Ἔργον
Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαὶ περὶ τῆς ἑρμηνείας τῆς θείας γραφῆς
Βιβλίο Γ΄, Επιστολές 101-150
Οδηγίες περί ελεημοσύνης, διαχείρισης της εξουσίας, ερμηνεία προφητειών και αναίρεση αιρετικών δοξασιών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Γ΄, Επιστολές 101-150
Οδηγίες περί ελεημοσύνης, διαχείρισης της εξουσίας, ερμηνεία προφητειών και αναίρεση αιρετικών δοξασιών.
ΡΛʹ. Τῼ ΑΥΤῼ. Εἴρηται καλῶς τινι τῶν ἔξωθεν, οὐ τὸ πένεσθαι ἐπονείδιστον, ἀλλὰ τὸ μὴ φέρειν εὐγενῶς τὴν πενίαν. Εἰ τοίνυν κἀκείνῳ τοῦτο εὖ καὶ καλῶς ἔδοξεν, ἐπὶ πενίᾳ μὴ αἰσχυνώμεθα, ἀλλὰ μηδ’ ὄνειδος ταύτην ἡγώμεθα, ἀλλ’ ἐπὶ τὴν κακίαν μετενέγκωμεν τοῦτον τὸν φόβον.
ΡΒʹ. ΘΕΟΔΩΡῼ ΣΧΟΛΑΣΤΙΚῼ. Ἐπειδὴ πολλοὺς τῶν ἀγαθῶν ἀνδρῶν ἐγκωμιάζων, καὶ τύχης μέμνησαι, ἡδέως ἄν σου πυθοίμην, πῶς οἶόν τε ἀμφότερα συνελθεῖν. Ὁ μὲν γὰρ ἔπαινος πρὸς τὴν προαίρεσιν βλέπει· ἡ δὲ τύχη ἐγκωμιάζεσθαι μὲν τὸν ἀγαθὸν οὐκ ἐπιτρέπει· μακαρίζεσθαι δὲ οὐ κωλύει. Πάμπολυ γὰρ καὶ καθ’ ὑμᾶς τοὺς τὰ Ἑλλήνων πρεσβεύοντας, μακαρισμὸς ἐπαίνου διενηνόχει. Ὁ μὲν γὰρ ἐκ τῆς τύχης, ὁ δὲ ἐκ τῆς προαιρέσεως τίκτεται. Γράψον τοιγαροῦν μοι, ὦ σοφέ, πῶς τῷ ἐπαινουμένῳ ὁ τῆς τύχης ἁρμόττει λόγος· ἢ πῶς τῷ ὑπὸ τῆς τύχης τοιούτῳ, ὤς φατε, γενομένῳ ἐγκώμιον πρέπει. Θάτερον γὰρ θατέρῳ μάχεται. Εἰ μὲν γὰρ ἄκων τοιοῦτός ἐστι, μὴ ἐπαινείσθω· εἰ δ’ ἑκών, ἡ τύχη χώραν μὴ ἐχέτω. Εἰ τρόπαιον ἕστησε, καὶ ἀνακηρυττέσθω· εἰ δὲ ἡ τύχη τοῦτο κατώρθωσε, μὴ ἀπολαυέτω ἐπαίνων. Εἰ ἠγωνίσατο, στεφανούσθω· ἰδὲ οὐκ ἠγωνίσατο, μὴ ἐπαινείσθω.
ΡΓʹ. ΕΡΜΟΓΕΝΕΙ ΕΠΙΣΚΟΠῼ. Εἰ μὲν ὡς βίᾳ ἀνείρξων τὴν ὕβριν καὶ τὴν ἀσέλγειαν, Ζωσίμου τε καὶ Χαιρήμονος καὶ Μάρωνος, ὑπαντιάσαι αὐτοῖς προῄρησαι, πολλῆς σοι δεῖ καὶ τῆς παρασκευῆς, καὶ τῆς ἄνωθεν συμμαχίας. Εἰ δ’ ὡς αὐτοβοεὶ περιεσόμενος, σαυτὸν ἀπατῶν λανθάνεις.
Τοσαύτην γὰρ ἑαυτοῖς εἰσφέρουσι συμμαχίαν, ὅταν ἀγαθόν τινα ἄνδρα δέῃ ἀμύνασθαι, ὄσην κινοῦσι πρὸς ἑαυτοὺς ἄμιλλαν, ὅταν περὶ τῆς τῶν κακῶν πλεονεξίας ἀμφισβητῶσιν. Ἐν γὰρ τοῖς κοινοῖς συμβαίνοντες, ἐν τοῖς ἰδίοις διαφέρονται, καὶ ἀπρόσμαχον ἐπιδεικνύμενοι ῥώμην ἐν τῷ τὴν ἀρετήν, τόγε ἧκον εἰς αὐτούς, σβέσαι, ἐν τῇ περὶ τῶν πρωτείων ἁμίλλῃ, ἄσπονδον πρὸς ἑαυτοὺς ἐγείρουσι πόλεμον.
ΡΔʹ. ΑΝΤΙΟΧῼ. Ὥσπερ ἐν οἷς χρὴ ἡττᾶσθαι τὸ νικᾷν αἰσχρόν, οὔτως ἐν οἷς χρὴ νικᾷν, τὸ ἡττᾶσθαι αἰσχρότερον. Οὐ γὰρ ἐν πᾶσιν ἡ νίκη καλόν, ἀλλ’ ἡ μὲν τὴν ὑπόθεσιν ἔχουσα καλὴν καὶ γενναίαν, ἀρίστη· ἡ δὲ καὶ αἰσχρὰν καὶ φαύλην, κακίστη. Οἷον (ἵν’ ἀπὸ τῶν παρ’ Ἕλλησιν ᾀδομένων τὴν ἀπόδειξιν ποιήσωμαι) ὁ μὲν πρὸς τοὺς ἀλλοφύλους πόλεμος καὶ νόμιμος εἶναι δοκεῖ καὶ ἀναγκαῖος· ὁ δὲ πρὸς τοὺς ὁμοφύλους, καὶ παράνομος, καὶ οὐδ’ ἐγκωμίων ἀπολαύει ὁ τρεψάμενος.
Τοσούτῳ γὰρ πλέον τῶν ἄλλων αἰσχύνεται, ὅσῳπερ ἂν πλέον τι τῶν ἄλλων ἐργάσηται. Ἐμφυλίου γὰρ πολέμου ἀργαλεώτερον οὐδέν. Εἰ τοίνυν ἔνθα σώματος ὁ θάνατος, τοσαύτη ἐστὶν ἡ διαφορά· καίτοι μιᾶς οὔσης τῆς φύσεως· οἱ τοῖς μὲν δαίμοσιν ὑποκατακλινόμενοι, κατὰ δὲ τῶν ἀδελφῶν ὁπλιζόμενοι, ἀνεκτὰ ποιεῖν δόξαιεν; οὐκ ἔγωγε οἶμαι. Καίτοι ἐνταῦθα, οὐ σώματος θάνατος παρακολουθεῖ (ἧττον γάρ, ἦν κακὸν), ἀλλὰ ψυχῆς ὄλεθρος, οὐκ εἰς τὸ μὴ ὂν παραπέμπων τοὺς σκανδαλισθέντας, ἀλλὰ θανάτου παντὸς παρασκευάζων χαλεπώτερον βιῶσαι βίον, καὶ τὰ τῆς συγγενείας δὲ δικαιώματα, καὶ μείζονα, καὶ θειότερα. Διὸ καὶ οὐρανῷ πρέπουσαν πολιτείαν, πολιτεύεσθαι προστετάγμεθα. Εἰ δὲ τῶν ἐπὶ γῆς στρατευομένων τἀναντία πράττοντες ἁλῶμεν, τῶν ὑπὲρ μὲν τῶν πατρίδων ἀναλαμβανόντων τὰ ὅπλα, κατὰ δὲ τῶν βαρβάρων χωρούντων, ποία ἡμῖν ἔσται σωτηρίας ἐλπίς; ἢ τίς πεισθῆναι σωθήσεσθαι τοὺς πράττοντας ἐκεῖνα τὰ εἰς τὴν ἀπώλειαν σαφῶς παραπέμποντα;
ΡΕʹ. ΜΑΡΩΝΙ ΠΡΕΣΒΥΤΕΡῼ. Μανθάνω ὡς ἐλέου τυχὼν τὴν σαυτοῦ γνώμην ἄσπονδον ἤλεγξας· οὐχ ὅτι πέπονθας εὖ μετριάζων, ἀλλὰ τὸν εὖ πεποιηκότα μισῶν, ὅτι δεδύνηται δρᾶσαι. Εἰ τοίνυν ταῦτα ἀληθῆ τυγχάνει, πᾶσι προκηρύττεις, ὅτι ἐλέου τυγχάνεις ἀνάξιος· εἰ γὰρ οὐκ εἰς εὐχαριστίαν τρέπεις, ἀλλ’ εἰς μνησικακίαν τὴν εὐεργεσίαν, τίς ἀνέξεται εὐποιῆσαι τὸν καὶ τὴν τῶν θηρίων ἀγριότητα νικῶντα; Ἔστι γὰρ ἐν ἐκείνοις ἃ καὶ εὐεργεσίας καὶ αἴσθεται, καὶ μέμνηται, καὶ ἀμείβεσθαι, ὡς ἐνδέχεται, σπουδάζει.
Ρϛʹ. ΙΣΙΔΩΡῼ ΔΙΑΚΟΝῼ. Ἀκούσας μὲν ἵσως ἀπιστήσεις· νοήσας δὲ εὖ οἶδ’ ὅτι οὐ μόνον θαυμάσεις, ἀλλὰ καὶ κροτήσεις. Τί οὖν ἐστι τὸ ἐξ ἀρχῆς μὲν ἄπιστον ὀφθησόμενον, μετὰ δὲ ταῦτα, οὐ μόνον θαυμαστόν, ἀλλὰ καὶ κρότου ἄξιον φανησόμενον; Εἴποιμι συντόμως ἐν βραχέσι συλλαβαῖς, μέγιστα πελαγῶν νοήματα ἐνσημηνάμενος.
