Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Ἀσκητικαὶ ὁμιλίαι

Ἰσαὰκ ὁ Σύρος

Λόγοι Λ΄-ΛΒ΄: Μετάνοια, ευχαριστία και τα στάδια της καθαρής προσευχής

Κατηχήσεις για τη μετάνοια και την ευχαριστία, η σχέση πρακτικού αγώνα και θεωρίας, καθώς και η εκτενής εξέταση των μορφών και της υπέρβασης της προσευχής κατά την έκσταση του νου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 2 από 11

ΛΟΓΟΣ Λʹ ΠΕΡΙ ΠΕΡΙ ΕΥΧΑΡΙΣΤΙΑΣ ΘΕΟΥ ΕΝ Ωι ΚΑΙ ΚΑΤΗΧΗΣΕΙΣ ΚΕΦΑΛΑΙΩΔΕΙΣ Ἡ εὐχαριστία τοῦ λαμβάνοντος ἐρεθίζει τὸν διδόντα τοῦ δοῦναι δωρήματα μείζονα τῶν προτέρων. Ὁ μὴ εὐχαριστῶν ἐπὶ τοῖς μικροτέροις, καὶ ἐπὶ τοῖς μείζοσι ψεύστης ἐστὶ καὶ ἄδικος.

Ὁ ἀσθενῶν καὶ γινώσκων τὴν ἀρρωστίαν αὑτοῦ, ζητεῖν ὀφείλει τὴν ἰατρείαν, ὁ δὲ ὁμολογῶν τὸν πόνον αὑτοῦ, ἐγγίζει τῇ θεραπείᾳ αὑτοῦ καὶ εὐκόλως εὑρήσει αὐτήν. Σκληρᾷ καρδίᾳ πληθύνονται οἱ πόνοι αὐτῆς καὶ τοῦ ἀρρώστου τοῦ τῷ ἰατρῷ ἀντιτασσομένου ἡ κόλασις αὐτοῦ περισσεύεται.

Οὐκ ἔστιν ἁμαρτία ἀσυγχώρητος, εἰ μὴ ὁ ἀμετανόητος, οὐδὲ δώρημα διαμένει χωρὶς προσθήκης, εἰ μὴ τὸ στερούμενον εὐχαριστίας. Τοῦ ἄφρονος τὸ μέρος μικρόν ἐστιν ἐν ὀφθαλμοῖς αὐτοῦ. Μνημόνευε ἀεὶ τῶν ὑπερεχόντων σου τῇ ἀρετῇ, τοῦ ἰδεῖν σεαυτὸν λειπόμενον τοῦ μέτρου αὐτῶν διαπαντός, καὶ γενοῦ κατανοῶν ἀεὶ τὰς ἰσχυροτέρας θλίψεις τῶν τεθλιμμένων καὶ κεκακωμένων, ὅπως τὴν προσήκουσαν εὐχαριστίαν ἀποδώσῃς ὑπὲρ τῶν μικρῶν καὶ εὐτελῶν τῶν παρὰ σοὶ εὑρισκομένων καὶ δυνηθῇς μετὰ χαρᾶς ὑπομεῖναι αὐτάς.

Ἐν τῷ καιρῷ τῆς σῆς ἥττης καὶ χαυνότητος καὶ ὀκνηρίας, δεδεμένος ὢν καὶ κατεχόμενος ὑπὸ τοῦ ἐχθροῦ ἐν ἐπιπονωτέρᾳ ταλαιπωρίᾳ καὶ μοχθηρῷ ἔργῳ τῆς ἁμαρτίας, ἐννόησον ἐν τῇ καρδίᾳ σου τὸν πρότερον καιρὸν τῆς σπουδῆς σου καὶ πῶς ἦσθα φροντίζων ἕως καὶ τῶν λεπτοτέρων, καὶ τὸν ἀγῶνα ὃν ἐπεδείκνυες, καὶ πῶς ἐν ζήλῳ ἦς κινούμενος ἐξ ἐναντίας τῶν κωλύσαι θελόντων τὴν ὁδοιπορίαν σου. Πρὸς τούτοις δὲ λογίζου καὶ τοὺς στεναγμούς, οὓς ὑπὲρ τῶν ἐλαττωμάτων ἐστέναζες τῶν προσγινομένων σοι ἐκ τῆς ἀμελείας σου καὶ πῶς ἐν πᾶσι τούτοις τὸν στέφανον τῆς νίκης ἐλάμβανες. Καὶ γὰρ ἐν ταῖς τοιαύταις καὶ τηλικαύταις μνήμαις ἐξυπνίζεται ἡ ψυχή σου ὡς ἀπὸ βάθους καὶ ἐνδύεται τὴν φλόγα τοῦ ζήλου, καὶ ὡς ἐκ νεκρῶν ἀνίσταται ἐκ τοῦ ποντισμοῦ αὑτῆς καὶ ὑψοῦται καὶ στρέφεται εἰς τὴν ἀρχαίαν τάξιν αὑτῆς, διὰ θερμοῦ ἀγῶνος ἐξ ἐναντίας τοῦ διαβόλου καὶ τῆς ἁμαρτίας.

Μνήσθητι τῆς πτώσεως τῶν δυνατῶν, καὶ ταπεινοῦσαι ἐν ταῖς ἀρεταῖς σου. Μνημόνευε τῶν σκληρῶν παραπτωμάτων τῶν πάλαι παραπεσόντων καὶ μεταγνόντων, καὶ τοῦ ὕψους καὶ τῆς τιμῆς, ἧς μετὰ ταῦτα ἠξιώθησαν, καὶ λήψῃ θάρσος ἐν τῇ μετανοίᾳ σου.

Καταδίωξον σεαυτόν, καὶ καταδιωχθήσεται ὁ ἐχθρός σου ἀπὸ τῆς ἐγγύτητός σου. Εἰρήνευσον ἐν σεαυτῷ, καὶ εἰρηνεύσει σοι ὁ οὐρανὸς καὶ ἡ γῆ. Σπούδασον εἰσελθεῖν εἰς τὸ ταμεῖον τὸ ἔνδοθέν σου, καὶ ὄψει τὸ ταμεῖον τὸ οὐράνιον· ἓν γάρ ἐστι τοῦτο κἀκεῖνο, καὶ ἐν μιᾷ εἰσόδῳ θεωρεῖς τὰ ἀμφότερα. Ἡ κλίμαξ τῆς βασιλείας ἐκείνης ἔνδοθέν σου ἐστί, κεκρυμμένη ἐν τῇ ψυχῇ σου.

Βάπτισον σεαυτὸν ἐν ἑαυτῷ ἐκ τῆς ἁμαρτίας, καὶ εὑρήσεις ἐκεῖ ἀναβάσεις, ἐν αἷς ἀναβαίνειν δυνήσῃ. Ἡ Γραφὴ οὐκ ἐξηγήσατο ἡμῖν, τί εἰσι τὰ πράγματα τοῦ μέλλοντος αἰῶνος, πῶς δὲ τὴν αἴσθησιν τῆς τρυφῆς αὐτῶν δεξόμεθα ἐντεῦθεν, δίχα τῆς φυσικῆς ἀλλοιώσεως καὶ τῆς ἐξόδου τοῦ κόσμου τούτου, εὐκόλως ἐδίδαξεν ἡμᾶς· εἰ καὶ ἐν ὀνόματι ποθεινῶν πραγμάτων καὶ ἐνδόξων, τῶν παρ’ ἡμῖν ἡδέων καὶ ἐντίμων, ἔθηκεν ἡμῖν, πρὸς τὸ ἐρεθίσαι ἡμᾶς εἰς τὸν πόθον αὐτῶν, ἐν τῷ λέγειν, «ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐ ἤκουσε», καὶ τὰ ἑξῆς, ἀνήγγειλε δὲ ἡμῖν ἐν τούτῳ, ὅτι τὰ μέλλοντα ἀγαθὰ ἀκατάληπτά εἰσι καὶ οὐκ ἔχουσιν ὁμοιότητά τινος τῶν ἐνταῦθα.

Ἡ πνευματικὴ τρυφὴ οὐκ ἔστιν ἡ χρεία τῶν πραγμάτων τῶν ὑποστατικῶς ἔξωθεν τῆς ψυχῆς τῶν λαμβανόντων εὑρισκομένη. Εἰ δὲ μή, τὸ «ἡ βασιλεία τῶν οὐρανῶν ἔνδοθεν ὑμῶν ἐστι», καὶ τό, «ἐλθέτω ἡ βασιλεία σου», λοιπόν, ὕλην πραγμάτων αἰσθητῶν ἡμεῖς ἐκτησάμεθα ἔνδοθεν ἡμῶν πρὸς ἀρραβῶνα τῆς τρυφῆς τῆς ἐν αὐτοῖς. Ἀναγκαῖον γάρ ἐστιν ὅμοιον εἶναι τὸ κτῆμα τῷ ἀρραβῶνι καὶ τὸ ὁλικὸν τῷ μέρει. Καὶ τὸ «ὡς ἐν ἐσόπτρῳ», εἰ καὶ οὐχ ὑποστατικῶς δεικνύει, ἀλλὰ πάντως κτῆμα ὁμοιώσεως δηλοῖ. Ἐὰν δὲ ὡς ἀληθὴς μαρτυρία τῶν ἑρμηνευσάντων τὰς Γραφάς, ὅτι αὕτη ἡ αἴσθησις ἐνέργεια νοερὰ τοῦ ἁγίου Πνεύματός ἐστι, καὶ αὕτη λοιπὸν μέρος ἐστὶν ἐκείνου τοῦ ὅλου.

