Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαὶ περὶ τῆς ἑρμηνείας τῆς θείας γραφῆς

Ἰσίδωρος ὁ Πηλουσιώτης

Βιβλίο Γ΄, Επιστολές 251-300

Διδασκαλίες περί της ορθής εξουσίας, κατά της πλεονεξίας, υπέρ της ευσέβειας και της ανάγκης αντιστοιχίας λόγων και έργων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 22 από 24

ΣΝΒʹ. ΔΩΡΟΘΕῼ ΛΑΜΠΡΟΤΑΤῼ. Εἰς τὸ εἰρημένον ὑπὸ τοῦ Θεοῦ· «ᾟ δ’ ἂν ἡμέρᾳ φάγεσθε ἀπ’ αὐτοῦ.» Λίαν θαυμάζω καὶ ἐκπλήττομαι, πῶς οἱ φιλαμαρτήμονες ἀεὶ ἀποθνήσκοντες, οὐδέποτε τεθνηκέναι νομίζουσι. Διὸ καὶ ζήτημα, ὡς γέγραφας, οἷόν τε εἶναι ἐκεῖνο τὸ πρὸς τοὺς πρωτοπλάστους εἰρημένον. «ᾟ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ξύλου, θανάτῳ ἀποθανεῖσθε.» Ὁ γὰρ κακουργὸς καὶ ὁ ἀνδροφόνος, τότε κυρίως ἀποθνήσκει, ὅταν τοὺς νόμους παραβαίη, καὶ τὸ ἁμάρτημα ἐργάσοιτο, κἀν δοκοίη ζῇν. Εἰ γὰρ καὶ μὴ τῇ πείρᾳ, ἀλλά γε τῇ ἀποφάσει, καὶ τῷ δικαίῳ τέθνηκεν· εἰ καὶ δοκοίη μηδέπω εἰς τὰς τῶν νόμων σαγήνας ἐμπεπτωκέναι. Εἰ δὲ καὶ θάνατον τῆς ἀθανάτου ψυχῆς ὁρίζεται τὴν τοῦ ἁγίου Πνεύματος ἀποφοίτησιν· οὐ γὰρ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας· καὶ οὕτω νοείσθω.

Ὥσπερ γὰρ τὸ σῶμα ζῇ παρούσης ψυχῆς, οὕτω καὶ ἡ ψυχὴ παρόντος τοῦ θείου Πνεύματος· καὶ ὥσπερ ἀναχωρησάσης τῆς ψυχῆς νεκρὸν μένει τὸ σῶμα, οὕτω καὶ ἀποφοιτήσαντος τοῦ ἁγίου Πνεύματος ἀπολέσει ἡ ψυχὴ τὴν μακαρίαν ζωήν, οὐκ εἰς τὸ μὴ ὂν ἀναλυομένη, ἀλλὰ θανάτου παντὸς χαλεπωτέραν βιοῦσα ζωήν. «Ἄφες γάρ, φησὶ ὁ Χριστός, τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.» Καί· «Ὁ υἱός μου οὖτος νεκρὸς ἦν καὶ ἀνέζησε.» Τὸ γὰρ λεγόμενον παρά τινων ὅτι πρὸ τῆς τῶν χιλίων ἐτῶν συμπληρώσεως ἐτεθνήκεσαν· γέγραπται γάρ· «Μία ἡμέρα Κυρίου ὡς χίλια ἕτη» οὐκ ἀγνοούμενον πιθανὸν εἶναί μοι δοκεῖ, καὶ τοῖς ἁπλουστέροις μᾶλλον εὐπαράδεκτον.

ΣΝΓʹ. ΕΡΜΙΝῼ ΚΟΜΗΤΙ. Ἐπειδὴ γέγραφας λόγον, μᾶλλον δὲ εἰ χρὴ εἰπεῖν τἀληθές, λογίδιόν μοι πρώην γεγράφθαι περὶ τοῦ μὴ εἶναι εἰμαρμένην, παρά τινων μὲν ἐνθειασθέν, παρά τινων δὲ καὶ τῶν ἄλλων συγγραμμάτων τῶν εἰς τοῦτο παρά τινων πεπονημένων προκριθέν, καὶ παρεκάλεσας τοῦτό σοι πεμφθῆναι, πέπομφα αὐτὸ τοιγαροῦν μὴ ἀπὸ τῆς φήμης ψηφίζου· ἀλλὰ ἀκριβῶς βασανίσας δοκίμασον. Καὶ εἰ μὲν εὖ ἔχει, τῷ Θεῷ ἴσθι· εἰ δὲ δόξει σοι ἐλλιπεῖ γεγράφθαι, τῇ ἀνθρωπίνῃ ἀσθενείᾳ συγγίνωσκε τῇ μὴ δυναμένῃ ὡς βούλεται φράσαι.

ΣΝΔʹ. ΠΑΥΛῼ. Εἰς τὸ ῥητόν· «Ὁ βλέπων γυναῖκα.» Ἐπειδὴ ἐκ τοῦ ὁρᾷν τὸ ἐρᾷν τίκτεται, διὰ τοῦτο καὶ ὁ Χριστὸς τὸν ἀκολάστως ἑστιῶντα τὰς ὅψεις μοιχὸν εἶναι ἀπεφήνατο, οὐ τὴν πρᾶξιν μόνον, ἀλλὰ καὶ τὴν ἔννοιαν προαναστέλλων, καὶ ἐπὶ τοῦ φόνου δέ, ὁ μὲν νόμος τὸν ἀνδροφόνον, ὁ δὲ Χριστὸς καὶ τὸν ὀργιζόμενον τιμωρεῖται. Ὁ μὲν γὰρ τῇ ψυχῇ, ὁ δὲ τῇ χειρὶ νομοθετεῖ· καὶ διὰ τὸ μὴ συγχωρῆσαι φύναι τὴν ῥίζαν, καὶ τοὺς κλάδους προαναστέλλει.

Χαλίνου τοίνυν καὶ τὸν ὀφθαλμὸν καὶ τὸν θυμόν, ἵνα μὴ ὁ μὲν εἰς μοιχείαν, ὁ δὲ εἰς φόνον σε χειραγωγήσῃ.

ΣΝΕʹ. ΕΡΜΙΝῼ ΚΟΜΗΤΙ. Μὴ μεταβαλλέτω σε, ὦ ἄριστε, ὡς ἕνα τῶν πολλῶν, εὐημερίας αὖρα· ἀλλὰ φυλαττέτω βέβαιον τοῖς φίλοις ἡ σύντροφος φιλοσοφία. Ἐκεῖνο μὲν γὰρ τοῖς ἀπειροκάλοις καὶ ἀγελαίοις εἴωθε συμβαίνειν· τοῦτο δὲ τοῖς κομιδῇ σοφοῖς, ὧν εἰς τὸν σύλλογον ἐνεγράφης.

ΣΝϛʹ. ΕΥΔΑΙΜΟΝΙ. Ἐτόλμησα ἂν εἰς τὸν ἀγῶνα τῶν ἐγκωμίων τοῦ θεοφιλοῦς Θεοδοσίου τοῦ ἐπισκόπου κατελθεῖν, εἰ μὴ ἐδεδοίκειν μήποτε ἐνδεῶς εἰπών, τῶν προσόντων αὐτῷ ἀγαθῶν ἐλαττώσω τὴν δόξαν. Ἀλλ’ ἐπειδὴ πᾶσα λόγου δύναμις παραχωρεῖ τῷ μεγέθει τῆς ὑποθέσεως, εἰκότως καὶ αὐτὸς σιγὴν ἐμαυτοῦ κατεψηφισάμην. Καί τοι γινώσκω, ὅτι ἐὰν ὁ ἐγκωμιαζόμενος ἐκ τῆς ἀληθείας τὴν μαρτυρίαν ἔχῃ, οὐδὲν ἡ τῇς ἀρετῆς κτῆσις καταβλάπτεται ὑπὸ τῆς ἀσθενείας τοῦ λέγοντος. Ἐν γὰρ ταῖς ὑπερβολαῖς οὐχ ὁ ἡττηθεὶς τῆς ἀξίας κατῄσχυνεν, ἀλλὰ πλέον ἐλάμπρυνε, δείξας ἑαυτὸν ὑπὸ τοῦ τῶν πραγμάτων μεγέθους καλυφθέντα.

ΣΝΖʹ. ΠΑΥΛῼ. Εἰς τὸ εἰρημένον· «Ὅτι καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἐρχομένῳ ἡγουμένῳ.» Τὸ εἰρημένον παρὰ τοῦ ἀγγέλου τῷ Δανιήλ, «Ὅτι καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ [τῷ ἐρχομένῳ,]» εἰ μὲν περὶ ἅλλου τινὸς οἴονται εἰρῆσθαι, ἑρμηνευέτωσαν ὡς βούλονται, τῆς ἀληθείας μηδὲν παραβλαπτομένης. Εἰ δὲ ὁ Χριστός ἐστιν ὁ λεγόμενος ἔρχεσθαι κατὰ τὰς Γραφάς· «Εὐλογημένος γὰρ ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.» καί· «Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;» τοιοῦτόν ἐστιν· οὐ μόνον ὁ Πατὴρ πάντα τῶν Ἰουδαίων τὰ σεμνὰ καὶ περίβλεπτα ἀνατρέψει, ἀλλὰ καὶ ὁ Χριστὸς ὁ παρ’ αὐτῶν ὡς λυτρωτὴς αὐτῶν προσδοκώμενος.

Ἐπειδὴ γὰρ εἰς αὐτὸν τὸν Υἱὸν τοῦ βασιλέως ἐπαρῴνησαν, ἄξια τὰ ἐπίχειρα πείσονται. Οὐ μόνον γὰρ ἡ πόλις, ἀλλὰ καὶ τὸ ἅγιον διαφθαρήσεται, τουτέστιν ὁ ναὸς καθαιρεθήσεται. Καὶ θέα τὴν ἀκρίβειαν. Οὐκ εἶπε· Διαφθαρήσεται σὺν τῷ ἡγουμένῳ, ὡς οἴονταί τινες, ἀλλά, «Διαφθερεῖ ὁ Πατὴρ τὸν ναὸν καὶ τὴν πόλιν,» συμπράττοντος τοῦ ἡγουμένου τοῦ παροινηθέντος δηλονότι παρ’ αὐτῶν ἐν τῇ πρώτῃ ἐπιφανείᾳ. Εἰ δὲ ἀσαφές ἐστι, λελέξεται πάλιν σαφέστερον. Ὁ Θεὸς καὶ ὁ ἡγούμενος, τουτέστιν ὁ Χριστός· «Ἐκ σοῦ, γάρ, φησὶ πρὸς τὴν Βηθλεέμ, ἐξελεύσεται ἡγούμενος, ὅστις διαφθερεῖ τὴν πόλιν καὶ τὸν νεών.» Ὥστε εἰ καὶ Ῥωμαίοις ἀνήφθη τοὖργον, ἀλλά γε θεήλατος ἦν ἡ ὀργή, καὶ μάρτυς Ἰώσηπος, λέγων, «Μὴ προσχαρίζεσθαι Ῥωμαίοις, ὅτι πάντας ἡμᾶς ὁ πρὸς αὐτοὺς πόλεμος διέφθειρεν. Οὐ γὰρ ἐκείνων ἰσχύϊ ταῦτα συμβέβηκεν, ἀλλὰ ἡ κρείττων γενομένη αἰτία, τὸ δοκεῖν ἐκείνοις νικᾷν παρέσχε.» Ποία δὲ ἦν ἡ αἰτία; Ἦ δηλονότι τὸ ἁμάρτημα τῆς Ἱερουσαλὴμ τὸ εἰς τὸν Σωτῆρα, ὅπερ τὰ Ἰουδαίων πράγματα εἰς γόνυ ἔκλινε, μᾶλλον δὲ ἠφάνισε. Εἰ δὲ ἀπιστοῦσιν Ἰουδαῖοι, εἰπάτωσαν δι’ ἣν αἰτίαν αἰχμαλωσίαν νῦν ἀπομένουσιν ἀνακλήσεως ἄμοιρον.

