Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς Μάρθαν καὶ Μαρίαν καὶ Λάζαρον

Ἰωάννης ὁ Χρυσόστομος

Ο θάνατος του υιού της χήρας και η δοκιμασία του προφήτη

Ο αιφνίδιος θάνατος του παιδιού της χήρας, η οδύνη και οι κατηγορίες της προς τον προφήτη, καθώς και η προσφυγή και τα παράπονα του Ηλία προς τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ἀνελλιπὲς γὰρ ἡ χάρις τῆς ὀρθοδόξου πίστεως. Εὑρὼν τοιγαροῦν ὁ Ἠλίας τὴν ἀδάπανον τράπεζαν τῆς χήρας, ηὐφράνθη, ἠγαλλιάσατο, λέγων πρὸς ἑαυτόν· Ὧδε διάξω τοῦ λοιποῦ, ὧδε τὸν ἅπαντά μου χρόνον διατρίβω· ἁρμόδιον γὰρ τὴν τράπεζαν εὗρον, οὐδείς μοι λόγος τῷ οἴκῳ Ἀχαὰβ, καὶ τῷ λαῷ Ἰσραὴλ, καὶ τῇ μανίᾳ τῆς Ἰεζάβελ· ἐχέτωσαν κληρονομίαν, τὴν ἀβροχίαν· ἐγὼ γὰρ τῶν ἐνταῦθα οὐδ᾽ ὅλως χωρίζομαι. Ταῦτα λέγων ὁ Ἠλίας πρὸς ἑαυτὸν εὐφραντικῶς λογιζόμενος, μὴ συνειδὼς, ὡς ἄνθρωπος, ὅτι ἐν τῇ εὐφρασίᾳ τὴν ὀδύνην ἔμελλεν εὑρίσκειν. Ἴστε πάντες, πῶς ἡ χήρα δύο παῖδας ἔχουσα γνησίους καὶ ὁμοκοιλίους, ὄρθρου τῆς κλίνης διεγερθεῖσα, θεωρεῖ τὸν ἕνα αὐτῆς υἱὸν θανάτῳ παραδοθέντα.

Εἰ δὲ πέφυκε χήραν ἐπιτηδεύειν ἐπὶ τέκνῳ ἄῤῥενι τελείῳ τελευτῶντι, οὐδεὶς ὑμῶν ἀγνοεῖ· ἐνδοξοτέραν γὰρ ἡγεῖται τὴν τοῦ τέκνου ζωὴν ὑπὲρ πάντα τὸν πλοῦτον τοῦ κόσμου. Οὐ γὰρ προσετέθη κατὰ τὸ εἰωθὸς τῷ νεκρῷ ἡ γυνὴ, οὔτε ἐκήδευσεν, οὔτε πρὸς τὴν ἔξοδον ἠσχολήθη· ἀλλὰ καταλιποῦσα αὐτῆς τὸν νεκρὸν, τοῦ Ἠλία καθήψατο, κρατοῦσα, περιάγουσα, ὀχλοποιοῦσα, κράζουσα ἐπὶ πάντων· Τί ἐμοὶ καὶ σοὶ, ἄνθρωπε τοῦ Θεοῦ; ἦλθες πρός με τοῦ ἀναμνῆσαι τὰς ἁμαρτίας μου, καὶ θανατῶσαι τὸν υἱόν μου.

Τουτέστι, Σὺ αὐτὸν ἐθανάτωσας. Εἶδες πῶς ἡ εὐφροσύνη τοῦ Ἠλία εἰς ὀδύνην μετῆλθεν; Ὡς φονεὺς κατείχετο· οὕτω γὰρ ἔλεγεν ἡ χήρα, Τί ἐμοὶ καὶ σοὶ, ἄνθρωπε τοῦ Θεοῦ; Εἰσῆλθες πρός με τοῦ ἀναμνῆσαι τὰς ἁμαρτίας μου, θανατῶσαι τὸν υἱόν μου. Σὺ αὐτὸν ἐθανάτωσας· ἡ σὴ εἴσοδος παρεσκεύασε τοῦτο.

Μὴ εὗρες τὸν παῖδά μου ἀσθενοῦντα; μὴ ἠῤῥώστησεν ἡμέραν μίαν; ἡ σὴ εἴσοδος τὸν θάνατον τοῦ υἱοῦ μου παρέσχε. Τί μοι ἄλευρον ἐχαρίσω, τοῦ ἐσθίοντος μὴ παρόντος; δός μοι τὸν υἱόν μου· σὺ αὐτὸν ἐθανάτωσας κληρονομῆσαι τὸν οἶκόν μου βουλόμενος. Δέξαι σὺ τὸ ἄλευρον, καὶ δός μοι τὸν υἱόν μου. Ἐμὲ σιτεύεις, καὶ τὸ τέκνον μου φονεύεις; μετὰ ἰδίων λιμώξω, καὶ μὴ μετὰ ξένων πλουτήσω. Τί ἐμοὶ καὶ σοὶ, ὦ ἄνθρωπε τοῦ Θεοῦ; εἰσῆλθες πρός με τοῦ ἀναμνῆσαι τὰς ἁμαρτίας μου, καὶ θανατῶσαι τὸν υἱόν μου. Σὺ τὸν υἱόν μου ἐθανάτωσας, σκληρός μοί τις φαίνῃ· οὐκ ἔστιν ἡ εἴσοδός σου εἰθεῖα; Τί διαπράξω, ἀπάγγειλόν μοι. Μὴ ἔφυγες τὸν Θεόν σου; μὴ τὰ τοῦ Ἰωνᾶ διεπράξω πράγματα. Τραχύς τίς μοι φαίνῃ. Πῦρ πνέεις, φόνον ὀρέγῃ, ἀβροχίαν βαστάζεις, πεντηκοντάρχας κατακαίεις· ἐγνώσθη μοι γὰρ οὖν τὰ κατὰ σέ. Οὐκ ἀρκεῖ σοι ὅτι τοὺς ὁμοφύλους σου ἔπνιξας, ἀλλὰ καὶ ὧδε παραγέγονας τὰ ὅμοια διαπράξασθαι; Πολλοὺς ἔπαιξας, ἐμὲ δὲ οὐ παίξεις· δός μοι τὸν υἱόν μου. Τί οὖν ὁ Ἠλίας; Συνεκάμφθη εὐθέως· ἔγνω γὰρ τοῦ Κυρίου τὸ σφύγμα. Διὸ μέγα στενάξας ὡς ἡττηθεὶς, ἐβόησε λέγων· Οἴμοι, Κύριε, ὁ μάρτυς τῆς χήρας, μεθ᾽ ἧς ἐγὼ οἰκῶ μετ᾽ αὐτῆς, σὺ ἐκάκωσας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς· σὸν τὸ ἔργον· ἐπέγνω γὰρ, Δέσποτα. Ἰδοὺ ὑπὸ χήρας βιάζομαι· ἀεὶ γὰρ σκληροτάταις γυναιξὶ παραπέμπεις με.

Τὴν Ἰεζάβελ ἔφυγα, καὶ εἰς ταύτην περιέπεσα. Πολλοὺς πειρασμοὺς ὑπέμεινα, ταύτης δὲ τὴν γλῶτταν βαστάσαι οὐ δύναμαι. Σὺ εἶ ὁ εἰρηκώς μοι, Δέσποτα· Πορεύθητι εἰς Σάρεπτα τῆς Σιδωνίας· ἰδοὺ ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε ἐκεῖ. Καὶ ἰδοὺ διαστρέφει· οὐ γὰρ διατρέφει.