἐν ἑαυτῷ γεύεται. Ἀγάπη ἐστὶ καρπὸς τῆς εὐχῆς, ἡ ἐκ τῆς θεωρίας αὐτῆς ὁδηγοῦσα τὸν νοῦν ἀκορέστως εἰς τὸν ἑαυτῆς πόθον, ὅταν ὑπομείνῃ ἐν αὐτῇ χωρὶς ἀκηδίας καὶ ἐν τῷ νῷ ἐν σιγηροῖς ἐνθυμήμασι τῆς διανοίας εὔχεται μόνον ἐμπύρως καὶ μετὰ θερμότητος.
Εὐχή ἐστι νέκρωσις τῶν ἐννοιῶν τοῦ θελήματος τῆς ζωῆς τῆς σαρκός· ἴσος γάρ ἐστιν ὁ ἀκριβῶς εὐχόμενος τῷ νεκρουμένῳ ἐκ τοῦ κόσμου. Καὶ τοῦτό ἐστι τὸ ἀρνήσασθαί τινα ἑαυτόν, τὸ καρτερῆσαι διαμένειν ἐν προσευχῇ. Λοιπὸν ἡ ἀγάπη τοῦ Θεοῦ ἐν τῇ ἀρνήσει τῆς ψυχῆς εὑρίσκεται.
Καθάπερ ἐκ τοῦ σπέρματος τοῦ ἱδρῶτος τῆς νηστείας ὁ στάχυς τῆς σωφροσύνης βλαστάνει, οὕτως ἐκ τοῦ κόρου ἡ ἀκολασία καὶ ἐκ τῆς πληρώσεως ἡ ἀκαθαρσία, ἐπὶ γαστρὶ δὲ πεινώσῃ καὶ τεταπεινωμένῃ οὐδέποτε παρακύψουσιν αἰσχρότητος λογισμοί. Πᾶσα βρῶσις βιβρωσκομένη πρόσθεσις τῶν ἐν ἡμῖν χυμῶν γίνεται καὶ ἰσχὺς φυσικὴ γίνεται ἐν ἡμῖν, καὶ ὅταν πλησθῶσι τὰ μέλη τὰ ὀργανικὰ ἐκ τῆς τάσεως ὅλου τοῦ σώματος τῆς γινομένης ἐν αὐτοῖς, ἡνίκα συμβῇ ἰδεῖν τι σωματικόν, ἢ ἐὰν κινηθῇ ἐν τῇ καρδίᾳ ἀκούσιόν τι, μετὰ τοῦ λογισμοῦ ἐξαίφνης ὕλη ἡδονῆς κινεῖται ἐξ ἐκείνου καὶ διαπέμπεται ἐν ὅλῳ τῷ σώματι.
Καὶ εἴ ἐστιν ἰσχυρὰ ἡ διάνοια τοῦ σώφρονος καὶ ἁγνοῦ ἐν τοῖς ἑαυτοῦ λογισμοῖς, ἐκ τῆς αἰσθήσεως ἐκείνης τῆς ἐν τοῖς μέλεσιν, εὐθέως ταράσσεται ἡ διάκρισις αὐτοῦ καὶ ὡς ἀπὸ ὑψηλοῦ τινος τόπου κατέρχεται ἐκ τοῦ ἑαυτοῦ τόπου, ἐν ᾧ ἵσταται. Καὶ ἡ ὁσιότης τῶν λογισμῶν αὐτοῦ κυλίεται καὶ ἡ σωφροσύνη ἡ λαμπρὰ ῥυποῦται ἐν τῇ ἐκταράξει τῶν παθῶν τῶν εἰσελθόντων εἰς τὴν καρδίαν ἐν τῇ ἐκπυρώσει τῶν μελῶν.
Καὶ τότε τὸ ἥμισυ τῆς δυνάμεως αὐτοῦ ἐξασθενεῖ, ὥστε εἰπεῖν καὶ τοῦ πρώτου σκοποῦ τῆς ἐλπίδος ἑαυτοῦ ἐπιλαθέσθαι καὶ πρὸ τοῦ εἰσελθεῖν εἰς τὸν ἀγῶνα εὑρίσκεται χωρὶς ἀγῶνος ὑπεύθυνος, καὶ χωρὶς καμάτου τῶν ἑαυτοῦ ἐχθρῶν ὑπεύθυνος γίνεται ὑποκάτωθεν τοῦ θελήματος τοῦ ἀτόνου τῆς σαρκός.