ΣΝΗʹ. ΑΘΑΝΑΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Εἰ καὶ Χαιρήμων ὁ δοκῶν εἶναι διάκονος, παραπλήσιόν ποι, ὡσπερανεὶ καὶ νόσος ἀνίατος ἐξουσίαν λάβοι μηδενὸς ὧν ὀρέγεται φείδεσθαι, ἀλλὰ τοῖς ἐπαγγελλομένοις ἰᾶσθαι, ἐῤῥῶσθαι φράσασα, ἐκ τῶν τὸν θάνατον ὠδινόντων ἑαυτὸν ἑστιάσει. Ἀλλ’ ἐγὼ οὐκ αὐτὸν τοσοῦτον ὡς Εὐσέβιον τὸν τὰ θεῖα αὐτῷ μυστήρια ἐμπιστεῦσαι τολμήσαντα, αἴτιον ἡγοῦμαι τῶν τοσούτων κακῶν. Ὁ γὰρ τὰ σπέρματα παρασχών, τῶν φυτῶν δηλονότι αἴτιος.

ΣΝΘʹ. ΕΡΜΟΓΕΝΕΙ ΕΠΙΣΚΟΠῼ. Ἐγὼ τῷ διδασκάλῳ δύο ταῦτα προσεῖναι παντὶ σθένει νομίζω, τήν τε τοῦ βίου καθαρότητα, τήν τε τοῦ λόγου ἱκανότητα, ἣν σκιάν τις τῶν ἔργων ὁριζόμενος, οὐκ ἄν μοι δοκῇ διαμαρτάνειν τῆς ἀληθείας, ἵνα πῇ μὲν ῥυθμίζῃ τὸν φοιτητήν, πῆ δὲ σωφρονίζῃ τὸν ἀπειθῆ. Ὥσπερ γὰρ οἱ γραμματισταὶ τὴν γραφίδα λαβόντες μετὰ πολλοῦ τοῦ κάλλους τὰ στοιχεῖα χαράττουσι, καὶ τοῖς ἀρτιμαθέσι παρέχουσιν, ἵν’ ὡς οἷόν τε μιμήσασθαι δυνηθεῖεν· οὕτω καὶ τοὺς ὑφηγητὰς χρὴ τὴν πολιτείαν τὴν ἑαυτῶν εἰκόνα τινὰ σοφῶς γεγραμμένην τοῖς μαθηταῖς προτιθέναι, ἵν’ ὡς οἶόν τε μιμήσωνται. Εἰ δ’ ἐκεῖνοι μὴ μόνον βίον ἄληπτον, ἀλλὰ καὶ θαυμάσιον ὁρῶντες, οὐκ ἐνάγονται εἰς ἀρετήν, τοῦτο οὐκ ἔτι τοῦ διδασκάλου τις ὁριεῖται ἔγκλημα, τοῦ μηδὲν παραλείψαντος τῶν ὀφειλόντων πραχθῆναι, ἀλλὰ τῆς τῶν μαθητῶν ῥᾳθυμίας. Ἐπειδὴ δέ φασί τινες·

Δι’ ἢν γὰρ αἰτίαν τῷ φόβῳ οὐκ ἀπείργουσι τοὺς φοιτητὰς τῶν ἐγκλημάτων; φαμέν· Καὶ τίς ὁ τοῦ παραπαιδευτοῦ φόβος ἐπιτιμήσαι; Τοῦτο πολλάκις γεγεννημένον οὐκ ἴσχυσε. Πεῖσαι τῇ βακτηρίᾳ; ἀλλ’ οὐκ ἔξεστιν. Ἀποκηρύξαι; καὶ τοῦτο ἐξελήλεγκται; Τῆς πόλεως ἐκβαλεῖν; ἀλλ’ οὐ τοσούτου γε κύριος. Ἐπαγγείλασθαι τὴν βασιλείαν τῶν οὐρανῶν; ἀλλὰ μῦθος εἶναι δοκεῖ τοῖς ῥᾳθυμοτέροις. Ἀπειλῆσαι τὴν κρίσιν ἀλλὰ γελῶσιν ἀκούοντες Ἐξελάσαι τῆς Ἐκκλησίας;

Πρόχειρον μέν, ἐπανόρθωμα δὲ οὐκ ἔχον. Εἰ μὲν γὰρ παρὰ τοῦ δεῖνος δικαίως κατεψηφισμένῳ πᾶσα ἐφεξῆς ἦν ἡ Ἐκκλησία ἄβατος, καὶ συνηγανάκτουν ἄπαντες τῷ ταύτην θεμένῳ τὴν ψῆφον, ἵσως ἂν ἐκεῖνος σωφρονισθεὶς ἐγνωσιμάχει. Νῦν δὲ ἅμα κατέγνωσταί τις ὑπὸ τούτου, καὶ παρ’ ἄλλου πολλάκις θεραπεύεται, καὶ Ἐκκλησία ἑτέρα ἀναπεπταμένη, καὶ δορυφορία, καὶ δῶρα, καὶ γίνεται τῷ ἐκβεβλημένῳ χρηματισμός, ἡ μετάστασις. Εἶθ’ ὅτι μὲν καταγνωσθεὶς ἐξεβλήθη, οὐ λέγει· ὡς δ’ ἑκὼν ἀπεπήδησε, τοῦτο δὲ πλάττεται. Κἂν ἔρηταί τις, διὰ τί, λογοποιεῖ καὶ δεινὰ καὶ τὰ τῆς ὑποδεξαμένης δοκοῦντα. Λαβόντες δὲ ταῦτα οὐκ ὀρθῶς βιοῦντές τινες, καὶ ὥσπερ ἀπολογίαν τῶν οἰκείων πταισμάτων ταύτην ἔχειν οἰόμενοι, μεγαλύνουσιν, ἐμπιπλῶσι τὰ πάντα ῥημάτων, τοῖς κατεσκευακόσι πρεπόντων. Ἐκ δὲ τούτων ὁ μὲν πταίσας οὐδὲν ἀμείνων καθίσταται· τῷ σωφρονιστῇ δέ, τὸ δοκεῖν εἶναι μιαρῷ περιγίνεται. Διὰ ταῦτα, ὦ σοφώτατε, καὶ οἱ εὐδόκιμοι τῶν διδασκάλων (ὀλίγοι δέ εἰσιν οὗτοι) ἀπενάρκησαν σωφρονίζειν τοὺς πλημμελοῦντας· ἐπειδὴ οἱ μὴ προσηκόντως εἰς ταύτην εἰσκωμάσαντες τὴν ἀρχὴν (πολλοὶ δέ εἰσιν οὗτοι) τὰς τῶν ἄλλων εὐδοκιμήσεις οἰκείας ἡγούμενοι συμφοράς, τῶν εἰκότως ἀγανακτούντων τὰς ψήφους ἀνατρέπειν ἐπιχειροῦσιν, ἵνα μὴ σβεσθῇ ἡ κακία, ἀλλὰ καὶ ἐπιτρίβοιτο. Περὶ ὧν φορτικώτερα μὲν οἶδα λέξων, ὅμως δ’ ἐρῶ.

Τάχα πως διόρθωσίς τις παρακολουθήσει.

Τί γὰρ ὄφελος ἀπολωλότας θρηνεῖν, παρόν, τόγε ἐφ’ ἡμῖν, σώζειν, ἡνίκα ἔξεστιν. Οἱ γὰρ μηδ’ ἐν τοῖς ὑπηκόοις ὀφείλοντες τετάχθαι, οὖτοι ἐπιπηδᾷν τῷ διδασκαλικῷ θρόνῳ τολμῶσι, καὶ τοῦ βήματος κρατεῖν οἴονται, οἱ μηδ’ ἑαυτῶν κεκρατηκότες, καὶ ἄλλων ἐξηγεῖσθαι νομίζουσιν, οἱ μηδ’ ἑαυτῶν ἄρξαι δυνηθέντες, δι’ οὒς ἄνω καὶ κάτω γέγονε τὰ τῆς Ἐκκλησίας πράγματα.

ΣΞʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ἀνήρ τις οὐ μόνον αἰσχρῶν λημμάτων κρείττων, ἀλλὰ καὶ τὰ οἰκεῖα τοῖς δεομένοις διανέμων, πυθόμενος ὅτι ἰχθῦς ὀλίγους εἰληφὼς παρά τινος ἐπιορκήσαντος, ἀπολῦσαι αὐτόν, τόγε ἐπὶ σοί, τοῦ ἁμαρτήματος ἐτόλμησας, στενάξας μέγα, τὸ Δημοσθενικὸν ἐκεῖνο ἀπεφθέγξατο, ὡς ἔμοιγε δοκεῖ· καὶ γὰρ εἰ φορτικώτερον εἶναι τὸ ῥηθησόμενον δόξει, λέξω, καὶ οὐκ ἀποκρύψομαι· κατὰ τοῦτό γε αὐτὸ ἄξιον αὐτὸν εἶναι θανάτῳ ζημιῶσαι, ἵνα ἐν ᾄδου θῇ τοῖς ἀσεβέσι τοῦτον τὸν νόμον. Ἀλλὰ τοῦτο μὲν ἐκεῖνος περιαλγὴς γενόμενος ἔφη· ἐμοὶ δ’ ἔδοξε καὶ πᾶσι τοῖς παροῦσι μηδὲν ἀπεικὸς εἰρηκέναι. Οὐ γὰρ τὸ σὲ δώροις ἐξευμενισθῆναι, ἀπολύει ἐκεῖνον τοῦ ἐγκλήματος, ἀλλὰ τὸ ἀπολαβεῖν τὰ οἰκεῖα τὸν ἐκ τῆς ἐπιορκίας ἀδικηθέντα. Μὴ τοίνυν κέρδους ἕνεκεν αἰσχροῦ ἢ παραποίει ἢ παρερμήνευε τοὺς θείους χρησμούς. Οὐ γὰρ ἀδικεῖν μέν, προσφέρειν δὲ τοῖς ἱερωμένοις προστάττουσιν, ἀλλὰ τοῖς ἀδικηθεῖσιν ἀπολογεῖσθαι διὰ τῶν πραγμάτων θεσπίζουσι.

Τὸ γάρ, «Ἐὰν δήσητε,» περὶ τῶν ἁμαρτανόντων εἴρηται· καὶ τό, «Ἐὰν λύσητε,» περὶ τῶν γνωσιμαχούντων. Ἀπολύεται δὲ τοῦ ἐγκλήματος, οὐχ ὁ τὸν ἱερέα ἐκμειλισσόμενος, ἀλλ’ ὁ τὸν ἀδικηθέντα ἐξευμενιζόμενος. Εἰ γὰρ τοῖς ἱερωμένοις νομίζεις δεδόσθαι τὴν τοιαύτην ἐξουσίαν, τῶν πλημμελούντων μὴ σπουδαζόντων ἀποτρίψασθαι τὰ πταίσματα, τυραννικὸς μὲν εἶναι δόξει ὁ χρησμός, καὶ πρὸς τὸ ἱερατικὸν κέρδος μόνον ὁρᾷν· τῶν δὲ ἀδικηθέντων οὐδένα ποιούμενος λόγον· ὠμότατοι δὲ ἀπανθρωπότατα οἱ τὴν τῆς ἱερωσύνης ἐστεμμένοι λειτουργίαν, μὴ πάντας ἀπολύοντες τῶν ἐγκλημάτων.

Ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Μὴ σαυτὸν παραλογίσῃ, μᾶλλον δὲ μὴ σαυτὸν καὶ τοὺς ἀκούοντάς σου, εἰς βάραθρον ὤσῃς, μηδὲ τὰ τῶν Γραμματέων καὶ Φαρισαίων κακὰ ἀνανεώσῃς, τῶν παραμυθίας τινὰς τοῖς ἐπιορκοῦσι δι’ αἰσχρὸν κέρδος ἐπινοησάντων, καὶ τοὺς παῖδας κατὰ τῶν γονέων ὁπλισάντων, καὶ τὰς θείας παρερμηνευσάντων, καὶ ἀνατρεψάντων ἐντολάς· ἀλλ’ εὐαγῶς καὶ εἰλικρινῶς τοῖς διὰ τῶν χρησμῶν θεσμοθετηθεῖσιν ἕπου· οἷς καὶ ὁ ἱερὸς Ἀπόστολος ἀκολούθως ἔλεγεν· «Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλ’ ὑπὲρ τῆς ἀληθείας.» Ἢ ἂν μὲν πλούσιος ᾖ ὁ ἐπιορκήσας, καὶ προσενέγκῃ τῷ ἱερεῖ, ἀπολύεται· ἐὰν δὲ πένης καὶ μὴ προσενέγκῃ, εὐθύνεται. Ἀλλὰ ταῦτα οὔ φημι πράττειν, ἀλλ’ οὐδ’ ἐννοεῖν θέμις. Ἐρεῖ γάρ σοι ὁ κριτής· «Ὑπέλαβες ἄν με, ὅτι ἔσομαί σοι ὅμοιος;» Καὶ πῶς οἷόν τε; Ὁ γὰρ προστάξας τοῖς ὑπηκόοις δῶρα ἐπ’ ἀθώοις μὴ δέχεσθαι, οὐκ ἂν δή που τοὺς ἱερωμένους τούτοις καταῤῥυπαίνεσθαι τοῖς αἰσχροῖς κέρδεσι προσέταττεν. Ἀλλὰ τοῦτο ἔφη, ἵνα μετὰ τὴν ἀπολογίαν τῶν ἀποστερηθέντων συνευχόμενοι, καὶ συννηστεύοντες τοῖς πταίσασι, λύσιν αὐτοῖς οὐρανόθεν πορίσοιντο· ἐκεῖνο μηδ’ εἰς νοῦν λαμβάνοντες τό· «Δεῦτε, κληρονομήσωμεν ἑαυτοῖς τὸ θυσιαστήριον τοῦ Θεοῦ.» Λειτουργοὶ γάρ εἰσιν, οὐ κοινωνοί· πρέσβεις, οὐ κριταί· μεσίται, οὐ βασιλεῖς.

Οἱ γὰρ καὶ περὶ οἰκείων ἁμαρτημάτων, ὡς ἔφη ὁ Ἀπόστολος, θυσίας προσφέροντες, οὐκ ἂν δήπου ἐξ αὐθεντίας καὶ τοῖς ἀμετανοήτοις, εἰ καὶ πλούσιοι εἶεν, δύναιντ’ ἀφεῖναι ἁμαρτίας. Ὅτι γὰρ οὐ τοῖς ἱερωμένοις καπηλεύειν τὰ πράγματα ἐπέτρεψεν, οὐδὲ πρὸς τὸ οἰκεῖον κέρδος ὁρᾷν ἐθέσπισεν, ἀλλὰ πρὸς τὸ τῶν ἀρχομένων συμφέρον πάντα ἐνομοθέτησεν ὁ πάσης ἀγνείας καὶ καθαρότητος, ἀνάκτορον αὐτοὺς εἶναι βουλόμενος, μεμήνυκε μὲν καὶ διὰ τοῦ ἱεροφάντου Μωσέως, μεμήνυκε δὲ καὶ δι’ ἑαυτοῦ· διὰ μὲν τοῦ νομοθέτου φήσας, ὅτι «Εἴ τις παρακαταθήκην νοθεύσειε, πρῶτον μὲν ἀποδιδότω τὰ ἀφαιρεθέντα, εἶτα ἡκέτω εἰς τὸν νεών, οὐ τὸν ἱερέα, ἀλλὰ τὸν κριτὴν ἐξιλασόμενος·» διὰ δὲ ἑαυτοῦ· «Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται· καὶ ὧν ἂν κρατῆτε, κεκράτηνται.» Εἰ τοίνυν διὰ τὸ θεῖον Πνεῦμα ταύτην εἰλήφασι τὴν ἐξουσίαν, οἱ δι’ ὧν ἁμαρτάνουσι, τοῦτο ἀπελαύνοντες, ταύτην δηλονότι τὴν ἐξουσίαν οὐκ ἔχουσιν, ἀλλ’ ἐκεῖνοι οἱ διὰ τοῦ ἁγίου Πνεύματος εἰδότες, τίνες μέν εἰσιν ἀφέσεως, τίνες δὲ κατακρίσεως ἄξιοι. Ἐπειδὴ γὰρ τὸν ἀνθρώπινον τοῦτο ὑπερβαίνει νοῦν, ὁ Παράκλητος ὁ τῆς θείας οὐσίας καὶ δόξης κοινωνός, διδάσκαλος τοῖς ἀξίοις τῆς ὑποδοχῆς αὐτοῦ ἐγίνετο, ὧν ὁ ἀνθρώπινος νοῦς οὐκ ἀφικνεῖτο.

ΣΞΑʹ. Τῼ ΑΥΤῼ. Ὥσπερ αἱ ἔχεις τῷ τῆς μητρὸς θανάτῳ, οὕτω καὶ ἁμαρτίαι τῷ τῶν τικτόντων μαιοῦνται ὀλέθρῳ.

ΣΞΒʹ. ΗΡΑΚΛΕΙῼ ΕΠΙΣΚΟΠῼ Ἦκεν εἰς σὲ ὁ φίλος, ὁμηρεύσων ὑπὲρ τοῦ πατρός, κἀκεῖνον ἀπολύσων τοῦ δεσμωτηρίου· σύμπραττε τοίνυν αὐτῷ, οὐ χρημάτων ἕνεκεν, ἀλλ’ εὐσεβείας καὶ εὐκλείας πρὸς τοῦτον ἀποδυσαμένῳ τὸν ἀγῶνα.

ΣΞΓʹ. ΑΥΣΟΝΙῼ ΚΟΡΡΗΚΤΩΡΙ. Καλῶς ἄν, ὦ ἐλλογιμώτατε, διοικήσειας τὴν ἀρχήν, εἰ τοῦ μὲν δικαίου φύλαξ ἀκλινὴς γένοιο, ἴσον δ’ ἀπόσχοιο ἀπεχθείας ἀδίκου καὶ χάριτος· καὶ ἐν μὲν τοῖς ἤθεσι τὴν δίκην, ἐν δὲ τοῖς ὀφθαλμοῖς αἰδῶ, ἐν δὲ τοῖς χείλεσι τὴν πειθὼ χορεύουσαν ἔχοις· τὸ δὲ ξίφος ἄχραντον, ὡς ἐνδέχεται, τηρήσειας, ταῖς ἀπειλαῖς τὰ πταίσματα προαναστέλλων.

ΣΞΔʹ. Τῼ ΑΥΤῼ. Εἰς τό· «Ἀναπεσὼν ἐκοιμήθης ὡς λέων.» Ἐγώ, εἰ καὶ παράδοξον εἶναι δόξει τὸ ῥηθησόμενον μεγαλοφροσύνην τὴν μετὰ λόγου φρόνησιν εἶναι, ὁρίζομαι. Οὐ γὰρ εἴ τις μὴ εἴη κόλαξ, τοῦτον ἀλαζόνα γραπτέον· οὐδ’ εἴ τις κόλαξ εἴη καὶ ἀγεννής, τοῦτον μετριόφρονα νομιστέον· ἀλλὰ τὸν τὰ πρέποντα μὲν πράττοντα, μὴ φυσώμενον δὲ κατὰ τῶν πέλας, μηδ’ αὐτὸν ὑπερτιθέντα ἁπάντων, ἀλλ’ ἐν τῇ προσηκούσῃ τάξει τῇ ἐλευθέροις πρεπούσῃ ἑαυτὸν φυλάττοντα. Μεγαλόψυχον μὲν γὰρ εἶναι χρή, οὐχ ὑπερήφανον· ἀνδρεῖον, οὐ θρασύν· ἐπιεικῆ, οὐ δουλοπρεπῆ· μετριόφρονα, οὐ ταπεινοφροσύνην ὑποκρινόμενον· ἐλευθέριον, οὐκ ἀνδραποδώδη. Οἷος ἦν καὶ ὁ θεοφιλὴς Ἀβραάμ, ὃς λαφύρων μὲν ὑπερεφρόνει Περσικῶν καὶ σκύλων βαρβαρικῶν· ξενοδοχῶν δέ, ἁπάντων ταπεινότερος ἦν; τὰ οἰκετῶν διαπραττόμενος, καὶ θείας ὁμιλίας ἀξιούμενος, ἔλεγεν· «Ἐγώ εἰμι γῆ καὶ σποδός·» τοῦτό ἐστιν, ὡς ἀληθῶς συναγαγεῖν εἰς ταυτὸ μετριοφροσύνην καὶ ταπεινότητα καὶ ὕψος, καὶ τοῦτό ἐστιν ἐλευθεριότητα δεῖξαι ὑπερηφανίας ἀπηλλαγμένην. Οἱ δὲ ταῖς κακίαις τὰ τῶν ἀρετῶν ὀνόματα περιτιθέντες, καὶ ταῖς ἀρεταῖς τὰ τῶν κακιῶν, καὶ πάντα χρήματα μιγνύντες, ἵνα ἡ ἀρετὴ δυσδιάγνωστος γένηται, αὐτὴν τὴν ἀρετὴν ἐξοστρακίζειν μοι δοκοῦσιν.

ΣΞΕʹ. ΑΠΟΛΛΩΝΙῼ ΕΠΙΣΚΟΠῼ. Ἐπὶ μὲν τῶν ἔξωθεν ἀγώνων ἄλλος ἐστὶν ὁ ἀγωνιστής, καὶ ἄλλος ὁ κήρυξ, ὁ τοὺς νικῶντας ἀνακηρύττων. Ἐπὶ δὲ τῶν θείων τὸν στεφανίτην, καὶ κήρυκα εἶναι νενομοθέτηται. Μὴ τοίνυν τινὲς τῶν εἰς τὸν διδασκαλικὸν ἱδρυθέντων θρόνον, ὡς ἀγῶνα ἄλλοις διατιθέντες, τῶν ἀγώνων ἔξω εἶναι νομιζέτωσαν, μήτ’ ἀρκεῖν αὐτοῖς ἡγείσθωσαν τὸ ἀνακηρύττειν τοὺς νενικηκότας, ἀλλ’ αὐτοὶ σεμνότητός τε καὶ πάσης ἀρετῆς ἀγωνισταὶ καὶ στεφανῖται τυγχάνοντες, καὶ ἀλειφέτωσαν τοὺς ἀγωνιουμένους, καὶ ἀνακηρυττέτωσαν τοὺς νενικηκότας. Εἰ δὲ θάτερον χρῆναι μόνον προσεῖναι αὐτοῖς νομίζοντες ἑαυτοὺς παραλογίζονται, κωμῳδηθήσονται μὲν παρὰ πάντων, καὶ ἐξευτελισθήσονται ὡς ἄνανδροι· ἐλεγχθήσονται δὲ καὶ παρὰ τοῦ Παύλου φράζοντος· «Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.» Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. Οὐκ εἰς ἀγωνοθέτας μόνον ἐμαυτὸν ἐνέκρινα, οὐδ’ ἐς κήρυκας, οὐδὲ τούτοις σεμνύνομαι τοῖς ὀνόμασιν· ἀλλ’ ἀξιόνικος ἐν τῇ πολιτείᾳ ὀφθεὶς καὶ ὀφθῆναι γλιχόμενος τὴν παροῦσαν ἀρχὴν ἐνεχειρίσθην, καὶ ἵνα μὴ καθυβρίσω τὰ τοῖς ἀγωνισταῖς πρέποντα διαπονῶ· οὐ τῷ δόξαι τετιμῆσθαι εἰς ῥᾳθυμίαν ἀποκλίνων, ἀλλὰ τοῖς πόνοις τὸ εἰκότως τετιμῆσθαι δηλῶν, καὶ τὴν δωρεὰν διατηρῶ ἀκέραιον, καὶ τὸ μὴ ἀνέσεσιν, ἀλλ’ ἱδρῶσιν ἑμαυτὸν ἐκδιδόναι.

