Ἔργον
Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί
Επιστολές 1454-1470
Παραινέσεις περί σωφροσύνης, πνευματικής νίκης, αποφυγής κοσμικών θεαμάτων, και ευρεία αναφορά στην υπεροχή της αληθινής αρετής έναντι της κοσμικής δόξας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολές 1454-1470
Παραινέσεις περί σωφροσύνης, πνευματικής νίκης, αποφυγής κοσμικών θεαμάτων, και ευρεία αναφορά στην υπεροχή της αληθινής αρετής έναντι της κοσμικής δόξας.
ΑΝΔΡΟΜΑΧΩΙ ͵αυνδʹ Ἢ ὁρῶν μὴ ἔρα ἢ ἐρῶν μὴ ὅρα. Εἰ δὲ τὸ πρότερον τισὶ μὲν δύσκολον φαίνεται, τισὶ δὲ ἀδύνατον, τὸ δεύτερον ἀσκητέον· ἄμεινον γὰρ ἀσφάλεια φιλοτιμίας ἀκρίτου· καὶ τοῦτο ἡμῖν μὲν θεῖος προστάττει χρησμός. Ἐπειδὴ δὲ σὺ τὰ Ἑλλήνων πρεσβεύεις, κἀκεῖθέν σοι τοῦ χρησμοῦ τὴν ἀλήθειαν παραστῆσαι πειράσομαι.
Τὰς μὲν οὖν αἰτίας τοῦ τε ἰλιακοῦ πολέμου, καὶ τοῦ μεσσηνιακοῦ, τοῦ τε Κιρραίων πρὸς Ἀργείους, τοῦ τε Θηβαίων πρὸς Φωκέας παρήσω, ὡς καθημαξευμένας· πάντες γὰρ οὗτοι καὶ δεκαετεῖς, καὶ διὰ γυναῖκας ἐγένοντο.
Ἀπὸ δὲ τῶν Ξενοφῶντος οἷς καὶ κεχείρωσαι τὴν ἀπόδειξιν ποιήσομαι. Ἴσθι τοίνυν ὡς ὁ μὲν Κῦρος μηδὲ ἰδεῖν τὴν Πάνθειαν ἀνασχόμενος, καίτοι ἀμήχανον κάλλος ἔχειν μαρτυρουμένην, οὐ μόνον τοῦ τῆς λαγνείας χειμῶνος οὐκ ἐπειράθη, ἀλλὰ καὶ σωφροσύνῃ διέλαμψεν, ὁ δὲ Ἀράσπας, καίπερ μεγαλοφρονήσας ὡς καὶ ὁρῶν καὶ μὴ ἐρῶν, εἰς τοσαύτην κατέπεσεν αἰσχύνην—ἐρασθεὶς αὐτῆς, καὶ ἱκετεύσας, καὶ διαμαρτὼν τῆς ἐπιθυμίας—ὡς ἀναγκασθῆναι τὸν Κῦρον μυρίαις μηχαναῖς καὶ ἐπινοίαις χρήσασθαι ὥστε ἀπαλλάξαι ἐκεῖνον αἰσχρᾶς ὑπολήψεως.
Τίς οὖν ἀμείνων παρὰ σοί, ὁ ἀσφαλῶς τὰ καθ’ ἑαυτὸν διαθεὶς καὶ μέχρι νῦν ἐπὶ σωφροσύνῃ ἀνυμνούμενος ἢ ὁ φιλοτιμίᾳ ἀκαίρῳ ἑαυτὸν καταισχύνας καὶ τότε μὲν τὴν οἰκείαν παρρησίαν σβέσας, τοῖς δὲ μετὰ ταῦτα παραδοὺς κωμῳδῆσαι καὶ τὴν προτέραν ἀλαζονείαν καὶ τὴν δευτέραν ἀδοξίαν; Τοιγαροῦν καὶ αὐτὸς τὰ κατὰ σεαυτὸν καλῶς οἰάκιζε καὶ μὴ ἀκαίρῳ φιλοτιμίᾳ ἐκβακχευόμενος κατὰ τῶν τῆς ἀσελγείας βαράθρων σαυτὸν φέρων κατακρήμνιζε.
ΑΛΦΙΩΙ ͵αυνεʹ Ὁ θειότατος τοῦ Πατρὸς Υἱός τε καὶ Λόγος, ὁ τῶν ἁπάντων Δημιουργός, ὁ ἀΐδιος καὶ ἄρρητος δεῦρ’ ἐπιφοιτήσας, τὴν ἀσάφειαν τοῦ κηρύγματος τῇ οἰκείᾳ ἡρμήνευσε δυνάμει· διὸ καὶ θεοδιδάκτους ἔσεσθαι πάντας προφητικὸν προεμήνυσε λόγιον. Πάντες τοιγαροῦν οἱ νοῦ καὶ φρονήσεως οὐκ ἀμοιροῦντες, ἅτε ὑπὸ τῆς ἀνωτάτω σοφίας παιδευθέντες, ἁπάντων τῶν ἀνθρωπίνων ἀφέμενοι καὶ τῶν λογισμῶν ἀνωτέρω χωρήσαντες, τὰ ὑπερκόσμια φαντάζονται.
ΠΑΥΛΩΙ ΜΟΝΑΖΟΝΤΙ ͵αυνϛʹ Αὐτὸς μὲν ἄξιος ἐπαίνων τυγχάνεις, ὁ δὲ πρεσβύτερός σου ἀδελφὸς ἀξιώτερος, ὁ δὲ πρεσβύτατος ἀξιώτατος. Ταῖς γὰρ ἡλικίαις καὶ ἡ τῆς ἀρετῆς ἐπίδοσις συνέδραμεν· ὅθεν καὶ ἐπὶ σοὶ καὶ ἐπὶ τῷ πρεσβυτέρῳ χρηστὴ ἐλπὶς ἀνθεῖ ὡς τοῦ πρεσβυτάτου προκοπτούσης τῆς ἡλικίας οὐκ ἀπολειφθήσεσθε, ἀλλ’ ἀοίδιμοι κατ’ ἐκεῖνον γενήσεσθε.
Ἔχοντες οὖν συγγενικὰ κατορθώματα, πρὸς αὐτὰ τείνατε τὸν σκοπόν.
ΙΕΡΑΚΙ ΔΙΑΚΟΝΩΙ ͵αυνζʹ Εἰ καὶ πρὸς κέρδος ἀνελεύθερον ὁρῶν καὶ φιλοχρηματίας ἐρῶν, κάλλιστα σαυτῷ ἡγῇ πεπράχθαι, ἀλλ’ ἃ μάλιστα μὲν καὶ αὐτὸς βούλοιο, πρὸς τιμὴν καὶ δόξαν ἐστὶν αἴσχιστα. Εἰ δὲ καὶ τὴν πάντη τε καὶ πάντως ἑψομένην τοῖς τοιούτοις τολμήμασι λογίσαιο δίκην, εὖ οἶδ’ ὅτι καταθρηνήσειας σαυτόν. Σκόπει οὖν τὸ δέον· τὸ γὰρ τέλος οἶδας τὸ κἀνταῦθα κἀκεῖ τοῖς πταίουσιν ἑπόμενον.
