Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί

Ἰσίδωρος ὁ Πηλουσιώτης

Επιστολές περί ιερωσύνης, δογματικής ακρίβειας και ηθικού βίου

Νουθεσίες προς κληρικούς και αξιωματούχους σχετικά με την αξία της ιερωσύνης, τη θεολογική γνώση, την ελεημοσύνη και τη διάκριση μεταξύ της δικαίας οργής και του εμπαθούς θυμού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 3 από 14

ΠΕΤΡΩΙ Ὁ μὴ ἀποφαινόμενος, ἀλλ’ ἐρωτῶν καὶ τῇ κρίσει τῶν ἀκροατῶν τὴν ψῆφον ἐπιτρέπων, ἐμφατικωτέραν καὶ δραστικωτέραν τῇ ἐρωτήσει τὴν ἀπόδειξιν ποιεῖται. Τοὺς μὲν γὰρ ἀποφαινομένους αὐθαδείας οἱ πολλοὶ γράφονται, τοὺς δὲ ἐρωτῶντας καὶ προπετείας κρείττονας εἶναι ἡγοῦνται καὶ ἀσμένως στεφανοῦσι, τῷ τὰ λεγόμενα καταδέχεσθαι καὶ ἐγκρίνειν ἀεί· ἅπαξ γὰρ ψηφισάμενοι, ἀνατρέψαι τὰ κεκριμένα αἰσχύνονται.

Τοιοῦτό τι καὶ ὁ Χριστός, ἡ ἄρρητος σοφία, πολλαχοῦ μὲν πεποίηκε, μάλιστα δὲ ἐπὶ τῶν ἀμπελουργῶν, Ἐρωτήσας γάρ· «Τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις»; Εἶτα ἐκείνων φησάντων· «Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἑτέροις γεωργοῖς», αὐτὸς τὴν ἀπόφασιν ἐκείνων ἐκύρωσε, Δυνάμενος γὰρ ἀποφήνασθαι, ἠνάγκασεν ἐκείνους διὰ τῆς ἐρωτήσεως τὴν ψῆφον ἐξενεγκεῖν, καὶ οὕτως αὐτὸς ἐβεβαίωσεν.

Οὕτω καὶ ὁ Παῦλος, ὁ τῆς σοφίας φοιτητής, ἐποίησε δυνάμενος γὰρ εἰπεῖν οὔτε πρέπει γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι, διὰ τῆς ἐρωτήσεως ζωτικωτέραν τὴν ἀπόδειξιν κατεσκεύασεν, εἰπών· Πρέπον ἐστὶ γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι;

Καὶ αὐτὸς τοίνυν μὴ διατείνου καὶ διαβεβαιοῦ, καὶ διαπληκτίζου, εἴ ποτέ τι ἀποδεῖξαι βουληθείης· πολλοὶ γὰρ τοῖς οὕτω διακειμένοις, καὶ εἰ καλῶς φράζοιεν, ἀντιλέγουσιν· ἀλλὰ προσηνείᾳ καὶ πρᾳότητι καὶ ἐρωτήσει ἐμφατικωτέραν τὴν ἀπόδειξιν κατασκεύαζε. Οὕτω γὰρ κερδανεῖς μετὰ τοῦ νικῆσαι καὶ τὴν τοῦ πρᾷος εἶναι δόξαν.

ΑΜΜΟΝΙΩΙ ΑΝΑΓΝΩΣΤΗΙ Θεῖόν ἐστι χρῆμα ἡ ἀρετή, ὦ μακάριε, καὶ θεοφιλὲς καὶ ἀθάνατον καὶ ὑπὸ λήθης μὴ ἡττώμενον. Ἀοίδιμος μὲν γάρ ἐστι παρὰ ἀνθρώποις, παρὰ δὲ Θεῷ ἀείμνηστος, τῷ ποτὲ μὲν φράζοντι· «Ἐγὼ Θεὸς Ἀβραάμ, καὶ Ἰσαάκ, καὶ Ἰακώβ», ποτὲ δέ· «Ὑπερασπιῶ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτήν, διὰ Δαβὶδ τὸν παῖδά μου». Πρὸς τοσοῦτον ἥκουσι τῷ Θεῷ φροντίδος τε καὶ τιμῆς, καὶ τελευτήσαντες, οἷς ἀρετὴ περΐεστιν, Εἰ δὲ ἐνταῦθα οὕτως αὐτοὺς ἀνακηρύττει, ποίαις οὐκ ἀμείψεται αὐτοὺς ἐκεῖσε δωρεαῖς;

