Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς πάντας τοὺς ἁγίους

Ἰωάννης ὁ Χρυσόστομος

Η άθληση των μαρτύρων και η χάρη των ιερών λειψάνων

Περιγραφή της καρτερίας των μαρτύρων κατά τα βασανιστήρια, η πνευματική τους νίκη, και ανάλυση της ιαματικής και προστατευτικής δύναμης των λειψάνων τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Ἐπειδὴ καὶ δαίμονές εἰσιν ἐν τῷ ἀέρι τούτῳ βάρβαροι καὶ ἄγριοι καὶ πολέμους ἐγείροντες ἀεὶ καὶ τῆς εἰρήνης ἐχθροί, ἀντεκατέστησεν αὐτοῖς τὰ στρατόπεδα τῶν ἀγγέλων, ἵνα φαινόμενοι μόνον αὐτοὺς καταστέλλωσιν, ἵνα τὴν εἰρήνην ἡμῖν ἀεὶ πρυτανεύωσι. Καὶ ἵνα μάθῃς ὅτι ἄγγελοι εἰρήνης εἰσίν, ἄκουσον ἐν ταῖς εὐχαῖς ἀεὶ λεγόντων καὶ διακόνων· τὸν ἄγγελον τῆς εἰρήνης αἰτήσατε. Ὁρᾷς ὅτι καὶ ἄγγελοι πάρεισι καὶ μάρτυρες .... τῆς πανηγύρεως ταύτης τῶν ἁγίων πάντων. Πλοῦτον κερδαίνουσιν οἱ μάρτυρες ἀθανασίας πρόξενον· δόξης ἐκείνης ἐπέτυχον, ἧς ἡ βασιλεία αἰώνιος ὅλον εἰς οὐρανοὺς τὸν τῆς ζωῆς θησαυρὸν ἀποθέμενοι· τοιαύτη γὰρ τῶν ἁγίων ἡ νίκη ὡς ὑπὲρ τῶν ἀθανάτων ἀγαθῶν ἑλέσθαι καὶ θάνατον. Ἐξέοντο τούτων τοῖς βασάνοις οἱ σάρκες, ἀλλ᾽ ὁ τῆς ψυχῆς σκοπὸς ἀνάλγητος ἔμενεν· ἐκόπτοντο τὰ μέλη τοῖς ξίφεσιν, ἀλλ᾽ ὁ πρὸς οὐρανὸν οὐκ ἐτέμνετο πόθος .... θηρίων ὀδόντες διεσπάραττον σπλάγχνα, ἀλλὰ τὸν τῆς καρδίας εὐσεβῆ λογισμὸν οὐκ ἀπέσπασαν. Ὄντως ἀσπὶς καὶ θῶραξ ταῖς ψυχαῖς τῶν μαρτύρων τὰ σώματα· ταῦτα γὰρ καὶ μόνα τοῖς τῶν τυράννων τιτρώσκεται βέλεσιν· οἷς γὰρ ὁ τῆς πίστεως καλὸς στρατιώτης πείθων τὰ μέλη δέχεσθαι βέλη προσίεται γυμνὸν τῷ πολέμῳ τὸ σῶμα καὶ νίκην ἐργάζεται, ἐν οἷς νικᾶσθαι νομίζεται· νενίκηται γὰρ διάβολος τῶν μαρτύρων αἰκίσας τὰ σώματα.