Ταῦτα πάντα ἀναγκάζει ἡ προαίρεσις ἡ μεγάλη τοῦ κόρου τοῦ ἀδιαλείπτου τὸ θέλημα τοῦ ἀγαθοῦ ἀνθρώπου, καὶ ἐὰν διάγῃ καλῶς ἐν τῷ λιμένι τῆς σωφροσύνης, ἀλλὰ ἐκκλίνει παραδοθῆναι εἰς ὅπερ οὐδέποτε ἐβουλήθη ἀνελθεῖν ἐν τῇ καρδίᾳ ἑαυτοῦ. Καὶ ὅταν κοιμηθῇ μόνος, ἡ συναγωγὴ τῶν λογισμῶν τῶν περιεχόντων τὰς ματαίας φαντασίας τε καὶ αἰσχρὰς περικυκλοῦσιν αὐτὸν καὶ ποιοῦσι τὴν στρωμνὴν αὐτοῦ ἐκείνην τὴν καθαρὰν πανδοχεῖον πορνείας καὶ θέατρον τῶν θεωριῶν, ὅταν κοινωνῇ τῇ μετ’ αὐτῶν ὁμιλίᾳ ἐν τῷ μεθυσμῷ τῶν λογισμῶν καὶ μολύνῃ τὰ ἑαυτοῦ μέλη τὰ ὅσια ἐκτὸς πλησιασμοῦ γυναικός. Ποία θάλασσα ταράσσεται οὕτω καὶ βράζει ἐκ τοῦ χειμῶνος, ὥσπερ ταράσσεται ὁ νοῦς ὁ καταστὰς ἐν τῇ ἰσχύϊ τῶν κυμάτων τῶν ἐξυπνιζομένων ἐπ’ αὐτῷ ἐν τῇ θαλάσσῃ τῆς σαρκὸς αὐτοῦ ἐκ τῆς πλησμονῆς τῆς γαστρός;
Ὦ σωφροσύνη, πόσον λαμπρύνεται τὸ κάλλος σου ἐν τῇ χαμευνίᾳ καὶ ἐν τῷ πόνῳ τῆς πείνης τῆς ἀφαιρούσης ἐκ σοῦ τοῦ ὕπνου, ἐκ τῆς κακοπαθείας τῆς σαρκός, τῆς γενομένης ὥσπερ λάκκος βαθὺς μεταξὺ τῶν πλευρῶν καὶ τῶν ἐντέρων, διὰ τὴν ἀποχὴν τῶν βρωμάτων. Πᾶν βρῶμα καὶ πᾶσα ἀνάπαυσις λαμβανόμενα ἔσωθεν ἡμῶν, ὁμοιώματα αἰσχρὰ καὶ εἴδωλα ἀηδῆ πλάττουσι καὶ γεννῶνται ἐξ αὐτῶν καὶ ἐξέρχονται καὶ καθορῶνται ἐν τῷ τόπῳ τῷ κρυπτῷ τῆς διανοίας ἡμῶν καὶ γαργαλίζουσιν ἡμᾶς συγκοινωνῆσαι κρυπτῶς ἐν πράγμασιν αἰσχροῖς.
Κένωμα δὲ γαστρός, χώραν ἔρημον ποιεῖ τὸ φρόνημα ἡμῶν, τὸ ἐκ τῶν λογισμῶν ἠρεμοῦν καὶ ἡσυχάζον ἐκ πάντων τῶν ταραχωδῶν λογισμῶν. Ἐκείνη ἡ ἐκ τοῦ κόρου ἐμπεπληγμένη, χώρα ἐστὶ τῶν θεωριῶν καὶ τετράπυλον τῶν φαντασμάτων τῶν ἀτόπων ποιεῖ αὐτήν, κἂν καὶ ἐν ἐρήμῳ ὦμεν μόνοι. «Κόρος» γάρ, φησί, «τῶν πολλῶν ἐπιθυμεῖ».
Ὅταν ἀξιωθῇς τῆς χάριτος τῆς θεϊκῆς καὶ τῆς ἀπαθείας τῆς ψυχῆς, σύνες ὅτι οὐκ ἐξ ἐκείνου τοῦ μὴ διελθεῖν διὰ σοῦ τοὺς ἀηδεῖς λογισμοὺς ἢ τὴν κίνησιν τῶν λογισμῶν τῶν ἐν τῷ σώματι γινομένων (ἐκτὸς γὰρ αὐτῶν ἀδύνατόν τινα εἶναι), οὐδὲ ἐξ ἐκείνων τῶν εὐχερῶν ὑπὸ σοῦ νικωμένων, ὅτε παντελῶς ἡ διάνοια οὐ μολύνεται, οὐδὲ ταράσσεται, κἂν καὶ λίαν ὑψηλὴ ᾖ αὕτη, ἀλλ’ ἐξ ἐκείνων τῶν τῆς ἐνεργείας τῆς κρείττονος τῆς διανοίας οὐκ ἀφίεται ὁ νοῦς πολεμῆσαι μετ’ αὐτῶν καὶ ἀπολέσαι αὐτούς, ἀλλ’ ὅταν παρακύψῃ λογισμός, ἁρπαγῇ ἁρπάζεται ἐκ τῶν ἔγγιστα αὐτῶν ἐν βίᾳ τινὶ τῇ ἔξωθεν τοῦ θελήματος οὔσῃ, τῇ ἀπὸ συνηθείας καὶ τῆς χάριτος κατασχούσῃ ζύμην ἐντὸς τῆς καρδίας, ἥπερ ἐστὶν οἶκος τῆς διανοίας.
Ἄλλος ἐστὶν ὁ νοῦς τοῦ ἀγωνιστοῦ, καὶ ἄλλη ἡ τάξις τῆς ἱερωσύνης. Διάνοια, ἥτις ἐν ἐλέει τῷ οὐρανίῳ ἐνεκρώθῃ τῷ κόσμῳ, ψιλοὺς λογισμοὺς μόνον περί τινων ἔχει, χωρὶς πάλης καὶ ἀγῶνος. Ἡ τελειότης ἡ μετὰ σαρκὸς καὶ αἵματος συνεζευγμένη, βασιλείαν βασιλεύει τῶν ἐκ τῆς σαρκὸς καὶ αἵματος βρυόντων, καὶ οὐχὶ καταργήσει καταργεῖ αὐτοὺς καὶ τοὺς ἰδίους τῆς φύσεως, ἕως ἂν ἀκμὴν ἐν τῇ ζωῇ τῇ ἐκ τῶν στοιχείων σφύζῃ τὸ νόημα τῆς ζωώσεως τοῦ ἀνθρώπου καὶ ἐκ τῶν τεττάρων χυμῶν ὁ θεμέλιος τοῦ νοῦ αὐτοῦ λαμβάνει ἀλλοίωσιν ἐν πάσῃ κινήσει καὶ ῥοπῇ.
Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.