ΙΣΧΥΡΙΩΝΙ Ἐπειδὴ ἴσως ἐναντιολογίαν τινὰ νομίσας κεῖσθαι ἐν τοῖς ἱεροῖς εὐαγγελίοις, γέγραφας εἰρηκέναι τὸν Σωτῆρα τοῖς μὲν Φαρισαίοις ὡς ἐρήμοις ἀρετῆς· «Οὐαὶ ὑμῖν, γραμματεῖς, καὶ Φαρισαῖοι, ὑποκριταί»· τοῖς δ’ ἀποστόλοις· «Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν», ἀντεπιστέλλω ὅτι νοεῖν χρὴ «πλέον» εἰρῆσθαι τῆς δικαιοσύνης ἧς εἰκὸς ἦν (μᾶλλον δὲ ἐχρῆν) ἐκείνους ἔχειν. Οὐ γὰρ οἱ τῶν ταλανιζομένων καὶ κατακρινομένων πλέον ἔχοντες βασιλεῦσαι δίκαιοι ἂν εἶεν, ἀλλ’ οἱ τοὺς κατὰ νόμον εὐδοκίμους ἐκ πολλοῦ τοῦ περιόντος ὑπερβαίνοντες καὶ οὐρανῷ πρέπουσαν πολιτείαν πολιτευσάμενοι.

ΑΘΑΝΑΣΙΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Ἡ ἁμαρτία πολλῷ τοῦ θανάτου ἐστὶ χαλεπωτέρα. Διὸ καὶ ὁ Παῦλος, ὁ μάλιστα πάντων τὰ τοιαῦτα διασκέπτεσθαι δεινός, τὴν μὲν βασιλείδα εἶπεν, τὸν δ’ ὀψώνιον, ὡς τοῦτον ὑπ’ ἐκείνην ταττόμενον. Βασιλίδα δέ, οὐ διὰ τὴν ἀξίαν—οὐδὲν γὰρ αὐτῆς αἰσχρότερον καὶ ἀτιμότερον— ἀλλὰ διὰ τὴν σφοδρὰν τῶν ἁλόντων ὑπακοήν. Εἰ γοῦν τὰ ὀψώνια τῆς ἁμαρτίας θάνατος, μὴ βασιλευέτω ἐν ὑμῖν ἡ ἁμαρτία, ἡ τοῦ θανάτου τοῖς γε νοῦν ἔχουσιν ἀργαλεωτέρα, Εἰ γοῦν αἵρεσις προκέοιτο καὶ δυνατὸν εἴη, ἑλοίμην ἂν ἀποθανεῖν μὴ ἁμαρτήσας ἢ ἁμαρτήσας μὴ ἀποθανεῖν· οὕτω τοῦτο ἐκείνου δεινότερόν ἐστι παρ’ ἐμοὶ κριτῇ, Ὁ μὲν γὰρ θάνατος ὑπ’ ἀναστάσεως σβεσθήσεται, ἡ δὲ ἁμαρτία καὶ μετὰ τὴν ἀνάστασιν τιμωρηθήσεται, ὥστε οὐδὲν κερδαίνει ὁ ἁμαρτάνων μέν, μὴ ἀποθνῄσκων δέ—καθ’ ὑπόθεσιν δὲ εἰρήσθω—εἴγε καὶ μετὰ τὴν ἀνάστασιν τιμωρίαν ὑφέξει.

Καὶ ἄλλῳ δὲ παραδείγματι ἐναργεῖ τοῦτ’ ἐποίησε δῆλον, εἰπών· Τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία. Ὥσπερ τοίνυν ὄφιν ἢ σκορπίον ὀδόντας ἢ κέντρον μὴ ἔχοντας, δι’ ὧν τὸν ἰὸν παραπέμψουσιν, οὐκ ἄν τις φοβηθείη, οὕτω καὶ τὸν θάνατον, εἰ μὴ δι’ ἁμαρτίαν προσάγοιτο, ἀδεῶς καταδεκτέον· εἰ δὲ καὶ ὑπὲρ ἀρετῆς, ἀσμενιστέον—εἰ δὲ οὐχ ἡγῇ τοῦτο δυνατὸν εἶναι, μάρτυρας δέχου τοὺς μάρτυρας τοὺς καθάπερ προοίμιον ἀθανασίας τὸν θάνατον ἀσπασαμένους.