Τοῖς παλαιοῖς ὁ Θεὸς οὐ διὰ γραμμάτων διελέγετο, ἀλλὰ δι’ ἑαυτοῦ, καθαρὰν εὑρίσκων αὐτῶν τὴν γνώμην, καὶ τῆς ἄνευ μεσίτου διδασκαλίας ἀξίαν. Καὶ τοῦτο δῆλον ἐξ ὧν γραμμάτων ἄνευ διελέγετο, καὶ τῷ Νῶε, καὶ τῷ Ἀβραάμ, καὶ τοῖς εὐδοκίμοις ἀπογόνοις ἐκείνου, ὧν εἷς ἦν καὶ ὁ κορυφαιότατος ὁ πᾶσαν τοῦ διαβόλου τὴν δύναμιν συγκόψας, καὶ τὰ βέλη αὐτοῦ ἀναλώσας, καὶ τὴν φαρέτραν κενώσας, ὁ ἀοίδιμος, φημί, Ἰώβ. Ὅτε δὲ εἰς αὐτὸν τῆς κακίας τὸν πυθμένα κατηνέχθη ὁ δείλαιος τῶν Ἰουδαίων δῆμος, τότε λοιπὸν τὰ γράμματα ἀναγκαῖα εἶναι ἐνομίσθη, καὶ ἡ διὰ τούτων ὑπόμνησις. Εἰ δὲ νομίζεις ἐν τῇ Παλαιᾷ μόνον τοῦτο γεγενῆσθαι, ἐπὶ δὲ τῆς Καινῆς μὴ κεκυρῶσθαι, φήσαιμι, ὅτι μάλιστα πάντων τοῦτο καὶ ἐν αὐτῇ δείκνυται. Οὐδὲ γὰρ τοῖς θεσπεσίοις ἀποστόλοις γραπτόν τι δέδοται, ἀλλ’ ἀντὶ γραμμάτων ἡ τοῦ ἁγίου Πνεύματος ἐπηγγέλθη χάρις. «Ἐκεῖνος γὰρ ὑμᾶς, φησίν, ἀναμνήσει πάντα.» Εἰ δὲ νομίζεις τοὺς ἐγγράφους τῶν ἀγράφων νόμων κυριωτέρους εἶναι, ἄκουσόν τί φησιν αὐτὸς ὁ βασιλεύς· «Διαθήσομαι αὐτοῖς διαθήκην καινήν, διδοὺς νόμους μου ἐπὶ διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς.» —«Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ.»
Ὅθεν καὶ ὁ Παῦλος Μωσέως μείζονα ἐμπεπιστεῦθαι διϊσχυριζόμενος, ἔλεγεν εἰληφέναι νόμον, οὐκ ἐν πλαξὶ λιθίναις ἐγγεγραμμένον, ἀλλ’ ἐν πλαξὶ καρδίας σαρκίναις ἐντυπωθέντα· οὗ ὁ καταφρονῶν οὐ καταλεύ[σ]εται κατὰ τὸν παλαιὸν νόμον, ἀλλὰ πικροτάτῃ παραδίδοται κολάσει. Ἐπειδὴ δὲ τοῦ χρόνου διιππεύοντος, καὶ καθάπερ ἵππου ὀξυτάτου θέοντος, οἱ μὲν δογμάτων ἕνεκεν ἐξώκειλαν, οἱ δὲ βίου· ἀναγκαίως πάλιν ἐδέησεν τῆς ἀπὸ τῶν γραμμάτων, διορθώσεως. Παραβεβασμένων γὰρ τῶν ἀγράφων ἐπὶ τὰ ἔγγραφα εἰκότως ὥρμησεν, ὁ παντὶ τρόπῳ τὸ ὑπήκοον εἰς ἀρετὴν ἐναγαγεῖν βουλόμενος. Ἐννοεῖν τοίνυν χρὴ ἡμᾶς, ἡλίκη ἐστὶ κατηγορία, τὸ τοὺς οὕτως ὀφείλοντας ζῇν εἰλικρινῶς, ὡς μηδὲ γραμμάτων δεῖσθαι, ἀλλ’ ἀντὶ βιβλίων παρέχειν τὰς ψυχὰς τῷ θείῳ Πνεύματι, ἐπειδὴ τὴν τιμὴν ἀπωλέσαμεν ταύτην, καὶ κατέστημεν εἰς τὴν τῶν γραμμάτων χρείαν, μηδὲ τῷ δευτέρῳ βοηθήματι χρῆσθαι πάλιν εἰς δέον. Εἰ γὰρ ἔγκλημα τὸ γραμμάτων δεῖσθαι, καὶ μὴ τὴν τοῦ ἁγίου Πνεύματος ἐπισπᾶσθαι διὰ καθαροῦ βίου διδασκαλίαν, σκοπῆσαι ἂν εἴημεν δίκαιοι, ἡλίκον ἐστὶ κακόν, τὸ μηδὲ μετὰ τοσαύτην καὶ τηλικαύτην βοήθειαν («Νόμον γάρ, φησίν, εἰς βοήθειαν ἔδωκεν»), ἐθέλειν κερδαίνειν, ἀλλ’ εἰκῆ καὶ μάτην κείμενα τὰ γράμματα περιορᾷν, καὶ μείζονα προκαλεῖσθαι τὴν κόλασιν.
ΡΖʹ. ΕΥΤΟΝΙῼ ΔΙΑΚΟΝῼ. Περὶ τῆς παραβολῆς τοῦ σπόρου, καὶ πῶς ὁ λόγος σπείρεται. Ἐπειδὴ γέγραφας, Πῶς τὸν λόγον σπείρεσθαι κατ’ ἀρχὰς φάμενος, εἶπεν, «Οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς,» οὗ ὁ πονηρὸς ἁρπάζει τὸ ἐσπαρμένον· ἔφησε δὲ καὶ ἐν τῇ τῶν ζιζανίων παραβολῇ, τὸ καλὸν σπέρμα εἶναι, τοὺς υἱοὺς τῆς βασιλείας; φημὶ ὅτι μάλιστα μὲν ἑκάστην παραβολὴν πρὸς τὸ προκείμενον ἀναζωγραφητέον, καὶ οὐ πάντως πάντα κατὰ πάντα ληπτέον. Πλὴν ἵνα μὴ δόξω τισὶ σκήψεις ἐπινοεῖν, τὸ ἀποῤῥητότερον φράσω, φήσας ὅτι καὶ ὁ λόγος σπέρμα, καὶ ὁ τὸν λόγον δεξάμενος, διὰ τὴν πρὸς αὐτὸν συγκράτησίν τε καὶ οἷον ἀναστοιχείωσιν.
Διὰ γὰρ τούτου μορφοῦται μὲν ὁ Χριστὸς ἐν ἡμῖν, καὶ ἡμεῖς κατὰ Χριστὸν μορφούμεθα. Διὰ γὰρ τοῦτο καὶ τὸ σπέρμα καταβάλλεται, ἵνα ἐξομοιώσῃ τὸν ἄνθρωπον πρὸς ἑαυτό.
ΡΠʹ. Τῼ ΑΥΤῼ. Διὰ τί τοὺς ἀκουσίως φονεύσαντας τοῖς Λευΐταις προσκατῴκισεν ὁ νόμος. Ἐπειδὴ ἔφης μήτε παρ’ ἄλλου μεμαθηκέναι, μήτ’ αὐτὸς εὑρεῖν δεδυνῆσθαι τὴν αἰτίαν, δι’ ἢν τοὺς ἀνιέρους τοῖς ἱερωμένοις προσκατῴκισεν ὁ νομοθέτης, τοὺς ἀκούσιον δὴ φόνον δράσαντας τοῖς Λευΐταις· φαίην, ὅτι μάλιστα μὲν ἵνα τῇ συνουσίᾳ ὠφελῶνται, καὶ τὸ δοκοῦν ἄγος ἀποτρίβωνται. Ἔπειτα δὲ ὅτι οἱ μέν, κατὰ συγγενικῶν αἱμάτων ὥπλισαν τὰς δεξιὰς (ἡνίκα τὸ θεῖον σέβας τῷ μόσχῳ ἐπεφήμισαν), οἱονεὶ τοῦ Θείου παροινηθέντος γεγονότες ἐκδικηταὶ (διὸ καὶ ἱερωσύνης ἔτυχον)· οἱ δὲ τρόπον τινὰ ὑπηρέται τῆς δίκης γεγόνασι, τοὺς πάντως δοῦναι δίκας δικαίους ὄντας, εἰ καὶ ἄκοντες ἀπεκτονότες.
Καὶ τοῦτ’ ἐγγυᾶται αὐτὸς ὁ νομοθέτης εἰπών· «Ὁ δὲ οὐχ ἑκών, ἀλλ’ ὁ Θεὸς παρέδωκεν αὐτὸν εἰς τὰς χεῖρας αὑτοῦ.» Εἰ τοίνυν ὁ Θεὸς παρέδωκε, δίκας δοῦναι οὐκ ἂν εἴη δίκαιος ὁ ἀκουσίως φονεύσας, τῆς δίκης ὑπηρέτης ὀφθείς. Εἰ γὰρ καὶ τὴν χεῖρα δοκεῖ ἔχειν μιαράν, ἀλλὰ τὴν γνώμην ἔχει καθαράν. Τίνος οὖν ἕνεκα, φησί, φυγὴν αὐτοῦ κατεψηφίσατο; Οὐ διὰ τὸ γεγενημένον (ἦ γὰρ ἂν ἔξω τῆς γῆς τῆς ἐπαγγελίας πάντη αὐτὸν ἀφώρισεν), ἀλλὰ διὰ τὸ μὴ ὑπὸ τῶν συγγενῶν τοῦ ἀναιρεθέντος ἀκρίτως ἀναιρεθῆναι, νικῶντος τοῦ θυμοῦ τὸν λογισμόν, καὶ τῆς ὀργῆς τὸ ἀκριβὲς παραγραφομένης.
Ἀλλ’ οὐδ’ οὕτως αὐτὸν εἰς τέλος ἀφῆκεν· ὅρον γὰρ αὐτῷ τῆς φυγῆς ὁρίζει, τὸν τοῦ ἀρχιερέως βίον· καὶ μετὰ τὸν θάνατον ἐκείνου, κάθοδον αὐτῷ χαρίζεται, καὶ ἀποδίδωσιν αὐτὸν τῇ πατρίδι.
ΡΘʹ. Τῼ ΑΥΤῼ. Διὰ τί τῷ ἀκουσίως φονεύσαντι ὅρος φυγῆς ἡ τοῦ ἀρχιερέως ὑπάρχει ζωή. Διὰ τοῦτ’ οἶμαι τοῦ ἀρχιερέως τὸν βίον ὅρον τῆς φυγῆς τοῦ ἀκουσίως φονεύσαντος ἐθέσπισεν εἶναι, μηνύων ἐναργεῖ τεκμηρίῳ, ὅτι εἰ ὁ ἀκούσιος τοῦ ἀρχιερέως θάνατος τοὺς ἀκουσίως φονεύσαντας τῇ πατρίδι ἀποδίδωσι, καὶ κάθοδον αὐτοῖς χαρίζεται τοῦ μεγάλου ἀρχιερέως ὁ ἑκούσιος θάνατος, ὁ ὑπὸ τῆς ἀναστάσεως σβεσθείς, καὶ τὰ ἀκούσια πλημμελήματα ἀφανιεῖ, καὶ ἀποδώσει πάντας τοὺς πιστεύοντας αὐτῷ τῇ ἄνω Ἱερουσαλήμ. «Ἡ γὰρ ἄνω Ἱερουσαλήμ, φησὶν ὁ θεσπέσιος Παῦλος, ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ ἡμῶν.»
ΡΙʹ. ΙΣΙΔΩΡῼ ΔΙΑΚΟΝῼ. Τί ἐστι τό, «Ἐν Σαββάτῳ δευτεροπρώτῳ·» καὶ τί, «Σάββατα σαββάτων.» Τό, «Ἐν Σαββάτῳ δευτεροπρώτῳ,» εἰρημένον ἐν τοῖς Εὐαγγελίοις, ἑρμηνευθῆναί σοι ὡς ἀσαφὲς παρακαλέσας, ἄκουε· Δευτερόπρωτον εἴρηται, ἐπειδὴ δεύτερον μὲν ἦν τοῦ Πάσχα, πρῶτον δὲ τῶν Ἀζύμων.
