Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Ἀσκητικαὶ ὁμιλίαι

Ἰσαὰκ ὁ Σύρος

Λόγοι ΝΕ΄-ΝΖ΄: Αφορμές των παθών, θεία οικονομία και πνευματική αλλοίωση

Η σημασία της απομάκρυνσης από τις αιτίες της αμαρτίας, η ερμηνεία των ασκητικών αρετών, και η υπομονή απέναντι στο πνευματικό σκότος και την ακηδία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 10 από 11

ΛΟΓΟΣ ΝΕʹ ΠΕΡΙ ΠΑΘΩΝ Ὦ τί γλυκεῖαί εἰσιν αἱ ἀφορμαὶ τῶν παθῶν! Τὰ μὲν γὰρ πάθη ἐνίοτε δύναταί τις κόψαι καὶ ἐν τῷ μακρυσμῷ αὐτῶν γαληνιᾷ καὶ εὐφραίνεται ἐν τῷ παύεσθαι αὐτά, τὰς μέντοι αἰτίας λιπεῖν οὐ δύναται. Διὰ τοῦτο μὴ θέλοντες πειραζόμεθα.

Καὶ ἐν μὲν τοῖς πάθεσι λυπούμεθα, τὰς δὲ ἀφορμὰς ἐμμένειν ἐν ἡμῖν ἀγαπῶμεν· τὰς ἁμαρτίας οὐκ ἐφιέμεθα, τὰς δὲ ἐπιφερούσας ἡμῖν αὐτὰς αἰτίας μεθ’ ἡδονῆς δεχόμεθα. Τούτου ἕνεκεν παραίτιοι γίνονται τῇ ἐνεργείᾳ αἱ δεύτεραι τῶν πρώτων.

Ὁ τὰς ἀφορμὰς τῶν παθῶν ἀγαπῶν ὑποχείριός ἐστιν ἄκων καὶ μὴ βουλόμενος, καὶ δεδούλωται τοῖς πάθεσιν. Ὁ μισῶν τὰς ἰδίας ἁμαρτίας παύσεται ἀπ’ αὐτῶν, καὶ ὁ ὁμολογῶν αὐτάς, τεύξεται τῆς ἀφέσεως. Ἀδύνατον δέ τινι τὴν ἕξιν τῆς ἁμαρτίας καταλιπεῖν, πρὶν ἔχθραν κτήσηται μετ’ αὐτῆς καὶ ἀφέσεως τυχεῖν πρὸ τῆς τῶν πλημμελημάτων ἐξομολογήσεως. Ἡ μὲν γὰρ ταπεινώσεώς ἐστιν ἀληθοῦς αἰτία, ἡ δὲ κατανύξεως, ἀπὸ αἰσχύνης ἀκολουθούσης τῇ καρδίᾳ.

Ἐὰν μὴ μισήσωμεν τὰ μέμψεως ἄξια, οὐ δυνάμεθα αἰσθάνεσθαι τῆς δυσωδίας τῆς ἐνεργείας αὐτῶν, οὐδὲ τοῦ βρώμου αὐτῶν ἐν ὅσῳ φέρομεν ταῦτα ἐν ταῖς ἰδίαις ψυχαῖς. Ἕως ἣν ἀπορρίψῃς τὸ ἄτοπον ἐκ σοῦ, οὐ γνώσῃ ποίᾳ αἰσχύνῃ περιπεπλεγμένος εἶ, οὐδὲ τὴν ἐξ αὐτῆς ἐρυθρίασιν. Ὅταν δὲ ἐν ἄλλοις κατίδῃς τὸ σὸν φορτίον, τότε μαθήσῃ τὴν ἐπικειμένην σοι αἰσχύνην. Ἀπόστα τοῦ κόσμου καὶ τηνικαῦτα γνώσῃ τὸ δυσῶδες αὐτοῦ. Ἐὰν γὰρ μὴ ἀποστῇς, οὐ μὴ μάθῃς πῶς, ἀλλὰ μᾶλλον καὶ ὡς ὀσμὴν καλὴν περιβαλεῖς τὴν δυσωδίαν αὐτοῦ καὶ τὴν γύμνωσιν τῆς σῆς αἰσχύνης ὡς καταπέτασμα δόξης λογίσῃ.

Μακάριος μακρυνθεὶς ἀπὸ τοῦ κόσμου καὶ τοῦ σκότους αὐτοῦ, καὶ μόνῳ προσεσχηκὼς ἑαυτῷ. Οὐ γὰρ δύναται ἡ διόρασις οὔτε ἡ διάκρισις ἐνεργῆσαι ἢ ὑπουργῆσαι τῷ ἐν μέσῳ τῶν ματαίων ἀνατρεφομένῳ. Πῶς γὰρ ἡ θολουμένη τούτου διάκρισις διακρίναι δυνηθείη τὸ δέον; Μακάριος ὁ καταλείψας τὴν κάρωσιν τῆς μέθης αὑτοῦ καὶ τὸ ἀκόρεστον τῆς κραιπάλης αὑτοῦ ἐν ἄλλοις κατιδὼν ὁποῖόν ἐστι. Τότε γὰρ γνώσετε τὴν ἰδίαν αἰσχύνην. Ἐν ὅσῳ δέ τις τὴν κραιπάλην τῆς μέθης τῶν ἁμαρτιῶν αὑτοῦ ἐν ἑαυτῷ φέρει, ὡς εὐπρεπῆ φαίνονται πάντα αὐτῷ τὰ ὑπ’ αὐτοῦ πραττόμενα. Ὅταν γὰρ ἡ φύσις ἔξω γένηται τῆς ἰδίας τάξεως, ἐξίσου ἐστίν, εἴτε οἴνῳ εἴτε ἐπιθυμίαις μεμεθυσμένη ᾖ. Διότι ἀμφότερα τοῦ καθήκοντος ἐκβάλλουσι καὶ μίαν ἔκκαυσιν ἀμφότερα κινοῦσι ἐν τῷ σώματι, ἐν ᾧ φέρονται.

Οἱ μὲν γὰρ τρόποι διάφοροι, τὸ δὲ συγκέρασμα ἕν. Καὶ ἡ μετάθεσις μὲν μία, αἱ δὲ διαφοραὶ τῶν αἰτιῶν ἄνισοι τυγχάνουσι, διακρίνονται δὲ καὶ κατὰ τὴν ὑποδοχὴν ἑκάστου. Πάσῃ ἀνέσει ἕπεται ταλαιπωρία καὶ πάσῃ διὰ Θεὸν ταλαιπωρία, ἄνεσις ἀκολουθεῖ. Εἰ πάντα τὰ ἐν τῷ κόσμῳ τούτῳ φθορᾷ ὑπόκειται, καὶ ἡ φθορὰ διὰ τῶν ἐναντίων γίνεται, ἢ ἐνθάδε ἢ ἐν τῷ μέλλοντι αἰῶνι ἢ ἐν τῷ καιρῷ τῆς ἐξόδου.

Καὶ μάλιστα τῇ ἐξ ἀκολασίας ἡδονῇ ἢ τῇ κακοπαθείᾳ τῇ ἐναντιουμένῃ τῇ ἡδονῇ ταύτῃ, τῇ γινομένῃ διὰ ἁγιασμοῦ· καὶ τοῦτο ὑπὸ φιλανθρωπίας οἰκονομεῖ ὁ Θεὸς ἢ ἐν αὐτῇ τῇ ὁδῷ ἢ ἐν τῷ τέλει αὐτῆς γεύσασθαι τῆς κολάσεως καὶ τῆς χαρᾶς διὰ τὸ πλούσιον αὐτοῦ ἔλεος· ταύτην ὥς τινα ἀμοιβήν, τὴν δὲ ὡς ἀρραβῶνα.

Διότι οὐ κωλύει τὸ κέρδος τοῦ ἀγαθοῦ μέχρι τῆς ἐσχάτης ὥρας. Τὸ μέντοι κακὸν καὶ κωλύει, διὰ τὸ κακωθῆναι τὸν ἄξιον κολάσεως, ὡς γέγραπται· ὁ παιδευόμενος ἐνταῦθα διὰ τὴν ἰδίαν αἰσχύνην, ἐκ τῆς ἰδίας γεέννης ἐσθίει.

Παραφυλάττου ἐκ τοῦ ἰδίου αὐτεξουσίου τοῦ προηγουμένου τῆς πονηρᾶς δουλείας. Παραφυλάττου ἐκ τῆς παρακλήσεως τῆς προηγουμένης τοῦ πολέμου. Παραφυλάττου ἐκ τῆς γνώσεως τῆς προηγουμένης τῆς τῶν πειρασμῶν ἀπαντήσεως, ὡς ἐπὶ τὸ πλεῖστον δὲ ἐκ τῆς ἐφέσεως τῆς πρὸ τῆς τελειώσεως τῆς μετανοίας. Εἰ γὰρ πάντες ἁμαρτωλοί ἐσμεν καὶ οὐδεὶς ὑπέρτερος τῶν πειρασμῶν, οὐδεμία ἄρα τῶν ἀρετῶν ὑψηλοτέρα τῆς μετανοίας, ὅτι οὐδὲ τελειωθῆναι δύναται τὸ ἔργον αὐτῆς πώποτε· προήκει γὰρ αὕτη πᾶσιν, ἁμαρτωλοῖς καὶ δικαίοις πάντοτε, τοῖς βουλομένοις σωτηρίας τυχεῖν, καὶ οὐδεὶς ἐστὶν ὅρος τελειώσεως, ὅτι ἡ τελειότης καὶ τῶν τελείων ὄντως ἀτέλεστος.