ΗΡΩΝΙ Θυμὸς καὶ ὀργὴ δοκεῖ μὲν ἕν τι καὶ τὸ αὐτὸ εἶναι, τάχα δὲ ὁ μὲν μηνύει τὴν ὀξεῖαν τοῦ πάθους κίνησιν, τὴν καὶ τὰς ἐννοίας κλέπτουσαν καὶ τοῦ λογισμοῦ προεκτρέχουσαν, ἡ δὲ τὴν χρονίαν ἐν τῷ πάθει διατριβήν, Διὸ καὶ ὁ μὲν παρὰ τὴν ἀναθυμίασιν εἴρηται, ἡ δὲ παρὰ τὸ ὀργᾶν καὶ ἀμύνης ἐρᾶν.

ΜΗΝΑΙ ΔΙΑΚΟΝΩΙ Μὴ λοξὰς καὶ πλαγίας καὶ βεβιασμένας τοῖς ἐρωτῶσι τὰς ἀποκρίσεις ποιώμεθα, ἀλλ’ ὀρθὰς καὶ ἀβιάστους· οἱ μὲν γὰρ ἱεροὶ χρησμοὶ πᾶσι τοῖς ἁμαρτήμασι τὰ ἰάματα σαφῆ προσάγουσιν. Ὥσπερ δὲ ἰατροὶ ἕτερον ἀνθ’ ἑτέρου φάρμακον προσάγοντες τοῖς κάμνουσιν οὐκ ἂν ὠφελήσαιεν, ἀλλὰ καὶ λυμανοῦνται, οὕτω καὶ οἱ μὴ τὰς κυρίας θεραπείας ἑκάστῳ πταίσματι προσφέρειν εἰδότες, καὶ ἰατρικῆς εἰσιν ἄπειροι τέχνης καὶ τὰ πάθη ἐπιτρίβουσι. Σοφώτεροι γὰρ εἶναι βουλόμενοι τῶν λογίων καὶ τὰ δοκοῦντα ἑαυτοῖς δογματίζοντες, οὐ μόνον ἑαυτούς, ἀλλὰ καὶ τοὺς πρὸς αὐτοὺς ὥσπερ εἰς λιμένας καταφεύγοντας σφάλλουσι τῆς ἐλπίδος εἰς πέλαγος αὐτοὺς ζητημάτων ἐξακοντίζοντες.

ΗΛΙΑΙ ΔΙΑΚΟΝΩΙ Τὴν ἄχρονον καὶ ἀΐδιον καὶ ἀμεσίτευτον, καὶ παντὸς νοῦ καὶ λόγου κρείττονα πρόοδον τοῦ Υἱοῦ ἀπὸ πατρὸς γέννησιν καλοῦσιν αἱ γραφαί, οὐχ ἵνα πάθος ὑπογράψωσιν, ἀλλ’ ἵνα τὸ ὁμοούσιον παραστήσωσιν. Ὁμοούσια γὰρ τῷ ὄντι τὰ τικτόμενα τοῖς τίκτουσιν. Ἵνα δὲ μὴ πάθους φαντασία ἐπικωμάσῃ Λόγον προσαγορεύουσιν, ἵνα δὲ μὴ νεώτερος ὑπονοηθείη, Ἐν ἀρχῇ ἦν, φασίν, ὁ Λόγος· εἶτα καὶ τὴν σχέσιν κηρύττουσι τὴν πρὸς τὸν Πατέρα· Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, εἶτα καὶ τὴν ἀξίαν· Καὶ Θεὸς ἦν ὁ Λόγος, ἵν’ ἐκ μὲν τοῦ Υἱοῦ τὸ ὁμοούσιον, ἐκ δὲ τοῦ Λόγου τὸ ἀπαθές, ἐκ δὲ τοῦ ἐν ἀρχῇ εἶναι τὸ συναΐδιον, ἐκ δὲ τοῦ πρὸς τὸν Θεὸν εἶναι τὴν πρὸς τὸν Πατέρα οἰκειότητα, διὰ δὲ τοῦ Θεὸν εἶναι τὴν ἀξίαν αὐτοῦ καταμαθόντες, καὶ ἐξ ἑκάστου ὀνόματος τὸ ἐφορμοῦν ἀπρεπὲς ἀποπεμψάμενοι (οἷον ἀπὸ μὲν τοῦ Υἱοῦ τὸ νεώτερον, ἀπὸ δὲ τοῦ Λόγου τὸ ἀνυπόστατον), Θεὸν ἀΐδιον, ὁμοούσιον, ἀπαθῶς καὶ ἀχρόνως ἐκ τοῦ Πατρὸς προελθόντα εἰδείημέν τε καὶ προσκυνήσαιμεν.