Ἑσπέρας γὰρ θύοντες τὸ Πάσχα, τῇ ἑξῆς τὴν τῶν Ἀζύμων ἐπανηγύριζον ἑορτήν· ἣν καὶ δευτερόπρωτον ἐκάλουν· διὰ τό, ὡς ἔφην, δευτέραν μὲν εἶναι τοῦ Πάσχα, πρώτην δὲ τῶν Ἀζύμων. Καὶ ὅτι τοῦτ’ ἔστιν ἀληθές, δῆλον ἐκ τοῦ τοὺς ἀποστόλους ἐγκεκλῆσθαι ὡς τίλλοντας τοὺς στάχυας, καὶ ἐσθίοντας.
Ἐν ἐκείνῳ γὰρ τῷ καιρῷ μόνῳ καρηβαροῦσιν οἱ ἀστάχυες, καὶ κέκλινται ὑπὸ τοῦ καρποῦ καὶ τῆς πρὸς ἄμητον ὥρας, οἱονεὶ τὴν δρεπάνην ἐφ’ ἑαυτοὺς καλοῦντες. Τῇ τρίτῃ γοῦν ἡμέρᾳ τῶν Ἀζύμων, καὶ τὸ δράγμα προσεφέρετο. Οὕτως καὶ ἀπὸ τοῦ καιροῦ, καὶ ἀπὸ τοῦ γεγενημένου δῆλόν ἐστι τὸ ζητούμενον.
Εἰ δὲ Σαββάτῳ εἴρηται, μὴ θαυμάσῃς. Σάββατον γὰρ πᾶσαν ἑορτὴν καλοῦσι. Καὶ διὰ τοῦτ’ εἴρηται Σάββατα σαββάτων. Ἐπειδὴ ἔσθ’ ὅτε, ἢ ἡ ἀρχὴ τῆς πανηγύρεως, ἢ τὸ τέλος συνέπιπτε τῷ τῆς ἑβδομάδος Σαββάτῳ, οἷον εἰπεῖν, καὶ παρ’ ἡμῖν πολλάκις γίνεται. Ὥσπερ γὰρ ὅταν τὰ Θεοφάνια ἢ ἡ τοῦ Σωτῆρος κατὰ σάρκα γέννησις ἐν Κυριακῇ ἀπαντήσειε, ποιεῖ διπλῆν τὴν πανήγυριν, οἱονεὶ ἑορτὴν ἐν ἑορτῇ· οὕτω καὶ παρ’ αὐτοῖς, εἰ καὶ ἡ πανήγυρις τῷ Σαββάτῳ συνέπιπτε, Σάββατα σαββάτων ἐκαλεῖτο.
ΡΙΑʹ. ΚΑΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Πολλοὶ τὴν τῶν πενήτων φροντίδα προστησάμενοι, εἰς τὸν ἴδιον χρηματισμὸν τελευτῶσιν. Οὒς οὐ χρὴ ζηλοῦν, ἀλλ’ ἢ διορθοῦν, ἢ ἐκ πολλοῦ τοῦ περιόντος ὡς λυμεῶνας φεύγειν. Ἐπιτρίβουσι γὰρ τὴν ἐκείνων πενίαν, ἣν θεραπεύειν ἐχρῆν.
ΡΙΒʹ. ΑΛΥΠΙῼ. Περὶ τῆς ἁγίας Τριάδος. Τὰ μὲν ἑνικῶς εἰρημένα ἐν ταῖς ἱεραῖς Γραφαῖς τῆς θείας φύσεώς ἐστι χαρακτηριστικά· ὁμοούσιος γάρ ἐστιν ἡ ἁγία καὶ βασιλικωτάτη Τριάς. Τὰ δ’ ὑπὲρ τὸν ἑνικὸν ἐξενηνεγμένα ἀριθμόν, τῆς τῶν ὑποστάσεών ἐστι διαφορᾶς. Πλατύνεται γὰρ ἡ θεότης εἰς τρεῖς ἰδιότητας, καὶ συστέλλεται πάλιν εἰς μίαν οὐσίαν· ἵνα μήτε ἡ πολυθεΐα χώραν ἔχῃ ἐκ τῆς τῶν φύσεων διαφορᾶς· μήθ’ ἡ Ἰουδαϊκὴ ὑπόνοια ἐκ τοῦ ἑνὸς προσώπου. Ἡ μὲν γὰρ ταυτότης τῆς φύσεως, ὑποστάσεσι διαιρεῖται· ἡ δὲ τῶν ὑποστάσεων ἰδιότης, εἰς μίαν οὐσίαν συνάπτεται. Καὶ ἵνα μὴ πάντ’ εἰς μέσον φέροντες μηκύνωμεν τὴν ἐπιστολήν, ἓν ἢ δεύτερον μεταχειρισάμενοι, καὶ τοῖς λοιποῖς ὁδὸν ἑρμηνείας ἀνατέμωμεν. Φησὶν ὁ Θεός· «Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα· ἔμπροσθέν μου οὐκ ἐγένετο ἅλλος Θεός, καὶ μετ’ ἐμὲ οὐκ ἔσται.» Τί οὖν ἂν φαῖεν οἱ ἑτερόδοξοι; τίς ἄρ’ ἐστὶν ὁ τοῦτο φράσας; ὁ Πατὴρ ἢ ὁ Υἱός; Εἰ μὲν οὖν ὁ Πατήρ, πῶς φησι μὴ εἶναι μετ’ αὐτόν; καθ’ ὑμᾶς γάρ, μετ’ αὐτόν ἐστιν ὁ Υἱός.
Εἰ δὲ ὁ Υἱός ἐστιν ὁ εἰπών, πῶς φησιν, «Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός;» Οὐ γὰρ δὴ τολμήσετε θατέρου τὴν ὑπόστασιν ἀνελεῖν. Πρῶτον μὲν γὰρ καὶ δεύτερον ἐδογματίσατε. Τὸ δὲ μὴ εἶναι θάτερον, οὐδ’ ἐννοῆσαι, ὡς οἶμαι, ἀνάσχοισθε. Ἡμεῖς μὲν γὰρ εἰς τὴν ὁμοούσιον Τριάδα, καὶ τοῦτο καὶ τὰ τοιαῦτα ἐκλαμβάνοντες εὐσεβοῦμεν· ὑμεῖς δὲ οἱ διαιροῦντες πῶς ἑρμηνεύσετε τὸ εἰρημένον; Ταῦτα μὲν οὖν περὶ τούτων εἰρήσθω. Ἥξωμεν δὲ καὶ εἰς τὰ τὸν ἑνικὸν ἀριθμὸν ὑπερβαίνοντα. «Ποιήσωμεν, φησίν, ἄνθρωπον.
Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν.» —«Καὶ ἔβρεξε Κύριος παρὰ Κυρίου πῦρ καὶ θεῖον.» —«Καὶ Κύριος ὁ Θεός σου. Κύριος εἷς ἐστι.» Τί οὖν ἂν φαῖεν ἐνταῦθα Ἰουδαῖοι; Ἡμῖν μὲν γὰρ οὐκ ἐναντιοῦται οὐδέν, τοῖς τρεῖς ὑποστάσεις μίαν οὐσίαν ὁριζομένοις· αὐτῶν δὲ παντελῶς ἀποκλείει τὰ στόματα. Δῆλον οὖν ἐκ τούτων ὡς ἀναμφισβήτητός ἐστιν ὁ τῆς Ἐκκλησίας στέφανος.
ΡΙΓʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Εἰ κινδυνεύεις, ὥς φασί τινες, ἐκ τοῦ καὶ σωτηρίας καὶ ὑπολήψεως κομιδῇ καταπεφρονηκέναι, στόμα μὲν ἀχάλινον, καὶ ἀκρατές, καὶ ἀπύλωτον ἔχειν, φέρεσθαι δὲ καθ’ ὧν οὐ θέμις· ἵσως καὶ ἡμεῖς ματαιοπονοῦμεν παραινοῦντες ἀμειλίκτῳ θηρίῳ.
ΡΙΔʹ. ΛΑΜΠΕΤΙῼ. Μακάριος εἷ καὶ θαυμαστός, τοῦτο ὢν ὅπερ καλῇ. Δυνάμενος γὰρ πράττειν ἂ βούλοιο, ἂ ταῖς ἱεραῖς Γραφαῖς, καὶ τοῖς θείοις θεσμοῖς ἀρέσκει, μόνα πράττων διατελεῖς.
ΡΙΕʹ. ΕΥΔΑΙΜΟΝΙ. Διὰ τί τοὺς ἄλλους ἀδελφοὺς παρεὶς ὁ Ἰωσὴφ τὸν Σιμεῶνα μόνον διεκέλευεν δεθῆναι. Ἐπειδὴ γέγραφας δι’ ἢν αἰτίαν τοὺς ἄλλους ἀδελφοὺς παρεὶς ὁ Ἰωσήφ, τὸν Σιμεῶνα μόνον ἐκέλευσε δεθῆναι, ὅμηρον τῆς τῶν ἀδελφῶν ἐπανόδου γενησόμενον· φημί, Ἐπειδὴ τῶν τὴν τραγῳδίαν ἐκείνην κατ’ αὐτοῦ δραματουργησάντων κορυφαιότατος ἦν.
Εἰ γὰρ ἐφράξατο μετὰ τοῦ πρεσβυτάτου, τοῦ γνώμην ἀρίστην εἰσηγησαμένου, ἵσως ἂν καὶ τὴν ἐπιβουλὴν ἀνέτρεψεν. Ἐκείνου μὲν γὰρ νεώτερος ἦν, δεύτερος ὢν καθ’ ἡλικίαν, τῶν δ’ ἄλλων πρεσβύτερος. Καὶ εἰκὸς ἦν καὶ τοὺς ἄλλους ἢ φοβηθέντας, ἢ δυσωπηθέντας τὴν τῶν πρεσβυτάτων γνώμην, σβέσαι τὴν ἐπιβουλήν, καὶ μάλιστα καὶ τοῦ τετάρτου ἀγανακτοῦντος ἐπὶ τοῖς γινομένοις, καὶ αὐτοῦ τοῦ πράγματος ἔχοντος πολλὴν ῥοπὴν πρὸς τὸ μὴ πραχθῆναι.
Ἐπεὶ τοίνυν οὐδὲ ῥῆξαι φωνὴν ὑπὲρ τοῦ δικαίου ἐτόλμησεν, ἐκέλευσεν αὐτὸν δεθῆναι, ὡς ὑπὲρ τῶν ἀδελφῶν ὁμηρεύσοντα· οὐ τιμωρούμενος αὐτὸν τοσοῦτον (μετ’ οὐ πολὺ γὰρ εὐηργέτησεν), ὅσον παιδεύων μηκέτι τοῖς αὐτοῖς ἐπιχειρεῖν. Εἰς γὰρ ἀγῶνα αὐτὸν τοιοῦτον καταστήσας, καὶ εἰς ἔννοιαν ἀγαγὼν τῶν οὐ δεόντως πεπραγμένων, ὕστερον ἀκέραιον τῷ πατρὶ πέπομφε.