Διά τοι τοῦτο ἡ μετάνοια οὔτε καιροῖς οὔτε πράξει περιορίζεται ἕως θανάτου. Μνημόνευε ὅτι πάσῃ ἡδονῇ ἑπομένῃ ἐστὶν ἡ ἀηδία καὶ πικρότης ὡς δευτερεύουσα. Παραφυλάττου ἀπὸ τῆς χαρᾶς τῆς μὴ ἐχούσης συνεζευγμένην τὴν αἰτίαν τῆς ἀλλοιώσεως. Πᾶν γὰρ ὃ κεκρυμμένην ἄνωθεν τὴν οἰκονομίαν ἔχει, οὐ δύναται καταλαβεῖν οὔτε γνῶναι τὸν ὅρον καὶ τὴν αἰτίαν τῆς ἀλλοιώσεως αὐτοῦ. Ἀπ’ ἐκείνων φοβοῦ, ὧν ὑπολαμβάνεις ὀρθότητα ἔχειν. Διότι ἔξωθεν τῆς ὁδοῦ λέγεται τούτων ὁδεύειν. Ἐκεῖνος ὁ ἐν σοφίᾳ εἰδὼς διοικῆσαι τὴν ὁλκάδα τοῦ κόσμου, ἀλλοίωσιν συνέμιξε πᾶσι τοῖς αὐτοῦ, καὶ τὸ ἔξωθεν τούτου σκίασμά ἐστιν.

Ἕπεται τῇ ἀνέσει τῶν μελῶν ἡ τῶν λογισμῶν ἔκστασις καὶ φύρσις, καὶ τῇ ἀμέτρῳ ἐργασίᾳ ἀκηδία, καὶ τῇ ἀκηδίᾳ ἔκστασις. Διαφέρει δὲ ἔκστασις ἐκστάσεως. Τῇ μὲν γὰρ πρώτῃ τῇ ἐκ τῆς ἀνέσεως ἐκστάσει ἕπεται ὁ πόλεμος τῆς πορνείας, τῇ δὲ δευτέρᾳ τῇ ἐκ τῆς ἀκηδίας ἡ τοῦ ἰδίου ἡσυχαστηρίου κατάληψις καὶ ἀπὸ τόπου εἰς τόπον μετακίνησις. Τῇ δὲ ἐμμέτρῳ καὶ ἐπιπόνως διαμενούσῃ ἐργασίᾳ τιμὴ οὐκ ἔστι. Τούτων δὲ ἡ μείωσις μὲν πληθύνει τὴν ἡδονήν, ἡ ἀμετρία δὲ τὴν ἔκστασιν.

Ὑπόμεινον τὴν ἀφροσύνην τῆς φύσεώς σου, τὴν ἐν σοὶ νικῶσάν σε, ἀδελφέ, διότι ηὐτρέπισε γενέσθαι ἐν ἐκείνῃ τῇ σοφίᾳ τῇ ἀΐδιον ἐχούσῃ τῆς ἀρχῆς τὸν στέφανον. Μὴ δειλιάσῃς ἐκ τῆς ταραχῆς τοῦ ἀδαμιαίου σώματος, τοῦ εὐτρεπισθέντος γενέσθαι ἐν τῇ τρυφῇ ἐκείνῃ, ἧς ἡ γνῶσις ἐνθάδε ἔξωθεν τοῦ νοὸς τῶν σαρκικῶν τυγχάνει. Ἡνίκα ἂν ἐπιστῇ ἡ οὐράνιος εἰκών, ἥτις ἐστὶν ὁ βασιλεὺς τῆς εἰρήνης, μὴ ταραχθῇς ἐξ ἐναντίας τῆς ἀλλοιώσεως τῆς ταραχῆς τῆς φύσεως. Διότι πρόσκαιρός ἐστιν ἡ ἐν τούτῳ κακοπάθεια τῷ μεθ’ ἡδονῆς ὑποδεχομένῳ αὐτήν.

Ἐοίκασι γὰρ κυναρίοις τὰ πάθη, τοῖς εἰωθόσι σχολάζειν τοῖς μακελλαρίοις, ἅτινα μόνῃ φωνῇ ἀποδιδράσκουσιν, ἀμελούμενα δὲ ὡς λέοντες παμμεγέθεις ἐπέρχονται. Ἐξουδένωσον τὴν μικρὰν ἐπιθυμίαν, ἵνα μὴ ἐνθυμηθῇς τὴν σφοδρότητα τῆς πυρώσεως αὐτῆς. Διότι ἡ ὑπὲρ τῶν μικρῶν πραγμάτων ὑπομονὴ τῶν μεγάλων πραγμάτων τὸν κίνδυνον ἀποσοβεῖ. Ἀδύνατον γὰρ κατακρατῆσαι τῶν μεγάλων πραγμάτων, ἐὰν μὴ νικήσῃς τὰ εὐτελέστερα.

Μνημόνευε τῆς τάξεως, ἐν ᾗ μέλλεις γενέσθαι, ὦ ἀδελφέ, ἧς οὐκ ἔστιν ἡ ζωή, ὡς ἡ διὰ τῶν χυμῶν ἕρπουσα καὶ κινουμένη, δι’ ἧς συντρίβεται ἡ θνητότης. Καὶ οὐκ ἔστιν ἐν αὐτῇ πύρωσις τῆς συγκράσεως, ἥτις σύγκρασις τῇ κολακείᾳ τῆς ἡδονῆς κόπον παρέχει τῇ νηπιώδει φύσει. Ὑπόμεινον τὸν μόχθον τοῦ ἀγῶνος, εἰς ὃν πρὸς δοκιμασίαν εἰσήχθης, ἵνα λάβῃς παρὰ Θεοῦ στέφανον, καὶ ἀναπαύσῃ, διαπεράσας ἐκ τοῦδε τοῦ κόσμου. Μνημόνευε καὶ τῆς ἀνέσεως ἐκείνης, ἥτις οὐκ ἔχει πέρας, καὶ τῆς ζωῆς τῆς ἀκολακεύτου καὶ τῆς τάξεως τῆς τελείας καὶ τῆς ἀμετακινήτου οἰκονομίας καὶ τῆς αἰχμαλωσίας τῆς καταναγκαζούσης ἀγαπῆσαι τὸν Θεόν, τῆς κυριευούσης τῆς φύσεως.

Ἧς ἀξιωθείημεν χάριτι Χριστοῦ, ᾧ ἡ δόξα σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΛΟΓΟΣ ΝΣΤʹ ΠΕΡΙ ΠΕΡΙ ΤΟΥ ΟΤΙ ΣΥΜΦΕΡΟΝΤΩΣ ΣΥΝΕΧΩΡΗΣΕΝ Ο ΘΕΟΣ ΤΗΝ ΨΥΧΗΝ ΔΕΚΤΙΚΗΝ ΕΙΝΑΙ ΤΩΝ ΠΑΘΩΝ. ΕΝ Ωι ΚΑΙ ΠΕΡΙ ΑΣΚΗΤΙΚΩΝ ΕΡΓΑΣΙΩΝ Τὸ ἕν τινι συμπτώματι τῆς ἁμαρτίας ὀλισθαίνειν δηλωτικόν ἐστι τῆς φυσικῆς ἀσθενείας. Διότι συμφερόντως συνεχώρησεν ὁ Θεὸς τὴν ψυχὴν δεκτικὴν αὐτὴν εἶναι τῶν παθῶν· οὐ γὰρ συνεῖδεν ἀνωτέραν τούτων αὐτὴν καθιστάναι πρὸ τῆς δευτέρας παλιγγενεσίας. Τὸ δεκτικὴν εἶναι τῶν παθῶν ὠφέλιμον πρὸς τὴν τῆς συνειδήσεως κατακέντησιν. Τὸ μέντοι διαμεῖναι ἐν τούτοις ἀναιδὲς καὶ ἀναίσχυντον. Τρεῖς τρόποι εἰσί, δι’ ὧν πᾶσα ψυχὴ λογικὴ τῷ Θεῷ προσεγγίσαι δύναται· ἢ διὰ θερμότητος πίστεως ἢ διὰ φόβου ἢ διὰ παιδείας Κυρίου.

Οὐδεὶς δὲ δύναται προσεγγίσαι τῇ τοῦ Θεοῦ ἀγάπῃ, εἰ μὴ προηγήσηται εἷς τῶν τριῶν τρόπων τούτων. Ὥσπερ ἀπὸ τῆς γαστριμαργίας τίκτεται ἡ ταραχὴ τῶν λογισμῶν, οὕτω καὶ ἀπὸ πολυλογίας καὶ ἀταξίας τῶν συντυχιῶν ἡ ἄγνοια καὶ ἡ τοῦ νοῦ ἔκστασις. Ἡ τῶν βιωτικῶν πραγμάτων μέριμνα ταράσσει τὴν ψυχήν, καὶ τὸ ὑπὸ τούτων συμφύρεσθαι τὸν νοῦν συμφύρει καὶ τῆς γαλήνης ἐκβάλλει.

Πρέπει τῷ παραδεδωκότι ἑαυτὸν μοναχῷ τῇ ἐπουρανίῳ γεωργίᾳ, ἀεὶ καὶ διὰ παντὸς πάσης βιωτικῆς φροντίδος ἐκτὸς εἶναι, ἵνα, ἐν ἑαυτῷ γενόμενος, μηδὲν ὅλως ἐν ἑαυτῷ εὕρῃ τοῦ παρόντος αἰῶνος. Ἐκ γὰρ τῶν τοιούτων ἀργὸς γενόμενος, ἀπερισπάστως δύναται μελετᾶν ἐν τῷ νόμῳ τοῦ Κυρίου ἡμέρας καὶ νυκτός. Οἱ σωματικοὶ κόποι ἄνευ τῆς τοῦ νοῦ καθαρότητος, ὡς ἄτεκνος μήτρα καὶ μαστοὶ κατάξηροι· τῇ γὰρ τοῦ Θεοῦ γνώσει προσεγγίσαι οὐ δύνανται. Καὶ τὸ μὲν σῶμα κατάκοπον ποιοῦσιν, ἐκριζοῦν δὲ τὰ πάθη ἐκ τοῦ νοὸς οὐ φροντίζουσι· διὰ τοῦτο θεριοῦσι οὐδέν.