Φιλάρετός ἐστιν, οὐχ ὁ ποιῶν τὰ καλὰ ἀγωνιστικῶς, ἀλλ’ ὁ ὑποδεχόμενος τὰ ἀκολουθοῦντα κακὰ μετὰ χαρᾶς. Οὐκ ἔστι μέγα τὸ ὑπομεῖναί τινα θλίψεις τὰς ὑπὲρ τῆς ἀρετῆς, ὡς τὸ μὴ ἀπορῆσαι τὸν νοῦν ἐν τῇ ἐκλογῇ τοῦ ἀγαθοῦ θελήματος αὐτοῦ, ἐν τῇ κολακείᾳ τοῦ γαργαλισμοῦ.

Πᾶσα μεταμέλεια γινομένη μετὰ τὴν τοῦ αὐτεξουσίου ἀφαίρεσιν οὔτε χαρὰ βρύει ἐν αὐτῇ οὔτε ψηφίζεται πρὸς ἀμοιβὴν τῶν κτησαμένων αὐτήν. Σκέπασον τὸν πταίοντα, ὅταν οὐκ ἔχῃς ζημίαν ἐξ αὐτοῦ, καὶ αὐτὸν μὲν θαρρεῖν παρασκευάζεις, σὲ δὲ βαστάζει τὸ ἔλεος τοῦ Δεσπότου σου. Στήριζον τοὺς ἀσθενεῖς καὶ τοὺς λελυπημένους τῇ καρδίᾳ τῷ λόγῳ καὶ ὅσον ἡ χείρ σου εὐπορεῖ, καὶ ὑποστηρίξει σε ἡ δεξιὰ ἡ βαστάζουσα τὰ πάντα. Γίνου κοινωνὸς μετὰ τῶν τῇ καρδίᾳ λελυπημένων, ἐν τῷ πόνῳ τῆς προσευχῆς καὶ τῇ συνοχῇ τῆς καρδίας σου, καὶ ἀνοίγεται ἔμπροσθεν τῶν αἰτημάτων σου πηγὴ ἐλέους.

Κοπίασον σεαυτὸν ἐν ταῖς λιταῖς ἀεὶ ἐνώπιον τοῦ Θεοῦ, ἐν καρδίᾳ βασταζούσῃ λογισμὸν καθαρόν, πεπληρωμένον κατανύξεως, καὶ ὁ Θεὸς φυλάττει τὴν διάνοιάν σου ἐκ τῶν ἀκαθάρτων τε καὶ ῥυπαρῶν λογισμῶν, ἵνα μὴ ἡ ὁδὸς τοῦ Θεοῦ ἐνυβρισθῇ ἐν σοί. Σχόλασον σεαυτὸν διαπαντὸς ἐν τῇ μελέτῃ τῆς ἀναγνώσεως τῶν θείων Γραφῶν, ἐν ἀκριβεῖ κατανοήσει, ἵνα μὴ προφάσει τῆς ἀργίας τοῦ νοῦ μολυνθῇ ἡ ὅρασίς σου ἐν ἀκολάστοις ἀλλοτρίοις μολυσμοῖς. Μὴ θελήσῃς πειράσαι τὴν διάνοιάν σου ἐν ἀκολάστοις λογισμοῖς ἢ προσώποις τοῖς πειράζουσί σε, ἡνίκα νομίζεις μὴ ἡττηθῆναι ὑπ’ αὐτῶν. Διότι οἱ σοφοὶ ἐν τούτῳ τρόπῳ ἐσκοτίσθησαν καὶ ἐμωράνθησαν. Μὴ ταμιεύσῃς τὴν φλόγα ἐν τῷ κόλπῳ σου ἄνευ ἰσχυροτέρων θλίψεων τῆς σαρκός σου. Δύσκολόν ἐστι τὴν νεότητα χωρὶς γυμνασίας δεσμευθῆναι ὑπὸ τὸν ζυγὸν τοῦ ἁγιασμοῦ.

Ἡ ἀρχὴ τοῦ σκοτασμοῦ τοῦ νοῦ (ἡνίκα ὁρᾶται τὸ σημεῖον αὐτοῦ ἐν τῇ ψυχῇ) ἐν πρώτοις εἰς τὴν ὀκνηρίαν τῆς λειτουργίας καὶ τῆς προσευχῆς. Ἄλλη γὰρ ὁδὸς τῆς πλάνης τῆς ψυχῆς οὐκ ἔστιν, εἰ μὴ πρῶτον ἐκεῖθεν ἐκπέσῃ· ἡνίκα γὰρ τῆς βοηθείας τοῦ Θεοῦ στερηθῇ, εὐχερῶς ὑποπίπτει εἰς τὰς χεῖρας τῶν ἀντιπάλων αὑτῆς. Καὶ ἄλλο· ὅταν ἡ ψυχὴ πάλιν ἀμέριμνος γένηται ἐκ τῶν τῆς ἀρετῆς ἔργων, πάντως εἰς τὰ ἐναντία τούτων διασύρεται. Ἡ μετάβασις ἐκ ποίου πλαγίου γίνεται, ἀρχή ἐστι τοῦ ἐξ ἐναντίας μέρους. Σὺ πρᾶξε τὰ τῆς ἀρετῆς καὶ τὰ τῆς ψυχῆς, καὶ μὴ φροντίσῃς τῶν ματαίων. Δεῖξον τὴν ἀσθένειάν σου ἔμπροσθεν τοῦ Θεοῦ διαπαντός, καὶ οὐ μὴ δοκιμασθῇς ὑπὸ τῶν ἀλλοτρίων, ὁπόταν μονωθῇς ἀπὸ τοῦ ἀντιλήπτορός σου.

Ἡ πρᾶξις τοῦ σταυροῦ διπλῆ ἐστί, καὶ τοῦτο πρὸς τὸ διπλοῦν τῆς φύσεως, τὸ διαιρούμενον εἰς δύο μέρη. Καὶ ἡ μὲν πρὸς τὸ ὑπομεῖναι τὰς θλίψεις τῆς σαρκός, τὰς πληρουμένας τῇ ἐνεργείᾳ τοῦ θυμικοῦ μέρους τῆς ψυχῆς, ἐστί, καὶ καλεῖται πρᾶξις, ἡ δὲ ἐν τῇ λεπτῇ ἐργασίᾳ τοῦ νοῦ καὶ ἐν τῇ θείᾳ εὑρίσκεται ἀδολεσχίᾳ, ἔτι δὲ καὶ ἐν τῇ διαμονῇ τῆς προσευχῆς, καὶ εἰς τὰ ἑξῆς, ἥτις διαπράττεται ἐν τῷ ἐπιθυμητικῷ μέρει, καὶ καλεῖται θεωρία. Καὶ ἡ μία μέν, ἤγουν ἡ πρᾶξις, τὸ παθητικὸν μέρος τῆς ψυχῆς καθαρίζει ἐν τῇ δυνάμει τοῦ ζήλου, ἡ δ’ ἄλλη τὴν ἐνέργειαν τῆς ἀγάπης τῆς ψυχῆς, ἥτις ἐστὶν ἐπιπόθησις φυσική, ἥτις διυλίζει τὸ νοητὸν μέρος τῆς ψυχῆς. Ἕκαστος οὖν πρὸ τῆς τελείας γυμνασίας ἐν τῷ πρώτῳ μέρει διαβαίνων πρὸς ἐκείνην τὴν δευτέραν διὰ τὴν ἠδονὴν αὐτῆς ἐρωτικῶς, ἵνα μὴ λέγω ἐξ ὀκνηρίας, ἡ ὀργὴ ἐπέρχεται αὐτῷ, διὰ τὸ μὴ νεκρῶσαι πρῶτον τὰ μέλη αὑτοῦ τὰ ἐπὶ τῆς γῆς, τουτέστι τὸ ἰάσασθαι τὴν ἀσθένειαν τῶν λογισμῶν ἐν τῇ ὑπομονῇ τῆς ἐργασίας τῆς ὕβρεως τοῦ σταυροῦ· ἐτόλμησε γὰρ τοῦ φαντασθῆναι ἐν τῷ νοῒ αὑτοῦ τὴν δόξαν τοῦ σταυροῦ. Τοῦτο δέ ἐστι τὸ ῥηθὲν ὑπὸ τῶν ἀρχαίων ἁγίων· ὅτι πρὸ τοῦ ἡσυχάσαι τὰ αἰσθητήρια ἀπὸ τῆς ἀσθενείας, εἰ βουληθῇ ὁ νοῦς ἀναβῆναι ἐπὶ τὸν σταυρόν, ἡ ὀργὴ τοῦ Θεοῦ ἔρχεται ἐπ’ αὐτόν.