ΣΞϛʹ. ΕΥΤΟΝΙῼ ΔΙΑΚΟΝῼ. Σωφροσύνη κυρίως εἴρηται, ἡ ἀντιδιαστελλομένη τῇ μανίᾳ παρὰ τὸ σώας ἔχειν τὰς φρένας. Καὶ τοῦτο οὐ μόνοι οἱ ἔξωθεν ἴσασι σοφοί, ἀλλὰ καὶ ὁ θεσπέσιος ἠπίστατο Παῦλος. Τοῦ γὰρ ἡγεμόνος εἰρηκότος αὐτῷ. «Μαίνῃ, Παῦλε, τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει. —Οὐ μαίνομαι, φησί, κράτιστε, ἀλλὰ σωφροσύνης καὶ ἀληθείας ῥήματα ἀποφθέγγομαι, τῇ μανίᾳ τὴν σωφροσύνην ἀντιδιαστείλας,» Καὶ ἄλλοις δὲ πάλιν ἔγραφεν. «Εἴτε ἐξέστημεν, Θεῷ, εἴτε σωφρονοῦμεν, ὑμῖν·» τῇ ἐκστάσει τῶν φρενῶν, τὸ σώας αὐτὰς ἔχειν κἀνταῦθα ἀντιδιαστείλας. Σωφροσύνη μὲν οὖν πᾶν τὸ ἀναμάρτητον. Νέμουσι δὲ αὐτῷ τὴν προσηγορίαν κατ’ ἐξοχὴν εὖ ποιοῦντές τινες, τῷ τῆς ἁγνείας πράγματι ἐξοχωτάτῳ τῶν ἄλλων ὑπάρχοντι. Εἰ μὲν οὖν τῇ μανίᾳ ἀντιδιασταλείη, τὸ καθεστάναι μηνύει· εἰ δὲ τῇ λαγνείᾳ, τὴν ἐγκράτειαν καὶ τὴν ἁγνείαν δηλοῖ.

ΣΞΖʹ. Τῼ ΑΥΤῼ. Ἴσθι, ὦ ἱερὰ κεφαλή, ὅτι τὰ παραδείγματα οὐ κατὰ πάντα λαμβάνεται, καὶ τοῖς προκειμένοις ἁρμόζεται (ἐπεὶ οὐκ ἂν εἴη παραδείγματα, ἀλλὰ ταυτότης), ἀλλὰ χρὴ τὸ χρήσιμον ἡμᾶς, καὶ εἰς ὃ παρείληπται ἐκλεξαμένους, τὸ λοιπὸν ἅπαν χαίρειν ἐᾷν. Καὶ ἵνα ἒν ἢ δύο προβαλλόμενος καὶ τοῖς λοιποῖς ἀνατέμω ἐρμηνείας ὁδόν, ἄκουσόν τί φησιν ὁ πατριάρχης περὶ τοῦ Σωτῆρος· «Ἀναπεσὼν ἐκοιμήθη ὡς λέων.» Ἆρ’ οὖν πάντα τὰ τῷ θηρίῳ προσόντα προσαρμόσωμεν τῷ Χριστῷ; Ἄπαγε· ἀλλὰ τὸ ἄμαχον καὶ φοβερόν, καὶ βασιλικὸν ἐκλαμβάνοντες, τὸ θηριῶδες, καὶ εἴ τι ἄλλο πρόσεστι τῷ λέοντι, εὖ ποιοῦντες παριππεύσομεν. Καὶ ὅταν λέγῃ· «Ἀπαντήσομαι αὐτοῖς ὡς ἄρκτος ἀπορουμένη,» τὸ τιμωρητικὸν μόνον ἐκληψόμεθα. Οὐκ ἄλλο τι τῶν τῇ ἄρκτῳ προσόντων. Οὕτω καὶ ἐπὶ τῶν λοιπῶν παραδειγμάτων ποιεῖν χρή. Δίδου γὰρ σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται.

ΣΞΗʹ. ΙΣΙΔΩΡῼ ΔΙΑΚΟΝῼ. Ὅτι κορυφὴ ἀρετῶν ἡ εὐσέβεια. Ἡ συμμετρία τῶν ἀρετῶν τὸ τῆς δικαιοσύνης κάλλος δημιουργεῖ, ὅπερ ἔννοιάν τε ὑπερβάλλει πᾶσαν καὶ σοφίαν, ὁπόση χειρός τε καὶ χρωμάτων. Ἀλλ’ ὥσπερ ἐπὶ τοῦ σώματος τὸ τυραννικώτερον μέρος τῆς εὐμορφίας τὸ τῶν ὀφθαλμῶν ἐστι κάλλος, οὕτως καὶ ἐπὶ τῆς ψυχῆς τὸ κορυφαιότατον μέρος τῆς εὐμορφίας ἐστὶν ἡ εὐσέβεια. Εἰ δὲ καὶ ἡ συμμετρία τῶν ἀρετῶν συνδράμοι, ὑπέρκαλον γενήσεται τὸ κάλλος.

ΣΞΘʹ. ΠΑΥΛῼ. Ὅτι χαλεπῶς (f. χαλεπὸν nel χαλεπωτάτη) ἡ κακοδοξία, καὶ ἀνόνητοι τῶν ταύτῃ κεκρατημένων οἱ πόνοι. Ἐπειδὴ οἱ κακῶς δογματίσαντες θανάτου μείζονα τιμωρίαν τοῖς ἀπερισκέπτως πιστεύσασιν ἔτεκον, ἔστω τοῖς βεβλημένοις ἄριστον φάρμακον ἡ μετάγνωσις.

ΣΟʹ. ΛΑΜΠΕΤΙῼ ΕΠΙΣΚΟΠῼ. Ἀποδέχομαι μέν σε τῆς περὶ τὴν πόλιν εὐνοίας, ἐκεῖνο δὲ παραινέσαι δίκαιον ᾠήθην, μὴ θρήνοις, ἀλλ’ εὐχαῖς αὐτὴν ἀνακτήσασθαι. Εἰ γὰρ καί, ὡς γέγραφας, Ἀμμωνίῳ θανόντι συντέθνηκεν ἡ πόλις, ἀλλ’ ἐλπίς ἐστι, τῆς θείας προηγουμένως βοηθούσης ῥοπῆς, πάλιν αὐτὴν ἀναστῆναι. Ὄντως γάρ, ἔφης, εὐανδρίᾳ πρώην καὶ χρήμασι κομῶσα καὶ ἀρετῇ κεκοσμημένη, διὰ τὰς ἐκείνου τοῦ ἀοιδίμου εὐχάς, νῦν εἰς τοσαύτην κατηνέχθη πενίαν, καὶ σωμάτων, καὶ χρημάτων, καὶ οἰκοδομημάτων, ὡς τῶν ὑπολειφθέντων τοὺς μὲν ἀποπτῆναι τῆς πατρίδος, τοὺς δὲ τυπτομένους ἐν δεσμωτηρίοις ἀποθανεῖν· τοῦ δοκοῦντος ἡγεῖσθαι, μηδεμίαν ποιουμένου πρόνοιαν, ἀλλ’ ἐντρυφῶντος μὲν ἀφ’ ὧν οὐ θέμις, τὰς ἀναγκαίας τῶν πενήτων τροφὰς εἰς ἰδίας φιλοτιμίας ἀναλίσκοντος· πραγματευομένου δὲ τὰς ἀλλοτρίας συμφοράς, καὶ μήτε δάκρυον αἰδουμένου ἐν τοσαύτῃ κακῶν ἀνάγκῃ, μήτε χεῖρα ὀρέγοντος. Ἐπεὶ τοίνυν τοιαῦτα καταθρηνῶν γέγραφας, καὶ παρακέκληκας ὥστε ἡμᾶς αὐτῷ γράψαι, ἴσθι ὅτι πᾶσα ἰατρικὴ τέχνη ἥττηται τῷ νοσήματι τἀνδρός. Πολλὰ γὰρ καὶ προσηνῆ καὶ δραστήρια γράμματα δεξάμενος, ἀπώνατο οὐδέν. Διὸ καὶ τὴν σιγὴν λοιπὸν τὴν πρὸς αὐτοὺς τετιμήκαμεν.

Εἰ τοίνυν δύναιο δι’ εὐχῶν κατορθῶσαί τι σαυτῷ τε καὶ τῇ πόλει, ἀφέμενος τὸν θρῆνον, ἔχου τάχα πως ὁ καὶ τὰ ἀνήκεστα ἰώμενος πάθη, ποιήσει καὶ αὐτὸν ἐκ τῆς τοσαύτης μανίας ἀνενεγκεῖν, καὶ τὴν πόλιν ἐπὶ γόνυ κειμένην, μᾶλλον δέ, ὡς ἔφης, τεθνηκυῖαν ἀναστῆναι.

ΣΟΑʹ. ΑΦΡΟΔΙΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Περὶ πολιτείας, ὅτι ἀπροσωπόληπτα τὰ θεῖα χα- Περὶ πολιτείας, ὅτι ἀπροσωπόληπτα τὰ θεῖα χαρίσματα. Ἐπειδὴ γέγραφας· Δι’ ἣν αἰτίαν οὐ πᾶσιν ἡ θεία ἐφίπταται χάρις, ἴσθι, ὦ θαυμάσιε, [ὅτι] ἐπειδὴ τὴν προαίρεσιν ἐξετάζουσα πρῶτον οὕτως ἐπιφοιτᾷ.

Εἰ γὰρ καὶ χάρις ἐστίν, οὐχ ἁπλῶς ἐκχεῖται, ἀλλὰ τὰ μέτρα παρὰ τῶν δεχομένων λαμβάνουσα τοσοῦτον ἐπιῤῥεῖ, ὅσον ἂν εὕρῃ σκεῦος πίστεως αὐτῇ προσενεχθέν. Εἰ γὰρ μὴ τὰ παρ’ ἡμῶν πρῶτον ἐζήτει, πᾶσιν ἂν ἐπέπτη. Ἐπειδὴ δὲ τὴν προαίρεσιν ἐξετάζει, καὶ οὕτω παραγίνεται, ὡς καὶ ἐπὶ τοῦ ἀριστέως Παύλου· «Σκεῦος γάρ μοι, φησίν, ἐστὶν ἐκλογῆς οὖτος·» τοῖς μὲν ἐπιφοιτᾷ, καὶ παραμένει, τῶν δὲ ἀποφοιτᾷ· εἰς δὲ τοὺς οὐδὲ τὴν ἀρχὴν καθίεται.

ΣΟΒʹ. ΚΥΡῼ ΜΟΝΑΖΟΝΤΙ. Εἰ τὸ μὴ συμμαίνεσθαι αὐτῷ μανίαν ἡγεῖται καὶ καλεῖ Εὐσέβιος, ὡς γέγραφας, ὁ ἐπίσκοπος, μὴ θορυβηθῇς. Ἄμεινον γὰρ νήφοντα δοκεῖν μεθύειν, ἢ μεθύοντα δοκεῖν νήφειν. Ἐπειδὴ γὰρ ὑπὸ τῆς κακίας ἐκβακχευθεὶς κατὰ κράτος ἐχειρώθη, πάντας παραφρονεῖν βούλεται, ἵνα τοὺς ἐλέγχους ὧν παρανόμως δρᾷ διαφύγοι.