Ὥσπερ ὁ σπείρων ἐπ’ ἀκάνθαις οὐδὲν δύναται θερίσαι, οὕτως ὁ τῇ μνησικακίᾳ ἑαυτὸν ἀφανίζων καὶ τῇ φιλοκτημοσύνῃ οὐδὲν δύναται ἀνύσαι, ἀλλὰ στένει ἐπὶ τῆς κοίτης αὑτοῦ ἐκ τῆς πολλῆς ἀγρυπνίας καὶ ἀποχῆς τῶν πραγμάτων. Καὶ μαρτυρεῖ ἡ Γραφὴ ἡ λέγουσα· «ὡς λαὸς ἐργαζόμενος δικαιοσύνην, καὶ ὡς μηδεμιᾶς τῶν ἐντολῶν Κυρίου ἀμελήσας, ζητοῦσι τὴν παρ’ ἐμοῦ δικαιοσύνην καὶ ἀλήθειαν, καὶ βούλονται προσεγγίσαι μοι τῷ Θεῷ, λέγοντες· ἵνα τί ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; καὶ ἑαυτοὺς ἐταπεινώσαμεν, καὶ οὐκ ἔγνω; ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν ποιεῖτε τὰ θελήματα ὑμῶν, λέγω δή, τὰς πονηρὰς ἐνθυμήσεις ὑμῶν». Καὶ ὡς εἰδώλοις ὁλοκαρπώσεις προσφέρετε αὐτάς, καὶ τοὺς χαλεποὺς διαλογισμούς, οὓς ὡς θεὸν ἐλογίσασθε ἐν αὑτοῖς, τὸ ὑμέτερον αὐτοῖς θυσιάζοντες σῶμα, τὸ πάντων θυμιαμάτων τιμιώτερον, ὅπερ ἐμοὶ ἀφιερῶσαι ἐχρῆν ὑμᾶς διὰ τῆς ὑμῶν ἀγαθοεργίας καὶ καθαρᾶς συνειδήσεως.

Εὔθετος γῆ ἐστιν ἡ εὐφραίνουσα τὸν ἑαυτῆς γεωργὸν τῇ μέχρις ἑκατὸν καρποφορίᾳ ψυχὴ ἡ στιλβωθεῖσα τῇ τοῦ Θεοῦ μνήμῃ καὶ τῇ ἀκοιμήτῳ ἀγρυπνίᾳ νυκτὸς καὶ ἡμέρας. Ἐκεῖ οἰκοδομεῖ ὁ Κύριος ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς νεφέλην σκέπουσαν αὐτὴν ἐν ἡμέρᾳ καὶ φωτὶ πυρὸς διαυγάσας τὴν νύκτα.

Ἔσωθεν τοῦ γνόφου αὐτῆς φῶς λάμψει. Ὥσπερ νέφος καλύπτει τὸ φῶς τῆς σελήνης, οὕτως οἱ ἀτμοὶ τῆς γαστρὸς διώκουσι τὴν σοφίαν τοῦ Θεοῦ ἐκ τῆς ψυχῆς. Καὶ καθάπερ πυρὸς φλὸξ ἐν ξηροῖς ξύλοις, οὕτω καὶ τὸ σῶμα γαστρὸς ἐμπιπλαμένης. Καὶ καθάπερ ὕλη παρὰ ὕλης αὔξει τὴν φλόγα τοῦ πυρός, οὕτως ἡ ποικιλία τῶν βρωμάτων τὴν τοῦ σώματος κίνησιν.

Ἐν σώματι φιληδόνῳ ἡ γνῶσις τοῦ Θεοῦ οὐκ οἰκεῖ, καὶ ὁ ἀγαπῶν τὸ ἴδιον σῶμα τῆς τοῦ Θεοῦ χάριτος οὐκ ἐπιτεύξεται. Ὥσπερ ἀπὸ ὠδίνων τίκτεται καρπὸς εὐφραίνων τὴν τετοκυῖαν, οὕτως ἐκ τοῦ κόπου τοῦ λαιμοῦ τίκτεται ἐν τῇ ψυχῇ καρπός, ἡ γνῶσις τῶν μυστηρίων τοῦ Θεοῦ, τοῖς δὲ ὀκνηροῖς καὶ φιληδόνοις αἰσχύνης καρπός. Ὥσπερ πατὴρ κήδεται τέκνου, οὕτω καὶ ὁ Χριστὸς κήδεται σώματος κακοπαθοῦντος δι’ αὐτόν, καὶ πλησίον ἐστὶ τοῦ στόματος αὐτοῦ διαπαντός. Τῆς ἐν σοφίᾳ ἐργασίας ἀτίμητον τὸ κτῆμα.

Ξένος ἐστὶν ὁ κατὰ διάνοιαν ἔξω γενόμενος πάντων τῶν βιωτικῶν. Πενθικός ἐστιν ὁ ἐν πείνῃ καὶ δίψῃ διάγων πάσας τὰς ἡμέρας τῆς ζωῆς αὑτοῦ, διὰ τὴν ἐλπίδα τῶν μελλόντων ἀγαθῶν. Μοναχός ἐστιν ὁ ἔξωθεν τοῦ κόσμου καθήμενος καὶ ἀεὶ δεόμενος τοῦ Θεοῦ τυχεῖν τῶν μελλόντων ἀγαθῶν.

Πλοῦτος μοναχοῦ ἐστιν ἡ παράκλησις ἡ γενομένη ἐκ τοῦ πένθους καὶ ἡ χαρὰ ἡ ἐκ πίστεως, ἡ ἐν τοῖς ταμείοις τῆς διανοίας λάμπουσα. Ἐλεήμων ἐστὶν ὁ μὴ διακρίνων κατὰ διάνοιάν τινα ἀπό τινος, ἀλλὰ πάντας ἐλεῶν.

Παρθένος ἐστίν, οὐχ ὁ τὸ σῶμα αὑτοῦ φυλάξας ἀπὸ τῆς συνουσίας ἀμόλυντον, ἀλλ’ ὁ αἰδούμενος ἑαυτοῦ, ὅταν κατ’ ἰδίαν γένηται. Εἰ ἀγαπᾷς τὴν σωφροσύνην, δίωξον τοὺς αἰσχροὺς λογισμοὺς ἔν τε τῇ μελέτῃ τῆς ἀναγνώσεως καὶ τῇ ἐκτεταμένῃ προσευχῇ, καὶ τότε πρὸς τὰς αἰτίας τῆς φύσεως καθοπλισθήσῃ.

Χωρὶς δὲ τούτων ἁγνείαν ἰδεῖν ἐν τῇ ψυχῇ ἀδύνατον. Εἰ θέλεις κτήσασθαι τὴν ἐλεημοσύνην, πρῶτον ἔθιζε σαυτὸν καταφρονεῖν πάντων, ἵνα μὴ τῷ βάρει τούτων ὁ νοῦς ἑλκυσθῇ καὶ τῶν ἰδίων ὅρων ἐκτὸς γένηται. Τῆς γὰρ ἐλεημοσύνης ἡ ἀκρίβεια ἐν τῇ τοῦ ἀδικεῖσθαι αἱρουμένου ὑπομονῇ δείκνυται.

Τῆς ταπεινώσεως ἡ τελειότης ἐστὶ τὸ φέρειν μετὰ χαρᾶς τὰς ψευδεῖς κατηγορίας. Εἰ ἐν ἀληθείᾳ ἐλεήμων εἶ, ὅταν, ἀφαιρεθῇς τὰ σὰ ἀδίκως, μὴ θλιβῇς ἔσωθεν, μηδὲ τὴν ζημίαν τοῖς ἔξω διηγοῦ. Καταποθήτω δὲ μᾶλλον ἡ ζημία τῶν ἠδικηκότων σε τῇ σῇ ἐλεημοσύνῃ, ὥσπερ ἡ αὐστηρία τοῦ οἴνου τῇ τοῦ ὕδατος πληθυνότητι. Καὶ ἐπίδειξαι τὸ πλῆθος τῆς ἐλεημοσύνης σου ἐν οἷς ἀγαθοῖς ἀμείβῃ τοὺς ἀδικήσαντάς σε. Καθὼς καὶ ὁ μακάριος Ἐλισσαῖος ἐποίησε τοῖς ἐχθροῖς αὑτοῦ, αἰχμαλωτίσαι αὐτὸν βουλομένοις· ὅτε γὰρ προσηύξατο καὶ ἀπετύφλωσεν αὐτοὺς τῇ ἀχλύϊ, ἐπεδείξατο τὴν ἐν αὐτῷ οὖσαν δύναμιν, ὅτε δὲ βρῶσιν καὶ πόσιν δεδωκὼς αὐτοῖς εἴασεν ἀπέρχεσθαι, τὴν ἐν αὐτῷ ἐλεημοσύνην ἐπεδείξατο.

Ὁ ταπεινόφρων ἐν ἀληθείᾳ, ἀδικούμενος οὐ ταράσσεται, οὐδὲ ἀπολογίαν ποιεῖ ὑπὲρ τοῦ πράγματος, οὗ ἠδικήθη, ἀλλὰ δέχεται τὰς συκοφαντίας ὡς ἀλήθειαν καὶ οὐ μεριμνᾷ πεῖσαι τοὺς ἀνθρώπους, ὅτι ἐσυκοφαντήθη, ἀλλὰ συγχώρησιν αἰτεῖται.