Ἡ ἀνάβασις ἡ ἐπιφέρουσα τὴν ὀργὴν τοῦ σταυροῦ, οὐχὶ τῷ πρώτῳ μέρει τῆς ὑπομονῆς τῶν θλίψεων, ἥτις ἐστὶ σταύρωσις τῆς σαρκός, ἀλλὰ τὸ ἀνελθεῖν εἰς τὴν θεωρίαν, ἥτις ἐστὶ δεύτερον μέρος τὸ μετὰ τὴν ἴασιν τῆς ψυχῆς γινόμενον.

Οὗτινος ἡ διάνοια μεμολυσμένη ἐν τοῖς τῆς ἀτιμίας πάθεσι καὶ τρέχει τοῦ φαντασθῆναι ἐν τῇ διανοίᾳ αὑτοῦ τὰς φαντασίας τῶν λογισμῶν, ἐπιτιμίῳ ἐπιστομίζεται, διὰ τὸ μὴ πρότερον καθαρεῦσαι τὴν διάνοιαν ἐν θλίψεσι καὶ ὑποτάξαι τὰς ἐπιθυμίας τῆς σαρκός, ἀλλ’ ἐκ τῆς ἀκοῆς τῶν ὤτων καὶ τοῦ μέλανος τῶν γραμμάτων ἔδραμε κατὰ πρόσωπον αὐτοῦ, τοῦ πορευθῆναι ἐν ὁδῷ πεπληρωμένῃ γνόφων καὶ αὐτὸς τυφλὸς τοῖς ὄμμασι. Καὶ γὰρ οἱ τῇ ὁράσει ὑγιαίνοντες καὶ πεπληρωμένοι φωτὸς καὶ κεκτημένοι ὁδηγοὺς τῆς χάριτος, καὶ αὐτοὶ ἐκ κινδύνῳ εἰσὶ νυκτὸς καὶ ἡμέρας, ἡνίκα οἱ ὀφθαλμοὶ αὐτῶν πεπληρωμένοι δακρύων καὶ ἐν τῇ προσευχῇ καὶ τῷ κλαυθμῷ ἐξυπηρετῶσιν ὅλην τὴν ἡμέραν, κᾂν τῇ νυκτί, διὰ τὴν πτόησιν τῆς ὁδοιπορίας καὶ διὰ τοὺς κρημνοὺς τοὺς ἰσχυροτέρους τοὺς ἀπαντῶντας αὐτοῖς, καὶ τὰ σχήματα τῆς ἀληθείας τὰ εὑρισκόμενα μεμιγμένα μετὰ τῶν ὑποκρινομένων σχημάτων.

Τὰ τοῦ Θεοῦ, φησίν, ἀφ’ ἑαυτῷ ἔρχονται, σοῦ μὴ αἰσθανομένου. Ναί, ἀλλ’ ἐὰν ὁ τόπος καθαρὸς καὶ οὐ ῥυπαρός. Ἐὰν δὲ μὴ ἡ κόρη τοῦ ὀφθαλμοῦ τῆς ψυχῆς σου καθαρὰ ᾖ, μὴ τολμήσῃς ἀτενίσαι εἰς τὴν σφαῖραν τοῦ ἡλίου, ἵνα μὴ στερηθῇς καὶ αὐτῆς τῆς μικρᾶς αὐγῆς, ἥτις ἐστὶν ἡ ἁπλῆ πίστις καὶ ἡ ταπείνωσις καὶ ἡ ἐξομολόγησις ἡ καρδιακή, καὶ τὰ μικρὰ ἔργα τὰ κατὰ τὴν δύναμίν σου, καὶ ἀπορριφήσῃ ἐν ἑνὶ χώρῳ τῶν νοητῶν, ὅς ἐστι τὸ ἐξώτερον σκότος, τὸ ἔξωθεν τοῦ Θεοῦ, τύπον φέρον τοῦ ᾅδου, ὡς ἐκεῖνος ὁ ἀναισχυντήσας εἰσελθεῖν εἰς τὸν γάμον ἐν ῥυπαροῖς ἱματίοις.

Ἐκ τῶν καμάτων καὶ τῆς φυλακῆς βρύει ἡ καθαρότης τῶν λογισμῶν, καὶ ἐκ τῆς καθαρότητος τῶν λογισμῶν τὸ φῶς τοῦ φρονήματος, καὶ ἐντεῦθεν ἐκ τῆς χάριτος ὁδηγεῖται ὁ νοῦς εἰς ἐκεῖνο, εἰς ὅπερ οὐκ ἔχουσιν ἐξουσίαν αἱ αἰσθήσεις οὔτε διδάσκουσιν οὔτε διδάσκονται.

Λόγισαι παρὰ σεαυτῷ τὴν ἀρετὴν εἶναι σῶμα, τὴν δὲ θεωρίαν ψυχήν, τὰ δὲ ἀμφότερα εἷς ἄνθρωπος τέλειος ἐν Πνεύματι ἡνωμένος, ἐκ δύο μερῶν, αἰσθητῶν καὶ νοητῶν. Καὶ ὥσπερ ἀδύνατον, ἵνα ἔλθῃ ἡ ψυχὴ εἰς γένεσιν καὶ γέννησιν χωρὶς τελειότητος τῆς διαπλάσεως τοῦ σώματος σὺν τοῖς μέλεσιν αὐτοῦ, οὕτως ἀδύνατον ἐλθεῖν τὴν ψυχὴν εἰς τὴν θεωρίαν τὴν δευτέραν, ἥτις ἐστὶ Πνεῦμα τῆς ἀποκαλύψεως, ἡ εἰκονιζομένη ἐν τῇ γαστρὶ τῆς μήτρας, τῆς δεχομένης τὴν ὕλην τοῦ πνευματικοῦ σπέρματος, χωρὶς τελειώσεως τοῦ ἔργου τῆς ἀρετῆς, ὅπερ ἐστὶν οἶκος τῆς διαγνώσεως, τῆς δεχομένης τὰς ἀποκαλύψεις.

Θεωρία ἐστὶν αἴσθησις τῶν θείων μυστηρίων τῶν κεκρυμμένων ἐν τοῖς πράγμασι καὶ ταῖς αἰτίαις. Ὅταν ἀκούσῃς ἀπόστασιν τοῦ κόσμου ἢ κατάληψιν ἢ τὴν καθαρότητα τοῦ κόσμου, ἐξ ἀρχῆς χρῄζεις μαθεῖν καὶ γνῶναι οὐκ ἰδιωτικοῖς, ἀλλ’ ἐν ταῖς ἐννοίαις ταῖς νοηταῖς, τί ἐστιν ἡ ἐπωνυμία τοῦ κόσμου καὶ ἐκ πόσων διαφορῶν συνίσταται τοῦτο τὸ ὄνομα, καὶ τότε δυνήσῃ γνῶναι τὴν ψυχήν σου, πόσον ἀπέχει ἀπὸ τοῦ κόσμου, καὶ πόσην μίξιν ἔχει πρὸς τὸν κόσμον.

Κόσμος ἐστὶν ὄνομα περιεκτικὸν ἐπιπίπτον ἐπὶ τὰ εἰρημένα πάθη. Ἐὰν γὰρ μὴ πρῶτον γνῷ ὁ ἄνθρωπος τί ἐστιν ὁ κόσμος, οὐδὲ φθάνει γνῶναι εἰς πόσα μέλη ἀπέχει ἀπὸ τοῦ κόσμου καὶ εἰς πόσα δέδεται ἐν αὐτῷ. Πολλοί εἰσιν οἵτινες ἐν δύο καὶ τρισὶ μέλεσιν ἀπέστησαν ἐκ τοῦ κόσμου καὶ ἐκώλυσαν ἑαυτοὺς ἐξ αὐτῶν καὶ ἐνόμισαν ἑαυτοὺς ξένους εἶναι τοῦ κόσμου ἐν τῇ διαγωγῇ αὑτῶν, διὰ τὸ μὴ συνιέναι καὶ ἰδεῖν σοφῶς, ὅτι ἐν δυσὶ μέλεσι τῷ κόσμῳ ἀπέθανον, καὶ τὰ λοιπὰ μέλη αὐτῶν ζῶσιν ἔνδοθεν τοῦ σώματος τῷ κόσμῳ. Ὅμως οὐδὲ εἰς τὰ πάθη αὑτῶν ἠδυνήθησαν αἰσθηθῆναι, καὶ ὅτι οὐκ ᾐσθήθησαν αὐτῶν, οὐδὲ περὶ τῆς θεραπείας αὐτῶν ἐφρόντισαν.