ΤΩΙ ΑΥΤΩΙ ͵αυνηʹ Ὁ ἀκόλαστος, τουτέστιν ὁ ῥᾳθύμως βιοὺς καὶ τὰς οἰκείας μὴ κολάζων ἐπιθυμίας, ἀλλὰ τὰς ἡνίας αὐταῖς ἐνδιδοὺς τοῦ ὅπου βούλοιντο χωρεῖν, εἰ ἐπιχειροίη τὰς τῶν ἄλλων κολάζειν, καταγέλαστος ἔσται καὶ ἐπονείδιστος. Οὐ μόνον γὰρ οὐδὲν ἀνύσει, ἀλλὰ καὶ κωμῳδίας ὑπόθεσις γενήσεται, κατορθῶσαι ἐν ἄλλοις πειρώμενος ἅπερ αὐτὸς οὐ κατώρθωσεν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τῶν ἀλλοτρίων κρατῆσαι παθῶν τὸν τῶν οἰκείων μὴ περιγινόμενον· ταὐτὸν γὰρ ποιεῖ οἷον ἂν εἴ τις στρατηγὸς τὴν μὲν οἰκείαν πόλιν ἐμφύλιον ἔχουσαν πόλεμον, καὶ νοσοῦσαν, καὶ στασιάζουσαν εἰς ὁμόνοιαν ἀγαγεῖν μὴ δυνηθείη, τῶν δὲ ἔξωθεν πολέμων περιέσεσθαι ἐπαγγέλλοιτο. Πρὸς ὅν τις εἰκότως φαίη·
Ἐμβρόντητε, ἴσως ἀγνοεῖς ὅτι οὐ τοσοῦτον οἱ ἀλλόφυλοι πόλεμοι ὅσον οἱ ἐμφύλιοι διαφθείρουσι; Χρὴ οὖν πρῶτον τὸν ἔνδον σβέσαι πόλεμον καὶ τότε τοῖς ἔξω πολεμίοις μάχεσθαι.
ΕΠΙΦΑΝΙΩΙ ͵αυνθʹ Ἐπειδὴ θαυμάζειν ἔφης ὅπως οἱ μὲν θεῖοι χρησμοὶ ἡσυχίαν ἡμᾶς ἄγειν φασὶ χρῆναι, κἄν τις ἡμᾶς ἀδικῇ, οἱ δὲ τούτων ἑρμηνευταὶ οὐ βούλονται ἡσυχίαν ἄγειν, οὐδενὸς αὐτοὺς ἀδικοῦντος, κἄν τις αὐτοὺς ἐλέγχειν ἐπιχειρῇ, λοιδορεῖσθαι φάσκουσι καὶ ὡς ἐπὶ καθοσιώσει ἁλόντα δίκας πράττουσι, ταῦτα δὲ δρῶντες δυσχεραίνουσιν ὅτι παρ’ ἑλλήνων τε καὶ ἰουδαίων κωμῳδοῦνται, σὲ μὲν ἐλέγχειν ὡς λογοποιὸν οὐκ ἔχω, ἡδέως δὲ τοὺς ταῦτα δρῶντας— οὐδὲ γὰρ κατὰ πάντων τὴν ψῆφον ἐνεκτέον—ἐροίμην·
Τί δή ποτε τἀναντία ὧν φατε διαπράττεσθε; Τί ἄλλα μὲν διδάσκειν, ἄλλα δὲ ποιεῖν ἐπιχειρεῖτε; Τί ἑλλήνων τε καὶ ἰουδαίων τὴν γλῶτταν ἀκονᾶτε, καὶ κατὰ τῆς θειοτάτης θρησκείας ὁπλίζεσθαι παρασκευάζετε οὓς ἀρετῇ χρή, ἀλλ’ οὐ δυναστείᾳ χειρωθῆναι; Ἢ οὖν παυστέον τούτων τῶν πράξεων ἢ μηδένα τοσοῦτον αἰτιατέον τοῦ πάντα φαύλως ἔχειν ἢ ὑμᾶς αὐτούς.
ΦΙΛΗΤΡΙΩΙ ͵αυξʹ Οὕτω πόρρω καθέστηκεν αἰσχύνης τὸ τὰ βέλτιστα πράττοντά τε καὶ φράζοντα μὴ δυνηθῆναι πεῖσαι ὡς αὐτὸν τὸν κριτὴν ψηφίσασθαι καὶ εἰπεῖν τῷ μηδὲν εἰς τὴν τῶν πέλας σωτηρίαν εἰσενηνοχότι· «Ἔδει σε καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας, κἀγὼ ἐλθὼν ἀπῄτησα ἂν αὐτό»· τοῦτ’ ἔστιν· Εἰπεῖν ἐχρῆν, διαμαρτύρασθαι ἔδει βίον ἄληπτον ἐπιδεικνύμενον. Τὸ γὰρ εἰς τέλος ἀγαγεῖν τὸ κατόρθωμα οὐ τοῦ λέγοντος, ἀλλὰ τοῦ ἀκούοντος δῆλον ὅτι καθέστηκεν, ὡς ἡ ἀδέκαστος τοῦ κριτοῦ ψῆφος κεκύρωκεν.
ΗΛΙΑΙ ΔΙΑΚΟΝΩΙ ͵αυξαʹ Ὁ τὰ πρόδηλα κακὰ φανερῶς δρῶν καὶ μὴ ἐρυθριῶν, οὗτος δῆλον ὅτι λανθάνων οὐδὲν τῶν ἀπορρήτων ἄπρακτον ἐάσει· καὶ τοῖς μεγίστοις ἐγχειρῶν οὐ κἂν δήπου περὶ τὰ εὐτελέστερα ὀκνηρῶς διακείσεται· ὁ δὲ τὰ μικρὰ φυλαττόμενος καὶ τὰ μέγιστα, ὡς εἰκός, φυλάξεται.
ΙΣΙΔΩΡΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵αυξβʹ Τί ἐστιν, ἔφης· «Καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας»; Ἄκουε τοίνυν. Οὐχ ὁ θάνατος, ὦ βέλτιστε, ἀλλὰ τὸ δικαστήριον τὸ μετὰ τὸν θάνατον ἀποτρέπει τῶν ἁμαρτημάτων.