Τινὲς γὰρ τὸ ὄνομα τῆς ἀκολασίας ἑαυτοῖς ἐπεσπάσαντο ἑκουσίως, μὴ ὄντες οὕτως, ἕτεροι δὲ τὸ τῆς μοιχείας, πόρρω τούτου ὄντες, ὑπέμενον, καὶ ἐπικαρπίαν ἁμαρτίας, ἣν οὐκ εἰργάσαντο, διὰ τῶν δακρύων ἑαυτοὺς ἐπεφόρτιζον, συγχώρησιν ἀνομίας, ἣν οὐκ εἰργάσαντο, μετὰ κλαυθμοῦ παρὰ τῶν ἠδικηκότων ἐξῃτοῦντο, πάσῃ καθαρότητι καὶ ἁγνείᾳ ὄντες ἐστεφανωμένοι τὴν ψυχήν. Ἄλλοι δέ, ἵνα μὴ δοξασθῶσιν ἐν τῇ ἐναρέτῳ αὑτῶν καταστάσει, τῇ οὔσῃ ἐν αὐτοῖς κεκρυμμένῃ, ἐν σχήματι παραπλήγων ἑαυτοὺς ἐδείκνυον, τῷ θείῳ ἅλατι ἠρτυμένοι ὄντες καὶ τῇ γαλήνῃ πάγιοι, ὥστε ἐκ τῆς ἄκρας αὑτῶν τελειότητος τοὺς ἁγίους Ἀγγέλους ἔχειν κήρυκας τῶν ἰδίων ἀνδραγαθημάτων.

Σὺ μὲν ταπείνωσιν νομίζεις ἔχειν, ἄλλοι δὲ ἑαυτῶν κατηγόρουν· σὺ δὲ οὐδὲ ὑπὸ ἄλλων κατηγορούμενος φέρεις, καὶ ταπεινόφρονα ἑαυτὸν ψηφίζεις. Εἰ ταπεινόφρων εἶ, δοκίμασον σεαυτὸν ἐν τούτοις, ἐὰν οὐ ταράσσῃ ἀδικούμενος.

Πολλὰς μονὰς ὁ Σωτὴρ τοῦ Πατρὸς καλεῖ τὰ μέτρα τῆς διανοίας τῶν ἐν τῇ χώρᾳ ἐκείνῃ αὐλιζομένων, λέγω δὴ τὰς διακρίσεις καὶ διαφορὰς τῶν πνευματικῶν χαρισμάτων, ἐν οἷς κατὰ διάνοιαν ἐντρυφῶσιν. Οὐ γὰρ διαφορᾷ τόπων, ἀλλὰ τάξει χαρισμάτων, πολλὰς μονὰς εἴρηκε. Καθάπερ ἕκαστος τοῦ αἰσθητοῦ ἡλίου κατὰ τὴν καθαρότητα τῆς ὀπτικῆς δυνάμεώς τε καὶ ἀντιλήψεως κατατρυφᾷ. Καὶ καθάπερ ἑνὸς λύχνου ἐν ἑνὶ οἴκῳ διαυγάζοντος, διάφορος ἡ αὐγὴ γίνεται, τοῦ φωτὸς μὴ μεριζομένου εἰς πολλὰς λαμπηδόνας, οὕτως ἐν τῷ μέλλοντι αἰῶνι οἱ δίκαιοι πάντες αὐλίζονται ἐν μιᾷ χώρᾳ ἀδιαιρέτως. Ἕκαστος δὲ κατὰ τὸ ἑαυτοῦ μέτρον ἐξ ἑνὸς νοητοῦ ἡλίου διαυγάζεται καὶ τὴν εὐφροσύνην, ὡς ἐξ ἑνὸς ἀέρος καὶ τόπου καὶ καθέδρας καὶ θεωρίας καὶ σχήματος.

Καὶ οὐ θεωρεῖ τις τὰ μέτρα τοῦ ἑταίρου αὑτοῦ, οὔτε τοῦ ὑπερέχοντος, οὔτε τοῦ ὑποδεεστέρου, ἵνα μή, ὁρῶν τὴν ὑπερβάλλουσαν χάριν τοῦ ἑταίρου αὑτοῦ καὶ τὸ ἑαυτοῦ ὑστέρημα, γένηται αὐτῷ ταῦτα λύπης καὶ ἀδημονίας αἴτια. Μὴ γένοιτο τοῦτο εἶναι, ὅπου οὐκ ἔστι λύπη, οὐδὲ στεναγμός, ἀλλ’ ἕκαστος κατὰ τὴν δοθεῖσαν αὐτῷ χάριν, κατὰ τὸ μέτρον αὑτοῦ, ἔσωθεν αὑτοῦ εὐφραίνεται. Μία δὲ ἡ θεωρία ἡ ἔξωθεν τῶν πάντων ἐστί, καὶ μία ἡ χαρά, καὶ χωρὶς τῶν δύο τούτων τάξεων οὐκ ἔστιν ἄλλη μεσιτεύουσα τάξις. Λέγω δὴ μίαν μὲν τὴν ἄνω, ἑτέραν δὲ τὴν κάτω, μέση δὲ τούτων ἡ ποικιλία τῆς διαφορᾶς τῶν ἀμοιβῶν.

Εἰ δὲ ἀληθὲς τοῦτο, καθὼς καὶ ἀληθές ἐστι, τί ἀφρονέστερον ἢ ἀνοητότερον τῶν λεγόντων ὅτι Ἀρκετόν μοι τῆς γεέννης διαφυγεῖν, τοῦ δὲ εἰς τὴν βασιλείαν εἰσελθεῖν οὐ μέλει μοι; Τὸ γὰρ διαφυγεῖν τῆς γεέννης, αὐτὸ τοῦτό ἐστι τὸ εἰσελθεῖν εἰς τὴν βασιλείαν, ὥσπερ καὶ τὸ ταύτης ἐκπίπτειν εἰς τὴν γέενναν εἰσελθεῖν ἐστιν. Οὐ γὰρ ἐδίδαξεν ἡμᾶς ἡ Γραφὴ τρεῖς χώρας, ἀλλὰ τί; «ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὑτοῦ καὶ στήσῃ τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὑτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων». Οὐδὲ γὰρ τρία τάγματα εἶπεν, ἀλλὰ δύο, ἓν ἐκ δεξιῶν καὶ ἓν ἐξ εὐωνύμων. Καὶ διεχώρισε τὰ ὅρια τῶν διαφορῶν τῶν κατασκηνωμάτων αὐτῶν, εἰπὼν ὅτι, «ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον», δηλονότι οἱ ἁμαρτωλοί, «οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον ἐκλάμψουσιν ὡς ὁ ἥλιος». Καὶ πάλιν· «ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ ἀνακληθήσονται ἐν τοῖς κόλποις Ἀβραὰμ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων». Ὅπερ ἐστὶ παντὸς πυρὸς φοβερώτατον.

Ἆρα οὖν οὐ συνῆκας ἐκ τούτων, ὅτι ἡ ἐναντία τῆς ἄνω τάξεως στάσις, αὕτη ἐστὶν ἡ γέεννα ἡ βασανίζουσα; Καλὸν οὖν ἐστι τὸ διδάξαι τοὺς ἀνθρώπους τὸ ἀγαθὸν τοῦ Θεοῦ καὶ ἐπισπάσασθαι αὐτοὺς ἐν τῇ διαμονῇ τῆς προνοίας τοῦ Θεοῦ καὶ ἐκ τῆς πλάνης εἰς τὴν ἐπίγνωσιν τῆς ἀληθείας μετενεγκεῖν. Οὗτος γὰρ ἦν ὁ τοῦ Χριστοῦ καὶ τῶν Ἀποστόλων τρόπος, καὶ ἔστιν ὑψηλὸς πάνυ. Ἐὰν δὲ ὁ ἄνθρωπος αἰσθάνηται ἑαυτοῦ ἐκ τῆς διαγωγῆς ταύτης καὶ τῆς συνεχοῦς κοινωνίας, ὅτι ἀσθενεῖ ἡ συνείδησις αὐτοῦ ἐν τῇ θεωρίᾳ καὶ ταράσσεται ἡ γαλήνη αὐτοῦ καὶ ἡ γνῶσις σκοτίζεται, διότι ἀκμὴν ἡ διάνοια αὐτοῦ δέεται φυλακῆς καὶ τῆς τῶν αἰσθήσεων ὑποταγῆς καὶ ἐν τῷ θέλειν ἄλλους θεραπεύειν τὴν ἰδίαν ὑγείαν αὐτοῦ ἀπόλλυσι καὶ ἐξέρχεται ἐκ τῆς ἰδίας ἐλευθερίας τοῦ ἰδίου βουλήματος εἰς τὴν ταραχὴν τοῦ νοός, ὁ τοιοῦτος μνημονεύτω τοῦ ἀποστολικοῦ ῥητοῦ παραινοῦντος καὶ λέγοντος, «τῶν τελειοτέρων εἶναι τὴν στερεὰν τροφήν», καὶ εἰς τοὐπίσω στραφήτω, ἵνα μὴ ἀκούσῃ παρ’ αὐτοῦ, ὡς ἐν ὑποδείγματι, «ἰατρέ, θεράπευον σεαυτὸν» καὶ ἑαυτὸν κατακρινέτω, καὶ τὴν ἰδίαν εὐεξίαν φυλαξάτω καὶ ἀντὶ τῶν αἰσθητῶν αὐτοῦ λόγων ἡ ἀγαθὴ αὐτοῦ πολιτεία διακονείτω, καὶ ἀντὶ τῶν φωνῶν τοῦ στόματος αὐτοῦ ἡ πρᾶξις αὐτοῦ διδασκέτω.