ΡΙϛʹ. ΜΑΡΩΝΙ ΠΡΕΣΒΥΤΕΡῼ. Οὐ χρή, ὦ πρὸς μὲν τὰς ἐνδόξους πράξεις ἀχρηστότατε, πρὸς δὲ τὰς αἰσχίστας πρακτικώτατε, καλοὺς ἅπαντας ἡγεῖσθαι τοὺς ὑπὲρ τῶν τυχόντων κινδύνους, ἀλλὰ τοὺς μὲν ὑπὲρ τῆς εὐσεβείας καὶ τῆς ἀρετῆς, καὶ τῶν δι’ ἀρετὴν τὰς φιλίας ἀσπασαμένων ἐπαίνων ἀξίους· τοὺς δὲ ταῦτά τε πάντα καταβλάπτοντας, καὶ τὰς πράξεις τὰς πρότερον κατωρθωμένας καταῤῥυπαίνοντας, αἰσχροὺς νομίζειν, καὶ προτροπάδην φεύγειν, ὡς ἀδοξίας αἰτίους. Οὐ γὰρ τοὺς κινδύνους τοσοῦτον, ὅσον τὰς αἰτίας, ἐξετάζειν εἰώθασιν οἱ ἄνθρωποι, οὐ τὰ φύντα, ἀλλὰ τὰ σπέρματα, οὐ τοὺς κλάδους, ἀλλὰ τὰς ῥίζας τῶν πραγμάτων.
Πολλοὶ γοῦν λῃσταὶ καὶ ἀνδροφόνοι ὑπὲρ τῶν ὁμοτρόπων ἀγωνιζόμενοι τεθνήκασι, καὶ οὐκ ἄν τις τούτους ἐπαινέσειεν· ὑπὲρ γὰρ τῆς κακίας ἠγωνίσαντο. Πολλοὶ ὑπὲρ πατρίδος καὶ γονέων καὶ παίδων ἐπέδωκαν ἑαυτούς, καὶ οὐκ ἄν τις αὐτοὺς μέμψοιτο, ἀλλὰ καὶ ἐπαινέσειεν· ὑπὲρ γὰρ τῶν τῆς φύσεως δικαίων ἐτελεύτησαν. Διὸ ἐκείνους μὲν κακίζουσι, τούτους δὲ ἀναῤῥήσεων καὶ στηλῶν ἀξιοῦσι.
ΡΙΖʹ. ΙΣΧΥΡΙΩΝΙ. Εἰς τό· «Εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες.» Μεγάλη τοῦ Θεοῦ ἡ ἀγαθότης, καὶ τῶν ἀνθρώπων ἡ ὠμότης. Ὁ γὰρ ἀναβολὴν αἰτησάμενος, καὶ ἄφεσιν κομισάμενος, οὗτος ἀναβολὴν αἰτηθείς, οὐ μόνον οὐκ ἔδωκεν, ἀλλὰ καὶ εἰς δεσμωτήριον καθεῖρξε τὸν σύνδουλον· καὶ ταῦτα, μηδὲ τοσαῦτα χρεωστοῦντα, ὅσα αὐτὸς ἐχρεώστησεν. Ὁ μὲν γὰρ μύρια τάλαντα εἶχεν, ὁ δὲ πεντήκοντα δηνάρια. Εἰκότως τοιγαροῦν τῇ θείᾳ χρηστότητι τὴν τῶν ἀνθρώπων ἀγαθότητα παραβάλλων ὁ εὐαγγελικὸς χρησμός, πονηρίαν αὐτὴν ἐκάλεσε, λέγων· «Εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν·» οὐ πάσης τῆς φύσεως πονηρίαν καταγινώσκων (ἄπαγε! γέγραπται γάρ· «Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς.» Καί· «Ὁ ἀγαθὸς ἄνθρωπος ἐκφέρει ἐκ τοῦ θησαυροῦ αὑτοῦ τὰ ἀγαθὰ»), ἀλλὰ πρὸς τὴν θείαν ἀγαθότητα τὴν ἀνθρωπίνην παραβάλλων, πονηρίαν αὐτὴν ἐκάλεσε. «Πόσῳ γὰρ μᾶλλον ὁ Πατὴρ ὑμῶν, φησί, δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;»
ΡΙΗʹ. ΙΣΙΔΩΡῼ ΔΙΑΚΟΝῼ. Θεῖον μέν τι χρῆμα ὁ λόγος· θειότερον δὲ ἡ ἀρετή· θειότατον δὲ ἡ εὐσέβεια. Ὁ μὲν οὖν καὶ λόγῳ καὶ ἔργῳ καὶ πίστει κεκοσμημένος, ἀνυπέρβλητος, καὶ ἀοίδιμος, καὶ τῆς ἀκροτάτης μακαριότητος ἄξιος· ὁ δὲ καθ’ ὁπότερον τούτων λειπόμενος, τοσοῦτον ἐλαττοῦται, ὅσον ἡ ἀναλογία τοῦ ἐλλειφθέντος ἀπαιτεῖ.
ΡΙΘʹ. ΠΑΥΛῼ. Εἰς τό· «Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται ἦσαν καὶ λῃσταί.» Τό, «Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί,» οὐ περὶ τῶν προφητῶν καὶ τοῦ νόμου εἴρηται, ὡς οἱ τὴν Παλαιὰν ἀθετοῦντες βούλονται (δι’ αὐτῆς γὰρ καὶ εἰς τὴν πίστιν ἐχειραγωγήθημεν οἱ πιστεύσαντες, ἀκούσαντες τοῦ Χριστοῦ τὰς Γραφὰς ἄνω καὶ κάτω προτεινομένου, ὡς μαρτυρούσας περὶ αὐτοῦ), ἀλλὰ περὶ τῶν ψευδοπροφητῶν· περὶ ὧν αὐτὸς ἔφη· «Οὐκ ἀπέστελλον αὐτούς, καὶ αὐτοὶ ἔτρεχον.» Οὐ γὰρ εἶπε, Πάντες ὅσοι ἀπεστάλησαν, ἀλλ’, «Ὅσοι ἦλθον.» Οἱ μὲν γὰρ προφῆται ἀπεστάλησαν.
Μωσῆς μὲν γὰρ ἤκουσε· «Δεῦρο, ἀποστελῶ σε εἰς Αἴγυπτον.» Ἡσαΐας δὲ ἤκουε λέγοντος τοῦ Θεοῦ· «Τίνα ἀποστείλω καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον;» Καὶ ἔλεγεν· «Ἰδοὺ ἐγώ, ἀπόστειλόν με.» Οἱ δὲ ψευδοπροφῆται, καὶ οἱ εἰς ἄρχοντας καὶ προστάτας ἀναδραμόντες (οἷοι ἦσαν καὶ οἱ περὶ Θευδᾶν, καὶ Ἰούδαν τὸν Γαλιλαῖον, καὶ τὸν Αἰγύπτιον τὸν τῶν σικαρίων προστάντα), οὐκ ἀποστελλόμενοι, ἀλλὰ φανητιῶντες, καὶ αὐτοχειροτόνητοι, καὶ σπουδαρχίδαι τυγχάνοντες, οἴκοθεν ηὐτομόλησαν. Ὅτι δὲ περὶ αὐτῶν τούτων ἐῤῥέθη, τὸ ἑπόμενον δηλοῖ· «Ὁ κλέπτης γάρ, φησίν, οὐκ ἔρχεται, εἰ μὴ ἵνα θύσῃ, καὶ κλέψῃ, καὶ ἀπολέσῃ.» Πάντες γὰρ ὅσοι αὐτοῖς ἐπείσθησαν, κατεσφάγησαν, καὶ ἀπώλοντο, παραβραβεῦσαι τὴν ἀλήθειαν ἐγχειρήσαντες, καὶ λόγου θᾶττον, εἰς τὸ παντελὲς ἀποσβεσθέντες.
ΡΚʹ. ΙΣΙΔΩΡῼ ΔΙΑΚΟΝῼ. Τὸ μὲν ποιεῖν καὶ διδάσκειν, ἀνυπέρβλητον τυγχάνει· τὸ δὲ ποιεῖν μέν, μὴ διδάσκειν δέ, ἔλαττόν ἐστι. Χωλεύει γὰρ καθ’ ἓν μέρος. Διὸ καὶ λογικός ἐστιν ὁ ἄνθρωπος. Εἰ γὰρ τὸ ποιῆσαι διδάξαι ἦν, οὐκ ἂν ἐῤῥέθη· ὃς δ’ ἂν ποιήσῃ καὶ διδάξῃ, «οὖτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.» Τί γὰρ τοσοῦτον ἰσχύει βίος ἄριστος, ὅταν περὶ δογμάτων ἀγὼν προκέηται, καὶ ὁ τοῖς νόθοις συνηγορῶν, πολὺς κατὰ τῶν ὀρθῶν δογμάτων φέρηται;
Τὸ δὲ μὴ ποιεῖν μέν, διδάσκειν δέ, εἰ καὶ φύλλα δοκεῖ ἔχειν, καρποῦ ἐστέρηται, καὶ γέλωτος καὶ κωμῳδίας καὶ κατακρίσεως οὐκ ἀμοιρεῖ.
ΡΚΑʹ. ΕΥΤΟΝΙῼ ΔΙΑΚΟΝῼ. Ὥσπερ ὀξὺ μὲν ἢ βαρὺ κομιδῇ φθέγξασθαι ῥᾴδιον, τοῦ δὲ μέσου τυχεῖν, μουσικῆς ἐστιν ἕξεως· οὕτω καὶ περὶ τὸ παῤῥησιάζεσθαι, καὶ μή, λογιστέον. Οἱ μὲν γὰρ οὐ τοῦ ὠφελῆσαι, ἀλλὰ τοῦ ὑβρίσαι γίνονται μόνον· οἱ δὲ τοῦ κολακεύειν, καὶ τὰ μὴ προσόντα ἐγκώμια ὑφαίνειν. Οἱ δὲ μέτρῳ ἀρίστῳ χρώμενοι, οὔτε ὑβρίζουσιν, οὔτε θωπεύουσιν· ἀλλὰ κεράσαντες τῇ παῤῥησίᾳ τὴν αἰδώ, καὶ τῇ ἐπιτιμήσει τὴν προσήνειαν, οὕτως ἐπὶ τὸ ἰατρεύειν τοὺς ἑαυτοὺς ἀγνοοῦντας ἔρχονται. Οὐκοῦν καὶ αὐτὸς ταύτῃ τῇ ἀγωγῇ χρησάμενος ἧκε ἐπὶ τὴν θεραπείαν Ἡσαΐου, τοῦ ἐκ τῆς ἄγαν ἀλαζονείας, καὶ τὸ ἄνθρωπον ἑαυτὸν νομίζειν ἀπολωλεκότος.