Καὶ τούτου ἀπόδειξις τῶν λειψάνων ἡ δύναμις ἀοράτῳ πληγῇ φυγαδεύουσα δαίμονας. Ταῦτα τοὺς μάρτυρας δοξάζει τὰ τρόπαια· ταῦτα τοὺς οὕτω θανῆναι θελήσαντας ἀθανάτως ἔδειξε ζήσαντας· ταῦτα τῶν ἀγγέλων αἱ στρατιαὶ μακαρίζουσι ταῦτα ἡ κτίσις ἐνέχυρα κατέχει πανταχοῦ σωτηρίας. Ἑκάστη γὰρ λοιπὸν τῆς οἰκουμένης πόλις καὶ χώρα προστάτας εὑρίσκεται τοὺς μάρτυρας κατέχουσα· ὅσον γὰρ αὐτοῖς ταῖς τιμαῖς εὐσεβοῦντες τρέχομεν, τοσοῦτον αὐτοῖς ἐν ἅπασι κηδεμόνας εὑρίσκομεν. Τιμὴ δὲ μάρτυρι ἡ τῆς πολιτείας ὀρθότης, τὸ πρὸς τὸν Θεὸν εὐσυνείδητον· διδάσκαλοι γὰρ ἡμῶν εὐσεβείας καὶ πολῖται οἱ μάρτυρες Χριστὸν ἔχοντες ὁδηγὸν χάρις τῷ φιλανθρώπῳ δεσπότῃ, τὸ καὶ τῇ γῇ δεδοκότι θησαυροὺς τοὺς ἁγίους Πάντας· ἐν αὐτῇ γὰρ ἐπετέθη τῶν οὐρανῶν τὰ κειμήλια, οἱ τίμιοι μαργαρῖται, τὸ χρυσίον τὸ δόκιμον, τὰ σκεύη τὰ ἐκλεκτά· ταῦτα γάρ ἐστι τῶν μαρτύρων τὰ λείψανα καὶ τέως ὁ οὐρανὸς τῇ γῇ παρεχώρησε συγχωρῶν εὐλογεῖσθαι τῶν ἀνθρώπων τὸν βίον· ἐκεῖ γὰρ ἡ καταθύμιος διαμονὴ τῶν μαρτύρων, ἐκεῖ τῶν ἀγώνων ἡ περιπόθητος ἄνεσις, ἐκεῖ οἱ τῆς νίκης πολύτιμοι στέφανοι. Καὶ ταῦτα μὲν ὁ οὐρανὸς φυλάττειν προστέτακται περιμένων αὐτῶν ἐκεῖ τὴν ἀπόλαυσιν, κατέχει δὲ τούτους τέως ἡ γῆ. Ὁ οὐρανὸς δὲ καὶ .... παρελήφθη φαιδρότητος. Ἔσχε λαμπάδας πυρὸς τοὺς ἀστέρας, ἔσχε πλῆθος ἁγίων ἡ γῆ, ὡς ἐκεῖνος ἀγγέλων ἔχει δοξολογοῦντας.

Οὗτοι οἱ μακάριοι μάρτυρες διὰ Χριστὸν κολασθέντες, στρεβλωθέντες, θηρίοις παραδοθέντες, πυρὶ καὶ ξίφει ἀναλωθέντες νῦν δορυφοροῦνται, τιμῶνται, δοξάζονται, ἐν οὐρανοῖς βασιλεύουσι, τὸν Θεὸν δυσωποῦσιν, ἁμαρτωλοῖς βοηθοῦσι, τὴν οἰκουμένην φυλάττουσι, πόλεις ἁγιάζουσιν, ἐρήμους πολίζουσιν, εὐλογοῦσι τὰς χώρας, λαοὺς συγκροτοῦσι, βαρβάρους ἀποστρέφουσι .... λειψάνοις μεριζομένης. Δῆλον δὲ τοῦτο ἐκ τῆς κατατεθείσης σήμερον κιβωτοῦ ἐχούσης τὸ μάννα, κιβωτοῦ τῆς ἀλλοφύλους νικώσης, κιβωτοῦ τῆς ἀσφαλεστέρας τοῦ Νῶε· ἡ μὲν γὰρ ἐπάνω τῶν ὑδάτων νηχομένη διεσώζετο, ἡ δὲ ἐν αὐτῷ τῷ θανάτῳ φερομένη λυτροῦται· διὰ γὰρ τοῦτο καὶ ἐν τοῖς κόλποις αὕτη τῆς γῆς καταχώννυται ψυχαγωγοῦσα καὶ τοὺς ἐν ᾍδῃ βυθιζομένους ἀνθρώπους. Τοιοῦτος σήμερον ὁ ἡμέτερος θησαυρός, τοιοῦτον ὁ οἶκος τῶν μαρτύρων ἐδέξατο πλοῦτον, τοιαύτην ὁ τόπος ἐκτήσατο χάριν. Ἐνταῦθα τῆς ἁγιωσύνης λοιπὸν τὸ μύρον πηγάζει, ἐνταῦθα τῆς τῶν παθῶν θεραπείας διοδεύει τὰ ῥεῖθρα, ἔνθεν οἱ ὀχετοὶ τῶν ἰάσεων ῥέουσιν, ἔνθεν πόλις εὐφραίνεται πεινῶσα, ἔνθεν ποίμνια διψῶντα κορέννυται, ἔνθεν λαὸς συντρέχων ἁγιάζεται, ἔνθεν Χριστὸς σπλαγχνίζεται δοξαζόμενος.