Οἱ γὰρ ἀσεβεῖς, σπινθῆρα νομίσαντες εἶναι τὴν ψυχήν, οὗ ἀποσβεσθέντος, ὡς ἔφασαν, τέφρα ἀποβήσεται τὸ σῶμα, τεθνάναι νομίζοντες μόνον, μὴ κρίνεσθαι δέ—ταῦτα γὰρ ἐν τῇ ἐπιγεγραμμένῃ Σοφίᾳ Σολομῶντος εἰρήκασιν, ὡς οἶσθα· εἰ δ’ ἀγνοεῖς, λαβὼν μετὰ χεῖρας τὸ βιβλίον εἴσει ὡς οὐδὲν ἄπρακτον εἴασαν· ὡς γὰρ μηκέτι ὄντες μετὰ θάνατον, πάντα δρᾶν τὰ αἰσχύνης καὶ κολάσεως ἄξια ἐπεχείρουν, λέγοντες· «Αὕτη ἡ μερὶς ἡμῶν, καὶ ὁ κλῆρος οὗτος.» Ἧκε τοίνυν ὁ Σωτὴρ μετὰ τῶν ἄλλων ὧν κατώρθωσε καὶ ταύτης ἀπαλλάξων τοὺς ἀνθρώπους τῆς ὑπονοίας. Τὴν γὰρ τῆς ψυχῆς ἀθανασίαν ὁρισάμενος ἐν τῷ φάναι· «Τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι», καὶ τὴν τῶν σωμάτων ἀνάστασιν εὐαγγελισάμενος διὰ τοῦ εἰπεῖν· «Ἐν τῇ ἀναστάσει τῶν νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ’ ἔσονται ὡς οἱ ἄγγελοι», τήν τε κρίσιν καὶ τὴν κόλασιν προμηνύσας διὰ πολλῶν μὲν ἄλλων καὶ ἐν τῷ δὲ φράσαι· «Φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ», πάσης ἐκείνης ἠλευθέρωσεν ἅπαντας τῆς ὑποψίας, μᾶλλον δ’ ἀληθέστερον εἰπεῖν, τῆς δουλείας. Τὸ γὰρ θεῖον δικαστήριον ἐν νῷ λαμβάνοντες καὶ ὡς πρὸς σκοπὸν τείνοντες, οὐδὲν φαῦλον πρᾶξαι τολμήσειαν.
Οἶμαι μὲν οὖν σεσαφηνίσθαι τὸ ῥητόν. Εἰ δὲ καὶ μεταφρασθῆναι αὐτὸ βούλει, φήσαιμι· Ἐπειδὴ ὡς μέλλοντες ἀποθνῄσκειν, ἐδούλευον ἀφειδῶς ταῖς ἁμαρτίαις—ὁ γὰρ τοῦ θανάτου φόβος βλοσυρὸν αὐτοῖς ἐνορῶν καὶ τὴν τοῦ μηκέτι εἶναι ἔννοιαν τίκτων, εἰς πᾶσαν αὐτοὺς δουλείαν ἁμαρτίας παρέπεμπε—διὰ τοῦτο ἦλθεν ὁ Χριστὸς καὶ ταύτης αὐτοὺς ἀπαλλάξων τῆς δουλείας.
Εἰ δὲ μηδ’ οὕτω νενόηται, σαφέστερον εἰρήσεται—πολλοῖς γὰρ ἁλώσιμον οὐκ ἔστι τὸ νόημα τὸ ἀποστολικόν—· Ἀπαλλάξῃ, φησί, τούτους τοῦ φόβου τοῦ θανάτου τοῦ ἀνυπαρξίαν αὐτοῖς ἀπειλοῦντος καὶ ἀγάγῃ εἰς ἔννοιαν τοῦ μετὰ τὴν ἐντεῦθεν τελευτὴν ἀδεκάστου δικαστηρίου. Οὕτω γὰρ ἄσμενοι τὴν ἐπὶ τὴν ἀρετὴν φέρουσαν ὁδὸν ἔτρεχον τῇ ἐλπίδι τῶν στεφάνων πτερούμενοι καὶ τὴν ἁμαρτίαν ἔφευγον τῷ φόβῳ τῶν ἐσομένων τιμωριῶν.
Εἰ δὲ καὶ εἰς ἄλλο ἐνθύμημα βλέπει ὁ νοῦς ὁ ἀποστολικός, τῆς σῆς συνέσεώς ἐστι κρῖναι. Εἰκὸς γὰρ καί τι τοιοῦτον αὐτὸν ἐμφαίνειν· Ἐπειδὴ πολλοὶ τὸν θάνατον δεδιότες ὡς εἰς ἀνυπαρξίαν παραπέμποντα, πολλὰ καὶ παρὰ γνώμην καὶ δρᾶσαι καὶ παθεῖν αἰσχρὰ ὑπέμενον, ἵνα μόνον μὴ τιμωρηθεῖεν παρὰ τῶν δυνατωτέρων—ἐρῶντες γὰρ καὶ μὴ τυγχάνοντες τοῦ σκοποῦ, δόλους καὶ ἐπιβουλὰς θάνατον τίκτοντας κατεσκεύαζον, ὡς δηλοῦσιν ἥ τε κατὰ τὸν Ἰωσήφ, ἥ τε κατὰ τὴν Σωσάνναν ἱστορία—ἧκε παιδεύσων τοὺς ἀνθρώπους ὅτι ὁ θάνατος αἱρετώτερός ἐστι τῆς κακίας, καὶ χρὴ μᾶλλον τοῦτον καταδέχεσθαι ἤ τι τῶν αἰσχίστων δρᾶσαί τε καὶ παθεῖν. Ὁ μὲν γὰρ ὑπὸ τῆς ἀναστάσεως σβεσθήσεται, τὰ δὲ εἰς κόλασιν καταλήξουσιν.
ΤΩΙ ΑΥΤΩΙ ͵αυξγʹ Ἡ μὲν τῆς ταῖς ἁμαρτίαις νενεκρωμένης ψυχῆς ἀνάστασις ἐνταῦθα τελεῖται ὅταν ταῖς τῆς δικαιοσύνης πράξεσιν εἰς ζωὴν ἀναστοιχειωθῇ. Νέκρωσιν δὲ χρὴ νοεῖν ψυχῆς τὴν κακοπραγίαν, οὐ τὸν εἰς τὸ μὴ εἶναι ἀφανισμόν. Διὸ καὶ περὶ τοῦ ἀσώτου παιδὸς ἔτι ζῶντος ἐρρέθη· «Νεκρὸς ἦν καὶ ἀνέζησε.» Καὶ τῷ ὑπὸ τῆς κακίας νεκρωθέντι καὶ ταφέντι ἐρρέθη· «Ἔγειραι ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.» Τῷ γὰρ τὸν θάνατον τῆς ἁμαρτίας διὰ μετανοίας ἀποσεισαμένῳ τὸ φῶς τὸ ἀληθινὸν ἀνατελεῖ.