Καὶ ἡνίκα ἂν ἐν ὑγείᾳ τὴν ψυχὴν αὑτοῦ γνῷ, τότε καὶ ἄλλους ὠφελείτω, καὶ ἐν τῇ ὑγείᾳ αὐτοῦ θεραπευέτω. Ὅταν γὰρ εὑρεθῇ μακρὰν τῶν ἀνθρώπων, μᾶλλον δύναται αὐτοὺς εὐεργετῆσαι ἐν τῷ ζήλῳ τῶν ἀγαθῶν ἔργων ἤπερ ἐν λόγοις, ἄρρωστος ὑπάρχων καὶ αὐτὸς καὶ χρῄζων τῆς ἰατρείας πλεῖον αὐτῶν. «Τυφλὸς γὰρ τυφλὸν ἐὰν ὁδηγῇ, εἰς βόθυνον ἐμπεσοῦνται».

Τῶν ὑγιαινόντων γάρ ἐστιν ἡ στερεὰ τροφή, τῶν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων καὶ δυναμένων δέξασθαι πᾶσαν τροφήν· λέγω δή, τὰς προβολὰς πασῶν τῶν αἰσθήσεων, καὶ μὴ βλαβῆναι τὴν καρδίαν ἐκ πάντων τῶν συναντημάτων, διὰ τὴν γυμνασίαν τῆς τελειώσεως.

Ὅταν θελήσῃ ὁ διάβολος τῶν τοιούτων μολύναι τὸν νοῦν ἐν τῇ τῆς πορνείας μνήμῃ, πρῶτον τῇ φιλίᾳ τῆς κενοδοξίας δοκιμάζει τὴν ὑπομονὴν αὐτῶν, καὶ ἡ προκάταρξις τοῦ λογισμοῦ τούτου οὐ δοκεῖ πάθος εἶναι· οὕτω ποιεῖν εἴωθε τοῖς τὸν νοῦν παραφυλαττομένοις, οἷς οὐ δυνατὸν τάχιστα ἐγκαταβαλεῖν ἄτοπον ἐνθύμησιν. Ἡνίκα δ’ ἂν ἐκβάλῃ αὐτὸν ἐκ τοῦ ὀχυρώματος αὐτοῦ καὶ ἄρξηται τῷ προτέρῳ συνδιαλέγεσθαι λογισμῷ καὶ μακρύνειν αὐτὸν ἐκεῖθεν, τηνικαῦτα προσυπαντᾷ αὐτῷ ἐν τῇ ὕλῃ τῆς πορνείας καὶ διαστρέφει τὸν νοῦν εἰς τὰ τῆς ἀκολασίας πράγματα.

Καὶ πρῶτον ταράσσεται ἐν τῇ αἰφνιδίῳ αὐτῶν προβολῇ, διὰ τὴν προϋπάρξασαν σωφροσύνην τῶν λογισμῶν, τὴν προϋπαντήσασαν τοῖς πράγμασιν, ὧν τινων τῆς θεωρίας ὁ κυβερνήτης νοῦς ἦν ἀπεσχοινισμένος. Καὶ γὰρ κἂν παντελῶς μὴ μολυνθῇ, ἀλλ’ οὖν τῆς προτέρας ἀξίας αὐτὸν κατέβαλεν. Ἐὰν δὲ στραφῇ εἰς τὰ ὀπίσω καὶ προκαταβάλῃ τὴν προτέραν τῶν λογισμῶν προσβολήν, ἥτις ἐστὶν αἰτία τῆς τῶν δευτέρων ἐπαγωγῆς, τότε δύναται εὐκόλως σὺν Θεῷ κατακρατῆσαι τοῦ πάθους.

Κρεῖσσον ἐν τῇ μνήμῃ τῶν ἀρετῶν ὑποκλέπτειν τὰ πάθη, ἢ τῇ ἀντιστάσει. Διότι τὰ πάθη, ὅταν ἐκ τῆς οἰκείας χώρας ἐξέλθῃ καὶ κινηθῇ πρὸς πόλεμον, τότε σχήματα καὶ εἴδωλα ἐντυποῖ ἐν τῷ νοΐ. Ἐπικράτειαν γὰρ πολλὴν κέκτηται ὁ πόλεμος οὗτος κατὰ τοῦ νοὸς σφόδρα, τὰς ἐνθυμήσεις ἐκταράσσων καὶ θορυβῶν. Κατὰ μέντοι τὸν πρότερον ὅρον, ὃν ἔφαμεν, οὐδὲ ἴχνος παθῶν ἐμφαίνεται ἐν τῷ νοῒ μετὰ τὴν τούτων ἀποδίωξιν.

Ὁ σωματικὸς κόπος καὶ ἡ μελέτη τῶν θείων Γραφῶν φυλάσσει τὴν καθαρότητα, τὸν δὲ κόπον βεβαιοῖ ἡ ἐλπὶς καὶ ὁ φόβος, τὴν δὲ ἐλπίδα καὶ τὸν φόβον συνιστᾷ ἐν τῇ διανοίᾳ ὁ μακρυσμὸς τῶν ἀνθρώπων καὶ ἡ ἀδιάλειπτος προσευχή. Ἕως οὗ δέξηται ἄνθρωπος τὸν Παράκλητον, δέεται τῶν θείων Γραφῶν, ἵνα ἡ μνήμη τῶν ἀγαθῶν ἐντυπωθῇ ἐν τῇ διανοίᾳ αὐτοῦ καὶ ἐκ τῆς ἀδιαλείπτου ἀναγνώσεως ἀνακαινισθῇ ἐν αὐτῷ ἡ πρὸς τὸ ἀγαθὸν κίνησις καὶ φυλάξῃ τὴν ψυχὴν αὑτοῦ ἐκ τῆς λεπτότητος τῶν ὁδῶν τῆς ἁμαρτίας. Διότι οὔπω ἐκτήσατο τὴν δύναμιν τοῦ Πνεύματος, τὴν μακρύνουσαν τὴν πλάνην, τὴν αἰχμαλωτίζουσαν τὰς ψυχωφελεῖς μνήμας καὶ προσεγγίζουσαν τῇ ἐν τῷ σκορπισμῷ τοῦ νοῦ ψυχρότητι.

Ὅταν γὰρ ἡ δύναμις τοῦ Πνεύματος ἐπιβῇ ἐπὶ τὴν ψυχικὴν δύναμιν τὴν ἐνεργοῦσαν ἐν αὐτῷ, τότε, ἀντὶ τοῦ νόμου τῶν Γραφῶν, ῥιζοῦνται αἱ ἐντολαὶ τοῦ Πνεύματος ἐν τῇ καρδίᾳ, καὶ τότε κρυπτῶς ἐκ τοῦ Πνεύματος μανθάνει, καὶ οὐ δέεται τῆς βοηθείας τῆς ἐκ τῆς αἰσθητῆς ὕλης. Ἐν ὅσῳ γὰρ ἡ καρδία τῆς ὕλης μανθάνει, ἀκολούθως ἕπεται τῇ μαθήσει ἡ πλάνη καὶ ἡ λήθη, ὅταν δὲ ἡ διδασκαλία ὑπὸ τοῦ Πνεύματος ᾖ, τότε ἡ μνήμη ἀβλαβὴς φυλάττεται.

Εἰσὶ λογισμοὶ ἀγαθοὶ καὶ ἔστι θελήματα ἀγαθά· εἰσὶ δὲ λογισμοὶ πονηροὶ καὶ καρδία πονηρά. Ἡ πρώτη τάξις κίνησίς ἐστι διαβαίνουσα ἐν τῷ νοΐ, ὡς ὁ ἐν τῇ θαλάσσῃ διεγειρόμενος ἄνεμος καὶ μετεωρίζων τὰ κύματα, ἡ δὲ δευτέρα τάξις ἐστὶν ἡ κρηπὶς καὶ τὸ θεμέλιον, καὶ κατὰ τὸν τῆς κρηπίδος ὅρον γίνεται ἡ ἀμοιβὴ τῶν ἀγαθῶν καὶ τῶν φαύλων, καὶ οὐ κατὰ τὴν τῶν λογισμῶν κίνησιν. Ἡ ψυχὴ ἐκ τῆς κινήσεως τῶν τρεπτῶν λογισμῶν οὐ γαληνιᾷ. Ἐὰν δὲ ἑκάστῳ τούτων ἀμοιβὴν δῷς, κρηπίδα κάτω ἐν τῇ καρδίᾳ μὴ ἔχουσαν, πλησίον εἶ λοιπὸν σὺ τοῦ μυριάκις καθ’ ἡμέραν ἀλλοιῶσαι τά τε ἀγαθά σου τά τε ἐναντία.

Ὄρνις ἄπτερός ἐστι νοῦς νεωστὶ ἐξεληλυθὼς ἐκ τῆς συμπλοκῆς ἀγωνιζόμενος ὑψωθῆναι ἐκ τῶν γηΐνων πραγμάτων καὶ μὴ δυνάμενος, ἀλλ’ ἀκμὴν ἐπὶ πρόσωπον τῆς γῆς ἕρπων, πετασθῆναι ἔτι μὴ ἐξισχύων· πλὴν συνάγων τὰς ἐνθυμήσεις αὑτοῦ ἐν τῇ ἀναγνώσει καὶ ἐν τῇ ἐργασίᾳ καὶ τῷ φόβῳ καὶ τῇ φροντίδι τῆς ποικιλίας τῶν ἀρετῶν, παρεκτὸς γὰρ τούτων γνῶναί τι οὐ δύναται. Καὶ ταῦτα μέν, πρὸς βραχὺν καιρὸν φυλάττουσιν ἀμόλυντον τὸν νοῦν, ὕστερον δὲ ἐπέρχονται αἱ μνῆμαι, καὶ ἐκταράττουσι καὶ μολύνουσι τὴν καρδίαν. Οὔπω γὰρ ᾔσθετο τοῦ ἡσύχου τῆς ἐλευθερίας, πρὸς ὃν διὰ τῆς ἀμνηστίας τῶν πραγμάτων μετὰ μικρὸν χρόνον συνάγει τὸν νοῦν.