ΠΑΥΛΩΙ Οὐχ ὁ πάσης ἀφορμῆς πρὸς ἀδικίαν ἔρημος ὤν, δίκαιος κεκλῆσθαι «δίκαιος», ἀλλ’ ὅστις τὴν ἐξουσίαν τοῦ πράγματος ἔχων ἀδικίας οὐχ ἅπτεται· οὐ μὴν οὐδὲ ὁ ἀνάγκῃ σωφρονῶν «σώφρων» εἰκότως κεκλήσεται, ἀλλ’ ὅστις τὴν ἐξουσίαν τῶν ἡδονῶν ἔχων ἑκούσιον σωφροσύνην ἀσπάζεται, Οἱ μὲν γὰρ τῷ μὴ δύνασθαι δρᾶν ἃ βούλονται ἐπιείκειαν πολλάκις πλάττονται, ἐν ἐξουσίᾳ δὲ γενόμενοι ἐλέγχονται, οἱ δὲ ἄριστοι τότε μάλιστα καρτεροῦσι καὶ τοῦ δικαίου ἔχονται, ὅτε ἡ ἐξουσία τὴν ἀδικίαν τίκτει.

ΕΥΤΟΝΙΩΙ ΔΙΑΚΟΝΩΙ Ἡ μὲν Αἰγυπτία τοῦ νέου ἤρα, ὁ δὲ νέος τῆς σωφροσύνης. Διὸ καὶ ἡ μὲν θηρῶσα αὐτὸν οὐκ ἐπέτυχε τῆς θήρας, καίτοι πάντα τὰ λῖνα τῆς ἡδονῆς ἀναπετάσασα, ὁ δὲ ἐπέτυχε τῆς θήρας, πάντων τῶν δικτύων ἐκείνης ὑπερενεχθείς.

Τῇ μὲν γὰρ ὁ ἐχθρός, τῷ δὲ ὁ νομοθέτης τῆς σωφροσύνης συνηγωνίζετο.

ΜΑΡΚΙΩΝΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Ὁ ἐκ τῆς τῶν ἔργων λαμπρυνόμενος ἀρετῆς, οὗτος γνήσιος ἱερωσύνης τυγχάνει κόσμος. Ὅστις δὲ ἔνδον τῆς ἀξίας οὐ φορῶν τὰ γνωρίσματα, ἀλλοτρίαν σχηματιζόμενος εὐπρέπειαν τῇ τιμῇ μόνῃ ἐναβρύνεται, οὗτος ὑπὸ τῆς ἀληθείας εἰς τοὺς νόθους ἀπέρριπται. Ἐπεὶ οὖν ὁ μὲν θεοφιλὴς Ἑρμογένης ὁμολογοῦσαν τῇ ἀρετῇ καὶ τὴν ἀξίαν ἔσχε (πρὸς γὰρ τὸ οἰκεῖον ἑκάτερον ἔσπευσεν, ὁ μὲν τῆς ἁγιαστείας κόσμος τὸν ἄξιον ἐπιζητήσας, τὸ δὲ τῆς ἀρετῆς ἀρχικὸν τὴν παρὰ τῆς θείας χάριτος ὀφειλομένην προσθήκην), ὁ δὲ «θεομισὴς» ὡς γέγραφας Εὐσέβιος ἀρετῆς χηρεύων τῇ ἱερωσύνῃ μόνῃ σεμνύνεται, ὁ μὲν παρὰ πάντων ᾄδεται ὡς ὁμολογοῦσαν τῇ ἀξίᾳ καὶ τὴν προαίρεσιν εἰσενεγκάμενος, ὁ δὲ κακίζεται ὡς νόθος καὶ εἰς μηδαμόθεν αὐτῷ προσήκουσαν κληρονομίαν εἰσβιασάμενος.