ΣΟΓʹ. ΑΠΟΛΛΩΝΙῼ ΕΠΙΣΚΟΠῼ. Εἴθε ἦλθες συμμεθέξων τοῦ ἄθλου, καὶ τοῦ στεφάνου ἀπολαύσων, καὶ τῆς ἀναῤῥήσεως κοινωνήσων. Φίλον γὰρ ἐρῶντα τῆς οὐρανίου φιλοσοφίας, ἐπ’ ὀλίγον ἀπονυστάξαντα παραινέσει καὶ προτροπῇ, τῆς θείας ῥοπῆς προηγουμένως βοηθησάσης, ἐπανηγάγομεν.

Καὶ νῦν πανηγυρίζοντες ᾄδομεν τὸ ἐπινίκιον μέλος, καὶ λόγων κρατῆρα κεράσαντες, λογικά τε ἐδέσματα παρασκευάσαντες, ἑστιῶμεν τοὺς φίλους. Ἧκε τοιγαροῦν καὶ ἡμῖν συνησθησόμενος, κἀκείνοις συναγαλλιασόμενος, καὶ τοῖς ἐπιτηδείοις συνευφρανθησόμενος, καὶ τῇ ἀρετῇ συσκιρτήσων. τῇ τε κακίᾳ ἐπιτιμήσων, ᾗ τοσαύτη ἀναισχυντία πρόσεστιν, ὡς καὶ τοῖς φεύγουσιν αὐτὴν ἐπιπηδᾷν.

ΣΟΔʹ. ΑΦΡΟΔΙΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Τῆς σοφίας Ἰησοῦ, εἰς τὸ γεγραμμένον· «Μὴ ζήτει γενέσθαι κριτής.» Μάλα θαυμάζω πῶς καὶ τὰ λίαν σαφῆ, ἀσαφῆ εἶναι πολλοῖς δοκεῖ. Τὸ γάρ· «Μὴ ζήτει γενέσθαι κριτής,» οὐδὲν ποικίλον ἔχει, οὐδὲ σοφόν, ἀλλὰ διαῤῥήδην βοᾷ. «Ἐπειδὴ δυσδιάγνωστόν ἐστι τὸ δίκαιον.» Πολλοὶ γὰρ διὰ βραδυτῆτα διανοίας, οὐκ ἐφικνοῦνται τούτου· πολλοὶ δὲ δι’ ὀξύτητα μὲν διανοίας ἐφικνοῦνται, διὰ δὲ χρήματα, ἢ φόβον, ἢ αἰδώ, ἢ φιλίαν, ἢ ἔχθραν, παραφθείρουσι τοῦτο. Σὺ σαυτὸν μὴ ἐπίῤῥιπτε τοιούτῳ πράγματι, ὃ ἔργον μέν ἐστι καταλαβεῖν· τὸ δὲ εὑρόντα μὴ διαφθεῖραι, ἐργωδέστερον τυγχάνει.

ΣΟΕʹ. ΜΑΡΤΙΝΙΑΝῼ, ΖΩΣΙΜῼ, ΜΑΡΩΝΙ, ΕΥΣΤΑΘΙῼ. Τὰ παρὰ πάντων σχεδὸν ἀνθρώπων συμφώνως περὶ ὑμῶν ἀπαγγελλόμενα, ὦ τί ὑμᾶς καλέσας ἀξίως ὀνομάσω; οὐ συγχωρεῖ με ἠρεμεῖν, καίτοι βουλόμενον· ἀλλὰ καθάπερ κέντρα νύττει μου τὴν ψυχήν, καὶ ἐπὶ τὸ γράφειν διεγείρει. Φείσασθε τοίνυν ἑαυτῶν, καὶ μετανοήσατε. Ἱερωσύνης γὰρ ἀξίωμα τοῖς ἀναξίως τῆς τιμῆς ζῇν προῃρημένοις, προσθήκη κολάσεως γίνεται.

ΣΟϛʹ. ΑΦΘΟΝΙῼ. Εἰ μὲν ἐν τοῖς βιωτικοῖς πράγμασιν εὐδόκιμος φανεῖσθαι ποθεῖς, ἄλλους ζήτει τοὺς συμβουλεύσοντας· ἐγὼ γὰρ καὶ ἀποτρεψαίμην· κινδύνους γὰρ οὐ μόνον ἀνωφελεῖς, ἀλλὰ καὶ σφαλεροὺς καὶ εἰς θάνατον τελευτῶντας ὠδίνουσιν. Εἰ δ’ ἐν τοῖς κατὰ Θεόν, αὐτός, καὶ μὴ κληθείς, ἧκον ἂν ἐπὶ τὴν παραίνεσιν, οὔ φημι κεκλημένος. Εἰ βούλοιο τοίνυν λάμψαι, καὶ πείθοιο τῇ ἡμετέρᾳ γνώμῃ, ἐκεῖνα φαίνοιο πράττων, ἂ τοῖς ἁγίοις σε ἁμιλλᾶσθαι παρασκευάσει.

Τῶν γὰρ τῇδε βραχὺς ἦν αὐτοῖς ὁ λόγος, τῶν δὲ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν, πολύς· καὶ πρὸς ἐκεῖνον βλέποντες τὸν σκοπόν, ἅπαντα ἔπραττον.

ΣΟΖʹ. ΠΑΥΛῼ ΠΡΕΣΒΥΤΕΡῼ. Εἰς τὸ γεγραμμένον περὶ τοῦ ἄρχοντος, «Ὅτι δικαίως τὸ δίκαιον διώξῃ.» Τοὺς ἀπὸ μὲν ἀρετῆς ἀρχομένους, εἰς δὲ κακίαν τελευτῶντας, ἀζήλους καὶ ταλαιπώρους ἡγητέον. Οὖτοι δέ εἰσιν οἱ ἀπὸ μὲν τῆς τῶν πενήτων προστασίας προοιμιαζόμενοι, εἰς δὲ τὸν ἴδιον χρηματισμὸν καταλήγοντες. Οὓς ἀναστέλλων ὁ θεῖος χρησμός φησι· «Δικαίως διώξῃ τὸ δίκαιον.» Οὐ γὰρ χρὴ τῇ δικαίᾳ τῶν πενήτων φροντίδι ὁπλιζομένους, αὐτοὺς μὲν ἀποστερεῖν ἐκείνους, τοὺς δι’ οὒς ὡπλίσθησαν, σφετερίζεσθαι δὲ τὰ ἐκείνων.

ΣΟΗʹ. ΙΕΡΑΚΙ ΠΡΕΣΒΥΤΕΡῼ. Διὰ τί, ὁ μὲν Φαρισαῖος μεγαληγορήσας κατεκρίθη, ὁ δὲ Ἰὼβ πλείονα καὶ μείζονα μεγαφωνήσας ἐπῃνέθη. Θαυμάζειν ἔφης καὶ ἐκπλήττεσθαι, πῶς ὁ μὲν Φαρισαῖος μεγαληγορήσας προσέκρουσεν, ὁ δὲ Ἰὼβ πλείονα καὶ μείζονα εἰρηκὼς ηὐδοκίμησεν.

Ἄκουε τοίνυν συντόμως· οὐδὲ γὰρ ἄλλως δυναίμην. Ὁ μὲν μηδενὸς παρακινοῦντος, μηδὲ ἐρεθίζοντος, μεγαληγορῶν, καὶ τῆς οἰκουμένης ἁπάσης φρονῶν μεῖζον ὁ Φαρισαῖος, εἰκότως προσκρούει, ὑπερηφανίαν γὰρ ἐνόσει. Ὁ δὲ ἐν μὲν τῷ εὐδοκιμεῖν κρύπτων τὰ οἰκεῖα πλεονεκτήματα, ἐν δὲ τῷ κακηγορεῖσθαι [φράζοντος] φράζων πρὸς τὸ ἀπολύσασθαι τὰ ἐπιφερόμενα ἐγκλήματα, ὥσπερ ὁ ἀοίδιμος, καὶ πάσης εὐφημίας κρείττων πεποίηκεν Ἰώβ, πάσης αἰτίας ἔξω καθέστηκεν, εἰς τοὺς οὐ δεόντως κακηγορήσαντας, τῆς αἰτίας παλινδρομούσης· ψυχρὸν μὲν γὰρ καὶ ἔστι καὶ δοκεῖ τὸ σεμνύνειν ἑαυτόν· καὶ εἰκότως δοκεῖ, μηδεμιᾶς ἀνάγκης ἐκβιαζομένης· εἰ δέ τις ἀκούων ἂ μὴ προσῆκεν, εἰς τοιούτους ἄκων ἐμπέσοι λόγους, τοῖς τὴν ἀνάγκην κατεσκευακόσι καὶ ἡ αἰτία προστρίπτεται. Διόπερ καὶ ἡ θεία ψῆφος τὸν μὲν ἑαυτὸν μηδενὸς παροινοῦντος δικαιώσαντα, καὶ τῶν ἅλλων ἁπάντων καταψηφισάμενον, καὶ μηδὲ τὸν παρόντα τελώνην αἰδεσθέντα, οὐκ ἀπεδέξατο· τὸν δὲ ἐξ ἀνάγκης εἰς τοῦτο ἀχθέντα (τί γὰρ τῶν ἐρεθίσαι δυναμένων οἱ φίλοι παραλελοίπασι;) μεγίστοις ἐγκωμίοις ἐστεφάνωσεν.

ΣΟΘʹ. ΠΕΤΡῼ. Ὥσπερ οἱ ἐπιστήμονες τῶν ἰατρῶν ἐν τοῖς προοιμίοις τῶν παθῶν οὐ ῥᾳδίως προσφέρουσι βοηθήματα, διὰ τὸ τὴν ἐπιφορὰν τοῦ ῥεύματος ἐξυδαροῦν τὰ προσφερόμενα φάρμακα· ἀλλ’ ἐνδόντες ὀλίγον λωφῆσαι τὰ πάθη, οὕτως ἐπὶ τὴν ἰατρικὴν βαδίζουσιν· οὔτως οὐδ’ ἀκμαζούσης τῆς λύπης δεῖ τῷ ὑπὸ ταύτης μεθύοντι ἐπιπλήττειν· εἰ δὲ μὴ λήσομεν τὸν λόγον, ὥσπερ κολλούριον ἄχρηστον καθιστῶντες, ἀλλὰ συλλυπηθέντες βραχὺ καὶ ἐνδόντες ὀλίγον ῥαῖσαι τὸ πάθος· οὕτως ἐπὶ τὴν θεραπείαν ὁδεῦσαι. Οὖ δὴ καὶ ἡμεῖς χάριν βραδύτερον ἐπὶ τὴν θεραπείαν τὴν σὴν ἐληλύθαμεν. Ἀνάνευσον τοιγαροῦν, ὦ φίλος, ἐκ τῆς ἀκράτου λύπης, ἐννοῶν ὅτι οὔτε μόνος, οὔτε πρῶτος τοῦτο πέπονθας· ἀλλὰ κοινόν ἐστι πάθος, καὶ ὅσον οὐδέπω καὶ ἡμεῖς τὴν αὐτὴν βαδιούμεθα ὁδόν, λόγον τῶν πεπραγμένων ὑφέξοντες.

ΣΠʹ. ΕΥΤΟΝΙῼ ΔΙΑΚΟΝῼ. Ἐχθροὺς μὲν μὴ ἔχειν τοὺς φιλαρέτους, οἴμαι ἀδύνατον· δυνατὸν δὲ τὴν ἔχθραν καλῶς μεταχειρίσασθαι. Εἰ μὲν γὰρ οὐ πταίουσι φιλοσοφοῦντες, ἑαυτοὺς μὲν ὠφελοῦσιν, ἐκείνους δὲ ἀμύνονται· εἰ δὲ πταίουσιν, ὠφελοῦνται παρὰ τῶν ἐχθρῶν. Πολλάκις γὰρ προσπεσοῦσα λοιδορία, νόσον ψυχῆς ἢ ἀγνοουμένην, ἢ ἀμελουμένην ἐθεράπευσε. Δεῖ γὰρ τοῖς εὐδοκίμοις, ἢ γνησίων φίλων, ἢ διαπύρων ἐχθρῶν. Οἱ μὲν γὰρ νουθετοῦντες, οἱ δὲ λοιδοροῦντες ἀποτρέπουσι τῶν πταισμάτων. Ἐπειδὴ δὲ νῦν ἡ φιλία ἰσχνόφωνος, μᾶλλον δ’ ἄφωνός ἐστι τοῦ παῤῥησιάζεσθαι, καὶ τὸ μὲν στωμύλον αὐτῆς καὶ θωπευτικόν, λάλον ἐστὶ καὶ γεγωνόφωνον· τὸ δὲ νουθετοῦν καὶ ἐπιπλῆττον ἄφωνον· καὶ ἀκουστέον παρὰ τῶν ἐχθρῶν τὴν ἀλήθειαν, καὶ διορθωτέον.