Ὁ κόσμος λέγεται ἐκ τῆς ἐξετάσεως τῆς θεωρίας καὶ σύστασις τοῦ περιεκτικοῦ ὀνόματος τοῦ ἐπιπίπτοντος ἐπὶ τὰ πάθη τὰ μεμερισμένα. Καὶ ὅτε θέλομεν ὀνομάσαι ὁλικῶς τὰ πάθη, ὀνομάζομεν αὐτὰ κόσμον. Καὶ ὅτε θέλομεν ἀφορίσαι αὐτὰ εἰς τὴν διαίρεσιν τῶν ὀνομάτων αὐτῶν, πάθη ὀνομάζομεν αὐτά.

Καὶ τὰ πάθη μέρη εἰσὶ τοῦ δρόμου τῆς διαδρομῆς τοῦ κόσμου, καὶ ὅπου λήγουσι τὰ πάθη, ἐκεῖ ὁ κόσμος ἔστη ἐκ τῆς διαδοχῆς αὐτοῦ. Τὰ δὲ πάθη εἰσὶ ταῦτα· ὁ πόθος τοῦ πλούτου, τὸ συνάξαι πράγματά τινα, ἡ τρυφὴ τοῦ σώματος ἀφ’ ἧς τὸ πάθος τῆς συζυγίας, ὁ πόθος τῆς τιμῆς ἐξ ἧς ὁ φθόνος βρύει, ἡ οἰκονομία τῆς ἀρχῆς, ἡ φυτίωσις τῆς εὐπρεπείας τῆς ἐξουσίας, ἡ κόσμησις καὶ ἡ περπερότης, ἡ ἀνθρωπίνη δόξα, ἥτις ἐστὶν αἰτία τῆς μνησικακίας, ὁ φόβος τοῦ σώματος.

Ὅπου ταῦτα παύονται τοῦ δρόμου, ἐκεῖ ἀπέθανεν ὁ κόσμος. Καὶ καθ’ ὅσον ἐκεῖ τινα μέρη ὑπολιμπάνεται ἐκ τούτων, κατὰ τοσοῦτον ἔξω μένει ὁ κόσμος, ἀργῶν ἐκ τῆς συστάσεως αὐτοῦ. Καθὼς περὶ τῶν ἁγίων ἔφη τις, ὅτι ὅτε ἔζων, ἦσαν τεθνηκότες· ζῶντες γὰρ τῇ σαρκί, οὐ σαρκικῶς ἔζων. Καὶ σὺ βλέπε ἐν ποίοις τούτων ζῇς, καὶ τότε γνώσῃ ἐν ποίοις μέρεσι ζῇς τῷ κόσμῳ, καὶ ὅπως τέθνηκας.

Ὅταν μάθῃς τί ἐστιν ὁ κόσμος, ἐκ τῆς διαφορᾶς τούτων μανθάνεις ἐν τίσι δέδεσαι ἐν τῷ κόσμῳ καὶ ἐν τίσι λέλυσαι ἐξ αὐτοῦ. Καὶ ἵνα συντόμως εἴπω, ὁ κόσμος ἐστὶν ἡ διαγωγὴ ἡ σαρκικὴ καὶ τὸ φρόνημα τῆς σαρκός. Διὰ τὸ ἀπᾶραι δὲ ἑαυτόν τινα ἐκ τούτων γινώσκεται ὅτι ἐξῆλθεν ἐκ τοῦ κόσμου.

Καὶ τὸ ἀπαλλοτριωθῆναι ἐκ τοῦ κόσμου, ἐκ τῶν δύο τούτων γινώσκεται, ἐκ τῆς καλλίστης διαγωγῆς καὶ ἐκ τῆς διαφορᾶς τῶν νοημάτων αὐτοῦ τοῦ νοός. Λοιπὸν ἐξ ὧν βλαστάνει ἐν τῇ διανοίᾳ σου περὶ τῶν πραγμάτων, ὑπὲρ ὧν μετεωρίζεται ἡ διάνοια ἐν τοῖς νοήμασιν αὐτοῖς, καὶ ἐκ τούτων φθάνεις τὸ μέτρον τῆς διαγωγῆς σου· ἐν ποίοις ἐπιποθεῖ ἡ φύσις χωρὶς κόπου καὶ ποῖά εἰσι βλαστήματα τὰ ἀδιάλειπτα καὶ ποῖά εἰσι τὰ κινούμενα ἀπὸ τοῦ συμβεβηκότος· καὶ εἰ ἡ διάνοια ἔλαβεν αἴσθησιν τὴν τῶν νοημάτων παντελῶς τῶν ἀσωμάτων καὶ ἐὰν ὅλη ὑλικῶς κινῆται, καὶ ταῦτα τὰ ὑλικά, ἐμπαθῆ εἰσίν. Αἱ σφραγῖδες γὰρ τῆς τῶν ἔργων σωματώσεως, ἐν αἷς φαντάζεται ἡ διάνοια ἀκουσίως ἐν πᾶσιν οἷς διαπράττεται, εἰσὶν αἱ ἀρεταί. Καὶ ἐξ αὐτῶν χωρὶς ἀσθενείας λαμβάνει τῆς θέρμης αἰτίαν καὶ τῆς συναγωγῆς τῶν λογισμῶν ἐν τῷ ἀγαθῷ σκοπῷ τοῦ καμεῖν σωματικῶς διὰ τὴν γυμνασίαν αὐτῆς, ἐὰν οὐκ ἐμπαθῶς ἐργάζηται αὐτά· καί, βλέπε, ἐὰν οὐκ ἀρρωστῇ ἡ διάνοια ἐν τῇ ἀπαντήσει τῶν σφραγίδων τῶν κρυπτῶν λογισμῶν, διὰ τὴν φλόγα τὴν κρείττονα τὴν κατὰ Θεόν, ἥτις συνήθης ἐστὶ τοῦ κόπτειν τὰς μνήμας τὰς ματαίας.

Ταῦτα τὰ σημεῖα τὰ μικρὰ τοῦ κεφαλαίου τούτου ἀρκοῦσι τῷ ἀνθρώπῳ τοῦ φωτίσαι αὐτόν, ἐὰν ἡσυχάζῃ καὶ ᾖ ἀφωρισμένος, ἀντὶ πολλῶν βιβλίων. Οὕτω κραταιότερός ἐστιν ἐν τῷ ἀνθρώπῳ ὁ φόβος τοῦ σώματος, ὥστε πολλάκις ἐκ τῶν ἐνδόξων καὶ ἐντίμων πραγμάτων μένειν ἄπρακτον ἐξ αὐτοῦ. Καὶ ὅτε παρακύψει ἐπὶ τῷ φόβῳ τοῦ σώματος ὁ φόβος τῆς ψυχῆς, τότε ἐξασθενεῖ ὁ φόβος τοῦ σώματος ἀπὸ ἔμπροσθεν τοῦ φόβου τῆς ψυχῆς, ὡς κηρὸς ἐκ τῆς δυνάμεως τῆς φλογὸς τῆς ἐν αὐτῷ.

Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΙ ΛΑʹ—ΛΒʹ ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΤΗΣ ΕΝ ΗΣΥΧΙΑι ΔΙΑΚΡΙΣΕΩΣ ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΝΟΟΣ ΕΞΟΥΣΙΑΣ ΚΑΙ ΜΕΧΡΙ ΤΙΝΟΣ ΕΧΕΙ ΤΑΥΤΗΝ ΤΗΝ ΕΞΟΥΣΙΑΝ ΤΟΥ ΚΙΝΗΣΑΙ ΤΑΣ ΙΔΙΑΣ ΚΙΝΗΣΕΙΣ ΕΝ ΤΗι ΔΙΑΦΟΡΑι ΤΩΝ ΤΗΣ ΠΡΟΣΕΥΧΗΣ ΣΧΗΜΑΤΩΝ. ΚΑΙ ΤΙΣ Ο ΤΗι ΦΥΣΕΙ ΔΕΔΟΜΕΝΟΣ ΟΡΟΣ ΤΗΣ ΠΡΟΣΕΥΧΗΣ ΚΑΙ ΤΙΝΟΣ ΜΕΧΡΙ ΕΞΟΥΣΙΑΖΕΙΣ ΕΝ ΑΥΤΗι ΠΡΟΣΕΥΧΕΣΘΑΙ· ΚΑΙ ΟΝ ΔΙΑΒΑΙΝΟΥΣΗΣ ΟΡΟΝ, ΜΗ ΕΙΝΑΙ ΤΑΥΤΗΝ ΠΡΟΣΕΥΧΗΝ, ΕΙ ΚΑΙ ΠΡΟΣΗΓΟΡΙΑι ΠΡΟΣΕΥΧΗΣ ΛΕΓΕΤΑΙ ΤΟ ΤΕΛΟΥΜΕΝΟΝ Δόξα τῷ ἐκχέαντι πλουσίως τὰς ἑαυτοῦ δωρεὰς ἐν τοῖς ἀνθρώποις, ὅτι, σαρκικοὺς ὄντας, ἐποίησεν αὐτοὺς λειτουργεῖν αὐτῷ ἐν τάξει τῶν ἀσωμάτων φύσεων καὶ κατηξίωσε τὴν τῶν χοϊκῶν φύσιν λαλῆσαι περὶ τοιούτων μυστηρίων, καὶ μάλιστα ἁμαρτωλούς, καθ’ ἡμᾶς, τοὺς μὴ ὄντας ἀξίους, μήτε ἀκοῦσαι τοιούτων λόγων, ἀλλὰ τῇ χάριτι αὑτοῦ διήνοιξε τὴν πώρωσιν τῆς καρδίας ἡμῶν, τοῦ κατανοῆσαι ἐκ τῆς θεωρίας τῶν Γραφῶν καὶ διδαχῆς τῶν μεγάλων Πατέρων.