Ἡ δὲ τοῦ σώματος ἐκεῖσε τελεσθήσεται, πάντων μὲν ὁμοίως διὰ τὴν ἀθανασίαν, οὐ πάντων δὲ ὁμοίως διὰ τὴν εὔκλειαν. Ἡ γὰρ δόξα ἀναλόγως τοῖς ἐνταῦθα πεπραγμένοις ἑκάστῳ πρυτανευθήσεται, καθὼς τὰ ἀψευδῆ τῆς Γραφῆς περιέχει λόγια.
ΛΕΟΝΤΙΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵αυξδʹ Εὐηνίῳ καὶ πιθανῷ λόγῳ κολάσαι, μᾶλλον δὲ διδάξαι χρὴ τοὺς ἀμειλίκτῳ ὀργῇ χρωμένους τῆς ἑκουσίου μανίας ἀποπαύσασθαι. Ἀνοιδοῦσα γὰρ εἰς ἀνδροφονίαν τελευτᾷ.
ΥΠΑΤΙΩΙ ΠΟΛΙΤΕΥΟΜΕΝΩΙ ͵αυξεʹ Οἱ πῦρ σβέσαι βουλόμενοι οὐχ ὕλην εὐκατάπρηστον προστιθέασιν οὐδὲ τροφὴν ἄλλην παρέχουσιν αὐτῷ δι’ ἧς αὔξεταί τε καὶ ἀχείρωτον γίνεται, ἀλλὰ σβεστηρίοις χρώμενοι τὴν φλόγα καταπαύουσιν. Εἰ τοίνυν καὶ αὐτὸς βούλει τὴν τῆς φιλοχρηματίας σβέσαι κάμινον, τῇ ὑπεξαιρέσει, ἀλλὰ μὴ τῇ προσθήκῃ τοῦτο ῥᾳδίως ἀνύσειν ἔλπιζε· σβεστήρια δὲ φιλαργυρίας, ἐλεημοσύνη καὶ ἡ τῶν δεομένων εὐεργεσία.
ΛΟΥΚΑΙ ΛΑΜΠΡΟΤΑΤΩΙ ͵αυξϛʹ Ὀρθὸν τὸ δίκαιον ἐκείνῳ φαίνεται τῷ χρημάτων κρείττονι ᾧ οὐδὲν κέρδος τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς ἐπισκοτεῖ. Εἰ γὰρ «δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν», τοὺς ἀσόφους τί οὐκ ἐργάσεται; Ὥσπερ γὰρ ἐὰν ἐπὶ θάτερα τοῦ ζυγοῦ χρυσίον προσενέγκῃς, καθέλκεται ἡ πλάστιγξ καὶ ἄνισον δείκνυσι τὸν ζυγόν, οὕτω καὶ ὅταν ὁ τῆς ψήφου κύριος χρυσίον λάβοι, οὐδὲν ἂν ὀρθῶς οὐδ’ ὑγιῶς ψηφιεῖται. Ὁ δὲ τῶν κρίσεων ὅρον τὸ δίκαιον, οὐ τὴν οἰκείαν βούλησιν ποιούμενος, ἐκεῖ ῥέπειν παρασκευάζει τὰς ψήφους ἔνθα τὴν δίκην νεύουσαν θεάσοιτο.
ΑΛΦΙΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵αυξζʹ Ἠλιθίους ἔγωγε ἡγοῦμαι τοὺς ἐπὶ μὲν τῶν λόγων τὰς ἐναντιώσεις ὁρῶντας, ἐπὶ δὲ τῶν ἔργων μὴ καθορῶντας. Τὸ γὰρ ἀπὸ τῶν συλλογισμῶν εὔλογον προβαλλόμενοι, τἀναντία ὧν φασι δρᾶν οὐ παραιτοῦνται. Τὴν γοῦν ἀκτημοσύνην μέγιστον ἀγαθόν, ὥσπερ οὖν καὶ ἔστιν, ὑποτιθέμενοι, ἐκ τῶν ἀλλοτρίων κερδαίνουσι συμφορῶν, καὶ τὴν ἐλεημοσύνην ἐκθειάζοντες, τὰ τῶν ἐλεεῖσθαι δεομένων σφετεριζόμενοι οὐκ ἐρυθριῶσι, καὶ τὸ κοινωνικὸν καὶ εὐμετάδοτον ἀνακηρύττοντες, χρηματιζόμενοι οὐκ αἰσχύνονται.
ΙΕΡΑΚΙ ΔΙΑΚΟΝΩΙ ͵αυξηʹ Πάντες σχεδὸν οἷς ἀρετῆς λόγος φασὶν ὡς ὀξὺ μὲν πρὸς τὴν κακίαν ὁρᾷς, τυφλώττεις δὲ πρὸς τὰ κάλλιστα. Εἰ τοίνυν ταῦθ’ οὕτως ἔχει, ἀνακάθαρον σαυτοῦ τὸν νοῦν— οὗτος γάρ ἐστιν ὁ τῆς ψυχῆς ὀφθαλμός—τάχα πως τά τε καλὰ καὶ τὰ αἰσχρὰ διακρῖναι δυνηθείης. Ἐκ γὰρ ταύτης τῆς βασάνου τὰ μὲν ἑλεῖν, τὰ δὲ φυγεῖν προθυμηθείης.
ΑΡΠΟΚΡΑΙ ΣΟΦΙΣΤΗΙ ͵αυξθʹ Ὅτι μὲν οἱ ἐν διεφθαρμένοις ἤθεσι τρεφόμενοι παῖδες οὐ ῥᾳδίως μετ’ ἀρετῆς εἰς ἄνδρας ἐκβήσονται, καὶ ἡ σὴ σύνεσις δι’ ὧν ἔγραψεν ἐδήλωσεν· ὅτι δὲ καὶ οὕτως ἔχει τὸ πρᾶγμα, αὐτίκα μάλα εἰρήσεται. Τὴν μὲν γὰρ σωφροσύνην αὐτοῖς παραιρεῖται τὸ τοῖς ἀσελγαίνουσι συνδιατρίβειν, τὴν δὲ φρόνησιν τὸ τοὺς ἐν τοῖς προσήκουσιν ἀναγνώσμασιν ἱδρῶτας ἀποδιδράσκειν, τὴν δὲ ἀνδρείαν ἡ τῶν ὀρχηστῶν ἀνανδρεία, τὴν δὲ δικαιοσύνην ἡ τῶν μίμων ἐπιορκία. Τίνι δ’ ἂν ἢ συναχθεσθεῖεν ἢ συνησθεῖεν μετὰ τῆς πρεπούσης καταστάσεως οἷς δυοῖν ἀνάγκη θάτερον, ἢ γελᾶν ἢ τεταράχθαι, ὧν τὸ μὲν τῆς σκηνῆς, τὸ δὲ τοῦ ἱπποδρόμου δῶρόν ἐστιν.