Διότι ἀκμὴν σωματικὰς τὰς πτέρυγας κέκτηται, λέγω δὴ τὰς ἀρετάς, αἵτινες φανερῶς ἐκτελοῦνται. Τὰς μέντοι ἀρετὰς τῆς θεωρίας οὔπω ἐθεάσατο, οὐδὲ τῆς τούτων αἰσθήσεως ἠξιώθη, αἵτινές εἰσι πτέρυγες τοῦ νοός, δι’ ὧν προσεγγίζει τις τοῖς ἐπουρανίοις καὶ ἀπέχεται τῶν γηΐνων.

Ἐν ὅσῳ τοῖς αἰσθητοῖς πράγμασιν ὑπηρετεῖ τις τῷ Κυρίῳ, οἱ τύποι τούτων τῶν πραγμάτων ἐγχαράττονται ἐν τοῖς διαλογισμοῖς αὐτοῦ, καὶ ἐν σωματικοῖς σχήμασι διαλογίζεται τὰ θεῖα. Ἡνίκα δ’ ἂν αἴσθησιν λάβῃ τῶν ὄντων ἔσωθεν τῶν πραγμάτων, τηνικαῦτα κατὰ τὸ μέτρον τῆς αἰσθήσεως αὐτοῦ ἔσται ὁ νοῦς ὑψηλότερος τῶν σχημάτων τῶν πραγμάτων κατὰ καιρὸν καὶ καιρόν.

Ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς ταπεινοὺς τῇ καρδίᾳ, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Προσευχὴ ταπεινόφρονος, ὡς ἐκ στόματος πρὸς ὦτα. Ἐν τῷ καιρῷ τῆς ἡσυχίας σου βόησον ἐν ἔργοις ἀγαθοῖς τῆς ταπεινώσεως· Κύριε ὁ Θεός μου, σὺ φωτιεῖς τὸ σκότος μου.

Ὅταν ἡ ψυχή σου ἐγγίσῃ ἐξελθεῖν ἐκ τοῦ σκότους, τοῦτο τὸ σημεῖον ἔστω σοι· καίεται ἡ καρδία σου καὶ διαθερμαίνεται ὡς τὸ πῦρ νυκτὸς καὶ ἡμέρας, ὥστε ὅλον τὸν κόσμον ἡγεῖσθαί σε σκύβαλα καὶ σποδόν, καὶ οὐδὲ τῆς τροφῆς ὀρέγεσθαι ἐκ τῆς γλυκύτητος τῶν λογισμῶν τῶν καινῶν καὶ διαπύρων, τῶν κινουμένων ἀεὶ ἐν τῇ ψυχῇ σου. Καὶ ἐξαίφνης δίδοταί σοι πηγὴ δακρύων, ὡς χείμαρρος ῥέων χωρὶς βίας, μεμιγμένος ἐν πᾶσι τοῖς ἔργοις σου, ἔν τε τῇ ἀναγνώσει σου, φημί, καὶ εὐχῇ σου, ἔν τε τῇ μελέτῃ σου καὶ βρώσει σου καὶ πόσει σου, καὶ ἐν παντὶ ἔργῳ σου τὰ δάκρυά σου κεκερασμένα ἐν αὐτῷ εὑρίσκεται.

Καὶ ὅταν ἴδῃς ταῦτα ἐν τῇ ψυχῇ σου, εὐθαρσὴς γενοῦ, ὅτι τὴν θάλασσαν διεπέρασας, καὶ οὕτω πρόσθες ἐν τοῖς ἔργοις σου καὶ καλῶς κράτησον τὴν φυλακήν, ὅπως ἂν ἡ χάρις ἡμέραν καθ’ ἡμέραν πληθυνθῇ ἐν σοί. Ἕως δὲ τούτοις οὐκ ἀπαντήσῃς, ἀκμὴν οὐκ ἐτελείωσας τὴν ὁδόν σου, τοῦ φθάσαι εἰς τὸ ὄρος τοῦ Θεοῦ. Εἰ δὲ καὶ μετὰ τὸ εὑρεῖν σε καὶ λαβεῖν τὴν χάριν τῶν δακρύων παύσονται, καὶ ἡ θέρμη σου ψυχρανθῇ ἄνευ ἀλλοιώσεως ἑτέρου πράγματος, ἤγουν σωματικῆς ἀσθενείας, οὐαί σοι· τί ἀπώλεσας! Ἢ γὰρ εἰς οἴησιν ἦλθες ἢ εἰς ἀμέλειαν ἢ καὶ εἰς χαυνότητα. Τί δὲ ἐπακολουθεῖ τοῖς δάκρυσι μετὰ τὸ λαβεῖν αὐτὰ καὶ τί μετὰ ταῦτα ἀπαντήσει αὐτῷ, ὕστερον ἐν ἄλλῳ τόπῳ μέλλομεν γράψαι, ἐν τοῖς περὶ προνοίας κεφαλαίοις, ὡς ὑπὸ τῶν πατέρων καὶ τῶν γραφῶν ἐφωτίσθημεν, τῶν πιστευθέντων τὰ τοιαῦτα μυστήρια.

Ἐὰν ἔργα μὴ ἔχῃς, μὴ λαλήσῃς περὶ ἀρετῶν. Τίμιαι ἐναντίον Κυρίου αἱ θλίψεις αἱ ὑπὲρ αὐτοῦ καὶ δι’ αὐτόν, ὑπὲρ πᾶσαν εὐχὴν καὶ θυσίαν. Καὶ ὀσμὴ ἱδρῶτος αὐτῶν ὑπὲρ πάντα τὰ ἀρώματα. Ἑκάστην ἀρετὴν χωρὶς κόπου σωματικοῦ γινομένην, ὡς ἔκτρωμα ἄψυχον ἡγοῦ. Προσφορὰ δικαίων, δάκρυα ὀφθαλμῶν αὐτῶν. Καὶ θυσία αὐτῶν δεκτή, οἱ ἐν ἀγρυπνίαις στεναγμοὶ αὐτῶν. Κεκράξονται πρὸς Κύριον οἱ δίκαιοι τῷ βάρει τοῦ σώματος στενούμενοι, καὶ ἐν ὀδύνῃ τὰς ἱκεσίας ἐκπέμψουσι πρὸς Θεόν, καὶ ἐπὶ τῇ κραυγῇ τῆς φωνῆς αὐτῶν τὰ ἅγια τάγματα πρὸς βοήθειαν αὐτῶν παραγίνεται τοῦ θαρσοποιῆσαι αὐτοὺς τῇ ἐλπίδι καὶ παραμυθήσασθαι. Κοινωνοὶ γάρ εἰσιν οἱ ἅγιοι Ἄγγελοι τῶν παθῶν καὶ τῶν θλίψεων τῶν ἁγίων τῇ πρὸς αὐτοὺς ἐγγύτητι.

Ἡ καλὴ ἐργασία καὶ ταπεινοφροσύνη Θεὸν ποιεῖ τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, ἡ δὲ πίστις καὶ ἡ ἐλεημοσύνη πρὸς τὴν καθαρότητα ταχέως προσπελάσαι ποιεῖ. Τὴν θέρμην καὶ τὴν συντριβὴν τῆς καρδίας ἐν μιᾷ ψυχῇ γενέσθαι ἀδύνατον, ὡς οὐδὲ τοῖς ἐν μέθῃ τῶν λογισμῶν ἡ ἐπικράτεια. Ὅταν γὰρ δοθῇ τῇ ψυχῇ αὕτη ἡ θέρμη, ἐπαίρεται ἡ συντριβὴ τοῦ πένθους. Ὁ μὲν οἶνος εἰς ἱλαρότητα, ἡ δὲ θέρμη πρὸς εὐφροσύνην τῆς ψυχῆς δεδώρηται. Ἐκεῖνος τὸ σῶμα θερμαίνει, ὁ δὲ τοῦ Θεοῦ λόγος τὴν διάνοιαν. Οἱ τῇ θέρμη πυρπολούμενοι τῇ μελέτῃ τῆς ἐλπίδος ἁρπάζονται καὶ ἀπαρτίζουσι τὴν διάνοιαν πρὸς τὸν αἰῶνα τὸν μέλλοντα. Καθάπερ γὰρ οἱ μεθυσκόμενοι οἴνῳ εἴδωλά τινα φαντάζονται ἐνηλλαγμένα, οὕτω καὶ οἱ ἐν τῇ ἐλπίδι μεθυσκόμενοι καὶ θερμαινόμενοι οὔτε θλῖψιν ἐπίστανται οὔτε τι κοσμικόν.

Ταῦτα συμβαίνει τοῖς ἁπλουστέροις τῇ καρδίᾳ καὶ θερμοτέροις τῇ ἐλπίδι, καὶ ἄλλα τοιαῦτα, μετὰ τὴν ἐπίμονον ἐργασίαν καὶ καθαρότητα, ἅτινα ἡτοίμασται τοῖς ἐν τῇ τρίβῳ τῶν ἀρετῶν πορευομένοις. Ταῦτα γίνονται ἐν τῇ ἀρχῇ τῆς ὁδοῦ διὰ τῆς πίστεως τῆς ψυχῆς. Πάντα γὰρ ὅσα θέλει ὁ Κύριος ποιεῖ.