ΡΚΒʹ. ΠΑΥΛῼ. Εἰς τὸ γεγραμμένον, «Ὅτι οὐδεὶς ἁρπάζει αὐτὰ ἐκ τῆς χειρὸς αὐτοῦ.» Ἐπειδὴ γέγραφας· Εἰ γέγραπται, «Οὐδεὶς ἁρπάζει ἐκ τῆς χειρὸς τοῦ Πατρός μου,» πῶς πολλοὶ ἀπόλλυνται; φημί, ὅτι ἁρπάσαι μὲν οὐδεὶς δύναται ἐκ τῆς ἀμάχου καὶ ἀηττήτου δεξιᾶς τοὺς διὰ πίστεως ὀρθῆς καὶ πολιτείας ἀρίστης ἑαυτοὺς οἰκείους αὐτῆς εἶναι παρασκευάσαντας· ἀπατῆσαι δὲ δυνήσεται.
Τοῦτ’ ἔστι, βίᾳ μὲν καὶ τυραννίδι ἀποσπᾶσαι οὐδεὶς δυνήσεται· παραλογισμοῖς δὲ καὶ ἀπάταις ἀποπλανῆσαι δυνήσεται. Ἀλλ’ οὐ παρὰ τὴν ἀήττητον δεξιὰν γίνεται τοῦτο, ἀλλὰ παρὰ τὴν τῶν αὐτεξουσίων ἀνθρώπων ῥᾳθυμίαν. Οὐ γὰρ ἐκ τῆς τοῦ φυλάττοντος ἀσθενείας, ἀλλ’ ἐκ τῆς τῶν φυλαττομένων εὐχερείας ἡ ἀπώλεια συμβαίνει.
ΡΚΓʹ. ΠΕΤΡῼ. Ἀμείνων τοῦ αἰσχρῶς μὲν βεβιωκότος, λέγειν δὲ εἰς ὑπερβολὴν δυνατοῦ, ὁ λέγειν μὲν οὐκ εὐφυής, τὰ δὲ κατὰ τὸν βίον λαμπρός, καὶ πρὸς δικαιοσύνην καὶ ἐγκράτειαν διαφέρων. Εἰ δέ τις [καὶ λόγῳ] καὶ βίῳ διαλάμποι, οὗτος ἀπαράβλητος τυγχάνει, διὰ πραγμάτων κρίσιν εἶναι ὁμολογῶν, καὶ τοὺς ἐκ τοῦ πρὸς τὴν ἐκπλήρωσιν ἐκλελῦσθαι τῶν ἐντολῶν τὰ πάντως ἐκβησόμενα ὑπερβολικῶς εἰρῆσθαι νομίζοντας, παραγραφόμενος.
ΡΚΔʹ. ΠΑΥΛῼ. Εἰ μήτε τοῖς αἰσχροῖς ἐπιτηδεύμασι, μήτε τοῖς χρωμένοις αὐτοῖς χρῷο, λαμπράν σοι παρὰ πάντων εὐφημίαν θήσει. Τὸ μὲν γὰρ χρῆσθαι αὐτοῖς, ἀνελεύθερον· τὸ δὲ μὴ χρῆσθαι μὲν αὐτοῖς, τοῖς δὲ χρωμένοις χρῆσθαι, τὴν δόξαν λυμαίνεται. Χρὴ γὰρ μήθ’ ὑπονοεῖσθαι ποιεῖν, ἃ ποιεῖν αἰσχρόν· μήτε τοῖς διαπραττομένοις αὐτὰ ἐπιτηδείοις χρῆσθαι. Δεῖ γὰρ φοβεῖσθαι τὰς κακηγορίας, κἂν μὴ ἀληθεῖς ὦσιν, ἐπειδὴ πολλοὶ τὴν ἀκρίβειαν ἀγνοοῦντες, πρὸς τὴν δόξαν ἀποβλέπουσι· καὶ τοιοῦτον ἕκαστον εἶναι κρίνουσιν, οἵους ἂν τοὺς συνόντας θεάσωνται· οὐκ ἀπὸ τῶν πραγμάτων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν συνδιατριβόντων φέροντες τὴν ψῆφον. Εἰ γὰρ ἀρετήν, φασίν, ἀσκεῖς, τί σοι βούλεται ἡ μετὰ τῶν κακίστων συνουσία;
ΡΚΕʹ. ΙΣΙΔΩΡῼ ΔΙΑΚΟΝῼ. Εἰς τὸ γεγραμμένον· «Οἱ κάπηλοί σου τὸν οἶνον σμίγουσιν [f. μίσγουσιν] ὕδατι.» Πολλάκις ἐθαύμασα τῶν τὰς θείας παρερμηνευόντων Γραφάς, καὶ τὸ οἰκεῖον μᾶλλον βούλημα, ἢ τὸ ἐν αὐταῖς κείμενον παριστᾷν πειρωμένων. Τὸ γὰρ ἄκρατον αὐτῶν καὶ εἰλικρινές, καὶ εὐφρᾶναι ψυχὴν δυνάμενον βούλημα, τῷ φαύλῳ καὶ ἐξιτήλῳ τῶν οἰκείων δογμάτων παρακιρνῶντες ὕδατι, τὰ θεῖα καπηλεύειν τολμῶσι. Καὶ τοῦτό ἐστι τό· «Οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι.» Εἰ γὰρ καὶ δοκεῖ τισι περὶ τῶν καπηλευόντων τὸν ἐκ τοῦ προχείρου νοούμενον οἶνον λελέχθαι (ἄτοπον γὰρ κἀκεῖνο), ἀλλά γε ἀληθείας δικαζούσης, μᾶλλον περὶ τῶν καπηλευόντων τὰ θεῖα λόγια δοκεῖ μοι εἰρῆσθαι.
Οὐ γὰρ ἐῤῥέθη· Οἱ κάπηλοί σου μίσγουσιν ὕδωρ οἴνῳ (ὅπερ ποιεῖν εἰώθασιν οἱ καπηλεύοντες), ἀλλά, «τὸν οἶνον ὕδατι.» Τὰς γὰρ ἀκραιφνεῖς καὶ εἰλικρινεῖς τῆς ἱερᾶς Γραφῆς ἐννοίας τοῖς ἐξιτήλοις ἑαυτῶν παρακιρνῶντες δόγμασι, νοθεύουσι τὴν διδασκαλίαν.
ΡΚϛʹ. ΑΜΜΩΝΙῼ. Εἰς τὸ εἰρημένον· «Τῷ τύπτοντί σε ἐπὶ τὴν δεξιὰν σιαγόνα, πάρεχε καὶ τὴν ἄλλην.» Ὁ τῶν ὑπερκοσμίων καὶ τῶν ἐπιγείων βασιλεὺς ἦκεν οὐρανόθεν, οὐρανίου πολιτείας φέρων ἡμῖν σύμβολα, ἃ καὶ ἀγῶνα προὔθηκεν ἐναντίον τῷ Ὀλυμπικῷ. Ἐκεῖ μὲν γὰρ ὁ τύπτων καὶ περιγενόμενος στεφανοῦται· ἐνταῦθα δὲ ὁ τυπτόμενος καὶ φέρων, ἀναῤῥήσεως ἀξιοῦται. Ἐκεῖ ὁ ἀντιπλήττων, ἐνταῦθα δὲ ὁ καὶ τὴν ἄλλην παρέχων σιαγόνα, ἐν τῷ τῶν ἀγγέλων θεάτρῳ ἀνακηρύττεται. Οὐ γὰρ ἐν τῷ ἀμύνασθαι, ἀλλ’ ἐν τῷ φιλοσοφεῖν ἡ νίκη κρίνεται.
Καινὸς γὰρ οὗτος τῶν στεφάνων ὁ νόμος· ἐπειδὴ καινὸς τῶν παλαισμάτων ὁ τρόπος.
ΡΚΖʹ. ΘΕΟΔΟΣΙῼ ΕΠΙΣΚΟΠῼ. Ὅτι μὲν βασιλείας ἡ ἱερωσύνη πολλῷ κρείττων ἐστί, καὶ μείζους ἔχει πόνους (πόνῳ γὰρ λήγοντι πόνος νέος ἀντανατέλλει), καὶ περὶ τῶν ἀναγκαιοτέρων ὁ κίνδυνος (ἡ μὲν γὰρ τὰ θεῖα, ἡ δὲ τὰ θνητὰ ἐμπεπίστευται), οἶμαι μηδένα ἀγνοεῖν. Ὅτι δὲ πολλοὶ ἀπερισκέπτως παντὸς ἀνδρὸς τὸ ἄρχειν ἢ ψυχῶν ἢ σωμάτων νομίσαντες, ἔῤῥιψαν ἑαυτοὺς εἰς τοῦτο, καὶ μυρίων κακῶν καὶ ἑαυτοὺς καὶ τοὺς ὑπηκόους ἐμπλήσαντες, ὕστερον εἰς βάραθρον ἀπωλείας δυσκλεῶς κατήντησαν, οὐδὲ τοῦτ’ οἶμαί τινα ἀγνοεῖν.
Τούτων τοίνυν οὕτω τυγχανόντων, λίαν θαυμάζω πῶς τινὲς μὲν μηδ’ αὐτὸ τοῦτο τὰ καθ’ ἑαυτοὺς εὖ διαθέμενοι, ἀλλὰ πολλῶν γέμοντες πραγμάτων, καὶ μηδὲ ἐν τοῖς ὑπηκόοις τετάχθαι ὀφείλοντες (ὧν εἷς ἐστι καὶ Ζώσιμος ὁ πρεσβύτερος, οὖ τῷ βίῳ, ὡς φής, σκανδαλιζόμενος γέγραφας), τῇ ἱερωσύνῃ τῇ τοσοῦτον τῆς βασιλείας ὑψηλοτέρᾳ ἐπιπηδῆσαι ἐτόλμησαν, καὶ χρήμασιν ὠνήσασθαι πρᾶγμα, ὃ μηδὲ μετὰ πολλῶν χρημάτων καταδέξασθαι ἐχρῆν τοιούτους ὄντας. Ἀλλ’ ἵσως τὰ καθ’ ἑαυτοὺς ἀγνοοῦντες, καὶ μηδὲ τῷ καλῶς παρὰ τῶν ἔξωθεν εἰρημένῳ ἀκολουθήσαντες, τῷ, «Γνῶθι σεαυτόν·» ἀγνοοῦντες δὲ καὶ τὴν τῆς ἱερωσύνης ἀξίαν, ὅτι πρὸς τὸ ὕψος καὶ τὸν κίνδυνον ἔχει, νομίζοντες ἀρχὴν εἶναι ἀνεξέταστον, ἀλλ’ οὐ λειτουργίαν ὑπεύθυνον· ἐνεχείρησαν πράγματι ἀβάτῳ αὐτοῖς εἶναι ὀφείλοντι.