Δεινὸν τοίνυν ἡγούμενος τὸ τῇ θέᾳ ἑαλωκέναι τοὺς νέους, εἶργε τούτους, μάλιστα μὲν λόγῳ, εἰ δὲ μὴ πείθοιντο, φόβῳ. Ῥᾷστα γὰρ ἂν οὕτως ἀρίστους ἄνδρας καὶ δεινοὺς ῥήτορας δημιουργήσεις. Εἰ δέ, ὡς γέγραφας, δεινὸν ἡγοῦνται τὸ τῆς τέρψεως ἐκείνης εἴργεσθαι ἥτις ἀτεχνῶς ἔοικε τῇ τῶν Σειρήνων ᾠδῇ, ἧς ἡ σιγὴ χρησιμωτέρα τοῖς ἀνθρώποις, ἢν ἰσχυρίζωνταί τε νενομίσθαι ταύτην καὶ συγκεχωρῆσθαι, ἐκεῖνο μανθανέτωσαν—ὅπερ ἴσως μετὰ τῶν ἄλλων καλῶν ἀγνοοῦντες ἀδικεῖσθαι οἴονται τὴν νεότητα καὶ παρανομεῖσθαι—ὅτι οἱ τὴν ἀπὸ τῆς τέρψεως ταύτης θανατηφόρον ἡδονὴν ἐξ ἀρχῆς εἰς τὰς πόλεις εἰσαγαγόντες καὶ τὸ δηλητήριον κατὰ γνώμην τοῦ τῆς ἀνθρωπότητος ἐχθροῦ—τοῦ καὶ τὰς ἐμπιπτούσας προφάσεις εἰς ἀπώλειαν τρέποντος ταῖς ψυχαῖς τῶν θεωμένων—κεράσαντες, οὐκ ἂν ἁπλῶς ἦλθον ἐπὶ τοῦτο—ἦ γὰρ ἂν οὐδὲ οἱ ἔξωθεν νόμοι ἐπέτρεψαν—ἀλλὰ μετ’ εὐλόγου δῆθεν αἰτίας.
Ὁρῶντες γὰρ στρατόπεδα μὲν τοῖς βασιλεῦσιν ἐξηρτυμένα, καὶ ταῦτ’ ἐξασκοῦντας διὰ τοῦ βίου, τοὺς δ’ ἐν ταῖς πόλεσι δήμους ἀτέλειαν ἔχοντας τῶν ἐν τοῖς ὅπλοις κινδύνων καὶ πολλὴν ἄγοντας τὴν σχολήν, γινώσκοντές τε τοὺς ἐν τοιαύτῃ ῥᾳστώνῃ ὄντας—οὐ γὰρ πάντες τῇ σχολῇ ἐπὶ καλῷ χρῶνται—πολλάκις νεώτερόν τι βουλεύοντας, ἐκκόψαι δεῖν οἰηθέντες αὐτόπρεμνον τῶν ἐπαναστάσεων τὴν ῥίζαν καὶ μὴ διπλοῦν ἐᾶσαι τοῖς ἡγουμένοις τὸν πόλεμον, τὸν μὲν ἔξωθεν, τὸν δὲ ἔνδοθεν, ἀσχολίαν τινὰ ταύτην ἐξηύραντο, καὶ κατεσκεύασαν τοῖς ἀπερισκέπτως ὁτιοῦν τολμᾶν εἰωθόσι· καὶ δεδώκασιν αὐτοῖς εἰς φιλονεικίαν ἀφορμήν, τοσοῦτον μὲν οὐδὲν ἀνύσαι ἰσχύουσαν, δεινὴν δὲ τὸν θυμὸν δαπανῆσαι περὶ αὐτήν· τοῦτ’ ἔστιν ἡ τῶν ἵππων συνεχὴς ἅμιλλα, πολιτική τις ἔρις, ἐπιστρέφουσα πρὸς τουτονὶ τὸν ἀγῶνα τοὺς ὑπὸ τοῦ μηδὲν χρηστὸν ἐθέλειν ποιεῖν, ἴσως ἄν τι ἀργαλεώτερον ἐννοήσοντας· τοῦθ’ ἡ περὶ τὴν ὀρχήστραν ποικιλία· τοὺς μὲν γὰρ θεάμασιν ἑστιῶσα, τῶν δὲ ἀκούσμασι τὴν ἀκοὴν γοητεύουσα, ἔδοξε, καίτοι πονηρίας γέμουσα, στασιώδους βουλῆς ἐμπόδισμα. Ταῦτα συνεχώρησαν τῶν ἐλαττόνων— ὡς ᾠήθησαν—ὠνούμενοι τὰ μείζω, τὴν ἡσυχίαν, τὴν ἀσφάλειαν.
Νέους δὲ τρεφομένους εἰς ἀρετὴν καὶ τὴν καλλίστην ἁρμονίαν ἁρμοττομένους οὐ θέμις ἐπὶ τὴν μετουσίαν τούτων ἰέναι, οὐδ’ ἄνδρας δὲ τῶν οἰκείων ψυχῶν ἐπιμελουμένους· οὐκοῦν οὐδ’ ἀπέρχονται μεθέξοντες, ἀλλ’ ἀμείνους παρὰ πάντων εἶναι κέκρινται, κρείττους ὄντες τῆς ὀλεθρίου ταύτης τέρψεως· καὶ μάλισθ’ ὅτι καὶ πόλεώς τ’ εἰ καὶ πάντες οἱ συρφετώδεις καὶ ἀγοραῖοι γνωσιμαχήσαντες τὰς ἡσυχίας ἦγον καὶ φιλοσοφίαν ἠσπάζοντο, ἐκέκλειστο μὲν ἂν τὰ θέατρα ἢ καὶ ἀνοιγόμενα οὐδένα ἐπήγετο, ἀπώλετο δ’ ἂν καὶ ἡ τῶν ἐν αὐτοῖς κακῶς ἀγωνιζομένων τέχνη, μᾶλλον δὲ κακοτεχνία, καὶ τρία τὰ μέγιστα κατώρθωτο ἄν, ἥ τε τῶν ψυχῶν σωτηρία, ἥ τε τῶν πόλεων κατάστασις, ἥ τε τῶν ἀρχόντων ἀσφάλεια.