ΣΠΑʹ. Τῼ ΑΥΤῼ. Οὐδὲν κολάκων οἴμαι ἀργαλεώτερον, οἶ τῆς τῶν πλουσίων γλώττης ἀπηρτημένοι, ὀμνύουσι μὲν ὅτι πάντων ἄριστον, εἰ προέλοιντό τι ἐκεῖνοι καὶ τῶν ἀτοπωτάτων θαυμάσαι, κακίζουσι δὲ ᾗ τάχος, εἰ καὶ αὐτὴν ἐπιχειρήσουσι κακῦναι τὴν ἀρετήν.

Χρὴ τοιγαροῦν τοὺς ἐχέφρονας φεύγειν καὶ τὸ κολακεύειν καὶ τὸ κολακεύεσθαι. Ἄμφω γάρ, ἵνα παρῶ τὸν τῶν ἀνθρώπων γέλωτα, καὶ κακίαν ἀνήκεστον, καὶ τιμωρίαν ἀνύποιστον ὠδίνει.

ΣΠΒʹ. ΑΡΧΟΝΤΙῼ ΠΟΛΙΤΕΥΟΜΕΝῼ. Μάλα ἀκριβῶς οἶδα, ὅτι εἴ σε ἐροίμην, πότερον ἐγὼ τὴν σύνεσιν ἀμείνων, ἢ Παῦλος· αὐτὴν τὴν ἐρώτησιν εἰς ἀλαζονείαν θήσεις. Πῶς οὖν ὃ μὴ ἴσχυσεν ἐκεῖνος παρ’ ἐμοῦ ζητεῖς κατορθωθῆναι; Εἰ γὰρ ἐκείνῳ τῷ ὑποπτέρῳ γεωργῷ (ἵνα τοὺς καθ’ ἕνα παραλείψω, ἐφ’ οἷς ἐπυροῦτο) καὶ τὸ Γαλατῶν γένος ἐξεπολεμήθη εἰς Ἰουδαϊσμὸν ἀποκλῖναι· καὶ οἱ ἐκ τῆς Ἀσίας οὐ προσέσχον, καὶ οἱ ψευδαπόστολοι διαπρύσιον ἐπολέμουν μάχην, καὶ οὐδεὶς αὐτὸν αἰτιᾶται· ἀλλ’ ἀπὸ τῆς γνώμης στεφανοῖ, δι’ ἢν αἰτίαν ἐμὲ αἰτιᾷ, τόν, ὡς φής, πολλοὺς μὲν εἰς ἀρετὴν παρακαλέσαντα καὶ πεπεικότα· πολλοὺς δ’ ἐκ τῆς κακίας ἐξαρπάσαντα· ὅτι δὲ Εὐσέβιος, καὶ Μαρτινιανός, Ζώσιμός τε, καὶ Μάρων οὐκ ἐπείσθησαν ταῖς παραινέσεσιν; Ἀλλ’ ὅρα, μὴ δοκῶν ἐμὲ αἰτιᾶσθαι, αὐτὸς ἀνοίας ὀφλήσῃς γέλωτα, ἅτε τὸν τῆς αὐτεξουσιότητος ὅρον ἀγνοῶν, καὶ τὴν αἰτίαν τῶν οὐ πεισθέντων ἐπὶ τὸν οὐ πείσαντα μεταφέρων.

ΣΠΓʹ. ΘΕΟΔΟΣΙῼ ΣΧΟΛΑΣΤΙΚῼ. Ἡνίκα Ἐζεκίας ὁ τῶν Ἑβραίων βασιλεὺς εἶδε τρόπαιον κατὰ Περσῶν ἐγηγερμένον, καὶ θαύματος κρεῖττον, καὶ πάσης ἀνθρωπίνης ῥώμης τε καὶ ἐλπίδος ὑψηλότερον, τότε δή, τότε νόσῳ βάλλεται, ἵνα τὰ σκιρτήματα τῆς ψυχῆς χαλινοῦ ἀξιωθέντα, μὴ ἔξω τοῦ πρέποντος αὐτὸν παριππεῦσαι ἀναγκάσωσι, καὶ τὴν τῆς νίκης ὑπόθεσιν ἀλαζονείας διαδέξηται πόλεμος. Εἰ τοίνυν καὶ τῇ σῇ μεγαλονοίᾳ, εὐημερία ἐλπίδος κρείττων ἐπέστη, μηδὲν ἀπηχές, μηδὲ λέγε μηδὲ πρᾶττε· ἀλλὰ καὶ κόλαζε τὴν ἀμετρίαν τῆς χαρᾶς· λύπης γὰρ αὕτη πλέον καταβλάπτειν πολλάκις πέφυκε.

ΣΠΔʹ. ΘΕΟΠΕΜΠΤῼ ΕΠΙΣΚΟΠῼ. Τὸ (f. εἰς τό)· «Εἰ δυνατόν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων, εἰρηνεύοντες.» Πάντων μὲν τῶν κατ’ ἀνθρώπους ἀγαθῶν ὑπόθεσίς ἐστι καὶ κρηπὶς ἡ ὁμόνοια, καὶ χρὴ μηδενὶ διδόναι πολέμου καὶ μάχης ἀφορμήν. Εἰ δέ που τὴν εὐσέβειαν παραβλαπτομένην, ἢ τοὺς ἀσθενεῖς ἀδικουμένους θεάσαιο, μὴ προτίμα τὴν εἰρήνην τῆς ἀληθείας· ἀλλ’ ἵστασο γενναίως, ἕως αἵματος πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενος. Διὰ τοῦτο γὰρ εἴρηται τῷ Ἀποστόλῳ τοῦθ’ ὅπερ ἠθέλησας μαθεῖν· «Εἰ δυνατὸν τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.» Ἔστι γὰρ ὅπου οὐ δυνατόν, οἷον, ὅταν περὶ εὐσεβείας, ὡς ἔφθην εἰπών, ὁ λόγος· ἢ ὅταν περὶ ἀδικουμένων ὁ ἀγών. Καὶ τί θαυμάζεις, εἰ ἐπὶ τῶν ἄλλων ἀνθρώπων τοῦτο οὐ πανταχοῦ δυνατόν, ὅπου γε καὶ ἐπ’ ἀνδρὸς καὶ γυναικὸς τῶν εἰς μίαν σάρκα τελούντων, ταύτην ἔλυσε τὴν ἀνάγκην, εἰπών· «Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω.»

ΣΠΕʹ. Τῼ ΑΥΤῼ. Ὅμοιον. Ἐγὼ οὔτ’ ἀναμάρτητός εἰμι, οὔτ’ ἀναμαρτήτους ζητῶ φίλους· οὐ γὰρ εὑρήσω· ἀλλὰ τοὺς πολλὰ μὲν καὶ μέγιστα ἔχοντας κατορθώματα, ὀλίγα δὲ καὶ ἐλάχιστα ἐλαττώματα ἐγκρίνω τῷ χορῷ· τοὺς δ’ ἐναντίως τοῖς εἰρημένοις διακειμένους οὔτε καταριθμῶ, οὔτε ἀποκηρύττω. Οὐ καταριθμῶ μέν, ἵνα μὴ διαβολὴν ἐργάσωνται τῷ συλλόγῳ· εἰώθασι γὰρ πάντες ἀπὸ τῶν συνόντων τοὺς ἄνδρας κρίνειν· οὐκ ἀποκηρύττω δέ, ἐλπίδα αὐτοῖς ἀγαθὴν ἐγκαταλείπων.

Τοῖς μὲν γὰρ καὶ συμβούλοις καὶ φίλοις χρῶμαι· τοῖς δὲ οὐ πολεμῶ μέν, ἀλλὰ τὴν ἐνδεχομένην εἰρήνην νέμω τὸ ἀποστολικὸν φυλάττειν σπουδάζων θέσπισμα· «Εἰ δυνατόν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.» Παραινῶ δὲ ἀπέχεσθαι μὲν κακίας, ἀντέχεσθαι δὲ ἀρετῆς. Εἰ δ’ αὐτοὶ τὴν παραίνεσιν ἔχθρας ὑπόθεσιν κατασκευάσουσι, λύπην μοι οὐ μικρὰν τῷ μὴ ὠφελεῖσθαι, οὐ τῷ ἐκπολεμεῖσθαι προξενήσουσιν.

ΣΠϛʹ. ΗΛΙᾼ. Ὅτε ὁ τῆς δικαιοσύνης ἤλιος οὐρανόθεν ἐπ’ εὐεργεσίᾳ τῶν ἀνθρώπων δεῦρ’ ἐπεφάνη, τότε δὴ τότε καθάπερ ἕν τινι παλιῤῥοίᾳ πραγμάτων εἰς ὁσιότητα τὰ ὅλα μετέστη. Πανηγυρικῆς γὰρ εὐκοσμίας τυγχάνοντα ἄμοιρα, καὶ ἑορτῶν μὲν ὀνόμασιν ἀναβρυνόμενα, κακίας δὲ δράμασι καθυβριζόμενα, εἰς θείαν καὶ ὑπερκόσμιον μετεῤῥυθμίσθη πανήγυριν, διδαχθέντα ὁμηγύριον ὄντως ἡγεῖσθαι τὴν εὐσέβειαν, ὅταν μάλιστα ὑπὸ τῆς ἀρετῆς, ὥσπερ εὐαγοῦς ἱερείας, θεραπεύηται.

ΣΠΖʹ. ΤΟΙΣ ΒΟΝΘΟΥ ΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΦΟΙΤΗΤΑΙΣ. Ὥσπερ σώφρων γυνὴ ἐπὶ τοῦ προσώπου τῆς ἀγνείας τὰ σύμβολα φέρουσα, τὰς τῶν ἀκολάστως ὁρώντων κολάζει προσδοκίας· οὕτω καὶ σώφρων ψυχὴ ἐπὶ τῶν αἰσθήσεων φέρουσα τῆς ἀρετῆς τὰ συνθήματα τὰς τῶν διαφθείρειν αὐτῆς τὴν ὥραν βουλομένων διεκκόπτει ἐλπίδας. Τίς γὰρ τὸν τοιοῦτον ὁρῶν ὀφθαλμόν, ἡμερότητι καὶ ἐλευθεριότητι κεκραμένον, προσελθεῖν τολμήσειε; Τίς δὲ γλῶτταν σεμνότητος οὖσαν τέμενος, οὐκ ἄβατον αὐτῷ τὴν ὁμιλίαν νομιεῖ; Τίς δὲ τὰς ἄλλας αἰσθήσεις θεώμενος, ἀρετῶν οὔσας ὄργανα, οὐ φοβηθήσεται παρασυμβουλεύσαι; Οὐκοῦν καὶ ὑμεῖς, ὦ φίλου λέοντος εὐγενῆ βλαστήματα, ἀβάτους ἑαυτοὺς βλαπτούσαις συνουσίαις διατηρήσατε, ἵνα καὶ τὸ ἑαυτῶν καὶ τὸ πατρῷον αὐξήσητε κλέος.