Μακάριοι περιζωσάμενοι τὰς ὀσφύας αὐτῶν πρὸς τὴν θλίψεων θάλασσαν ἐν ἁπλότητι καὶ ἀνεξετάστῳ τρόπῳ, χάριν τῆς πρὸς Θεὸν ἀγάπης, καὶ μὴ δόντες νῶτα. Οὗτοι ταχέως πρὸς λιμένα τῆς βασιλείας διασώζονται, καὶ ἀναπαύονται ἐν σκηνώμασι τῶν καλῶς κοπιασάντων καὶ ψυχαγωγοῦνται ἐκ τῆς ταλαιπωρίας αὑτῶν καὶ ἀγάλλονται ἐν τῇ εὐφροσύνῃ τῆς ἐλπίδος αὑτῶν. Οἱ ἐπ’ ἐλπίδι τρέχοντες πρὸς τὸ σκολιὸν τῆς ὁδοῦ οὐκ ἐπιστρέφουσιν, οὐδὲ ἐπιμένουσι διερευνᾶν περὶ τούτου, ἀλλ’ ὅταν διαπερῶσι τὴν θάλασσαν, τότε τὸ σκολιὸν καθορῶντες, τῷ Θεῷ τὴν εὐχαριστίαν προσφέρουσι· πῶς ἐρρύσατο αὐτοὺς ἐκ τῶν στενωπῶν καὶ κρημνῶν καὶ τῆς τοιαύτης τραχύτητος, αὐτῶν μὴ εἰδότων. Οἱ δὲ πολλοὺς διαλογισμοὺς διανοούμενοι καὶ θέλοντες σφόδρα εἶναι σοφοὶ καὶ παραδιδόντες ἑαυτοὺς ταῖς ἀναστροφαῖς καὶ τῶν λογισμῶν τῇ δειλίᾳ καὶ προευτρεπιζόμενοι καὶ προβλέπειν βουλόμενοι τὰς βλαπτικὰς αἰτίας, οἱ πλεῖστοι τούτων ἐπὶ θύραις τῶν ἑαυτῶν οἴκων διαπαντὸς καθήμενοι εὑρίσκονται.

Ὀκνηρὸς εἰς ὁδὸν ἀποσταλείς, ἐρεῖ· «Λέων κατὰ τὴν ὁδὸν καὶ φονίσκοι κατὰ τῆς πλατείας». Καὶ ὡς οἱ εἰπόντες· «υἱοὺς γιγάντων ἑωράκαμεν ἐκεῖ, καὶ ἦμεν ἐνώπιον αὐτῶν, ὡσεὶ ἀκρίδες». Οὗτοί εἰσιν οἱ ἐν τῷ καιρῷ τῆς τελευτῆς αὑτῶν εὑρισκόμενοι ἐν τῇ ὁδῷ, οἱ ἀεὶ θέλοντες εἶναι σοφοί, βαλεῖν δὲ ἀρχὴν παντελῶς μὴ βουλόμενοι. Ὁ δὲ ἰδιώτης νηχόμενος διαπερᾷ ἐν τῇ πρώτῃ θέρμῃ, φροντίδα τοῦ σώματος παντελῶς μὴ ποιούμενος, μηδὲ διαλογιζόμενος ἐν ἑαυτῷ, εἰ ἄρα ἀνύει τι ἐκ τῆς αὐτοῦ πραγματείας ἢ οὔ.

Μή σοι γένηται τὸ πολὺ τῆς σοφίας ὀλίσθημα τῇ ψυχῇ καὶ παγὶς πρὸ προσώπου σου, ἀλλ’ ἐπὶ τῷ Θεῷ πεποιθώς, ἐν ἀνδρείᾳ βάλε ἀρχὴν τῆς αἵματος πεπληρωμένης ὁδοῦ, ἵνα μὴ εὑρεθῇς ἀεὶ ἐπιδεὴς καὶ γυμνὸς τῆς τοῦ Θεοῦ γνώσεως. «Ὁ γὰρ δεδιὼς ἢ περιμένων τοὺς ἀνέμους, οὐ σπερεῖ». Κρεῖσσον θάνατος ὑπὲρ τοῦ Θεοῦ, ἡ ζωὴ μετ’ αἰσχύνης καὶ ὀκνηρίας.

Ὅταν θέλῃς βαλεῖν ἀρχὴν εἰς ἔργον τοῦ Θεοῦ, πρῶτον διαθήκην ποίησον, ὡς μὴ ἔχων ἔτι ζωὴν ἐν τῷδε τῷ βίῳ καὶ ὥσπερ τις προευτρεπισθεὶς εἰς θάνατον, καὶ ἀπελπίσας τῆς παρούσης ζωῆς, ὡς φθάσας τῆς σῆς προθεσμίας τὸν καιρόν. Καὶ τοῦτο ἔχε ἐν ἀληθείᾳ ἐν τῇ σῇ διανοίᾳ, εἰς τὸ μὴ ἐμποδισθῆναί σε τῇ ἐλπίδι τῆς παρούσης ζωῆς εἰς τὸ ἀγωνίσασθαι καὶ νικῆσαι. Ἡ γὰρ ἐλπὶς τῆς ζωῆς ταύτης χαυνοῖ τὴν διάνοιαν. Διὰ τοῦτο μὴ σοφίζου περισσὰ παντελῶς, ἀλλὰ δὸς τόπον τῇ πίστει ἐν τῇ διανοίᾳ σου καὶ μνημόνευε τῶν ἡμερῶν τῶν πολλῶν τῶν ὀπίσω καὶ ἀνεκδιηγήτων αἰώνων τῶν μετὰ θάνατον καὶ κρίσιν, καὶ οὐ μὴ εἰσέλθῃ ποτὲ χαυνότης ἐπὶ σέ, κατὰ τὸν λέγοντα σοφόν, ὅτι «χίλια ἔτη τοῦ νῦν αἰῶνος, οὔκ εἰσιν ὡς ἡμέρα μία ἐν τῷ αἰῶνι τῶν δικαίων».

Ἐν ἀνδρείᾳ ἄρξαι παντὸς ἔργου ἀγαθοῦ καὶ μὴ ἐν διψυχίᾳ προσέλθῃς αὐτοῖς καὶ μὴ διστάσῃς ἐν τῇ καρδίᾳ σου εἰς τὴν ἐλπίδα τοῦ Θεοῦ, ἵνα μὴ ὁ κόπος σου γένηται ἀνόνητος καὶ ἐπιβαρὴς ἡ ἐργασία τῆς γεωργίας σου, ἀλλὰ πίστευε ἐν τῇ καρδίᾳ σου, ὅτι ἐλεήμων ὁ Κύριος καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν δίδωσι τὴν χάριν ὡς μισθαποδότης, οὐ κατὰ τὴν ἡμετέραν ἐργασίαν, ἀλλὰ κατὰ τὴν προθυμίαν τῶν ἡμετέρων ψυχῶν καὶ τὴν πίστιν.

Φησὶ γάρ, «ὡς ἐπίστευσας, γενηθήτω σοι.» Αἱ δὲ ἐργασίαι τῶν κατὰ Θεὸν πολιτευομένων εἰσὶν αὖται. Ὁ μὲν ῥαπίζει τὴν κορυφὴν αὑτοῦ ὅλην τὴν ἡμέραν καὶ ἀντὶ τῶν συνάξεων τῶν ὡρῶν, οὕτω διατελεῖ. Καὶ ἄλλος τῇ γονυκλισίᾳ προσκαρτερῶν καὶ διαμένων συνάπτει τὸν ἀριθμὸν τῶν εὐχῶν αὑτοῦ. Ἄλλος τῷ πλήθει τῶν δακρύων αὑτοῦ ἀναπληροῖ τὸν τόπον τῶν συνάξεων αὑτοῦ καὶ ἀρκεῖται ἐν αὐτοῖς.

Ἄλλος σπουδάζει ἐν τῇ μελέτῃ τῆς ἐννοίας καὶ συνάπτει τὸν κανόνα τὸν ὁρισθέντα αὐτῷ. Ἄλλος βασανίζει τὴν ψυχὴν αὑτοῦ ἐν τῇ πείνῃ, ὥστε μὴ δύνασθαι αὐτὸν τελειῶσαι τὰς συνάξεις αὑτοῦ. Καὶ ἄλλος τῇ διαπύρῳ μελέτῃ τῶν ψαλμῶν διαμένων, αὐτὴν ποιεῖται τὴν σύναξιν ἀδιάλειπτον. Ἄλλος σχολάζει εἰς ἀνάγνωσιν καὶ θερμαίνεται ἡ καρδία αὐτοῦ. Ἄλλος αἰχμαλωτίζεται κατανοῶν τὰ θεῖα νοήματα τῶν θείων Γραφῶν. Ἄλλος ἐκπληττόμενος ἐκ τῶν θαυμάτων τῶν στίχων, κωλύεται ὑπὸ τῆς συνήθους μελέτης καὶ σιωπῆς κρατούμενος. Καὶ ἄλλος γευσάμενος τούτων ἁπάντων καὶ κορεσθείς, ἐστράφη εἰς τὰ ὀπίσω, καὶ ἔμεινεν ἄπρακτος. Καὶ ἄλλος μικρόν τι ἐξ αὐτῶν ἐγεύσατο μόνον, καὶ τυφωθείς, ἐπλανήθη. Καὶ ἄλλος ὑπὸ τῆς πολλῆς νόσου καὶ ἀδυναμίας αὐτοῦ ἐκωλύθη φυλάξαι τὸν κανόνα αὐτοῦ. Καὶ ἄλλος ὑπὸ ἐθισμοῦ τινος ἢ ἐπιθυμίας κρατούμενος, ἢ φιλαρχίας ἢ κενοδοξίας ἢ πλεονεξίας ἢ τοῦ συνάξαι ὕλην. Καὶ ἄλλος προσέκοψε καὶ ἀνέστη καὶ οὐκ ἔστρεψε τὸν νῶτον αὑτοῦ, ἕως οὗ ἔλαβε τὸν μαργαρίτην τὸν πολύτιμον.