Οὐ γὰρ ἠξιώθην ἐξ οἰκείου ἀγῶνος ἔχειν πεῖραν ἑνὸς ἐκ χιλίων, ὧν ἐν ταῖς ἐμαῖς χερσὶ διεθέμην, καὶ μάλιστα ἐν τῷδε τῷ συγγράμματι, ὅπερ μέλλω ἐκθέσθαι, πρὸς ἐρεθισμὸν καὶ φωτισμὸν τῶν ψυχῶν ἡμῶν καὶ τῶν ἐντυγχανόντων αὐτῷ, ἴσως ἂν ἐξυπνισθῶσι προσεγγίσαι τῇ ἐργασίᾳ ἐξ ἐπιθυμίας τούτου.

Ἄλλο ἐστὶν ἡ ἡδονὴ τῆς προσευχῆς καὶ ἕτερόν ἐστιν ἡ θεωρία τῆς προσευχῆς, τιμιωτέρα δὲ τῆς πρώτης ἡ δευτέρα, ὅσον ὁ τέλειος ἄνθρωπος τοῦ ἀτελοῦς παιδίου. Ἐνίοτε ἐφηδύνονται οἱ στίχοι ἐν τῷ στόματι καὶ στιχολογία ἀναρίθμητος γίνεται ἑνὸς στίχου ἐν τῇ προσευχῇ, μὴ συγχωροῦσα ἐπ’ ἄλλον στίχον δραμεῖν καὶ κόρον οὐκ οἶδεν.

Ἐνίοτε δὲ ἐκ τῆς προσευχῆς τίκτεται θεωρία τις καὶ τὴν προσευχὴν τῶν χειλέων ἐκκόπτει καὶ γίνεται ἐκεῖνος τῇ θεωρίᾳ σῶμα ἄπνουν, ἐκπεπληγμένος. Τὸ τοιοῦτον λέγομεν τὴν τῆς προσευχῆς θεωρίαν, καὶ οὐχὶ καθὼς οἱ ἄφρονες λέγουσιν, εἶδός τινος καὶ μορφὴν ἢ σχῆμα φαντασθέν.

Καὶ πάλιν ἐν τῇ θεωρίᾳ ταύτης τῆς προσευχῆς μέτρον ἐστὶ καὶ διάκρισις χαρισμάτων καὶ μέχρι τούτου προσευχή ἐστι. Διότι οὔπω διέβη ἡ διάνοια, τοῦ μὴ εἶναι προσευχήν, ὅπερ ἐστὶν ὑψηλότερον αὐτῆς. Αἱ γὰρ κινήσεις τῆς γλώττης καὶ τῆς καρδίας ἐν προσευχῇ κλεῖδές εἰσι, τὰ μέντοι μετὰ ταῦτα, εἴσοδος εἰς τὰ ταμεῖα. Παυσάσθω ἐνταῦθα πᾶν στόμα καὶ πᾶσα γλῶσσα καὶ καρδία, ἡ τῶν λογισμῶν ταμειοῦχος, καὶ νοῦς ὁ τῶν αἰσθήσεων κυβερνήτης, καὶ ἡ διάνοια, τὸ ταχυπετὲς ὄρνεον καὶ ἀναιδέστατον, καὶ πᾶσα τούτων μηχανὴ παυσάσθω.

Κἀνταῦθα μενέτωσαν οἱ ζητοῦντες, διότι παρέστη ὁ οἰκοδεσπότης.

[ΛΟΓΟΣ ΛΒʹ ΠΕΡΙ ΤΗΣ ΚΑΘΑΡΑΣ ΠΡΟΣΕΥΧΗΣ] Καθώσπερ πᾶσα ἡ δύναμις τῶν νόμων καὶ τῶν ἐντολῶν τῶν δοθεισῶν τοῖς ἀνθρώποις παρὰ Θεοῦ μέχρι τῆς καθαρότητος τῆς καρδίας διορίζεται κατὰ τὸν λόγον τῶν Πατέρων, οὕτω καὶ πάντες οἱ τρόποι καὶ τὰ σχήματα τῆς προσευχῆς, ἅτινα τῷ Θεῷ προσεύχονται οἱ ἄνθρωποι, μέχρι τῆς καθαρᾶς προσευχῆς διορίζονται. Οἵ τε γὰρ στεναγμοὶ καὶ οἱ γονυπετήσεις καὶ αἱ καρδιακαὶ δεήσεις καὶ οἱ γλυκύτατοι κλαυθμοὶ καὶ πάντα τὰ ἐν τῇ προσευχῇ σχήματα, καθὼς ἔφην, ἕως τῆς καθαρᾶς εὐχῆς τὸν ὅρον κέκτηνται καὶ ἐξουσίαν ἔχει κινεῖσθαι.

Ἀπὸ δὲ τῆς καθαρότητος τῆς προσευχῆς καὶ μέχρι τῶν ἔνδον, ἡνίκα τὸν ὅρον τοῦτον διαβῇ, οὐκ ἔτι ἕξει ἄδειαν ἡ διάνοια, οὔτε εἰς προσευχὴν οὔτε εἰς κίνησιν οὔτε κλαυθμοὺς οὔτε ἐξουσίαν οὔτε αὐτεξουσιότητα οὔτε δέησιν οὔτε ἐπιθυμίαν, ἤ τινος ἡδονὴν τῶν ἐν τῷδε τῷ βίῳ ἐλπιζομένων ἢ τῶν ἐν τῷ μέλλοντι αἰῶνι. Καὶ διὰ τοῦτο μετὰ τὴν καθαρὰν προσευχὴν ἄλλη προσευχὴ οὐκ ἔστι. Καὶ πᾶσα ταύτης κίνησις καὶ πάντα τὰ σχήματα ἕως ὧδε τὸν νοῦν ἀπάγουσι τῇ ἐξουσίᾳ τῆς αὐτεξουσιότητος· διὰ τοῦτο ἀγὼν ἐν αὐτῇ. Μετὰ δὲ τοῦτον τὸν ὅρον ἔκπληξις ἔσται τότε καὶ οὐχὶ προσευχή· διότι πέπαυται τὰ τῆς προσευχῆς, καὶ θεωρία τίς ἐστι, καὶ οὐχὶ προσευχὴν προσεύχεται ὁ νοῦς.

Πᾶς τρόπος προσευχῆς γινόμενος διὰ κινήσεων γίνεται, ἡνίκα δὲ ὁ νοῦς εἰσέλθῃ εἰς τὰς πνευματικὰς κινήσεις, ἐκεῖ προσευχὴν οὐκ ἔχει. Ἄλλο ἐστὶν ἡ προσευχὴ καὶ ἄλλο ἡ ἐν αὐτῇ θεωρία, εἰ καὶ ἐξ ἀλλήλων τὰς ἀφορμὰς λαμβάνουσιν.

Ἐκείνη μὲν γὰρ σπόρος, αὕτη δὲ δραγμάτων ἄρσις, ἔνθα θέᾳ ἀνεκλαλήτῳ ἐξίσταται ὁ θερίζων, πῶς ἐξ ἐλαχίστων καὶ γυμνῶν κόκκων, ὧν ἔσπειρε, τοιοῦτοι ἀνθηροὶ στάχυες ἐνώπιον αὐτοῦ ἐξαίφνης ἐβλάστησαν. Οὗτος μένει ἐν τῇ ἰδίᾳ γεωργίᾳ ἐκτὸς πάσης κινήσεως.