ΔΩΡΟΘΕΩΙ ΛΑΜΠΡΟΤΕΡΩΙ Μὴ τοὺς μόλις καὶ διὰ μυρίων ἀγώνων ἀρετὴν κατορθώσαντας καὶ εἰς τὴν εὐαγεστάτην ἱερωσύνην τελέσαντας, ἁπὸ τῶν ἐξ ἐπιδρομῆς ἐπιπηδησάντων αὐτῇ χαρακτήριζε· ἀλλ’ ἐκείνους μὲν ἀνακήρυττε, τούτους δὲ ἀποκήρυττε, Τοῖς γὰρ μὴ ἀπὸ τῶν αὐτῶν ἐπὶ τὰ αὐτὰ ἥκουσιν οὐχ ὁμοίως προσενεκτέον· ἀλλὰ τοὺς μὲν ἀρετῆς ἆθλον τὴν ἱερωσύνην ἐσχηκότας ἐγκωμιαστέον καὶ μακαριστέον, τοὺς δὲ ἐπιπηδῆσαι αὐτῇ τολμήσαντας—τόδ’ ὅπως οὐ φράσω— αἰτιατέον καὶ ἐλεητέον· ὅτι τὴν φέρουσαν ὁδὸν ἐπὶ τὴν θείαν λειτουργίαν παριδόντες, καὶ τὴν ὁσιωτάτην καὶ εὐαγεστάτην ἐν πολλῷ χρόνῳ τῶν φιλαρέτων πόνων ὑπομονὴν ἀτιμάσαντες, θεσμούς τε καὶ τὰς ἄλλας ἁγιαστείας τὰς ἀπὸ τῆς ὀρθῆς πολιτείας παρωσάμενοι, ἀποχρῶσαν ἐνόμισαν ἑαυτοῖς τὴν χειροτονίαν· δι’ ἣν καὶ μόνην ἐναβρυνόμενοι, κατὰ τῶν ὀρθῶς βιούντων ἐπιφύονται.

ΑΡΠΟΚΡΑΙ ΣΟΦΙΣΤΗΙ Ἀνάγκη τὸν μίᾳ σχολάζοντα τέχνῃ ἄριστα αὐτὴν διηκριβῶσθαι. Οἱ γὰρ πολλαῖς ἑαυτοὺς παρέχοντες, εἰ καὶ δόξοιεν πολλὰς εἰδέναι, ἀλλ’ οὐ πασῶν εἰς τὸ ἀκρότατον ἀφίξονται. Ἀλλ’ εἰ χρὴ τὸ ἀκριβὲς εἰπεῖν, ὅλας ἡμιτελεῖς καὶ ἀώρους κεκτήσονται. Εἰ δὲ καὶ δοκοῖεν πλεονεκτεῖν τῷ πολλὰς εἰδέναι, ἀλλ’ ἀντιπλεονεκτοῦνται τῷ λείπεσθαι τοῖς εἰς τὴν ἑκάστην τέχνην ἄκροις.

ΚΑΣΣΙΑΝΩΙ ΠΟΛΙΤΕΥΟΜΕΝΩΙ Παραπλήσιόν τι πέπονθεν ὁ σὸς ἀδελφὸς τοῖς ὑπηρέταις, τοῖς πεμφθεῖσι μὲν ἀγαγεῖν τὸν Χριστόν, ἐπανελθοῦσι δὲ μετὰ πολλοῦ τοῦ θαύματος. Ὥσπερ γὰρ ἐκεῖνοι ἐχειρώθησαν ἀπὸ τῆς δημηγορίας, καὶ πεμφθέντες δῆσαι, ἐπανῆλθον δεθέντες τῷ θαύματι· οὕτω καὶ αὐτός, ὡς ἔφη, ἁλοὺς τῷ κάλλει τῶν εἰρημένων, οὐ μόνον τοῦ ἐναντιοῦσθαι τῇ θειοτάτῃ θρησκείᾳ ἀπέστη, ἀλλὰ καὶ κήρυξ αὐτῆς καὶ συνήγορος κατέστη. Οὐδὲν γὰρ τῆς ἀληθείας σαφέστερον οὐδὲ ἁπλούστερον, ὅταν τις μὴ κακουργῇ (ὥσπερ οὖν ἐὰν κακουργῇ, οὐδὲν δοκεῖ δυσκολώτερον). Συγχαίρων τοίνυν ἡμῖν εὔχου ὅπως οἱ ἐντυγχάνοντες μὴ μόνον μὴ βλάπτωνται, ἀλλὰ καὶ φωτίζωνται τὴν διάνοιαν.