Σὺ οὖν μετὰ χαρᾶς καὶ προθυμίας ἀεὶ βάλε ἀρχὴν εἰς τὸ ἔργον τοῦ Θεοῦ. Καὶ ἐὰν καθαρὸς ᾖ ἐκ τῶν παθῶν καὶ τοῦ δισταγμοῦ τῆς καρδίας, ὁ Θεὸς αὐτὸς ἀναβιβάσει σε εἰς τὴν κορυφὴν καὶ βοηθεῖ σοι καὶ σοφίζει σε κατὰ τὸ θέλημα αὑτοῦ, καὶ ἐν θαύματι λαμβάνεις τὴν τελειότητα.

Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΝΖʹ ΠΕΡΙ ΑΛΛΟΙΩΣΕΩΣ ΤΗΣ ΕΝ ΤΗι ΨΥΧΗι ΓΙΝΟΜΕΝΗΣ ΕΝ ΠΑΝΤΙ ΚΑΙΡΩι, ΦΩΤΟΣ ΚΑΙ ΣΚΟΤΟΥΣ ΚΑΙ ΕΚΒΙΒΑΣΜΟΥ ΕΝ ΤΟΙΣ ΔΕΞΙΟΙΣ ΚΑΙ ΑΡΙΣΤΕΡΟΙΣ ΓΕΝΟΜΕΝΟΥ Ἴδωμεν, ὦ ἀγαπητοί, ἐν τῇ ψυχῇ ἡμῶν ἐν τῇ ὥρᾳ τῆς εὐχῆς, ἐὰν ἔχωμεν θεωρίαν ἐν τοῖς στίχοις τῆς μελέτης καὶ τῆς εὐχῆς· αὕτη γὰρ γίνεται ἀπὸ τῆς ἀληθινῆς ἡσυχίας.

Καὶ ἐν τῷ καιρῷ, ἐν ᾧ γινόμεθα ἐν τῇ σκοτώσει, μὴ ταραχθῶμεν, καὶ μάλιστα ἐὰν μὴ ἐξ ἡμῶν ἡ αἰτία ταύτης ᾖ. Τῇ προνοίᾳ δὲ τοῦ Θεοῦ λογίζου ταύτην, διὰ τὰς αἰτίας, ἃς οἶδεν αὐτὸς μόνος ὁ Θεός. Καὶ γὰρ ἐν καιρῷ τινι πνίγεται ἡ ψυχὴ ἡμῶν, καὶ γίνεται ὡς ἐν κύμασι· καὶ ἐὰν ἀναγνῷ τις εἰς Γραφὴν καὶ ἐὰν λειτουργήσῃ καὶ ἐν παντὶ πράγματι, ᾧ προσεγγίσῃ, σκότωσιν ἐπὶ σκοτώσει λαμβάνει. Καὶ ἐξέρχεται ὁ τοιοῦτος καὶ πολλάκις οὐδὲ προσεγγίσαι ἀφίεται, καὶ οὐ πιστεύει παντελῶς οὗτος, ὅτι δέχεται ἀλλοίωσιν, καὶ γίνεται ἐν εἰρήνῃ. Αὕτη ἡ ὥρα πεπλήρωται ἀπογνώσεως καὶ φόβου, καὶ ἐλπὶς τοῦ Θεοῦ καὶ ἡ παράκλησις τῆς πίστεως αὐτοῦ τελείως ἐκβάλλεται ἐκ τῆς ψυχῆς, καὶ ὅλη ἐξ ὅλου πληροῦται δισταγμοῦ καὶ φόβου.

Οἱ πειρασθέντες ἐν τῷ κύματι τούτῳ τῆς ὥρας ταύτης, ἐκ τῆς πείρας γινώσκουσι τὴν ἀλλοίωσιν τὴν ἀκολουθοῦσαν ἐν τῷ τέλει αὐτῆς. Οὐκ ἐᾷ δὲ ὁ Θεὸς τὴν ψυχὴν ἐν τούτοις ἡμέραν τελείαν, ἐπὶ εἶχεν ἀπολέσθαι τῆς ἐλπίδος τῶν Χριστιανῶν, ἀλλὰ ταχέως ἔκβασιν ποιεῖ αὐτῇ. Ἐὰν δὲ ἐπὶ πλεῖον ἐπιμένῃ ἡ ὄχλησις τῆς σκοτώσεως ταύτης, ἀλλοίωσιν ζωῆς ἐκ τοῦ μέσου αὐτῆς ἐκδέχου ἐν τάχει.

Σοὶ δὲ ἐγώ, ὦ ἄνθρωπε, ὑποτίθεμαι καὶ συμβουλεύω σοι, ἐὰν οὐκ ἔχῃς ἰσχὺν κρατῆσαι ἑαυτὸν καὶ πεσεῖν ἐπὶ πρόσωπόν σου ἐν τῇ εὐχῇ, ἕλιξον τὴν κεφαλήν σου ἐν τῷ παλλίῳ σου καὶ κοιμῶ, ἕως ἂν παρέλθῃ ἡ ὥρα αὕτη τῆς σκοτώσεως ἀπὸ σοῦ, ἐκ δὲ τοῦ σκηνώματός σου μὴ ἐξέλθῃς. Τοῦτον τὸν πειρασμὸν πειράζονται μάλιστα οἱ ἐν τῇ πολιτείᾳ τῆς διανοίας ἐπιθυμοῦντες διάγειν καὶ τὴν παράκλησιν τῆς πίστεως ἐπιζητοῦντες ἐν τῇ πορείᾳ αὑτῶν. Διὰ τοῦτο καὶ πλέον τῶν ἁπάντων ὀδύνην καὶ κόπον αὐτοῖς ποιεῖ ἡ ὥρα αὕτη ἐν τῷ δισταγμῷ τῆς διανοίας. Ἀκολουθεῖ δὲ αὐτῇ ἰσχυρῶς ἡ βλασφημία. Καὶ ποτὲ μὲν δισταγμὸς περὶ τῆς ἀναστάσεως συμβαίνει αὐτῷ καὶ ἄλλα, ἅπερ οὐ δεῖ ἡμᾶς ἐξειπεῖν. Τούτων πάντων πολλάκις ἐν πείρᾳ γεγόναμεν καὶ πρὸς παράκλησιν τῶν πολλῶν ἐγράψαμεν τὸν ἀγῶνα τοῦτον.

Οἱ ἐν τοῖς σωματικοῖς ἔργοις διάγοντες ἔξωθεν τούτων εἰσὶ παντελῶς. Ἀλλ’ ἡ ἀκηδία ἔρχεται αὐτοῖς, ἡ πᾶσιν ἔκδηλος ὑπάρχουσα, καὶ κεχωρισμένη ἐστὶ τοῖς τρόποις ἐκ τούτων καὶ τῶν τοιούτων. Ἡ ὑγεία τούτου καὶ ἡ ἰατρεία ἐκ τῆς ἡσυχίας βρύει. Τοῦτο δέ ἐστιν ἡ παράκλησις αὐτοῦ. Ἐν τῇ συντυχίᾳ δὲ οὐδέποτε δέχεται τὸ φῶς τῆς παρακλήσεως καὶ ἐν ὁμιλίαις ἀνθρώπων οὐ θεραπεύεται, ἀλλὰ πρὸς καιρὸν ἀναπαύεται καὶ μετὰ ταῦτα ἐπανίσταται αὐτῷ ἰσχυρότερον. Καὶ δέεται ἀναγκαίως ἀνθρώπου πεφωτισμένου, τοῦ ἔχοντος πεῖραν ἐν τούτοις, φωτισθῆναι παρ’ αὐτοῦ καὶ ἐκδυναμωθῆναι ἐν παντὶ καιρῷ τῆς χρείας, οὐχὶ πάντοτε.

Μακάριος ὁ ὑπομένων ἐν τούτοις ἔσωθεν τῆς θύρας. Εἰς μονὴν γὰρ μεγάλην καὶ δύναμιν φθάσει μετὰ ταῦτα, καθὼς λέγουσιν οἱ Πατέρες. Ὅμως οὐκ ἐν ὥρᾳ, οὐδὲ εὐθέως παρέρχεται ὁ ἀγὼν οὗτος. Οὐδὲ ἡ χάρις προσάπαξ ἔρχεται τελείως καὶ οἰκεῖ ἐν τῇ ψυχῇ, ἀλλὰ κατὰ μικρὸν καὶ μικρόν, καὶ ἐκ ταύτης ἐκείνη. Ἐν καιρῷ πειρασμὸς καὶ ἐν καιρῷ παράκλησις, καὶ ἐν τούτοις ἐπιμένει ἕως τῆς ἐξόδου. Ἀλλοτριωθῆναι γὰρ τελείως ἐκ τούτου μὴ προσδοκήσωμεν ὧδε, οὐδὲ παρακληθῆναι τελείως. Οὕτω γὰρ εὐδόκησεν ὁ Θεὸς τὴν ζωὴν ἡμῶν διοικεῖσθαι ἐνταῦθα, καὶ ἐν τούτοις εἶναι τοὺς πορευομένους ἐν τῇ ὁδῷ.

Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.