ΡΚΗʹ. ΙΣΙΔΩΡῼ ΔΙΑΚΟΝῼ. Περὶ τῆς τῶν Ἰουδαίων αἰχμαλωσίας. Εἰ καὶ μὴ ἀξίαν, ὧν εἰς τὸν Δεσπότην Χριστὸν ἔδρασαν, ἔδοσαν ἐνταῦθα δίκην Ἰουδαῖοι, ἔδοσαν γοῦν ὅμως. Ἂ γὰρ ὡς διαφευξόμενοι ἔδρασαν, φήσαντες· «Ἐὰν ἀφῶμεν αὐτόν, ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν καὶ τὴν πόλιν καὶ τὸ ἔθνος·» ταῦτ’ ἐπειδὴ ἔπραξαν, οὐ διέφυγον. Τῆς γὰρ πόλεως αὐτῶν ἀλούσης ὑπὸ Ῥωμαίων, καὶ τοῦ ναοῦ καθαιρεθέντος, αὐτοὶ ὥσπερ μαστιγίαι τινὲς καὶ δραπέται, ἄτιμοί τε καὶ ἀλῆται πανταχοῦ διεσπάρησαν.
Δώσουσι δὲ κἀκεῖσε τὴν ἀξίαν. Μὴ ἐπιγνόντες γὰρ τὴν φιλανθρωπίαν, εἴσονται τὴν ἐξουσίαν, ἧς κἀνταῦθα πεῖραν βραχεῖαν εἰλήφασι.
ΡΚΘʹ. Τῼ ΑΥΤῼ. Εἰς τό· «Ἀπηνήνατο παρακληθῆναι.» Τὴν ὑπὸ λύπης βεβαπτισμένην ψυχὴν οὐδὲν οὔτως εὐφρᾶναι δύναται, ὡς ἡ θεία μνήμη. Καὶ τοῦτ’ ἔστιν ἄρα ὅπερ ἠθέλησας μαθεῖν, «Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου· ἐμνήσθην τοῦ Θεοῦ, καὶ εὐφράνθην.» Ὥσπερ γὰρ τὸ ἀκένωτον, καὶ δυσμεταχείριστον ἰατροῖς, τῆς αἱμοῤῥοούσης πάθος, ἐν ἀκαριαίᾳ ῥοπῇ ἀπηλάθη (ἡ μὲν γὰρ ἤψατο, ὁ δὲ ἠνέσχετο, τὸ δὲ ἐδραπέτευσεν)· οὔτω καὶ ἡ λύπη ἀνθρωπίνη παράκλησιν ἀπωθουμένη, ἅτε πάσῃ παραμυθίᾳ δυσμεταχείριστος, ὑπὸ τῆς θείας μνήμης μόνης ῥᾳδίως οἴχεται, καὶ εἰς τὸ μὴ ὂν χωρεῖ.
ΡΛʹ. ΕΡΜΟΓΕΝΕΙ ΕΠΙΣΚΟΠῼ. Εἰ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων ὁ Κύριος ἐν τῷ Δαβὶδ λέγεται, πῶς λέγει πάλιν Ἡσαΐας, «Εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν κάλλος, οὐδὲ εἶδος;» Οὐ ταναντία ἑαυτῇ, ὦ ἰερὰ κεφαλή, δογματίζει ἡ θεία Γραφὴ περὶ τοῦ Σωτῆρος διδάσκουσα, ἀλλ’ ἑκάστῳ πράγματι τὸ οἰκεῖον καὶ πρέπον νέμει. Τὰ μὲν γὰρ πρὸς τὴν θεότητα βλέπει, τὰ δὲ πρὸς τὴν ἐνανθρώπησιν, τὰ δὲ πρὸς τὰ ἑκούσια πάθη. Φῶς μὲν γὰρ αὐτὸν ἀληθινὸν εἶπε, καὶ ἀπαύγασμα τῆς δόξης, χαρακτῆρά τε τῆς πατρικῆς ὑποστάσεως· τὸ μὲν διὰ τὸ φαιδρὸν τῆς οὐσίας, τὸ δὲ διὰ τὸ ἀΐδιον, μᾶλλον δὲ συναΐδιον· τὸ δὲ διὰ τὸ ἐνυπόστατον, καὶ διὰ τὸ γνησίοις χαρακτῆρσιν ἐμπρέπειν. Ἵνα γὰρ μὴ τὸ ἀπαύγασμα ἀνυπόστατον νομισθῇ, ὁ χαρακτὴρ τὴν ὑπόστασιν ἐγγυᾶται. Ὡραῖον δὲ παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, καὶ ὡραῖον ἐν στολῇ, διὰ τὴν τῆς ἐνανθρωπήσεως ἔνθεον καὶ ἄπταιστον ἀρετήν· οὐκ ἔχοντα εἶδος οὐδὲ κάλλος, δυοῖν ἕνεκεν· ἑνὸς μέν, ἐπειδὴ τὴν Δεσποτικὴν μορφὴν κρύψας, τὴν τοῦ δούλου ἐπεδείκνυτο· ἑτέρου δέ, διὰ τὸ ἐν τῷ πάθει, ὃ ἑκουσίως ὑπέστη, πᾶσαν παροινίαν κεκινῆσθαι.
Ἐκρέματο γὰρ ἐπὶ τοῦ ἰκρίου, ἐν ἡμέρᾳ μέσῃ, καὶ ἐν μητροπόλει, καὶ ἐν ἑορτῇ μεγίστῃ, καὶ ἐν ᾗ οὐδένα εἰκὸς ἦν ἀπολειφθῆναι· καὶ οἱ μὲν ἐκωμῴδουν, οἱ δὲ ἐχλεύαζον· οἱ μὲν ὠνείδιζον, οἱ δὲ ὄξος προσέφερον· οἱ μὲν ὕβριζον, οἱ δὲ λόγχῃ τὴν πλευρὰν ἔνυττον. Καὶ περὶ μὲν τοὺς συσταυρωθέντας λῃστάς, οὐδὲν τοιοῦτον ἔδρων, εἰς αὐτὸν δὲ παρῴνουν, ἃ μηδ’ εἰς τοὺς ὑπευθύνους παροινεῖν θέμις.
ΡΛΑʹ. ΛΑΜΠΕΤΙῼ ΕΠΙΣΚΟΠῼ. Πῶς νοητέον τὸ τῷ Ἐκκλησιαστικῷ γεγραμμέ«νον, Μὴ γίνου δίκαιος πολύ.» Ὥσπερ τοῦ σωματικοῦ κάλλους ὅρος ἡ τῶν μελῶν συμμετρία· οὕτω καὶ τοῦ ψυχικοῦ κάλλους ἔσχατος ὅρος, ἡ τῶν ἀρετῶν συμμετρία. Εἰ γὰρ αἱ ἀκρότητες εἰς κακίαν ἐκπίπτουσιν, ὥς τινες τῶν σοφῶν ἀπεφήναντο (θέλων γὰρ εἶναί τις οἰκονομικὸς εἰς φειδωλίαν ἐκπίπτει, καὶ θέλων εἶναι μεγαλόψυχος εἰς ἀσωτίαν. Διὸ καὶ μεσότητας εἶναι τὰς ἀρετὰς ὡρίσαντο). Ἀσεβείας γὰρ καὶ δυσσεβείας μέση ἐστὶν ἡ εὐσέβεια· εἰκότως καὶ ὁ σοφὸς παρῄνεσε· «Μὴ γίνου δίκαιος πολύ.» Εἰ δὲ καὶ τοῦτο παραινεῖ, μὴ ἐν τοῖς εἰς σὲ παρὰ τῶν πέλας πλημμελουμένοις πικρὸς γίνου καὶ ἀκριβὴς δικαστής, ἀλλ’ ὑπέρβαινε τὸ δίκαιον τῇ ἀγαθότητι, συγγνώμην νέμων τοῖς συγγνώμης μείζονα εἰς σὲ πταίουσι.
ΡΛΒʹ. Τῼ ΑΥΤῼ. Ἐπειδὴ ἡ ἡμετέρα διάνοια τὴν ὑπόθεσιν τῶν ἐγκωμίων τοῦ παναρίστου Ἑρμογένους τοῦ ἐπισκόπου οὐ δύναται δέξασθαι, οὐδὲ τὴν τῶν κατορθωμάτων περιουσίαν ἡ γνώμη χωρεῖ, συγγνώμην μοι νεῖμαι μὴ παραιτήσῃ. ᾯ γὰρ μηδὲ πρὸς μέρος ἐπαρκέσαι ῥᾴδιον, πῶς πᾶσιν ἐπεξελθεῖν δυνατόν·
ΡΛΓʹ. ΠΕΤΡῼ ΣΧΟΛΑΣΤΙΚῼ. Χρή, ὦ φίλος, τὰ ὀνόματα ἀφέντας τῶν ἀγαθῶν, ἐπὶ τὰ πράγματα βαδίζειν. Βασιλεία μὲν γὰρ καὶ πλοῦτος καὶ δόξα, ὀνόματα μὲν παρὰ τοῖς ἔξωθεν· πράγματα δὲ παρὰ Χριστιανοῖς. Ὥσπερ οὖν καὶ ταναντία, ἀδοξία, καὶ θάνατος, καὶ πενία, ὀνόματα μὲν παρ’ ἡμῖν· πράγματα δὲ παρ’ ἐκείνοις. Καὶ εἰ βούλει, τὴν ἀρχὴν εἰς μέσον ἀγαγόντες τὴν πᾶσι ποθεινὴν καὶ περιμάχητον, ἀπὸ ταύτης καὶ τὰ ἄλλα πάντα ἐλέγξωμεν, καὶ μὴ φράσαντες, ὅτι ὀλιγοχρόνιος, μηδ’ ὅτι ταχέως σβέννυται (πολλοὶ γὰρ ἐξ αὐτῶν τῶν ἀρχικῶν θρόνων εἰς τοὺς τάφους ἀπηνέχθησαν, καὶ ὁ θρῆνος τὰς τῶν κηρύκων φωνὰς διεδέξατο)· ἀλλὰ κἀκεῖνο παρέντες, ὅτι πολλοὶ καὶ τῶν προγονικῶν ὑπαρχόντων ἐστερήθησαν, δημεύσει καθυποβληθέντες· ὅτε μάλιστα αὑτὴν δοκιμάσωμεν, μὴ περιέλωμεν τῆς πόρνης τὰ ἐπιτρίμματα καὶ τὰς ὑπογραφάς, ἀλλὰ κεκαλλωπισμένην αὐτὴν εἰς μέσον ἀγάγωμεν· ἵνα τότε αὐτῆς ἐλεγχθῇ τὸ εἰδεχθές.