ΣΠΗʹ. ΝΕΙΛΑΜΜΩΝΙ ΚΑΙ ΝΕΙΛΑΜΜΩΝΙ. Τὴν μὲν ὁμωνυμίαν ὑμῖν οἱ γονεῖς, τὴν δὲ συνωνυμίαν οἱ τρόποι ἐπέθηκαν. Τὴν μὲν γὰρ παρὰ τῶν τεκόντων ἐσχήκατε, τὴν δὲ παρὰ τῶν πραχθέντων ἐκτήσασθε. Ἣν εἰ μὲν ἐπὶ τοῖς καλλίστοις εἶδον οἱ ἄνθρωποι, ἤσθην ἄν· ἐπειδὴ δὲ ἐπὶ τοῖς ἐναντίοις, λίαν ἄχθομαι. Ὄμμα γὰρ ἀναιδὲς καὶ αὐχὴν μετέωρος, καὶ ὀφρύων συνεχὴς κίνησις, καὶ βάδισμα σεσοβημένον, καὶ τὸ ἐπὶ μηδενὶ τῶν αἰσχρῶν ἐρυθριᾷν τεκμήριον ψυχῆς ἐστιν αἰσχίστης, τοὺς ἀφανεῖς τῶν οἰκείων παθῶν χαρακτῆρας ἐντυπούσης τῷ σώματι.

ΣΠΘʹ. ΘΕΟΔΩΡῼ ΛΑΜΠΡΟΤΑΤῼ. Περὶ Ἰησοῦ. Περὶ τῆς Μωσέως μεγαλονοίας. ὅτι οὐδένα τῶν υἱῶν τῆς Ἰησοῦ ἀρετῆς προετίμησεν· καὶ ὅτι οὐ δεῖ παισὶ βασιλείαν ἢ ἑτέραν ἀρχὴν ἐγχειρίζειν, εἰ μὴ ὁ τρόπος ᾖ τῆς ἡγεμονίας ἀρμόδιος. Ἐν πολλοῖς μὲν καὶ ἄλλοις ἄγαμαι τὸν θεοφιλῆ Μωσέα· ἐν τούτῳ δὲ διαφερόντως, ὅτι παντὸς πάθους κρείττων ὤν, καὶ τῆς φυσικῆς φιλοστοργίας ἐκράτησε· δύο γὰρ ἔχων υἱοὺς τεχθέντας μὲν παρ’ αὐτοῦ, τῆς δὲ πατρῴας ἀρετῆς μὴ γεγονότας ζηλωτὰς ἀρετὰς οὐδένα αὐτῶν διάδοχον τῆς στρατηγίας ἐχειροτόνησεν, ἀλλὰ τὸν ἀρετῇ μᾶλλον ἢ γένει προσήκοντα· τὴν ἀρετὴν προκρίνας τῆς πρὸς τὴν τοῦ καλοῦ διάκρισιν πολλάκις τυφλωττούσης φύσεως. Οἱ γὰρ ἐκ πατρῶν νομίζοντες δίκαιον εἶναι τὰς ἀρχὰς ἐπὶ τοὺς παῖδας καταβαίνειν, τυφλώττουσι πρὸς τὴν ἀλήθειαν. Χρεωστεῖται τὸ γέρας, οὐ γένει, ἀλλ’ ἀρετῇ. Οὐδὲ γὰρ τὸν βασιλέως υἱὸν ἂν ἀνάξιος εἴη τοῦ πράγματος, εἰς τὴν ἀξίαν ἐγγραπτέον, ἀλλὰ τὸν βασιλικὴν ἔχοντα ψυχήν, καὶ τὴν τῆς ἀρχῆς ἐπιστήμην χωρῆσαι δυνάμενον. Τοῦτο γοῦν ἐκεῖνον τὸν πραότατον λαμπρῶς ἔδειξε, μηδὲ τὸν ἀδελφὸν χάριτι εἰς τὴν ἱερωσύνην προενηνοχέναι· ὁ γὰρ τοὺς ἐκ τῶν λαγόνων αὐτοῦ φύντας μὴ ἀξιώσας τοιαύτης τιμῆς, ἀλλὰ περιγενόμενος τῆς φύσεως τυραννίδος, οὐκ ἂν τὸν ἀδελφὸν χάριτι τῇ ἱερωσύνῃ ἐστεφάνωσεν· ἀλλὰ κατὰ θείους χρησμούς.

Διὸ καὶ οἱ κατ’ αὐτοῦ ἐπιλυττήσαντες, καὶ νομίσαντες οὐ θείᾳ ψήφῳ, ἀλλὰ κρίσει λογισμῶν οἰκείᾳ κεχειροτονηκέναι τὸν ὁμαίμονα δίκας ἀήθεις ἔδοσαν. Τοὺς μὲν γὰρ ἡ γῆ χανδὸν κατέπιεν· οἱ δὲ πυρὸς αἰθερίου ἔργον ἐγένοντο.

Σϟʹ. ΧΑΙΡΗΜΟΝΙ ΔΙΑΚΟΝῼ. Εἰ καὶ Εὐσέβιος, ὡς γέγραφας, τῇ κακίᾳ σπενδόμενος, τῇ ἀρετῇ πολεμεῖ, ὀξὺς μὲν ὢν ἐκ διαβολῆς εἰς ἐπιβουλὰς ἐπαχθῆναι, πρόχειρος δὲ ὑπονοίαις μὴ προσηκούσαις ἑαυτὸν πιστώσασθαι· καὶ ἐν μὲν τοῖς ἐπιτιμίοις τῶν ἡμαρτηκότων ἀπαραίτητος, ἐν δὲ ταῖς ἀμοιβαῖς τῶν κατορθούντων ὀκνηρότατος· ἀλλ’ οὖν γε αὐτὸς οὐκ ἂν εἴης δίκαιος ἐκεῖνον κωμῳδεῖν, ὁ τὰ αὐτὰ αὐτῷ, ὤς φασιν, ἵνα μὴ λέγω ἐργαλειώτερα, πλημμελῶν. Ἢ γὰρ μὴ πρᾶττε τοιαῦτα, ἢ μὴ κωμῴδει τοὺς δρῶντας. Τάχα δὲ τοῦτ’ αὐτῷ κατ’ ἀξίαν συνέβη, ὅτι σε τοιοῦτον ὄντα χειροτονήσας, οὐκ ἔλαθε τὴν δίκην. Ὁ γὰρ ἀποκεκλεισμένον ἀπὸ τῶν ἐκκλησιαστικῶν θεσμῶν στόμα οὐ δεόντως ἀνοίξας, καθ’ ἑαυτοῦ, ὡς ἔοικεν, ἤνοιξε· καὶ κατὰ τῶν εὐδοκίμων νομίσας ἀθύρωτον ὁπλίζειν γλῶτταν, καθ’ ἑαυτοῦ ὥπλισεν.

ΣϟΑʹ. ΓΕΡΜΑΝῼ. Ὁ μὲν τὰς πολλοῖς ἀμάχους εἶναι δοκούσας ἡδονὰς σωφροσύνῃ καὶ ἐγκρατείᾳ τυραννικῶς βιαζόμενος, οὖτος ἐλευθέραν παντὸς αἰσχροῦ πάθους ἔχων τὴν ψυχήν, τροπαίοις λαμπροῖς καὶ πολλοῖς ἐναγάλλεσθαι δίκαιος. Ὁ δὲ ἐκείναις μὲν κατακράτος ἁλούς, καὶ ὑπὸ τῶν βαρβαρικῶν τοῦ σώματος παθῶν τυραννούμενος, βαρβαρικοῖς δὲ τροπαίοις ἐναβρυνόμενος, οὖτος καὶ ἠλίθιος εἶναί μοι δοκεῖ, καὶ ἀνδραποδώδης. Δειλίᾳ γὰρ καὶ φόβῳ μειζόνων κακῶν (εἰ καὶ παράδοξον καὶ εἰπεῖν καὶ ἀκοῦσαι) ἀνδρεῖος εἶναι δοκεῖ. Φοβούμενος γὰρ δουλείαν ἢ ἑαυτοῦ ἢ τῶν παίδων, πολεμεῖ.

ΣϟΒʹ. ΔΑΝΙΗΛ ΠΡΕΣΒΥΤΕΡῼ. Τὸν λαμπρᾶς ἁπτόμενον ὑποθέσεως, καὶ τὸν νοῦν τῶν ἱερῶν Γραφῶν ἐρμηνεῦσαι πειρώμενον, χρὴ τὴν μὲν γλῶτταν ἔχειν σεμνήν τε καὶ τρανήν, τὴν δὲ γνώμην εὐσεβῆ τε καὶ εὐαγῆ, ἀκολουθεῖν τε αὐταῖς, καὶ μὴ ἡγεῖσθαι, μηδὲ πρὸς τὸ οἰκεῖον βούλημα, τὸν ἐκείνων νοῦν ἐκβιάζεσθαι. Τοῖς γὰρ παραποιεῖν καὶ παρερμηνεύειν τολμῶσι, κίνδυνος ἐπήρτηται μέγιστος εἰς αὐτὴν τὴν ψυχὴν βλέπων.

ΣϟΓʹ. ΝΕΙΛΑΜΜΩΝΙ ΠΡΕΣΒΥΤΕΡῼ. Φυσιολογεῖν μὲν ἐμοὶ οὐ πολλὴ σπουδή, ἵνα δὲ μή σε λυπήσω, γράφω. Ὅτι διὰ τὴν τῶν κράσεων διαφοράν, τινὲς μὲν τῶν μεθυόντων ὠχροὶ γίνονται καὶ θυμοειδεῖς, τινὲς δὲ πυῤῥοὶ καὶ ὕφαιμοι, ἢ ὑπ’ ἐκστάσεως, τοῦ αἵματος ὑπονοστήσαντος εἰς τὸ βάθος, καὶ ὠχρὰν τοῦ προσώπου τὴν ἐπιφάνειαν καταλελοιπότος· ἢ τῆς κινήσεως τὸ ἐν βάθει θερμὸν εἰς τὴν ἐπιφάνειαν ἀνεκαλεσαμένης. Εἴτε δ’ οὔτω τις, εἴτ’ ἐκείνως εἴη κεκραμένος, δύναται ὁ λογισμός, καθάπερ ἡνίοχος ἄριστος, ἢ μὴ συγχωρῆσαι ὅλως κινηθῆναι τὸ πάθος, ἢ κινηθὲν μεταῤῥυθμίσαι εἰς ἁρμονίαν καὶ πραότητα.

ΣϟΔʹ. ΠΕΤΡῼ. Οἱ πάντολμοι Ἰουδαῖοι οὐδεπώποτε ὑπομεμενηκότες αἰχμαλωσίαν ἀνακλήσεως ἄμοιρον, ἢ ταύτην τὴν μετὰ τὸν σταυρόν, οὐκ οἶδ’ ὅπως, γνωσιμαχεῖν οὐκ ἀνέχονται· καὶ ταῦτα καὶ τῶν Γραφῶν καὶ τῶν πραγμάτων ἡμῖν μὲν μαρτυρούντων, ἐκείνων δὲ καταψηφιζομένων. Περιεῖναι οὖν συνεχωρήθησαν, ἵνα καὶ τὰς τοῦ πολέμου ἐκτραγῳδήσωσι συμφοράς, καὶ ὥσπερ αἰχμάλωτοι καὶ μαστιγίαι τὴν ὑφ’ ἤλιον περιθέοντες, ἵδωσιν πανταχόσε ἀνθοῦν τοῦ Σταυρωθέντος τὸ σέβας. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον.