Ταῦτα μὲν οὖν ἀκουόντων παρὰ τῆς σῆς παιδεύσεως. Ἐπειδὴ δὲ καὶ τὴν ἐμὴν κινῆσαι γλῶτταν δεῖν ᾠήθης ὡς μεγάλα τινά—ὅπερ οὐκ οἶμαι—ἀνύσουσαν, ἵνα μὴ δόξω σε λυπεῖν, καὶ πρὸς αὐτοὺς γέγραφα.
ΕΛΛΗΝΩΝ ΠΑΙΣΙΝ ͵αυοʹ Ὦ μειράκια—χρὴ γὰρ ὑμῖν ἀρχομένοις τοῦ βίου μηδὲν παράλογον φράσαι, ἀλλὰ τὴν ἀλήθειαν ἀπαμφιάσαι— πάντων τῶν ὄντων ἢ δοκούντων ἀγαθῶν μέγιστόν τε καὶ κάλλιστόν ἐστιν ἡ ἀρετή· καὶ ταὐτόν εἰσιν οἱ ταύτῃ συμβιοῦντες πρὸς τοὺς ἀμοιροῦντας ὅπερ ἐκεῖνοι μὲν πρὸς τὰ θηρία, ἄγγελοι δὲ πρὸς τοὺς ἀνθρώπους· βαδίζουσι γοῦν διὰ τῆς ἀγορᾶς ἀγγέλοις ἐοικότες. Ὥσπερ γὰρ λαμπτῆρες ἐν σκότῳ ἐξαίφνης ἀρθέντες ἐπιστρέφουσι πρὸς ἑαυτοὺς τὰς τῶν ἄλλων ὄψεις, οὕτω καὶ οὗτοι τοὺς ἄλλους καὶ ἐκπλήττουσι καὶ φωτίζουσιν. Οἱ δὲ ἀφέντες τὰ οἰκεῖα ἕπονται πρὸς τὴν φωνὴν ἀγαλλόμενοι, καὶ γίγνονται πρὸς ἐκείνους ὃ δὴ πρὸς τοὺς ποιμένας τὰ πρόβατα, συγχωροῦντες ἄγειν αὐτοὺς ὅπῃ ᾖ βέλτιον· οἱ δὲ παραλαβόντες πειθηνίους ἐξηγοῦνται καθάπερ προφῆται τὰ μέλλοντα. Ἐπειδὴ γὰρ πολλοὶ τῶν οὐ πολὺν τῆς ἀρετῆς ποιουμένων λόγον, παρ’ οἷς ἡ παραυτίκα ἡδονὴ καὶ ῥᾳστώνη μεῖζον ἰσχύει τοῦ ποθ’ ὕστερον συνοίσοντος, οἳ διὰ μὲν ἀπληστίαν καὶ ἀδικίαν τὰ παρόντα ἀγαπῶσι, διὰ δὲ σκαιότητα τρόπων τῶν μετὰ ταῦτα οὐδὲν προορῶσι, τῶν ἐν χεροῖν μόνων φροντίδα τιθέμενοι φράζουσι· «Τὸ παρὸν εὖ τίθει», ἐκεῖνοι τὰ μέλλοντα σκοποῦντες προμηνύουσι, καὶ τῶν πραγμάτων ἐκβάντων κατὰ τοὺς λόγους στεφανοῦνται καὶ ἀνακηρύττονται.
Οὗτοι ζῶντες μὲν τὰς κεκλιμένας μὲν ὀρθοῦσι, τὰς δ’ ἑστώσας κοσμοῦσι πόλεις, τελευτήσαντες δὲ ἐγκαταλείπουσι κέντρον τοῦ πόθου· ἐπίσημοι γὰρ οἱ τάφοι, ἐν τιμῇ δὲ τὰ γένη, διηνεκὴς δὲ ἡ μνήμη, δικαίως· ἀρετῆς γὰρ ἐκτήσαντο φύσιν ἧς οὐ πέφυκεν ἅπτεσθαι τελευτή. Τῶν μὲν γὰρ σωματικῶν πλεονεκτημάτων ῥᾳδίως ἕκαστον ἀποσβέννυται, καὶ πρόσκαιρον ἔχει τὴν χάριν, οἷον κάλλος, τάχος, ῥώμη—τοῦ σώματος γὰρ φθειρομένου, ἀναγκαίως κἀκεῖνα φροῦδα οἴχεται—ἀρετῆς δὲ μόνης ἅτε ἐν ἀθανάτῳ ψυχῇ τρεφομένης οὐ πέφυκεν ἅπτεσθαι μεταβολή. Οὐκοῦν παντὶ σθένει προσήκει τὴν ἀρετὴν ἀσκεῖν, ἀλλ’ οὐχ ἡγεῖσθαι δοκεῖν ἀσκεῖν.
Ἀλλὰ μηδ’ εἰς πλοῦτον κεχηνότες καταμελεῖτε ταύτης. Ἔστι γὰρ ἐκεῖνος τῆσδε εὐτελέστερος· τὸν μὲν γὰρ ῥᾳδίως ἄν τις ἀφέλοιτο, τοῦτο μὲν λαθών, τοῦτο δὲ μεῖζον ἰσχύων, τῆς δὲ οὐκ ἂν ἀποστερήσειεν, οὐδὲ εἰ τοῦ σώματος χωρίσειας.
Ἀρετὴν δέ φημι—μὴ γὰρ δὴ ἡ ὁμωνυμία ὑμᾶς σφαλλέτω—οὐ τὴν ἐν πολέμοις ἀνδρείαν ἧς πολλάκις τὸ πλέον τοῖς πονηροῖς ἢ τοῖς ἀγαθοῖς μέτεστιν, οὐδὲ τὴν ἐν Ὀλυμπιάσι νίκην ἣ καὶ τοῖς ἐπιτυχοῦσιν ἐφίπταται, ἀλλ’ οὐδὲ τὴν ἐν τοῖς λόγοις δεινότητα—εὖ γὰρ ἔφησε Θουκυδίδης· «Ὅτι ἀμαθία μετὰ σωφροσύνης ὠφελιμώτερον ἢ δεξιότης μετὰ ἀκολασίας»—οὐδ’ ἄλλο οὐδὲν τῶν τῷ παρόντι συγκαταλυομένων βίῳ, ἀλλὰ τὴν διὰ σωφροσύνης καὶ φρονήσεως, δικαιοσύνης τε καὶ ἀνδρείας, πραότητός τε καὶ ἐπιεικείας, φιλοσοφίας τε καὶ τῶν ἄλλων τῶν τοιούτων συγκροτουμένην καὶ συμπληρουμένην.