Οὐκοῦν προσάγωμεν τὸ σχῆμα, καὶ τοὺς ῥαβδούχους, καὶ τοῦ κήρυκος τὴν φωνήν, καὶ τῶν δημίων τὴν ὑπακοήν, καὶ τὸ ὑπὸ πάντων ἀποβλέπεσθαι· καὶ βασανίσωμεν, εἰ μὴ τὰ δοκοῦντα λαμπρὰ ταῦτα καὶ ποθεινά, οὐ μόνον περιττά, οὐδ’ ὑπόληψις ἀνόνητος, ἀλλὰ καὶ ἐπιβλαβῆ. Τί γὰρ ἀπὸ τούτων ἐκεῖνος ἀμείνων γίνεται, ἢ τὸ σῶμα, ἢ τὴν ψυχήν;
Τοῦτο γὰρ ἄνθρωπος. Ἆρ’ οὖν ὑψηλότερος, ἢ ὑγιεινότερος, ἢ ταχύτερος, ἢ τὰς αἰσθήσεις τρανοτέρας κεκτήσεται; Ἀλλ’ οὐκ ἄν τις φαίη. Ἴωμεν τοίνυν καὶ ἐπὶ τὴν ψυχήν. Ἆρ’ οὖν σωφρονέστερος, ἢ ἐπιεικέστερος, ἢ συνετώτερος ἀπὸ ταύτης γενήσεται τῆς φαντασίας; Οὐ μὲν οὖν, ἀλλὰ καὶ τοὐναντίον ἄπαν. Οὐ γὰρ ὅπερ ἐπὶ τοῦ σώματος, τοῦτο καὶ ἐπὶ τῆς ψυχῆς συμβαίνειν εἴωθεν· ἐκεῖνο μὲν γὰρ οὐδὲν εἰς τὴν οἰκείαν προσείληφεν ἀρετήν· αὐτὴν δὲ καὶ κακίαν προσείληφεν. Καὶ γὰρ ἄνοιαν, καὶ κενοδοξίαν, καὶ ἀπόνοιαν, καὶ θυμόν, καὶ μυρία ἐξ αὐτῆς προστρίβεται πλημμελήματα. Εἰ δὲ χαίρει, καὶ μέγα φρονεῖ, καὶ φυσᾶται, καὶ κατὰ πάντων ἐπαίρεται, οὖτος μάλιστα τῆς κακίας ὁ κολοφών, ὅτι οὔτε ἀλγεῖ, οὔτε αἰσθάνεται, ἀλλὰ καὶ χαίρει τῶν νοσημάτων αὐξομένων αὐτῷ. Οὐδὲ γὰρ πάντη τὸ χαίρειν, καλόν.
Ἐπεὶ καὶ ὁ λῃστὴς χαίρει μετὰ τὴν κλοπήν, καὶ ὁ ἅρπαξ μετὰ τὴν πλεονεξίαν, καὶ ὁ μοιχὸς μετὰ τὸ διορύξαι τὸν τοῦ πέλας γάμον, καὶ ὁ ἀνδροφόνος μετὰ τὴν σφαγήν. Μὴ τοίνυν τοῦτο λεγέτω, ὅτι χαίρει, ἀλλ’ εἰ ἐπὶ χρησίμῳ δεικνύτω, καὶ συγχαρήσομαι.
Ἐπεὶ τοίνυν μόνος ἐστὶν ἐλευθεριώτατος, καὶ ἀρχικώτατος (καὶ αὐτῶν γὰρ τῶν βασιλέων βασιλικώτερος), ὁ τῶν παθῶν ἀπηλλαγμένος, ἀσπασώμεθα τὴν ἀρετήν, καὶ τῆς πονηρᾶς ἐκείνης δουλείας ἀπαλλάξωμεν ἑαυτούς, μήτε ἀρχήν, μήτε πλοῦτον, μήτε τι τοιοῦτον μακαριστὸν νομίζοντες καὶ περιμάχητον, ἀλλὰ τὸ τῶν παθῶν ἀπηλλάχθαι μόνον.
ΡΛΔʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ἢ πέπαυσο τρυφῶν ἐκ τῶν ἀλλοτρίων συμφορῶν, κεκοιμημένον διεγείρων καὶ παρακαλῶν τὸ ἀκόλαστον, ἢ ταῦτα δρῶν τῷ σεπτῷ θυσιαστηρίῳ μὴ πρόσιθι. Πολλοὺς γὰρ σκανδαλίζων ἀπελαύνεις τοῦ προσιέναι, μὴ ὑπομένοντας ἰδεῖν τοσαύτην κηλῖδα τῷ ἀμιάντῳ θυσιαστηρίῳ παρεφεδρεύουσαν.
ΡΛΕʹ. ΠΑΥΛῼ. Κατὰ τῶν λεγόντων, εἶναι γένεσιν, ἤτοι εἱμαρμένην, ἢ τὴν λεγομένην τύχην. Εἰ πάντα, ὡς φής, ὦ σοφέ, καθ’ εἰμαρμένην γίνεταί τε καὶ λέγεται, εἰπὲ πῶς νῦν δι’ ἡμῶν ἑαυτὴν ἀνατρέπει. Εἰ γὰρ αὐτὴ πάντα ποιεῖ, αὔτη ἂν εἴη νῦν δι’ ἡμῶν κηρύττουσα μὴ εἶναι γέννησιν. Πῶς οὖν αὕτη, ἥν φατε εἶναι, φάσκουσα μὴ εἶναι, οὐ πιστεύεται παρ’ ὑμῶν;
ΡΛϛʹ. ΩΡΙΩΝΙ Μὴ ἁπλῶς προφέρων τινὰς ῥήσεις τῶν ἱερῶν χρησμῶν διὰ στόματος σπάραττε (ἀπαιδευσίας γὰρ ὀφλήσεις καὶ ἀνοίας γέλωτα· διὸ καί τινες φεύγουσι, λαβὴν φιλομαχοῦντι ἀνθρώπῳ δοῦναι δεδιότες)· ἀλλὰ τὰς ὑποθέσεις ἀκριβῶς ζητήσας ἕξεις τὰς λύσεις. Τυφλώττουσι γὰρ αἱ ἑρμηνεῖαι τῶν ὑποθέσεων χηρεύουσαι.
ΡΛΖʹ. ΑΠΟΛΛΩΝΙῼ ΕΠΙΣΚΟΠῼ. Ἐγὼ τοῦ φόβου τὴν κολακείαν δυνατωτέραν καὶ ἀργαλεωτέραν εἶναί φημι. Ὅσα γὰρ μὴ δύναται ἀνάγκη, δύναται θεραπεία· καὶ τοὺς μὴ χειρωθέντας ὑπὸ φόβου, κολακεία πολλάκις κατεδουλώσατο.
Χρὴ οὖν καὶ πρὸς φόβον καὶ πρὸς θωπείαν μὲν ἀνδρίζεσθαι (ἑκάτερον δὲ ἀνελεύθερον τὸ πάθος), τὴν δ’ ἀλήθειαν μόνην τιμᾷν.
ΡΛΠʹ. Τῼ ΑΥΤῼ. Χρὴ τὸν εὐδόκιμον, καὶ φιλόθεον εἶναι. καὶ φιλάνθρωπον· ἵνα μήτε διὰ τὸ ὕψος τῆς ἀρετῆς, καὶ τὸ ἀνακεῖσθαι τῷ Θείῳ, τῶν ἀνθρώπων καταφρονοίη, μήτε διὰ τοὺς ἀνθρώπους τοῦ Θείου ἀμελοίη. Ἡ γὰρ ἀγάπη ἡ πρὸς τὸ Θεῖον, εἰ καὶ μείζων ἐστὶ πολλῷ, τῇ πρὸς ἀνθρώπους συμπλεκομένη, λαμπροτέρα γίνεται.
ΡΛΘʹ. ΝΕΙΛῼ. Περὶ τῆς σοφίας Δανιήλ, καὶ τῶν παίδων γʹ. Οὐ τὴν παρὰ Χαλδαίοις περίεργον παίδευσιν ἔμαθον οἱ παῖδες οἱ τρεῖς καὶ ὁ Δανιήλ, μὴ τοῦτο νομίσῃς. Οἱ γὰρ τοσαύτην τῆς εἰς τὸ θεῖον εὐσεβείας τὴν ἐμμέλειαν ποιησάμενοι, ὡς μηδὲ βρωμάτων βασιλικῶν μεταλαβεῖν, πότε ἂν ἠνέσχοντο, εἰ καὶ μυρίοι ἠπειλήθησαν θάνατοι, εἰς ἀνελεύθερον παίδευσιν ἐκκυλισθῆναι; Ὅτι δὲ ταῦθ’ οὕτως ἔχει μάρτυς ἀξιόχρεως ἡ Γραφὴ λέγουσα· «Δέδωκεν αὐτοῖς ὁ Θεὸς σύνεσιν καὶ φρόνησιν ἐν πάσῃ γραμματικῇ καὶ σοφίᾳ,» τοῦτ’ ἔστι, πάσης προσδοκίας ὀξύτερον καὶ ἐλπίδος ὠκύτερον ἐδέχοντο τὴν ἐν γράμμασι παίδευσιν. Γραμματικὴν γὰρ λέγει, τὴν ἐν γράμμασι σοφίαν. Ὅτι δὲ τοῦτό ἐστιν ἀληθές, δῆλον μέν ἐστι καὶ ἐκ τοῦ μὴ προσκεκυνηκέναι τὴν βασιλικὴν εἰκόνα· δῆλον δὲ καὶ ἐκ τοῦ τὸν μὲν τοὺς λέοντας αἰδεσθῆναι, τοὺς δὲ τὸ πῦρ. Εἰ δὲ φαῖεν, Ἐκ παιδεύσεως Περσικῆς, ἀποκρινάσθωσαν, Πῶς οὖν τῶν ἐν τοῖς μεγίστοις αὐτῶν ὄντων ἀξιώμασι, καὶ πάσῃ τῇ κατ’ αὐτοὺς σοφίᾳ πεπαιδευμένων, τοὺς μὲν οἱ λέοντες πρὶν τοῦ ἐδάφους ἅψασθαι, κατειργάσαντος τοὺς δέ, τὸ πῦρ·
ΡΜʹ. ΠΑΛΛΑΔΙῼ ΕΠΙΣΚΟΠῼ. Μὴ καταφρόνει τῶν εὐτελεῖ σχήματι προσιόντων σοι· ἀλλὰ θαύμαζε τὴν ὑπομονήν, καὶ οἴκτειρον τὴν μεταβολήν, λογιζόμενος, ὡς πολλοὶ βασιλικοῦ γένους τυγχάνοντες, τὴν τῶν θητευόντων ἔλαχον τάξιν. Εἰ δὲ καὶ ἀφανεῖς εἶεν καὶ ἐξαφανῶν, μηδ’ οὕτως ἀποστρέφου, ἀλλ’ ὄρεγε, ἐν οἷς ἂν δύναιο, χεῖρα· λογιζόμενος ὅτι καὶ ἡ δοκοῦσα δυσγένεια ἀκούσιός ἐστι, καὶ οὐ μεμπτή· ἡ γὰρ ἀπὸ τῶν τρόπων, ἐστὶν ἡ μιαρά· εἰ δὲ καὶ δύστροποι εἶεν τροφῆς ἀναγκαίας ἀπολαυέτωσαν, καὶ διὰ τὸ ἀνθρώπινον, καὶ διὰ τὸ θεῖον πρόσταγμα, τὸ μὴ μόνον παρακελευόμενον, παντὶ τῷ αἰτοῦντι διδόναι, ἀλλὰ καὶ τὸ διδόμενον οἰκειούμενον.