Διότι πᾶσα προσευχὴ γινομένη δέησίς ἐστιν ἢ αἴτησις ἢ εὐχαριστία ἢ αἴνεσις. Ἐξερεύνησον εἰ ἔστι μία τούτων ἤ τινος αἴτησις, ὅταν διαβῇ ὁ νοῦς τὸν ὅρον τοῦτον καὶ εἰσέλθῃ εἰς τὴν χώραν ἐκείνην. Τὸν γὰρ εἰδότα τὴν ἀλήθειαν ἐγὼ ἐρωτῶ· διότι οὐ πᾶσιν αὐτὴ ἡ διάκρισις, ἀλλ’ ἐκείνοις τοῖς θεαταῖς καὶ λειτουργοῖς τούτου τοῦ πράγματος γεγενημένοις ἢ παιδευθεῖσιν ὑπὸ τοιούτων πατέρων καὶ ἐκ τῶν στομάτων αὐτῶν τὴν ἀλήθειαν δεδιδαγμένοις καὶ ἐν ταύταις καὶ ταῖς τοιαύταις ζητήσεσι διαπεράσασι τὸν βίον αὐτῶν.

Ὥσπερ μόλις ἐκ μυριάδων ἀνθρώπων εἷς εὑρίσκεται πληρώσας τὰς ἐντολὰς καὶ τὰ νόμιμα μικρὸν ἐνδεῶς, καὶ φθάσας εἰς τὴν τῆς ψυχῆς καθαρότητα, οὕτως εἷς ἐκ χιλίων εὑρίσκεται καταξιωθεὶς φθάσαι μετὰ πολλῆς παραφυλακῆς εἰς τὴν καθαρὰν προσευχὴν καὶ διαρρῆξαι τὸν ὅρον τοῦτον καὶ τυχεῖν ἐκείνου τοῦ μυστηρίου. Διότι πολλοὶ τῆς καθαρᾶς προσευχῆς οὐδαμῶς ἠξιώθησαν, ἀλλ’ ὀλίγοι. Πρὸς δὲ τὸ μυστήριον ἐκεῖνο καὶ μετ’ ἐκείνην, καίπερ ἂν ὁ φθάσας μόλις εὑρίσκεται γενεὰ καὶ γενεὰ τῇ χάριτι τοῦ Θεοῦ.

Προσευχή ἐστι δέησις καὶ φροντὶς καί τινος ἐπιθυμία, ἢ λυτρώσεως τῶν ἐνθάδε πειρασμῶν ἢ τῶν μελλόντων ἢ ἐπιθυμία τῆς τῶν Πατέρων κληρουχίας, δέησις δὲ δι’ ἧς ὑπὸ Θεοῦ βοηθεῖται ἄνθρωπος. Ἐντὸς τούτων τῶν κινήσεων περιορίζονται αἱ τῆς ψυχῆς κινήσεις.

Ἡ μέντοι καθαρότης αὐτῆς καὶ ἡ μὴ καθαρότης οὕτως ἔχει. Ὅταν ἐν τῷ καιρῷ, ἐν ᾧ εὐτρέπισται ὁ νοῦς προσενέγκαι μίαν τῶν κινήσεων αὑτοῦ, ὧν εἴπομεν, συμμιγῇ αὐτῷ ἔννοιά τις ξένη ἢ ῥεμβασμὸς ἔν τινι, τότε οὐ καθαρὰ λέγεται ἐκείνη προσευχή. Διότι ἐκ τῶν μὴ καθαρῶν ζώων ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον Κυρίου, ὅπερ ἐστὶν ἡ καρδία, τὸ νοητὸν Θεοῦ θυσιαστήριον.

Ἐὰν δέ τις μνήμην ἄγῃ ἐκείνης τῆς ὑπὸ τῶν Πατέρων καλουμένης πνευματικῆς προσευχῆς καὶ μὴ συνιὼν τὴν δύναμιν τῶν λογίων τῶν Πατέρων καὶ εἴποι, αὕτη ἐκ τῶν τῆς πνευματικῆς προσευχῆς ὅρων ἐστίν, ἐγὼ μὲν οἶμαι, εἰ πρὸς τὴν τῆς κατανοήσεως ἔρευναν ἔλθῃ, βλασφημία ἔσται τὸ λέγειν τινὰ τῶν κτισμάτων, ὅτι ἡ πνευματικὴ προσευχὴ ὅλως κλίνει. Ἡ γὰρ κλίνουσα κάτωθέν ἐστι τῆς πνευματικῆς, πᾶσα δὲ πνευματικὴ κινήσεως ἠλευθέρωται. Καὶ εἰ μετὰ καθαρότητος μόλις τις προσεύχεται, τί εἴπωμεν περὶ τῆς πνευματικῆς;

Διότι ἔθος ἦν τοῖς ἁγίοις Πατράσι πάσας τὰς ἀγαθὰς κινήσεις καὶ τὰς πνευματικὰς ἐργασίας τῷ τῆς προσευχῆς ὀνόματι προσαγορεύειν. Οὐ μόνοις δὲ τούτοις, ἀλλὰ καὶ πᾶσι τοῖς πεφωτισμένοις τῇ γνώσει, τὰς καλὰς ἐργασίας παραπλησίως τῇ προσευχῇ λογίζεσθαι εἴωθε, καὶ τούτου φανεροῦ ὄντος ὅτι ἕτερόν ἐστι προσευχὴ καὶ ἕτερά ἐστι τὰ ἐκτελούμενα πράγματα.

Ἐνίοτε δὲ ταύτην τὴν λεγομένην πνευματικὴν προσευχήν, ἔν τισιν ὁδὸν προσαγορεύουσι, καὶ ἐν ἄλλοις γνῶσιν, ἐν ἑτέροις δὲ ὀπτασίαν νοεράν. Ὁρᾷς πῶς διαλλάσσουσιν οἱ Πατέρες τὰς προσηγορίας ἐν τοῖς πνευματικοῖς πράγμασιν; Αὕτη γὰρ ἡ ἀκρίβεια τῶν ὀνομάτων τοῖς ἐνταῦθα συνίσταται πράγμασιν, ὑγιὲς δὲ ἢ ἀληθινὸν ὄνομα τοῖς τοῦ μέλλοντος αἰῶνος πράγμασιν οὐδαμῶς, ἀλλὰ μία γνῶσις ἁπλῆ ὑπεράνω πάσης προσηγορίας καὶ παντὸς στοιχείου καὶ μορφῆς καὶ χροιᾶς καὶ σχήματος καὶ συνθέτων ὀνομάτων. Διὰ τοῦτο, ἡνίκα ὑψωθῇ ἡ γνῶσις τῆς ψυχῆς ἐκ τοῦ ὁρατοῦ κόσμου, ὡς βούλονται οἱ Πατέρες χρῶνται τοῖς δηλωτικοῖς αὐτῆς, καθότι τὰ ὀνόματα αὐτῆς ἐν ἀκριβείᾳ οὐδεὶς ἐπίσταται. Ἀλλ’, ἵνα ἐπιστηρίξωσιν αὐτῇ τοὺς ψυχικοὺς διαλογισμούς, προσηγορίαις χρῶνται καὶ παραβολαῖς, κατὰ τὸ λόγιον τοῦ ἐν ἁγίοις Διονυσίου εἰπόντος, ὅτι ἐν παραβολαῖς καὶ συλλαβαῖς καὶ ὀνόμασιν ἐνδεχομένοις, καὶ ῥήμασι χρώμεθα τῶν αἰσθήσεων ἕνεκα. Ἡνίκα δὲ τῇ ἐνεργείᾳ τοῦ Πνεύματος κινηθῇ ἡ ψυχὴ πρὸς ἐκεῖνα τὰ θεῖα, περιττὸν ἡμῖν ἐστι τότε αἵ τε αἰσθήσεις καὶ αἱ δι’ αὐτῶν ἐνέργειαι. Ὥσπερ αἱ δυνάμεις τῆς ψυχῆς τῆς πνευματικῆς περιτταί εἰσιν, ἡνίκα ἡ ψυχὴ ὁμοία τῇ θεότητι κατασταθῇ τῇ ἀκαταλήπτῳ ἑνότητι καὶ φωτισθῇ τῇ ἀκτῖνι τοῦ ὑψηλοῦ φωτὸς ἐν ταῖς ἑαυτῆς κινήσεσι.

Λοιπόν, ἀδελφέ, πίστευε, ὅτι ἐξουσίαν ἔχει διακρίνειν ὁ νοῦς τὰς ἑαυτοῦ κινήσεις, ἕως τοῦ τόπου τῆς ἐν προσευχῇ καθαρότητος, ὅταν δὲ φθάσῃ ἐκεῖ καὶ μὴ στραφῇ εἰς τὰ ὀπίσω ἢ καταλείψῃ τὴν προσευχήν, τότε γίνεται ἡ προσευχὴ ὥσπερ τις μεσίτις μεταξὺ τῆς ψυχικῆς καὶ τῆς πνευματικῆς. Ὅταν μὲν κινηθῇ, ἐν τῇ ψυχικῇ χώρᾳ ἐστίν, ὅταν δὲ εἰς ἐκείνην τὴν χώραν εἰσέλθῃ, παύεται τῆς προσευχῆς.