Ἀλλὰ πολλοί, φασί, παρὰ τὴν ἀξίαν εὐημεροῦσι καὶ ἀρετῆς χωρὶς πλουτοῦσιν. Ὁμολογῶ μὲν κἀγώ, τοῦτο δὲ πῶς ἂν εἰκότως ἀποτρέψειε τῆς ἀρετῆς οὐ συνορῶ. Εἰ μὲν γὰρ εἶχέ τις σαφῶς ἀποδεῖξαι νόμῳ φύσεως κεκωλυμένα ταῦτα ἀμφότερα συνελθεῖν, ἀρετήν τε, φημί, καὶ εὐημερίαν, μάλιστα μὲν οὐδ’ οὕτως εὔλογον ἦν τὸν πλοῦτον πρὸ τῆς ἀρετῆς ἑλέσθαι, τῇ ῥᾳθυμίᾳ δ’ ἂν ἴσως τοῦτο σκηπτομένῃ παρεῖχε συγγνώμην. Ἐπειδὴ δὲ τοὺς αὐτοὺς εὕροι τις ἂν καὶ τὴν γνώμην ἀρίστους καὶ λαμπροὺς καὶ τὸν παρόντα βίον, τί φεύγετε τὴν ἀρετὴν ὡς πάντως τὸν πλοῦτον ἕξοντες εἰ μὴ ταύτην κτήσησθε; Οὐ γὰρ ἐν τῷ τῆς ἀρετῆς ἐστερῆσθαι τὸ κεκτῆσθαι τὸν πλοῦτόν ἐστιν, ἀλλὰ καὶ ἀρετῇ προσγένοιτο ἂν πολλάκις, τῆς θείας προνοίας τοῖς μὲν τὸ πρὸς ἀξίαν νεμούσης, τῶν δὲ τὴν ταλαιπωρίαν οἰκτειρούσης. Ἐπειδὴ γὰρ τῶν ὄντως ἀγαθῶν, τῶν οὐρανίων φημί, ἑαυτοὺς ἐστέρησαν, τὰ πρόσκαιρα αὐτοῖς χαρίζεται, καὶ ταύτῃ ἐκκόπτων αὐτῶν τὴν ἀπολογίαν. Σκοπήσατε δὴ μὴ τοῦτο ὅτι ἀρετῆς ἀπούσης εὐημεροῦσί τινες, ἀλλά τινες ἄν ποτε ἦσαν ἐν τῷ εὐημερεῖν, τῆς ἀρετῆς προσούσης. Καὶ μὴν εἴ τις ἐθέλοι μετὰ ἀκριβείας ζητεῖν—εἰ γὰρ καὶ παράδοξον δόξει τὸ λεχθησόμενον, ἀλλ’ ὅμως λελέξεται—ἐκ τοῦ παντὸς αἰῶνος μετὰ τῶν εὐφρονούντων ἢ τῶν φαύλων εὕροι τὴν ἀληθῆ εὐημερίαν γεγενημένην;
Εὐημερίαν ἔγωγε ὁρίζομαι τὴν αὐτάρκειαν· ὀλισθηρὸν γὰρ εἰς ἀκολασίαν ἡ τῆς χορηγίας ἑτοιμότης.
Πάντως δὲ ὑμεῖς οὐκ ἀπιστήσετε, ἔναυλον ἔχοντες τὴν Ἰσοκράτους παραίνεσιν, οὐχ ἁπλῶς εἰρημένην, οὐδὲ ῥᾳδίως ἐλεγχομένην, ἀλλὰ τῇ ἀληθείᾳ ὠχυρωμένην· «Πλοῦτος δὲ κακίας μᾶλλον ἢ καλοκαγαθίας ὑπηρέτης ἐστίν, ἐξουσίαν μὲν τῇ ῥᾳθυμίᾳ παρασκευάζων, ἐπὶ δὲ τὰς ἡδονὰς τοὺς νέους παρακαλῶν.» Εἰ δὲ τοῖς πολλοῖς τοὐναντίον δοκεῖ, διὰ τὸ τὴν δοκοῦσαν καὶ οὐ τὴν οὖσαν εὐπραγίαν περιεργάζεσθαι, θαυμαστὸν οὐδέν. Οἵ τε γὰρ παρὰ τὴν ἀξίαν πλουτοῦντες, αὐτῷ τούτῳ τῷ παρ’ ἀξίαν γνωριμώτεροι καθίστανται· οἱ δὲ εἰκότως εὐημεροῦντες, αὐτῷ τῷ εἰκότως εὐημερεῖν οὐ παρέχουσί τινι θαυμάζειν· τὸ γὰρ παράδοξον πλείω ποιεῖ τὸν ὑπὲρ ἑαυτοῦ λόγον. Διὰ τοῦτ’ ἴσως ἐλάττους ὄντες οἱ παρὰ τὴν ἀξίαν εὖ φερόμενοι τὴν τοῦ πλείονος εἶναι δόξαν ἀπηνέγκαντο.
Θῶμεν τοίνυν—χρὴ γὰρ καὶ ἀπὸ συγκρίσεως τὸ δέον σκοπῆσαι—ἴσους αὐτοὺς εἶναι· καὶ σκεψώμεθα πότερον ἄμεινον μετ’ ἀρετῆς ὁ πλοῦτος ἢ καθ’ ἑαυτόν. Καὶ μὴν ὁ μέν, τῆς εὐημερίας ἐπιλειπούσης, τῷ κτήματι τῆς ἀρετῆς ἔχει θαρρεῖν· τὸν δέ, οἰχομένης τῆς εὐπραγίας, ἄτιμον ἀνάγκη κεῖσθαι. Ὑποθώμεθα δὲ πᾶσαν ῥᾳθυμίας ὁδὸν ἐκκόπτοντες, καὶ κεχωρίσθαι ταῦτα τῇ φύσει, καὶ τοῖς μὲν τὴν ἀρετήν, τοῖς δὲ τὸν πλοῦτον μεμερισμένως παραγίνεσθαι, καὶ μὴ μεταπίπτειν τὴν εὐημερίαν ὥσπερ τὴν Κροίσου. Τίς οὖν οὐκ ἂν εἵλετο μᾶλλον Σόλων εἶναι ἢ Κροῖσος; Τίς δὲ οὐχὶ Πλάτων ἢ Διονύσιος; Τίς δὲ οὐ Σωκράτης μᾶλλον ἢ Ἀρχέλαος; Καὶ τί δεῖ πολλοὺς φιλοσόφους καταλέγειν καὶ συγκρίνειν τυράννοις, ὧν καὶ ἡ μνήμη ἂν ἐσβέσθη εἰ μὴ διὰ τὴν ἐκείνων ἀρετήν τε καὶ σοφίαν; Διὸ τούτους παρεὶς ἐπὶ τὸν συμβουλευτικὸν τρόπον τὸν λόγον τρέψαιμι.