ΡΜΑʹ. ΑΕΤΙῼ ΚΟΜΗΤΙ. Κατὰ Σαβελλιανῶν. Θειότατος καὶ ἄῤῥητος τοῦ Πατρὸς Υἱός, ὁ παρ’ ἡμῶν προσκυνούμενος, εἰκότως Λόγος προσαγορεύεται· οὐχ ὅτι Λόγος μόνον ἐστί, καὶ τοῦ Πατρὸς ἑρμηνευτής, ὥς τινες οἴονται· ἀλλ’ ὅτι καὶ θᾶττον ἢ λόγος δημιουργεῖ, καὶ ἀπαθῶς ἐτέχθη. Λόγος δ’ ὤν, ἐνυπόστατός ἐστι, καὶ οἰκείαν ἰδιότητα ἔχει.
Ὅτι δ’ οὐκ ἔστιν ἀνυπόστατος, αὐτὸς ὁ Λόγος λόγους ἔχειν φράζει λέγων· «Ὁ ἀκούων τοὺς λόγους καὶ ποιῶν αὐτούς.» Εἰ οὖν ὁ Λόγος λόγους ἔχει, οὐκ ἔστιν ἀνυπόστατος· ἀλλ’ ἐνυπόστατος ὤν, διὰ τὸ ἀπαθῶς προεληλυθέναι, Λόγος προσαγορεύεται.
ΡΜΒʹ. ΘΕΟΔΟΣΙῼ ΕΠΙΣΚΟΠῼ. Εἰς τό, «Λαμψάτω τὸ φῶς ὑμῶν.» Καὶ ὅτι οὐκ ἔστι τοῦτο ἐναντίον τῷ, «Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν,» καὶ τὰ ἑξῆς. Δόξης ἀγαθῆς πανταχοῦ ῥεπούσης, καὶ γῇν καὶ θάλατταν περινοστούσης, οὐδέν, ὦ θαυμάσιε, ἄμεινον, οὐδ’ ἂν τοὺς Κροίσου τις θησαυροὺς αὐτῇ παραβάλλοι. Διὸ ὁ μὲν Παροιμιαστὴς ἔφη· «Ὄνομα καλὸν ὑπὲρ πλοῦτον πολύν· ὑπὲρ ἀργύριον καὶ χρυσίον, χάρις ἀγαθή.» Ὁ δὲ Χριστὸς παρεκελεύετο· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων.» Οὐχ ἵνα πρὸς φιλοτιμίαν ζῶμεν (ἄπαγε! ταύτην γὰρ πανταχοῦ ἐκριζοῖ, κελεύων μήτε τὴν εὐχήν, μήτε τὴν ἐλεημοσύνην δημοσιεύειν, ἀλλὰ καὶ θατέραν χεῖρα λανθάνειν τὸ γενησόμενον,) ἵνα δὲ μηδενὶ παρέχωμεν δικαίαν σκανδάλου λαβήν. Οὔτω γὰρ καὶ ἀκόντων ἡμῶν τὸ τῶν πράξεων φῶς περιαστράψει τοὺς θεωμένους, καὶ εἰς τὴν θείαν δοξολογίαν τρέψει.
Ὅτι γὰρ τοῦτο μηνύει, οὐκ ἐῤῥήθη, Ὅπως ἂν ὑμεῖς δοξασθῆτε, ἀλλ’, «Ἵνα ἵδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.»
ΡΜΓʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Εἰ κάλλος θεάσοιο σωματικόν, ἐννόει, ὅτι τὸ ἄνθος τοῦτο τὸ λαμπρόν, αὔριον κόνις γίνεται, καὶ τὸ σήμερον πῦρ, τῇ ἑξῆς εἰς τέφραν ἀποβήσεται. Πᾶν γὰρ ὃ τέλος ἔχει, καὶ τοῦτο τάχιστον, κἂν δοκῇ λαμπρὸν εἶναι καὶ ἐπέραστον, εὐκαταφρόνητον εἶναι ὀφείλει, μάλισθ’ ὅταν καὶ κόλασιν τίκτῃ.
ΡΜΔʹ. ΠΑΛΛΑΔΙῼ ΥΠΟΔΙΑΚΟΝῼ. Οὐκ ἔστι μικρὸν τὸ μικρὸν εἶναι δοκοῦν, τὸ μὴ προστιθέναι ἁμαρτίαν ἐφ’ ἁμαρτίᾳ, ἀλλὰ καὶ μέγιστον. Ὁδὸς γάρ ἐστιν ἐπὶ τὴν ἀρίστην φέρουσα μεταβολήν. Εἰ γὰρ τὸ ῥεῦμα τῆς κακίας, τὸ ἐπὶ τὴν ἀπώλειαν τρέχον, ἠρεμήσειεν, ἀρχὴν λήψεται ἡ ἐπὶ τὴν ἀρετὴν κίνησις. Ὥσπερ γὰρ ἡ ἐν τοῖς σταδίοις στάσις καὶ ἐπηρέμησις, τὴν ἐναντίαν τίκτει κίνησιν (εἰ μὴ γὰρ σταίη, οὐκ ἂν εἰς τοὐναντίον χωρήσειεν), οὕτω καὶ ἐπὶ τῆς κακίας, εἰ μὴ παύσοιτο, οὐκ ἂν τῇ ἀρετῇ χώραν δοίη.
ΡΜΕʹ. ΠΕΤΡῼ ΚΟΡΡΗΚΤΩΡΙ. Ἰσότης, φιλότης, ὦ βέλτιστε. Τὸ γὰρ ἄνισον τὴν φιλίαν βλάπτειν πέφυκε. Μὴ τοίνυν καὶ αὐτὸς φίλῳ χρῷο τ’ ἀνδρί, καὶ κόλακι. Οὐ γὰρ ἀνέξεται ὁ ἐπὶ τοῖς ἴσοις καὶ δικαίοις τὴν φιλίαν πηξάμενος.
ΡΜϛʹ. ΘΕΟΓΝΩΣΤῼ ΠΡΕΣΒΥΤΕΡῼ. Πολλὰ ἔχων τοῦ ἀοιδίμου Τιμοθέου φράσαι, ἒν εἰς ὃ πάντα τείνει, λέξω· ὅτι τῆς ἀρετῆς γνήσιος ὢν ἐραστής, ἀεὶ πρὸς τὸ ὑπάρχον αὐτῷ κλέος ἀντηγωνίζετο, τὴν ἐπὶ τοῖς προτέροις ἔκπληξιν τοῖς δευτέροις ἔργοις ἀφανίζων.
ΡΜΖʹ. ΕΥΤΟΝΙῼ ΔΙΑΚΟΝῼ. Τῆς κατασχούσης τὸ ἀνθρώπινον γένος προλήψεως τὴν τυραννίδα διακόπτων ὁ Σωτήρ, καὶ ἀπὸ τῶν χαμαιζήλων πραγμάτων εἰς τὴν ὑπερκόσμιον αὐτὸ λῆξιν ἀνάγειν σπουδάζων, ἐβόα· «Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.» Τῇ γὰρ φωνῇ τὴν οἰκείαν κεράσας δύναμιν, τῶν ἐθελόντων ἀναπτῆναι εἰς οὐρανὸν ἀνέῤῥωσε τὰς δυνάμεις, ὥστε πολλὰ χαίρειν τῇ προλήψει φράσαντας τῆς ἄνω πορείας ἔχεσθαι.
ΡΜΗʹ. Τῼ ΑΥΤῼ. Ὁ τὴν τοῖς πολλοῖς ἀβίαστον εἶναι δοκοῦσαν τῶν παθῶν τυραννίδα τυραννικῶς βιαζόμενος, καὶ ὡς ἀνδρεῖος ᾄδεσθαι ὀφείλει, καὶ ὡς τυραννοκτόνος.
ΡΜΘʹ. Τῼ ΑΥΤῼ. Περὶ τῆς ἁγίας Τριάδος. Ἡ ἀϊδιότης οἶον ἀειζωότης ἐστί· διὸ ἐπὶ μόνης τῆς ἀνάρχου φύσεως, τῆς ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης, λαμβάνεσθαι εἴωθε. Τὸ μὲν γὰρ ἀθάνατον, καὶ ἐπὶ τοῦ γενομένου μέν, μὴ ἀποθνήσκοντος δέ, οἷον ἐπὶ ἀγγέλου καὶ ψυχῆς, κατηγορεῖσθαι δύναται· καὶ τὸ ἄφθαρτον, ἐπὶ τῶν πεποιημένων μέν, κρειττόνων δὲ φθορᾶς γεγενημένων. Τὸ δ’ ἀΐδιον κυρίως τῆς θείας οὐσίας ἴδιόν ἐστι. Διὸ ἐπὶ τῆς προσκυνητῆς καὶ βασιλικωτάτης Τριάδος μόνον λαμβάνεσθαι πέφυκε, τῆς τοῦ πρὸ καὶ μετὰ μὴ ἀνεχομένης, μηδὲ τὸ πρῶτον καὶ δεύτερον καὶ τρίτον καταδεχομένης.
Ἀριθμοῦ γὰρ τὸ Θεῖον ἀνώτερον, καὶ χρόνων κρεῖττον, καὶ πάσης ἐπινοίας ὑψηλότερον. Εἰ γὰρ καὶ ταῖς ἰδιότησι διαιρεῖται, ἀλλὰ τῇ ἀξίᾳ καὶ τῇ οὐσίᾳ συνάπτεται. Διαιρεῖται μέν, ἵνα Ἰουδαῖοι καὶ Σαβέλλιος ἐλεγχθῶσι· συνάπτεται δέ, ἵνα Ἄρειος καὶ Εὐνόμιος καταισχυνθῶσι. Πλατυνόμενον γὰρ εἰς ὑποστάσεις, συνάπτεται κατὰ τὴν οὐσίαν, ᾗ καὶ ἡ ἀξία πάντως ἕπεται.
ΡΝʹ. ΑΛΦΙῼ ΕΠΙΣΚΟΠῼ. Ἐπειδὴ πάντες, οἷς ἀρετῆς καὶ πολύς, καὶ ὀλίγος λόγος. ἐκ θείου νεύματος τὸ γέρας τῆς ἱερωσύνης δεδόσθαι σοι πιστεύουσι, δίκαιος ἂν εἴης πάντα ποιεῖν ὅπως μὴ τὴν θείαν χειροτονίαν τοῖς μετὰ ταῦτα πραττομένοις καθυβρίσῃς. Εἰ γὰρ τὴν σεαυτοῦ ψυχὴν θεσμῷ ἱερωσύνης διακοσμήσειας, καὶ τὸν μὲν λογισμὸν τὸν ὀρθὸν ἀποδείξειας αὐτοκράτορα, τὸν θυμὸν δὲ αὐτῷ δορυφόρον παραδώσειας, καὶ νομοθετήσειας αὐτῷ μηδὲν πράττειν, ὧν ὁ βασιλεὺς οὐ βούλεται, καὶ πᾶν ὄσον ἡδοναῖς τε καὶ λύπαις εἰς κακίαν ἔκδοτον ἐξορίσειας τῆς σαυτοῦ γνώμης, τιμήσειας τὴν ἄνωθεν ψῆφον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.