ΕΥΛΟΓΙΩΙ Οὐ μικρὸν ἔγωγε ἡγοῦμαι τὸ μεταβολὴν πραγμάτων ἀνδρείως ἐνεγκεῖν· πολλοὶ μὲν οὖν δυσκολώτερον εἶναι ἡγοῦνται τὸ ἀπὸ εὐημερίας εἰς δυσπραγίαν ἐμπεπτωκότα τινὰ φυλάξαι ἀταπείνωτον τὸ φρόνημα, ἐγὼ δὲ δυσκολώτατον ἡγοῦμαι τὸ ἀπὸ δυσπραγίας εἰς εὐημερίαν ἀναδραμόντα φυλάξαι μέτριον τὸ φρόνημα. Καὶ τοῦτο γὰρ κἀκεῖνο ἐμοὶ ἀνδρείας τεκμήριον, μήτε ἐξυβρίζειν ἐν ταῖς εὐημερίαις, μήτε ταπεινοῦσθαι ἐν ταῖς δυσημερίαις, ἀλλ’ ὁμαλὸν τὸ φρόνημα ἔχειν.

ΠΕΤΡΩΙ ΚΟΡΡΗΚΤΩΡΙ Ὁ ἄρχειν λαχὼν ὑπὸ τῶν νόμων δίκαιος ἂν εἴη ἄρχεσθαι, Εἰ δὲ αὐτὸς ἀκυροῖ τούτους, πῶς ἂν νόμιμος εἴη ἄρχων, αὐτὸς ὑπὸ τῆς κακίας ἀρχόμενος; Δικαίως τοιγαροῦν καὶ νομίμως ἄρχε, αὐτὸς μὲν σαυτοῦ τὴν μεγίστην ἀρχήν, τῶν δὲ ἀρχομένων δεόντως. Εἰ δ’ ἄγνοιαν τοῦ δικαίου σκήπτῃ, ἀνακοίνου τοῖς σοφοῖς καὶ συνετοῖς καὶ τὸ δίκαιον μὲν τιμῶσιν, αἰσχρῶν δὲ λημμάτων καταφρονοῦσιν· εἰ δὲ καὶ ἔλαθέ τι, ἐπανόρθου· εἰ δὲ οἴει τοῦτο κατάγνωσιν φέρειν, ἴσθι ὅτι ἔπαινον μέγιστον τίκτει.

Καὶ τοῦτο οὐκ ἀπ’ ἐμαυτοῦ τοσοῦτον λέγω, ὅσον ἀρχαίαις ἱστορίαις ἐντυχών. Βασιλεὺς γάρ τις λίαν τοῦ δικαίου φροντίζων ἔγραφε ταῖς πόλεσιν· «Ἄν τι γράψω παρὰ τοὺς νόμους παρατάττων γίνεσθαι, μὴ προσέχειν ὡς ἠγνοηκότι.» Εἰ δὲ ἐκεῖνος βασιλεὺς ὤν, καὶ εὐθύνας παρὰ ἀνθρώπων μὴ μέλλων ἀπαιτεῖσθαι—τῇ γὰρ θείᾳ δίκῃ μόνος ὁ τοιοῦτος ὑπεύθυνος, διὸ καὶ ὁ Μελῳδὸς ἔλεγε· Σοὶ μόνῳ ἥμαρτον —οὕτω τοῦ δικαίου ἐφρόντιζε, σὲ τὸν καὶ βασιλεῦσι καὶ ἄρχουσι μείζοσιν ὑποκείμενον δίκαιον ἂν εἴη τοῦ δικαίου ἔχεσθαι καὶ μηδαμῶς τοῦτο παραβαίνειν, ἐννοοῦντα ὅτι εἰ καὶ τὴν ἐνταῦθα διαφύγοις δίκην, τὴν θείαν οὐ διαφεύξῃ.