Οἱ γὰρ ἅγιοι ἐν τῷ μέλλοντι αἰῶνι οὐ προσευχῇ προσεύχονται, ὅταν ὁ νοῦς αὐτῶν καταποθῇ ὑπὸ τοῦ Πνεύματος, ἀλλὰ μετὰ καταπλήξεως ἐναυλίζονται ἐν τῇ εὐφραινούσῃ δόξῃ. Οὕτω καὶ ἐν ἡμῖν· ἡνίκα ἀξιωθῇ ὁ νοῦς αἰσθάνεσθαι τῆς μελλούσης μακαριότητος, καὶ ἑαυτοῦ ἐπιλανθάνεται καὶ πάντων τῶν ἐνθάδε καὶ οὐκ ἔτι ἕξει κίνησιν ἔν τισι.

Τούτου ἕνεκεν μετὰ πεποιθήσεως θαρρεῖ τις λέγειν, ὅτι πᾶσαν ἀρετὴν γινομένην καὶ πᾶσαν τάξιν προσευχῆς, εἴτε ἐν σώματι εἴτε ἐν διανοίᾳ, τὸ αὐτεξούσιον τοῦ θελήματος ὁδηγεῖ καὶ κινεῖ, καὶ αὐτὸν τὸν νοῦν τὸν ὄντα βασιλέα τῶν παθῶν διὰ τῶν αἰσθήσεων. Ἡνίκα δὲ τοῦ Πνεύματος ἡ διοίκησις καὶ ἡ οἰκονομία κυριεύει τοῦ νοός, τοῦ τῶν αἰσθήσεων καὶ λογισμῶν οἰκονόμου, ἀφαιρεῖται τὸ αὐτεξούσιον ἀπὸ τῆς φύσεως, καὶ ὁδηγίᾳ ὁδηγεῖται τότε καὶ οὐχ ὁδηγήσει. Καὶ ποῦ τότε ἔσται ἡ προσευχή, ἡνίκα ἡ φύσις μὴ ἰσχύῃ ἐξουσίαν ἔχειν καθ’ ἑαυτῆς, ἀλλ’ ἑτέρᾳ δυνάμει ὁδηγεῖται ἔνθα οὐ γινώσκει, οὐδὲ τὰς κινήσεις τῆς διανοίας κατορθῶσαι δυνηθῇ ἐν οἷς ἂν βούληται, ἀλλ’ αἰχμαλωσίᾳ κατακρατεῖται ἐν τῇ ὥρᾳ ἐκείνῃ καὶ ὑπ’ αὐτῆς ὁδηγεῖται ἔνθα οὐκ αἰσθάνεται; Ἀλλ’ οὐδὲ θέλησιν ἕξει τηνικαῦτα, οὔτε εἰ ἐν σώματί ἐστιν ἢ ἐκτὸς τοῦ σώματος οἶδε, κατὰ τὴν τῆς Γραφῆς μαρτυρίαν. Λοιπὸν ἔσται ἆρα τῷ οὕτως αἰχμαλωτισθέντι καὶ ἑαυτὸν μὴ εἰδότι προσευχή;

Διὰ τοῦτο μηδεὶς βλασφημείτω καὶ λέγειν θαρρείτω, δυνατὸν εἶναι προσεύχεσθαι τὴν πνευματικὴν προσευχήν. Ταύτῃ γὰρ τῇ τόλμῃ καταχρῶνται οἱ μετὰ ἀλαζονείας Προσευχόμενοι καὶ ἰδιῶται τῇ γνώσει καὶ ἑαυτοῖς καταψεύδονται, ὅτι, ὅταν βούλωνται, προσεύχονται τὴν πνευματικὴν προσευχήν. Οἱ δὲ ταπεινόφρονες καὶ νοήμονες συγκαταβαίνουσι μαθεῖν παρὰ τῶν Πατέρων καὶ γνῶναι τοὺς ὅρους τῆς φύσεως, καὶ ταύτῃ τῇ τόλμῃ τὰς ἑαυτῶν διανοίας δοῦναι οὐκ ἀνέχονται.

Ἐρώτησις Καὶ τίνος ἕνεκεν, ἐπεὶ οὐκ ἔστι προσευχή, τῇ τῆς προσευχῆς ἐπωνυμία προσαγορεύεται αὕτη ἡ ἀνεκλάλητος χάρις;

Ἀπόκρισις. Τὸ αἴτιον οὕτως εἶναι λέγομεν· διότι ἐν τῷ καιρῷ τῆς προσευχῆς δίδοται τοῖς ἀξίοις καὶ ἐκ τῆς προσευχῆς ἔχει τὴν ἀφορμήν. Καθότι οὐκ ἔστι ταύτῃ τῇ ἐπιδόξῳ τόπος ἐπιφοιτήσεως, ἀλλ’ ἢ τὸν τοιοῦτον καιρὸν κατὰ τὴν τῶν Πατέρων μαρτυρίαν. Διά τοι τοῦτο τῇ ἐπωνυμίᾳ τῆς προσευχῆς προσαγορεύεται, διότι ἐκ τῆς προσευχῆς ὁδηγεῖται ὁ νοῦς πρὸς ἐκείνην τὴν μακαριότητα, καὶ διὰ τὸ τὴν προσευχὴν ταύτης εἶναι αἰτίαν καὶ ἐν ἄλλοις καιροῖς χώραν οὐκ ἔχειν, ὡς δηλοῦσι τὰ συγγράμματα τῶν Πατέρων. Εἴδομεν γὰρ πολλοὺς τῶν ἁγίων, ὡς καὶ ἐν τοῖς βίοις αὐτῶν ἐστιν, ἱσταμένους εἰς προσευχὴν καὶ ἁρπαγέντας τὸν νοῦν.

Ἀλλ’ ἐάν τις ἐρωτήσῃ, Τίνος χάριν ἐν τῷ καιρῷ τούτῳ μόνον γίνονται ταῦτα τὰ μεγάλα καὶ ἀνεκλάλητα χαρίσματα; Ἐροῦμεν· Διότι ἐν τούτῳ τῷ καιρῷ πλέον παντὸς καιροῦ ὁ ἄνθρωπος ηὐτρεπισμένος καὶ συνηγμένος τυγχάνει τοῦ προσέχειν τῷ Θεῷ καὶ ἐπιθυμῶν καὶ ἐκδεχόμενος παρ’ αὐτοῦ τὸ ἔλεος.

Καὶ συντόμως εἰπεῖν, καιρός ἐστι στάσεως τῆς ἐπὶ τοῦ βασιλέως πύλης εἰς τὸ δέεσθαι. Καὶ ἡ αἴτησις τοῦ δεομένου καὶ παρακαλοῦντος ἐν τούτῳ τῷ καιρῷ πρέπει δοθῆναι. Ποῖος γὰρ ἄλλος καιρός ἐστιν, ἐν ᾧ ὁ ἄνθρωπος ηὐτρεπισμένος καὶ ἐν παραφυλακῇ τυγχάνει, ὡς ὁ καιρὸς ἐν ᾧ προσεύχεσθαι μέλλει; Ἢ πρέπον ἐστὶν ἴσως ἐν τῷ καιρῷ ἐν ᾧ καθεύδει ἢ ἐργάζεταί τι ἢ πεφυρμένος τὸν νοῦν γίνεται, τυχεῖν ἑνὸς τῶν τοιούτων; Ἰδοὺ γάρ, εἰ καὶ οἱ ἅγιοι καιρὸν ἀργίας οὐ ἔχουσι, διότι ἐν πάσῃ ὥρᾳ ἠσχολημένοι εἰσὶν ἐν τοῖς πνευματικοῖς, ἀλλ’ οὖν ἔστιν ὅταν μὴ ἐν ἑτοιμασίᾳ τῆς προσευχῆς ἱστάμενοι ὦσι· πολλάκις γὰρ ἢ μελετῶσιν ἔν τισι τῶν ἐν τῇ βίβλῳ ἢ ἐν τῇ θεωρίᾳ τῶν κτισμάτων, μετὰ καὶ τῶν ἄλλων τῶν ὄντων ἐπωφελῶν.

Ἀλλ’ ἐν τῷ καιρῷ τῆς προσευχῆς, τῷ Θεῷ μόνῳ προσέχει τοῦ νοὸς ἡ θεωρία καὶ πρὸς αὐτὸν τείνει πάσας τὰς κινήσεις αὐτοῦ καὶ δεήσεις ἐκ καρδίας μετὰ σπουδῆς καὶ θέρμης διηνεκοῦς προσάγει αὐτῷ. Καὶ διὰ τοῦτο ἐν τούτῳ τῷ καιρῷ, ἐν ᾧ μονωτάτη φροντὶς ἔγκειται τῇ ψυχῇ, πρέπον ἐστὶν ἐξ αὐτοῦ βρύειν θείαν εὐμένειαν. Ἰδοὺ γὰρ βλέπομεν, ὅτι ἡνίκα ὁ ἱερεὺς εὐτρεπισθῇ καὶ εἰς προσευχὴν στῇ, ἐξευμενιζόμενος τὸ θεῖον καὶ δεόμενος καὶ συνάγων τὸν νοῦν, τότε ἐπιφοιτᾷ τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ τῷ ἄρτῳ καὶ τῷ οἴνῳ τῷ ἐπιτεθειμένῳ ἐπὶ τῷ θυσιαστηρίῳ.