Ἐπὶ δὲ τοῖς τολμῶσιν ὀρφανοὺς ἀδικεῖν, ἐκεῖνό φημι, ὅτι ὁ τῶν βασιλευόντων Βασιλεύς, καὶ τῶν κυριευόντων Κύριος· Ὁ δοῦλος μὲν γὰρ Ναβουχοδονόσορ, φησί, καὶ ἐπὶ τὸν δοῦλόν μου Δαβίδ. Τὸν μὲν γὰρ ἀπὸ τῆς δεσποτείας μόνον οὔτω καλεῖ· τὸν δὲ καὶ ἀπὸ τῆς πολιτείας· οὗτος πατὴρ τῶν ὀρφανῶν, καὶ κριτὴς τῶν χηρῶν καλούμενος χαίρει. Ἐπὶ μὲν γὰρ τῶν ὑψηλῶν, τὸ τῆς δεσποτείας ὄνομα τάττει· ἐπὶ δὲ τῶν ταπεινῶν, τὸ τῆς κηδεμονίας. Ἐκείνων μὲν γὰρ δεσπότης εἶναι διαβεβαιοῦται· τούτων δὲ πατήρ. Μηδεὶς τοιγαροῦν ὀρφανὸν ἀδικείτω, τὸν πατέρα ἐννοῶν· μηδὲ χήραν καταπονείτω, τὸν κριτὴν φανταζόμενος· μηδὲ ἄλλον τινὰ πλεονεκτείτω, τὸν ἀδέκαστον κριτὴν ὀνειροπολῶν.

Εἰ δέ τις συνέσεως χηρεύων, καὶ τὰ παρόντα μόνον ὁρῶν, περὶ δὲ τὰ μέλλοντα τυφλώττων, κέρδη εἶναι νομίζει τὰς ἀρπαγάς, ἀκουέτω, ὅτι κἀνταῦθα πολλάκις κινδύνους ὠδίνουσιν αἱ πλεονεξίαι, καὶ οὐ μόνον τῶν ὑπαρχόντων στερίσκονται, ἀλλὰ καὶ τὴν ψυχὴν αὐτὴν προσαφαιροῦνται. Οὐ γὰρ εἴ τι λῆμμα, καὶ κάλλιστον, ἀλλ’ ἐκεῖνο μόνον, ὃ τῷ καλῷ συμπέφυκε· τούτου δ’ ἀπόντος, ὁδῷ βαδίζει ἐπὶ τὰς συμφοράς. Ὥσπερ γὰρ ἐν θήρᾳ καὶ τὸ ἑλεῖν καλόν, καὶ τὸ διαμαρτεῖν κάλλιον (εἰ τὸ μὲν ἀκινδύνως· τὸ δέ, ἐπὶ τῷ χαλεπόν τι παθεῖν γίγνοιτο), οὔτω καὶ ἐπὶ τῶν κερδῶν. Αἰσχύνην γὰρ προσοφλισκάνουσι, καὶ κινδύνους κληρονομοῦσιν· εἴ γε πλεονεκτεῖν, μετὰ τοῦ δικαίου τὰς εὐπορίας ἔχειν δυνάμενοι, ἐπιχειροῖεν. Εἰ δέ τις φαίη· Τίς οὐκ ἂν ἐθελήσειε λαμβάνων εὐπορεῖν; —Τίς δ’ ἂν ἕλοιτο κερδήσας ἀπολωλέναι; φαίην ἄν· τὸ γὰρ ἀφ’ ὧν κινδυνεύειν περίεστι, κερδαίνειν ἐθέλειν, οὐ κέρδη θηρωμένων ἐστίν, ἀλλ’ ἀδοξίας καὶ συμφοράς· ἐπειδὴ τῶν κερδῶν τὰ μὲν αἰσχρὰν ἔχει τὴν ὑπόθεσιν, τὰ δὲ ἐπικίνδυνον τὴν πλεονεξίαν. Εἴτε οὖν διὰ τὰ παρόντα, εἴτε διὰ τὰ μέλλοντα, βαρυτάτην τὴν ζημίαν τὸ κακῶς κερδαίνειν ἡγούμενοι, παντὶ σθένει τὴν ἀδικίαν φευγέτωσαν.

ΣϟΕʹ. ΧΑΙΡΗΜΩΝΙ, ΖΩΣΙΜῼ, ΜΑΡΩΝΙ. Ὅτι ἀθάνατος ἡ ψυχή. Μὴ νομίζοντες, ὦ βέλτιστοι, μετὰ τῶν σωμάτων σβέννυσθαι τὰς ψυχάς, ἀδεῶς ἁμαρτάνετε, ὡς δίκας μὴ ὑφέξοντες· ἀλλὰ παρὰ τοῦ κριτοῦ τὴν ἀλήθειαν μαθόντες, ὅτι καὶ ἀθάνατοί εἰσι καὶ δίκην ὑφέξουσι, παλινῳδίαν ᾄσατε. «Μὴ φοβηθῆτε γάρ, φησίν, ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι» (αὕτη ἀναντίῤῥητος τῆς ἀθανασίας τῆς ψυχῆς ἡ μαρτυρία)· «φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.» Αὕτη καὶ τῆς ἀναστάσεως καὶ τῆς κολάσεως ἀψευδὴς ἀπόδειξις. Τὴν γὰρ τοῦ Δημιουργοῦ ἀπόφασιν πάσης ἀποδείξεως ἰσχυροτέραν χρὴ νομίζειν. Ὅτι δὲ καὶ ἐν τῇ Παλαιᾷ Διαθήκῃ οἱ εὐδόκιμοι καὶ λαμπροὶ τὴν τῆς ψυχῆς ᾔδεσαν ἀθανασίαν, ἀκούσατε τῶν τριῶν παίδων ἐν τῇ καμίνῳ λεγόντων· «Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ δικαίων, τὸν Κύριον.» Ἀξιόπιστοι δὲ δήπουθέν εἰσιν, οἱ τὸν τύραννον μὴ φοβηθέντες, ἀλλὰ τὴν εὐσέβειαν ἐπιδειξάμενοι, καὶ τὸ πῦρ δυσωπήσαντες. Ὁ δὲ τῶν Σεραφὶμ θεωρὸς βοῶν, «Τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται;» τί ἄλλο ἢ τὴν γέενναν, καὶ τὴν τῶν ψυχῶν ἀθανασίαν, καὶ τὴν τῶν σωμάτων ἀναβίωσιν κηρύττει;

Μὴ οὖν μύθους ἡγήσησθε τοὺς ἐπᾳσθέντας ὑμῖν παρὰ τῆς Γραφῆς λόγους, ἀλλ’ ἀνενέγκατε. Ἔξεστι γὰρ ἕως ἐνθάδε ἐσμέν. Οὐ γὰρ θέλει ὁ Θεὸς τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ ζῇν αὐτὸν τὴν ἀοίδιμον ζωήν. Εἰ γὰρ προφθάσοιμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, τουτέστιν, εἰ πρὸ τῆς κυρίας διὰ πραγμάτων αὐτὰ ἀπολογησόμεθα, ἐν τῇ κρίσει ἐλεηθησόμεθα. Τὴν γὰρ τοῦ Δημιουργοῦ, ὡς ἔφην, ἀπόφασιν πάσης ἀποδείξεως ἰσχυροτέραν χρὴ νομίζειν.

Σϟϛʹ. ΑΓΑΘΩΝΙ ΠΡΕΣΒΥΤΕΡῼ. Πῶς νοητέον τὸ εἰρημένον τῷ Ἀβραάμ, «Πλη- Πῶς νοητέον τὸ εἰρημένον τῷ Ἀβραάμ, «Πληθύνων πληθυνῶ.» Οὐρανίοις ἄστροις καὶ ψάμμῳ θαλαττίᾳ παρεικάσειν τὸ τοῦ Ἀβραὰμ ἐπηγγείλατο σπέρμα ὁ Θεός, μηνύων ὅτι τινὲς μὲν ἐξ αὐτῶν διαλάμψουσιν (οἷοι ἦσαν οἱ προφῆται καὶ οἱ δίκαιοι, ἀπόστολοί τε καὶ οἱ ἐξ αὐτῶν πιστεύσαντες, καὶ ἔργοις διαπρέψαντες, οἷς ὁ Σωτὴρ μὲν ἔφη, «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων·» ὁ δὲ Ἀπόστολος, «Ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ,») τινὲς δὲ χαμαιπετεῖς καὶ χαμαίζηλοι ἁλώσονται, ἀβέβαιοί τε καὶ ὑπὸ παντὸς ἀνέμου περιφερόμενοι, οἴτινες καὶ ἐξευτελισθήσονται, ὡς ψάμμος θαλαττία τε καὶ ἄκαρπος λογισθέντες.

ΣϟΖʹ. ΠΑΥΛῼ. Εἰ μὲν ὡς διαλλαγησόμενοι οἲ πρώην φίλοι διαφέρονται, ἦττόν ἐστι κακόν· εἰ δὲ ὡς ἄσπονδοι διαμενοῦντες, μεῖζον. Πλὴν ὅπως ἂν διακέοιντο, σπούδασον εἰς εἰρήνην θᾶττον αὐτοὺς συναλλάξαι, μήποτε καὶ χρόνος δυσχερέστερον τοῦτο κατασκευάσῃ.

ΣϟΗʹ. Τῼ ΑΥΤῼ. Εἰς τὸ γεγραμμένον ἐν τῷ νόμῳ· «Πένητα οὐκ ἐλεήσεις ἐν κρίσει.» Ὁ τῇ πενίᾳ εἰς φιλοπραγμοσύνην καταχρώμενος, οὐ μόνον ἐλέους τυχεῖν οὐκ ἂν εἴη δίκαιος, ἀλλὰ καὶ μίσους ἄξιός ἐστι. Δέον γὰρ τὰς ἡσυχίας ἄγοντα παρακαλεῖν, ἐγκλήματα ῥάπτει. Διὸ δὴ καὶ ἡ τῆς δικαιοσύνης πηγή, μὴ ἐλεεῖσθαι τὸν πένητα ἐν κρίσει ἐθέσπισεν, ἐλεεῖσθαι μὲν αὐτὸν βουλομένη, συκοφαντεῖν δὲ ἀπαγορεύουσα. Εἰ γὰρ ἐκεῖνο τὸ τοῦ ἱκέτου σχῆμα ἀφέμενος, τὸ τοῦ διαδίκου ἀναλαβεῖν τολμήσειε, τὸ δίκαιον κρατείτω παρὰ τῷ ψηφιζομένῳ.

Κύριος μὲν γάρ ἐστιν ὁ ἐγκληθεὶς καὶ νικήσας, μετὰ τὴν νίκην οἰκτεῖραι τὸν ἡττηθέντα· οὐ μὴν ὁ τῆς ψήφου κύριος, δίκαιος ἂν εἴη λυμήνασθαι τὸ δίκαιον.

ΣϟΘʹ. ΘΕΩΝΙ ΕΠΙΣΚΟΠῼ. Εἰ καὶ αὐτὴ καθ’ ἑαυτὴν ἡ κακία Ζωσίμου δοκιμαζομένη, ὡς γέγραφας, χαλεπὴ τυγχάνει, καὶ τοῖς ἄλλοις παραβαλλομένη, χαλεπωτέρα εὑρίσκεται, τὸ δὲ μηδὲ εἰδέναι αὐτὸν ὅτι νοσεῖ, χαλεπωτάτην αὐτὴν δείκνυσι, τί ἡμῖν ἐνοχλεῖς, ὡς δυναμένοις ἀνήκεστον θεραπεῦσαι νόσημα; Τοῦτο γὰρ Θεοῦ μόνου χρῄζει, τοῦ καὶ παθῶν καὶ πάσης περιγινομένου κακίας.

Τʹ. ΠΕΤΡῼ. Περὶ τῆς ἐν ταῖς δημηγορίαις παῤῥησίας τοῦ Παύλου. Λίαν θαυμάζω τοῦ ἀοιδίμου Παύλου τὴν ἀνδρίαν, πῶς καὶ κρινόμενος ἐδημηγόρει, καὶ εὐθύνας ἀπαιτούμενος ἐδίδασκε. Διδασκάλου μὲν γάρ ἐστι τὸ μετ’ ἐξουσίας λέγειν, κρινομένου δὲ τὸ μετρεῖν τῷ καιρῷ τοὺς λόγους. Ἀλλ’ οὗτος εἰς τοὐναντίον ἐχώρει· εἶχε γὰρ ἐν ἑαυτῷ τὸν τῆς σοφίας χορηγόν τε καὶ πρύτανιν.