ΜΑΡΩΝΙ Ὁ ὑπὸ τῶν ἀνελευθέρων τῆς σαρκὸς παθῶν ἐξανδραποδισθείς—ἵνα καὶ παχυτέρῳ χρήσωμαι παραδείγματι —ἔοικεν ἡνιόχῳ ἐκπεπτωκότι μὲν τοῦ ἅρματος, συρομένῳ δὲ ὑπὸ τῶν ἡνιῶν, τῶν μὴ ἀπολυουσῶν αὐτόν, ἀλλὰ συμπλεκομένων αὐτῷ, δίκην τῆς ῥᾳθυμίας ἀπαιτουμένῳ. Ἔνθα δὴ τῶν κατὰ φύσιν τἀναντία ἐκβαίνει. Δέον γὰρ τὸ ἅρμα ὑπὸ τῆς τέχνης τοῦ ἡνιόχου ἄγεσθαι καλῶς, ὁ ἡνίοχος ὑπὸ τῶν ἵππων σύρεται κακῶς. Τῆς γὰρ κατὰ φύσιν ἡγεμονίας ἀνατροπὴ ἡ παρὰ φύσιν παρατροπή, διὸ χρὴ τὸν νοῦν κυβερνᾶν τὸ σῶμα.

ΤΩΙ ΑΥΤΩΙ Τὸ μὲν λελογισμένον καὶ γενναῖον, «ἀνδρεῖον» ἔγωγε καλῶ· τὸ δὲ ἄλογον καὶ τὴν ἄνευ νοῦ ἀλκήν, «θρασύτητα» προσαγορεύω.

ΑΛΥΠΙΩΙ Ἔοικας καὶ σαυτὸν παραλογίζεσθαι καὶ τὰς θείας παρερμηνεύειν γραφάς. Τὸ γὰρ διδόναι ποτήριον ψυχροῦ, πρὸς τοὺς τοῦτο μόνον ἔχοντάς τε καὶ παρέχοντας βλέπει, οὐ πρὸς τοὺς πλούτῳ κομῶντας, τοὺς καὶ ἄμφια δυναμένους τοῖς ὑπὸ λιμοῦ καὶ νόσου καὶ γυμνότητος πολιορκουμένοις ὀρέγειν. Καὶ μὴ θαύμαζε εἰ ὁ ὕδωρ παρέχων οὐκ ἀμισθὶ τοῦτο ποιεῖ. Οὐ γὰρ ἀπὸ τῆς δόσεως, ἀλλ’ ἀπὸ τῆς προαιρέσεως ἡ ἐλεημοσύνη κρίνεται, ὁπότε καὶ ὁ λόγος ἀποδοχῆς ἀξιοῦται· Ἰδοὺ γάρ, φησί, λόγος ὑπὲρ δόμα ἀγαθόν. Ἀλλ’ εἰ καὶ εἴρηται· Ἀμφότερα δὲ παρ’ ἀνδρὶ κεχαριτωμένῳ, τούτῳ δηλονότι ᾧ καὶ τὸ δοῦναι δυνατόν· οὐ γὰρ τοσοῦτον τὸ δοθέν, ὅσον ἡ περιουσία καὶ ἡ προαίρεσις τοῦ παρέχοντος ζητεῖται. Πολλοὶ μὲν γὰρ ἀπὸ πολλῶν ὀλίγα, πολλοὶ δὲ ἀπὸ ὀλίγων πολλὰ παρέχουσιν.

Οὐ γὰρ τῷ μέτρῳ τῶν διδομένων ἀλλὰ τῇ τῶν παρεχόντων περιουσίᾳ τὰ τοιαῦτα κρίνεται. Διὸ καὶ ἡ τὰ δύο λεπτὰ προσάγουσα πάντας ὑπερηκόντισε τοὺς πολλὰ προσοίσαντας· οἱ μὲν γὰρ μέρος προσήνεγκαν, ἡ δὲ πᾶσαν αὑτῆς τὴν ὕπαρξιν ἀφιέρωσεν.

ΔΩΡΟΘΕΩΙ ΑΝΑΓΝΩΣΤΗΙ Ἴσως ἐπειδὴ ἀδελφοὺς ἐκάλεσεν ὁ Χριστὸς τοὺς ποιοῦντας τὸ πατρῷον θέλημα, καὶ ἔδειξε τὴν κατὰ σάρκα συγγένειαν ἄνευ τῆς κατὰ πνεῦμα μικράν. Εἶπεν ὁ ἀπόστολος· Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν, οἷον· Εἰ καὶ ἐσεμνυνόμεθα πρώην οἱ ἐξ Ἰουδαίων πιστεύσαντες τῇ κατὰ σάρκα αὐτοῦ συγγενείᾳ, νῦν οὐ ταύτῃ ἐναβρυνόμεθα, ἀλλ’ ἐπὶ τῇ κατ’ οἰκειότητα αὐτοῦ ἀγχιστείᾳ, ἣν διὰ τῆς ἀρετῆς καρπούμεθα. Διὸ καὶ ἔλεγε· «Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ», ὡσανεὶ ἔλεγε· «Τῇ μιμήσει σεμνύνομαι μᾶλλον ἢ τῇ κατὰ σάρκα ἀγχιστείᾳ.»