Καὶ τῷ Ζαχαρίᾳ δὲ ἐν τῷ καιρῷ τῆς προσευχῆς ὤφθη ὁ Ἄγγελος καὶ τὸν Ἰωάννου τόκον προευηγγελίσατο. Ὁμοίως καὶ τῷ Πέτρῳ ἐπὶ τῷ δωματίῳ προσευχομένῳ ἐν τῷ καιρῷ τῆς ἕκτης ὥρας ὤφθη ἡ ὀπτασία ἡ ὁδηγήσασα ἐπὶ τὴν τῶν ἐθνῶν πρόσκλησιν, διὰ τῆς κατενεχθείσης οὐρανόθεν ὀθόνης καὶ τῶν ἐν αὐτῇ ζώων. Καὶ τῷ Κορνηλίῳ προσευχομένῳ ὤφθη Ἄγγελος καὶ εἶπεν αὐτῷ τὰ περὶ αὐτοῦ γεγραμμένα. Καὶ πάλιν Ἰησοῦ, τῷ υἱῷ Ναυῆ, ἐπὶ πρόσωπον κεκυφότι ἐν προσευχῇ, ἐλάλησεν αὐτῷ ὁ Θεός. Καὶ πάλιν ἐκ τοῦ ἱλαστηρίου τοῦ ἄνωθεν τῆς κιβωτοῦ, ἐξ οὗ ὁ ἱερεὺς ἐμυεῖτο θεόθεν τὰς ὀπτασίας ἑκάστου τῶν ὀφειλομένων ἐν τῷ καιρῷ, ἐν ᾧ ὁ ἀρχιερεὺς ἅπαξ τοῦ ἑνιαυτοῦ εἰσήρχετο ἐν τῷ φρικώδει καιρῷ τῆς προσευχῆς, τῶν φυλῶν πασῶν τῶν υἱῶν Ἰσραὴλ συνηγμένων καὶ ἐν τῇ ἐξωτέρᾳ ἱσταμένῳ σκηνῇ εἰς προσευχήν, ἡνίκα εἰσήρχετο ὁ ἀρχιερεὺς εἰς τὰ ἅγια τῶν ἁγίων καὶ ἔρριπτεν ἑαυτὸν ἐπὶ πρόσωπον, ἤκουε τῶν λογίων τοῦ Θεοῦ δι’ ὀπτασίας φοβερᾶς καὶ ἀνεκλαλήτου. Ὦ τί φοβερὸν ἐκεῖνο τὸ μυστήριον, ὃ ἐλειτουργεῖτο ἐν ἐκείνῳ τῷ πράγματι! Οὕτω καὶ πᾶσαι αἱ ὀπτασίαι αἱ ἐν τοῖς ἁγίοις φανεῖσαι ἐν τῷ καιρῷ τῆς εὐχῆς γίνονται.

Ποῖος γὰρ καιρὸς ἕτερος ἅγιος καὶ τῷ ἁγιασμῷ πρέπων ἐν τῇ εἰσδοχῇ τῶν χαρισμάτων, ὡς ὁ τῆς προσευχῆς καιρός, ἐν ᾧ συνδιαλέγεταί τις τῷ Θεῷ; Ἐν τούτῳ γὰρ τῷ καιρῷ, ἐν ᾧ αἱ πρὸς Θεὸν λιταὶ καὶ δεήσεις καὶ αἱ μετ’ αὐτοῦ συντυχίαι γίνονται, πάσας τὰς κινήσεις καὶ ἐνθυμήσεις πανταχόθεν μετὰ βίας συνάγει ὁ ἄνθρωπος καὶ ἐν τῷ Θεῷ μόνῳ διαλογίζεται καὶ τὴν καρδίαν αὑτοῦ ἐμπιπλαμένην ἐξ αὐτοῦ ἔχει, κἀντεῦθεν συνίησι τὰ ἀκατάληπτα· τὸ γὰρ Πνεῦμα τὸ ἅγιον κατὰ τὸ μέτρον ἑκάστου κινεῖται ἐν αὐτῷ, καὶ ἐξ ὧν τις προσεύχεται ὕλην λαβών, κινεῖται ἐν αὐτῷ. Ὥστε ἐν τῇ προσοχῇ ἡ προσευχὴ ἐκκόπτεται τῆς κινήσεως καὶ ἐν τῇ ἐκπλήξει καταπλήττεται καὶ καταποθεῖται ὁ νοῦς καὶ τῆς ἐπιθυμίας τοῦ ἰδίου αἰτήματος ἐπιλανθάνεται.

Καὶ ἐν βαθείᾳ μέθῃ βαπτίζονται αἱ κινήσεις αὐτοῦ καὶ οὐκ ἔστιν ἐν τούτῳ τῷ κόσμῳ, καὶ τότε οὐκ ἔσται ἐκεῖ διαφορὰ ψυχῆς οὐδὲ σώματος οὔτε τινὸς μνήμη. Καθὼς ἔφη ὁ θεῖος καὶ μέγας Γρηγόριος· «Προσευχή ἐστι καθαρότης νοός, ἥτις μόνη ἐκ τοῦ φωτὸς τῆς ἁγίας Τριάδος μετ’ ἐκπλήξεως τέμνεται».

Ὁρᾷς πῶς τέμνεται ἡ προσευχὴ διὰ τῆς ἐκπλήξεως τῆς κατανοήσεως ἐκείνων τῶν ἐξ αὐτῆς τικτομένων ἐν τῷ νοΐ, καθὼς προέφην ἐν τῇ ἀρχῇ τοῦ συγγράμματος καὶ ἐν ἄλλοις πολλοῖς τόποις; Καὶ πάλιν ὁ αὐτὸς ἔχει. «Καθαρότης νοός ἐστι μετεωροπορία τῶν νοητῶν, ἥτις ἁμιλλᾶται τῇ οὐρανίῳ χροιᾷ, ἐφ’ ᾗ διαυγάζει ἐν τῷ καιρῷ τῆς προσευχῆς τὸ φῶς τῆς ἁγίας Τριάδος».

Ἐρώτησις. Καὶ πότε ἀξιοῦταί τις ταύτης τῆς χάριτος ὅλης;

Ἀπόκρισις. Ἐν τῷ καιρῷ τῆς προσευχῆς, φησίν, ὅταν ὁ νοῦς ἀποδύηται τὸν παλαιὸν ἄνθρωπον καὶ ἐνδύηται τὸν νέον τῆς χάριτος, τότε τὴν ἑαυτοῦ καθαρότητα ὄψεται ὁμοίαν τῇ ἐπουρανίῳ χροιᾷ, ἥτις Θεοῦ τόπος ὑπὸ τῆς γερουσίας τῶν υἱῶν Ἰσραὴλ ὠνόμασται, ἡνίκα ὤφθη αὐτοῖς ἐν τῷ ὄρει. Οὐκοῦν, ὡς εἶπον, οὐχὶ πνευματικὴν προσευχὴν δεῖ καλεῖν ταύτην τὴν δωρεὰν τὴν χάριν, ἀλλὰ τοκετὸν τῆς καθαρᾶς προσευχῆς, τῆς διὰ τοῦ ἁγίου Πνεύματος καταπεμπομένης. Τότε ὁ νοῦς ἐκεῖσε ὑπεράνω τῆς προσευχῆς γίνεται καὶ ἐν τῇ εὑρέσει τῆς κρείττονος, ἡ προσευχὴ καταλείπεται. Καὶ τότε οὐ προσευχῇ προσεύχεται, ἀλλ’ ἐν ἐκστάσει γίνεται ἐν τοῖς ἀκαταλήπτοις πράγμασι, τοῖς ὑπερκειμένοις τοῦ τῶν θνῃσκόντων κόσμου, καὶ σεσίγηται ἐν ἀγνοίᾳ πάντων τῶν ἐνθάδε. Αὕτη ἐστὶν ἡ ἄγνοια, ἡ ὑπερτέρα τῆς γνώσεως, ἥτις εἴρηται. Αὕτη ἐστὶ περὶ ἧς εἴρηται, μακάριος ὁ καταλαβὼν τὴν ἄγνοιαν, τὴν τῆς προσευχῆς ἀχώριστον, ἧς ἀξιωθείημεν χάριτι τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ.

Ὧι πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.