Εἰ τοίνυν ἀρετὴ μὲν κρείττων χρημάτων, ἡ δὲ εὐημερία ἡ ἀληθὴς τοῖς σπουδαίοις ἀκολουθεῖ, καὶ ἡ δοκοῦσα δὲ αὐτοῖς ἕπεται, εἰ καὶ διὰ τὸ εἰκότως εὐδοκιμεῖν οὐ παρέχουσι θαυμάζειν, τῶν φαύλων διὰ τὸ παρ’ ἀξίαν πλουτεῖν γνωριμωτέρων καθεστώτων καὶ πλειόνων δοκούντων—εἰ δὲ καὶ ἴσοι εἶεν τῷ ἀριθμῷ, ἀμείνους οἱ μετ’ ἀρετῆς εὐημεροῦντες· εἰ δὲ καὶ κεχώριστο ταῦτα τῇ φύσει, τὴν ἀρετὴν πρὸ τῆς εὐημερίας αἱρετέον—τί καταρρᾳθυμοῦμεν τὸν τῆς ἀρετῆς προδιδόντες στέφανον;
Τούτων μὲν οὖν καὶ ἄλλων πολλῶν ἕνεκεν, ὦ παῖδες, ἐκ νέας ἡλικίας χρὴ τὴν ἀρετὴν ἀσκεῖν, οὐχ ἥκιστα δέ, ἀλλὰ καὶ μάλιστα τοῦ ῥηθησομένου. Ὁ μὲν γὰρ ἐν γήρᾳ ταύτην ἀσπασάμενος, ὅλον ἀναλίσκει τὸν ἐπίλοιπον χρόνον, ἵνα δυνηθῇ τὰ ἁμαρτηθέντα αὐτῷ κατὰ τὴν πρώτην καὶ δευτέραν καὶ τρίτην ἡλικίαν ἀποτρίψασθαι, καὶ πᾶσα αὐτῷ ἡ σπουδὴ εἰς τοῦτο δαπανᾶται. Καὶ οὐδ’ οὕτω πολλάκις ἀρκεῖ· εἴγε ἀσύγγνωστα εἴη καὶ μεγάλα τὰ ἐπταισμένα, ἀλλ’ ἀπελεύσεται πρὸς τὸν ἀδέκαστον κριτήν, λείψανα τῶν τραυμάτων ἐπιφερόμενος.
Ὁ δὲ ἐκ νέας ἡλικίας τὴν ἀρετὴν περιπτυξάμενος οὐκ εἰς τοῦτο ἀναλίσκει τὸν χρόνον, οὐδὲ κάθηται ὥσπερ ἐν ἰατρείῳ δυσίατα ἕλκη θεραπεύων καὶ παρὰ τῶν παροδευόντων ἄθλιος εἶναι νομιζόμενος, ἀλλ’ ἐκ προοιμίων λαμπρὰ δέχεται τὰ βραβεῖα. Κἀκεῖνος μὲν στέργει καὶ ἀγαπητὸν ἡγεῖται ἢν τὰς ἥττας ἀναμαχέσασθαι πάσας δυνηθῇ, οὗτος δὲ ἐκ βαλβίδος αὐτῆς τροπαίοις καὶ ἀναρρήσεσιν ἀγάλλεται καὶ νίκας συνάπτει νίκαις, καὶ καθάπερ Ὀλυμπιονίκης ἀπὸ γραμμῆς δι’ ἀναρρήσεων ἐπὶ τὸ γέρας ὁδεύων, οὕτως ἀπελεύσεται πρὸς τὸν ἀγωνοθέτην καὶ κριτὴν τῶν τοιούτων παλαισμάτων, πολλοῖς καὶ λαμπροῖς τὴν κεφαλὴν ἀναδησάμενος στεφάνοις. Ὅτι γὰρ ἔστι μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν θεῖον δικαστήριον, οὐ μόνον πραγμάτων οὐδὲ ῥημάτων, ἀλλὰ καὶ ἐννοιῶν ἐξεταστικόν, καὶ φιλόσοφοι, καὶ λογοποιοί, καὶ ῥήτορες, καὶ ποιηταί, καὶ συγγραφεῖς ἐγγυῶνται, ὧν καὶ τὰς ῥήσεις παρεθέμην ἂν τῇδε τῇ παραινέσει, εἰ μὴ λεληθὸς ὄνειδος ᾤμην ὑμῖν προστρίβεσθαι ἔναυλα ἔχουσι τὰ μαθήματα.
Εἰ δὲ κρίσις ἐστίν, ὥσπερ οὖν καὶ ἔστι, τὴν ἀρετὴν ἀσκητέον· εἰ δὲ καί τισιν εἶναι δυσχερὴς δοκεῖ, ῥᾳδία ὑμῖν ἔσται, εἰ φύγοιτε τὰ θέατρα καὶ τοὺς ἱπποδρόμους, τὴν κοινὴν τῆς οἰκουμένης λύμην, μᾶλλον δὲ οὐ τῆς οἰκουμένης, ἀλλὰ τῶν πόλεων τῶν ἐχουσῶν τὰ τοιαῦτα θεάματα, μᾶλλον δὲ οὐδὲ τῶν πόλεων, ἀλλὰ τῶν βουλομένων καὶ ὑποκατακλινομένων τοῖς τοιούτοις κακοῖς.
Παντὶ τοίνυν θυμῷ πρὸς τοὺς τῆς ἀρετῆς ἄθλους ἀποδυτέον· οἱ μὲν ἐκ λαμπρῶν γονέων τεχθέντες μὴ καταισχύνοντες τὸ γένος, οἱ δὲ ἐκ ταπεινῶν φύντες λαμπρύνοντες τοὺς τεκόντας, οἱ μὲν πλούσιοι κόσμον, οἱ δὲ πένητες ὅρμον κατασκευάζοντες ἑαυτοῖς. Οἱ μὲν ὑμέτεροι πατέρες ὑμᾶς αἰδείσθωσαν· οἱ δὲ ἑτέρωθεν ἥκοντες παῖδες ὑμᾶς πατέρας ἡγείσθωσαν. Οὕτω γὰρ ὑμῖν πολιτευομένοις καὶ λαμπρὰν ἀνάπτουσι τῆς ἀρετῆς τὴν λαμπάδα, καὶ τὸ θεῖον ὑμῖν οὐρανόθεν τοῦ Χριστοῦ ἐπιφανεῖται καὶ ἐπισπάσεται πρὸς ἑαυτὸ σέλας, ἀποκαλύπτον ὑμῖν καὶ τὴν τῶν οὐρανῶν βασιλείαν καὶ τὴν ἐν αὐτῇ τῶν ἁγίων ὑπέρλαμπρον ἀξίαν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.