ΑΛΦΙΩΙ ΜΟΝΑΖΟΝΤΙ Τῆς μὲν τῶν ἀλλοτρίων ἕνεκα κτήσεως μόνης ὡς μάλιστα οἱ πόλεμοι ἀναρριπίζονται, οὐ πάντας δὲ τοὺς πολεμοῦντας αἰτιατέον, ἀλλὰ τοὺς μὲν ἄρξαντας ἢ χειρῶν ἀδίκων ἢ ἁρπαγῆς ὡς ἀλιτηρίους δαίμονας νομιστέον, Τοὺς δὲ ἀμυναμένους μετρίως, οὔτε μεμπτέον ὡς ἀδίκους (νόμιμον γὰρ πρᾶγμα ποιοῦσιν) οὔτε μὴν θαυμαστέον ὡς φιλοσόφους καὶ ἀνακηρυκτέον, ἅτε οὐρανῷ πρέπουσαν πολιτείαν πολιτευομένους, οὐκ ἐν τῷ ἀντιδρᾶν ἃ πεπόνθασιν, ἀλλ’ ἐν τῷ γενναίως ἐνεγκεῖν τὴν ἀνδρείαν κρίναντας.

Τοὺς δὲ δικαίως μὲν ἀμυνομένους. ὑπερβαίνοντας δὲ τῆς ἀμύνης τὸ μέτρον, ὡς ἀδικοῦντας γραπτέον. Οἱ γὰρ ἀμέτρως ἀμυνόμενοι δεύτεροι πάλιν κατάρχουσιν. Ἀντιμετρεῖν γὰρ χρὴ τοῖς πλημμελήμασι τὰς τιμωρίας, οὐχ ὑπερβαίνειν, ἵνα μὴ τὸ δίκαιον καὶ τὸ νόμιμον ὑπερβάντες, καὶ τὴν ἐπὶ τῷ δικαίως ἐπεξεληλυθέναι δόξαν λυμηνάμενοι, εἰς τοὺς ἀλάστορας ἐγγράφωσι.

ΟΛΥΜΠΙΩΙ Ὅτι τὸ εἰδέναι τοῦ μὴ εἰδέναι αἴτιον καθέστηκεν, εἰ καὶ αἴνιγμα δοκεῖ εἶναί σοι τὸ εἰρημένον, μαρτυρεῖ Πλάτων, ὃν ἀεὶ ἐπὶ στόματος φέρεις, λέγων πρὸς τὸν Ἀλκιβιάδην· Σωκ. Πότερον σαυτὸν λέληθας ὅτι οὐκ ἐπίστασαι τοῦτο ἢ ἐμὲ ἔλαθες μανθάνων καὶ φοιτῶν εἰς διδασκάλου, ὅς σε ἐδίδασκε διαγινώσκειν τὸ δικαιότερόν τε καὶ ἀδικώτερον;

Ἀλκ. Τί δέ, εἰ μὴ ἔχω; Οὐκ ἂν οἴει με ἄλλως εἰδέναι περὶ τῶν δικαίων καὶ ἀδίκων; Σωκ. Ναί, εἴγε εὕροις. Ἀλκ. Ἀλλ’ οὐκ ἄν με εὐρεῖν ἡγῇ; Σωκ. Καὶ μάλα γε, εἰ ζητήσειας. Ἀλκ. Εἶτα ζητῆσαι οὐκ ἂν οἴει με;

Σωκ. Ἔγωγε, εἰ οἰηθείης μὴ εἰδέναι. Εἰ τοίνυν ταῦθ’ οὕτως ἔχει, τότε εἰσόμεθα, ὅταν μὴ εἰδέναι οἰόμενοι τοὺς διδάσκοντας ἐπιζητήσωμεν.